Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/52

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6
DIONYSII BYZANTII

IX. Καὶ Ποσειδῶνος νεὼς, ἀρχαῖος μέν παρ' ὃ καὶ λιτὸς, ἐπιβεβηκὼς δὲ τῇ θαλλάττῃ. Τοῦτον δὲ μετάρασθαι προελομένων τῶν αὖθις εἰς τὸν ὑπὲρ τοῦ σταδίου μάλα καλὸν καὶ μέγαν καὶ ἐν ὀλίγοις τῶν ὁμοίων θαυμάσιον, οὐκ ἐφίησι· χρωμένοις γὰρ ἀπεῖπεν, εἴτε ἀγαπῶν τὴν πρόσοικον θαλλάττῃ φιλοχωρίαν, εἴτε ἐνδεικνύμενος ὡς ὀλίγον ἆρα πρὸς τὴν εὐσέβειαν πλοῦτος.

X. Ὑπὸ δὲ τὸν νεὼν τοῦ Ποσειδῶνος, ἕνδοθεν μὲν τοῦ τείχους, στάδια καὶ γυμνάσια καὶ δρόμοι νέων ἐν τοῖς ἐπιπέδοις· ἐκ θαλάττης δὲ ἠρέμα ῥοώδης καὶ εἰς τὸ Κέρας ἐπάντης ὁ πλοῦς.

XI. Ὑποδέχονται δὲ τῆς ἅκρας τὴν πρώτην περιαγωγὴν τρεῖς λιμένες, ὧν ὁ διὰ μέσον βαθὺς ἐπιεικῶς, καὶ τῶν μὲν ἄλλων ἀνέμων ἀνήκοος· λιβὸς δὲ ἐκνικήσαντος, οὐκ εἰς ἅπαν ὀχυρός· κλειστὸς δὲ ἀμφοτέρωθεν· εἴργεται γὰρ ὑποδομήσεσι τειχίων ἡ τῆς θαλάττης ἐπιδρομή.

XII. Τὸν δὲ ἔνθεν παραμειψάμενοι κατὰ βάθος κείμενον πύργον, περιφερῆ μὲν τὸ σχῆμα, πολὺν δὲ ἐπὶ πᾶν μέγεθος, συνάπτοντα δὲ πρὸς τὴν ἤπειρον τὸ τεῖχος· πρῶτον μὲν πεδίον τοῦ διείργοντος τὸ μὴ νῆσον εἶναι

1. παρὸ A. ‖ 2. τούτων δὲ μετάρασθαι προελομένων τῶν αὖθις A. ‖ 5. θαλάττη A. ‖ 14. πύργον A. ‖ 15. ἐπΐπαν A. ‖ 16. τομὴ, νῆσον A.