Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/51

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5
PER BOSPORUM NAVIGATIO.

ριον ἄκραν· τὸ μὲν αὐτῆς εἰς κόλπον ὑποχωρεῖ πολὺν καὶ εὔθηρον, τελευτᾷ δὲ εἰς ἐλαφρὰς καὶ τεναγώδεις ἀποβάσεις· καλεῖται δὲ Κέρας, κατὰ τὸ ἐμφερὲς τοῦ σχήματος. Παρέρχεται δὲ κόλπου μὲν μέγεθος, ὡς προείρηται, λιμένος δὲ εὐκαιρίαν· ὄρη τε γὰρ αὐτὸν μεγάλα περιέχει πρὸς τῆν βίαν τῶν πνευμάτων ἀμύνοντα· τὴν δὲ θάλατταν εἴργει κατὰ στόμα μὲν ἡ πόλις ἥ τε ἄντικρυς ἤπειρος πολλὴ παραθέουσα καὶ νοσφιζομένη τοῦ ῥοῦ τὸ τάχος, ἐκ πλαγίου δ’ ἡ στενότης. Καὶ τὰ μὲν καθόλου, βουλομένοις μὴ μακρὰν περιάγειν· ταὐτὰ τὰ δὲ ἐπὶ μέρους ἤδη λεκτέον.

VII. Περὶ μὲν οὗν τῆς ἄκρας ἥν Βοσπόριον καλοῦμεν, διττὸς κατέχει λόγος· οἱ μὲν γάρ φασι βοῦν, οἴστρῳ κατ’ αὐτὴν ἐνεχθεῖσαν, διανήξασθαι τὸν μεταξὺ πόρον· οἱ δὲ μυθωδέστερον ἀπομνημονεύοντες Ἰὼ τὴν Ἰνάχου, κατὰ ζῆλον Ἥρας ἐλαυνομένην, ἕνθεν εἰς τὴν Ἀσίαν διαπεράσαι. Πεπιστεύσθω δὲ τῶν λόγων ὁ θειότερος· οὐ γὰρ ἄν μοι δοκῇ τοσοῦτον ἑπικρατῆσαι τὸ ἐπιχώριον πάθος ὥστε ἀπ' αὐτοῦ τὸν μὲν Κιμμέριον, τὸν δὲ Θρᾴκιον καλεῖσθαι Βόσπορον, εἰ μή τι μεῖζον ἦν τῆς τοπικῆς ἱστορίας. Κληρονομεῖ δ’ οὖν ἀπὸ τῆς τοῦ συμβεβηκότος μνήμης τοὔνομα.

VIII. Μικρὸν δὲ ὑπὲρ αὐτὴν, Ἐκβασίου βωμὸς Ἀθηνᾶς· ἔνθεν ἐκβάντες οἱ τὴν ἀποικίαν στολαγωγήσαντες εὑθὺς ὡς ὑπὲρ ἰδίας ἠγωνίζοντο τῆς γῆς.


8. ταῦτα τὰ δὲ A. ‖ 11 ἰνὼ τὴν ἰνάχου A. ‖ 12-13. πεπϊστεύθω A.