Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/50

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
4
DIONYSII BYZANTII

V. Κατὰ δὲ ὀξὺ ῥηγνυμένου περὶ αὐτὴν τοῦ ῥεύματος, τὸ μὲν πολὺ καὶ βίαιον ὠθεῖ κατὰ τῆς Προποντίδος· ὅσον δὲ πραῢ καὶ θήρας ἰχθύων ἀγωγὸν, ὐποδέχεται τῷ καλουμένῳ Κέρατι· κόλπος οὗτος ὗπὸ τὴν Βοσπόριον ἄκραν. Βαθὺς μὲν πλέον ἢ καθ' ὅρμον· ἑξήκοντα γὰρ ἀνακέχυται σταδίοις· ἀσφαλὴς δὲ ὅσα λιμήν· ἐν κύκλῳ μὲν, ὄρεσι καὶ λόφοις ἅ πρὸ τῶν πνευμάτων· κατόπιν δὲ , ποταμοῖς βαθηῖαν καὶ μαλθακὴν καταφέρουσιν ἰλύν· κατὰ στόμα δὲ, ὐπὸ τῆς ἄκρας ἐφ’ ἤς ἡ πόλις.

VI. Ἔστι δ’ αὕτη τῇ θαλαττῃ πᾶσα, πλὴν τοῦ συνάπτοντος αὐτὴν πρὸς τὴν ἤπειρον ἰσθμοῦ. Μέγεθος δὲ τοῦ μὲν παντὸς περιβόλου, τριακονταπέντε σταδίων· τοῦ δὲ αὐχένος, ὐφ’ οὗ διείργεται τὸ μὴ νῆσος εἶναι, πέντε. Ἐννένευκε δὲ ἐπὶ τῆν θαλατταν ἅπαν τὸ περικλυζόμενον αὐτῆς, πλὴν οὐκ ἀθρόως ἀπὸ τοῦ Θρᾳκίου τείχους ἠρέμα πρὸς ἀμφότερον μέρος ἀποκλίνεται· διὰ μέσου δὲ ἐπιεικῶς ὁμαλὴς, ὅσα μὴ πρὸς τοῖς ἄκροις, καὶ τοὐντεῦθεν ἐπ’ ἀμφοτέραν πεδία γῆς τὴν θάλατταν. Ἥδε πᾶσαν περιρρεῖ τὴν πόλιν ἀγχιβαθὴς καὶ ῥοώδης, ἑλαυνομένη μὲν ὑπὸ τοῦ Ποντικοῦ πελάγους καὶ διὰ στενότητα τοῦ πόρου καὶ τὰς ἐκ τῶν ἠπείρων πληγὰς καὶ ἀντιτυπὶας ἀθρόα προσπίπτουσα τῇ πόλει, σχιζομένη δὲ περί τὴν Βοσπό-

6. βαθείαν A. ‖ 10. τομὴ νῆσος A. ‖ 13. ὁμαλῆς A. ‖ 14. ἡ δὲ A.