Μετάβαση στο περιεχόμενο

Σελίδα:Anaplous Bosporou 1874.pdf/58

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
12
DIONYSII BYZANTII

Βαρβύσης δὲ ἐπὶ θάτερα κατὰ βορέαν ἄνεμον. Τοῦτον οἱ μὲν τροφέα καλοῦσι Βύζαντος· οἱ δὲ Ἰάσονι καὶ τοῖς σὺν αὐτῷ Μινύαις ἡγεμόνα τοῦ πλοῦ· τινὲς δὲ ἐπιχώριον ἥρωα. Καθ’ ὃ δὲ συμπεσόντες ἀλλήλοις ἐπὶ τὴν ἀπαντῶσαν παχεῖαν ἄκραν ὑπερενεχθέντες ἐκβαίνουσιν εἰς τὴν θάλασσαν, Σημύστρας βωμός· ἀφ’ ἧς καὶ τοὔνομα τῷ χωρίῳ. Σημύστρα δὲ νῦμφη Ναῒς Κεροέσσης τροφός. Ἰὼ γὰρ, ἐπὶ μηχαναῖς μὲν Διὸς, ὀργῇ δὲ Ἥρας, πτερωτὸν οἶστρον ἄφετος ἐν μορφῇ βοὸς ἐπὶ πολλὴν ἐπτοήθη γῆν κατὰ τοῦτον μάλιστα τὸν τόπον ἐπειγομένη, καὶ ὠδῖσι (θείας γὰρ γονῆς ἔμπλεως ἦν) ἀπερείδεται θῆλυ βρέφος. Τὸ δὲ ἀραμένη Σημύστρα τιθηνεῖται παράσημον τῆς μητρῷας μεταβολῆς· τύποι γὰρ κεράτων καθ’ ἑκάτερον τοῦ μετώπου μέρος ὑποδῦντες ἐξεῖχον. Ἔνθεν καλεῖται Κερόεσσα. Ταῦτης καὶ Ποσειδῶνος Βῦζας ἀνὴρ ἶσα θεῷ τετιμημένος, ἀφ’ οὖ τὸ Βυζάντιον. Σημῦστρα γε μῆν ἐκινδῦνευσε παρ’ ὀλίγον πόλιν εἶναι· ἐν ταύτῃ γὰρ κατέθεντο τῆς πόλεως τὴν κτίσιν οἱ τῆς ἀποικίας ἡγεμόνες. Λαμπομένων δὲ τῶν ἱερῶν, κόραξ ἁρπάσας ἐκ μέσης τῆς φλογὸς ἔνια τῶν μηρίων καὶ εἰς ὕψος ἀφεὶς, ἐπὶ τὴν Βοσπόριον ἄκραν ἐφέρετο. Τοῦτο πρὸς Ἀπόλλωνος εἴκασαν τὸ τέρας οἱ λοιποὶ τῶν Ἑλλήνων. Φράζει δ’ αὐτοῖς βουκόλος ἀνὴρ, ἀπὸ σκο-

2. ἰάσωνϊ A. ‖ 4. παχείαν A. ‖ 5-6. νυμφηναῒς κεροεσσηστροφὸς A.