Σελίδα:Anaplous Bosporou 1874.pdf/48

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2
DIONYSII BYZANTII

ἔδοξέ μοι συγγράψαι περὶ τούτων, ὡς τοῖς μὲν ἰδοῦσι μηδὲν ἐνδέοι τῆς ὁλοκλήρου καὶ τελειοτάτης ἱστορίας, οἱ δὲ μὴ θεασάμενοι τὸ γοῦν ἀκηκοέναι περί αὐτῶν ἔχοιεν.

II. Ἀρχὴ δὲ αὐτὴ τοῦ τε λόγου καὶ τῆς τῶν χωρίων φύσεως πέλαγός ἐστιν ὁ Πόντος ὁ Εὔξεινος, μεγέθει τῶν ἄλλων πλεῖστον, ὅσα μὴ πρὸς τὴν ἔξω θάλασσαν ἰσώσασθαι· μόνη δ' ὑπὲρ αὐτὸν ἀνακέχυται λίμνη Μαιῶτις, ἢν μητέρα καὶ τροφὸν τοῦ Πόντου κατεφήμισε λόγος, ἐκ παλαιᾶς μνήμης παραδεδομένος· ταύτης τὸ μὲν περίμετρόν ἐστι δισχιλίων σταδίων· τὸ δὲ πέρας, ποταμὸς ὁ Τάναϊς, ὅρος τῶν δυεῖν ἠπείρων, ἀνατέλλων ἐκ τῆς διὰ κρυμὸν ἀοικήτου· στεναὶ δὲ ἐκβολαὶ κατὰ τὸν καλούμενον Κιμμέριον Βόσπορον· ὑποδέχεται δὲ αὐτὴν ἀθρόαν ὁ Πόντος, καὶ πολὺς ἐπ’ ἀμφοτέραν τὴν ἤπειρον ἀναχωρεῖ. Περιοικοῦσι δ’ αὐτὸν, πρὸς θαλάττῃ μὲν, πόλεις Ἑλληνίδες, ἅς μετὰ τῆν τοῦ Βυζαντίου γένεσιν ἔνιοι τῶν Ἑλλήνων ἀπῴκισαν· ὑπὲρ δὲ τὴν θάλασσαν, ἔθνη βάρβαρα πολλὰ καὶ μεγάλα. Μετέχει δὲ τῆς λίμνης θάλαττα τρεπομένη, καὶ πλήθη τῶν ἀφ' ἑκατέρας τῆς ἠπείρου κατερχομένων ποταμῶν ἐπιγλυκαίνει τὴν φυσικὴν δεινότητα. Τελευτᾷ δὲ εἰς τὸν Θρᾷκιον Βόσπορον, καὶ διὰ τοῦ Στόματος ἐκπίπτει.


1. συγράψαι B. 4. αὕτη ABCDE. — τοῦ, τε A. — φύσεως. Πέλαγος A. φύσεως: πέλαγος B. φύσεως. Πέλαγος D. φύσεως· πέλαγος CE. ‖ 8. παραδεδομένης CDE. ‖ 9. ποτάναϊς CDE. — ὄρος BCDE. ‖ 9. ἠπείρων. Τέλος ἀμὴν C.