Σελίδα:Anaplous Bosporou 1874.pdf/47

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
ΔΙΟΝΥΣΙΟΥ ΒΥΖΑΝΤΙΟΥ
ΑΝΑΠΛΟΥΣ ΒΟΣΠΟΡΟΥ.


I. Εἰ μόνην συνέβαινε τοῖς ἀναπλέουσιν εἰς τὸν Εὔξεινον πόντον καὶ τὸ καλούμενον αὐτοῦ Στόμα τερπνὴν ἅμα καὶ θαυμαστὴν εἶναι τὴν ὄψιν, δυσχερὴς ἦν ἄλλως ἐπὶ τοῖς ὁρωμένοις ὁ λόγος· ἀπείργαστο γὰρ δὴ τὸ σύμπαν ὑπὸ τῆς ὄψεως, ἀξιοθαύμαστον ἑαυτὴν παρεχομένης κατά τε ἐγγύτητα καὶ στενοχωρίαν τοῦ πορθμοῦ καὶ τὴν δι’ ὀλίγου τῆς θαλάττης πρὸς ἀμφοτέραν τὴν ἤπειρον ἐπιμιξίαν [καὶ] ἐγγυβαθῆ κόλπων καὶ λιμένων ἀνάχυσιν· ὑφ’ ὧν οὐχ ἧττον εὔθηρός ἐστιν ἢ σκεπανή· καὶ τοῦ ῥεύματος τὸ μὲν πλέον κατιόντος, ἔστι δὲ ὅτε κατ’ ἐπικράτειαν ἀναστρέφοντος· εἰσιόντων τε τῶν ἀκρωτηρίων τὴν περιαγωγὴν παρ’ ἀλλήλων ἀναπτυσσομένων, καὶ ἐκ τῆς κατ’ εὐθὺ πορείας ἀναλυόντων τοῦ ῥεύματος τὴν βιάν. Ἐπεὶ δὲ οὐκ ἐλάττω παρέχεται τῆς ὄψεως τὴν ἀκρόασιν, ἀναγκαῖον

1. συνέβαναι E. ‖ 4. κατά, τε A. τε om. B. ‖ καὶ om. ABCDE. ‖ 7. ἡ σκεπάνη ABCDE. ‖ 8. ματιόντος B. ‖ 10 κατ’ εὐθυπορίας ABCDE. ‖ 11. ταρέχεται CDE.