Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/463

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
463
ΟΘΩΝΟΣ

τὸ κλῆμα καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὲ, μείνῃ ἐν τῇ ἀμπέλῳ.» Καὶ ἀντιλαμβανόμενος τῆς ἀνθρωπίνης ἀσθενείας, αὐτὸς πάλιν ὁ πάνσοφος διδάσκαλος ἡμῶν ἡρμήνευσε τρανῶς, ὅτι αὐτὸς ἐστὶν ἡ ἄμπελος ἡ ἀληθινή, εἰς ἣν ἐντέλλεται ἅπαντας ἡμᾶς μένειν. «Μείνατε ἐν ἐμοί.» Ἐντεῦθεν ἐν τῷ χριστιανικῷ ὀρθοδόξῳ πληρώματι ἡ ὑμνουμένη ἐκείνη, καὶ τοσοῦτον φιλοτίμως σπουδαζομένη ὑπό τε τῶν θείων ἀποστόλων καὶ τῶν σεπτῶν οἰκουμενικῶν συνόδων, καὶ καθ’ ἑκάστην ἐν ταῖς δεήσεσι τῶν πιστῶν θερμῶς ἐξαιτουμένη ἑνότης. «Μείνατε ἐν ἐμοί.» Εἷς γὰρ Κύριος, ᾧ λατρεύομεν, μία πίστις, ἣν παρελάβοµεν, καὶ ἓν βάπτισμα, ὃ βεβαπτίσµεθα.

Ταῦτά εἶσιν αἱ συνθήκαι τῆς μιᾶς ἀληθοῦς ποίμνης τοῦ ἀρχιποίμενος Χριστοῦ, ἤτοι τῆς μιᾶς ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ποιμαινομένης ὑπὸ πολυπληθῶν ὑπηρετῶν αὐτοῦ, ἀγραυλούντων καὶ φυλασσόντων φυλακὰς ἐν τῇ νυκτὶ τοῦ πλάνου τούτου βίου ἐπὶ μιᾷ ἐλπίδι, εἰς ἣν καὶ ἐκλήθημεν ἅπαντες. Ἀλλ’ ἡ σοφία τοῦ Θεοῦ, ὡς ἅπασαν τὴν κτίσιν συνέχει ἐν θαυμασίᾳ ἀλληλουχίᾳ καὶ τάξει διέπουσα, οὕτω καὶ τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν ηὐδόκησε τῇ αὐτῇ ἁρμονίᾳ οἰκονομεῖσθαι καὶ τὸ ἅγιον Πνεῦμα, τὸ θέμενον τοὺς μέν, ἀποστόλους, τοὺς δέ, προφήτας, τοὺς δέ, ποιμένας καὶ διδασκάλους, ὥσπερ διὰ τῆς τῶν θείων ἀποστόλων χειροθεσίας ἀνέδειξεν ἐν τῇ διακονίᾳ τῆς πίστεως, τοὺς μέν, ἐπισκόπους, τοὺς δέ, πρεσβυτέρους, τοὺς δέ, διακόνους, οὕτω τὸ αὐτὸ Πνεῦμα καὶ διὰ τῆς ἀποφάνσεως τῶν οἰκουμενικῶν ἁγίων συνόδων ἐκανόνισεν ἐν τῇ οἰκονομίᾳ τῆς ἐνότητος τοὺς μέν, πατριάρχας, τοὺς δὲ ἀρχιεπισκόπους καὶ μητροπολίτας, τοὺς δέ, ἀρχιπρεσβυτέρους καὶ ἀρχιδιακόνους κτλ. Οὗτοι δὲ πάντες, εἴτε ὁμότιμοι ἐν ἀδελφικῇ ὑπαλληλίᾳ, εἴτε ὑποτασσόμενοι ἀλλήλοις ὡς «ἡγουμένοις,» κατὰ τὴν διακονίαν, ἣν ἕκαστος ἔλαχεν, ἔχοντες τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως καὶ τὴν αὐτὴν ἀποστολικὴν, κατὰ τοὺς κανόνας χειροτονίαν, ὡς μέλη ὑπουργικὰ συναρμολογούμενα εἰς ἓν σῶμα Χριστοῦ ὅπου γῆς, ἂν ὦσιν, ἕνα ναὸν ἅγιον καταρτίζουσι, καὶ συνδεόμενοι τῷ συνδέσμῳ τῆς ἀγάπης, κἂν κεχωρισμένοι καὶ ἀφεστηκότες δοκῶσι κατὰ τὰς τοῦ κοινωνικοῦ βίου χρείας τε καὶ περιπε-