Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/464

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
464
ΙΣΤΟΡΙΑ

τείας τῶν πολιτευμάτων, ἀδιάστατοι καὶ ἀχώριστοί εἰσιν ἐν τῆς ἐκκλησίας ἑνότητι.

Ἐπὶ ταύτῃ τῇ βάσει ἀνέκαθεν ἡ τοῦ Χριστοῦ ἐκκλησία, ἤτοι αἱ σεπταὶ οἰκουμενικαὶ σύνοδοι, ὥς γε πρός τὴν τοῦ βιωτικοῦ πολιτεύματος καιρικὴν χρείαν ἀφορῶσαι, ἢ ἐχώρησαν ἢ συνῆψαν ἐπαρχίας ἐκκλησιαστικάς, καὶ ἢ ἄλλοις ὑπέταξαν, ἢ αὐτοκεφάλους ἀνέδειξαν αὐτάς, τῆς ἐν τῇ πίστει καὶ ἐν τῇ ἐκκλησιαστικῇ κανονικῇ τάξει ἑνότητος ἀλωβήτου διαμενούσης. Ἐπεὶ τοίνυν καί τινες τῶν ὑπὸ τὴν ἐκκλησιαστικὴν κυριαρχίαν τοῦ πατριαρχικοῦ, ἀποστολικοῦ, οἰκουμενικοῦ θρόνου τῆς Κωνσταντινουπόλεως ἁγιώταται μητροπόλεις, καὶ ἀρχιεπισκοπαί, αἱ ἀπαρτίζουσαι σήμερον τὸ θεόσωστον καὶ θεοστήρικτον Βασίλειον τῆς Ἑλλάδος, διὰ καιρικὰς περιπετείαςς, καί περ διατηροῦσαι τῇ τοῦ Θεοῦ χάριτι τὴν τῆς πίστεως ἑνότητα, ἀπελείφθησαν ὅμως ἐπί τινα καιρὸν τῆς ἐκκλησιαστικῆς καὶ κανονικῆς σχέσεώς τε καὶ συναφείας πρός τε τὴν ὀρθόδοξον αὐτῶν μητέρα, τὴν ἐν Κωνσταντινουπόλει Μεγάλην Ἐκκλησίαν, ἐξ ἧς ἤρτηντο, καὶ δὲ καὶ πρὸς πάσας τὰς λοιπὰς ὀρθοδόξους τοῦ Χριστοῦ ἐκκλησίας, ἡμεῖς, οἱ διὰ τῆς χάριτος τοῦ παναγίου Πνεύματος συνελθόντες ἐν πλήρει συνόδῳ πρὸς καταρτισμὸν τῆς κανονικῆς ἑνότητος τῆς ἐν Ἑλλάδι ἐκκλησίας μετὰ τῶν λοιπῶν ὀρθοδόξων ἐκκλησιῶν, ἀκούσαντες διὰ τῶν ἐπισήμων γραμμάτων, τῶν ἐπισταλέντων ἡμῖν παρὰ τοῦ εὐσεβοῦς Ὑπουργείου τοῦ θεοσώστου Κράτους τῆς Ἑλλάδος, τήν τε περὶ τούτου αἴτησιν τοῦ ἐκεῖ σύμπαντος εὐλαβεστάτου κλήρου, καὶ τὴν συντρέχουσαν ἐπιθυμίαν παντὸς τοῦ ὀρθοδόξου Ἑλληνικοῦ λαοῦ, τῶν ἐν ἁγίῳ Πνεύματι τέκνων ἡμῶν ἀγαπητῶν καὶ περιποθήτων· συνειδότες δὲ καὶ τὴν χρείαν τῆς κατ’ ἐκεῖνο τὸ νεοσύστατον Κράτος διακονίας τῆς πίστεως, καὶ τῆς ἐκκλησιαστικῆς οἰκονομίας τῆς ἑνότητος, καὶ συσκεψάμενοι, ὅπως ἥ τε ἁγία ἡμῶν πίστις διατηρηθῇ ἐσᾳεὶ ἀλώβητος, καὶ οἱ κανόνες τῶν θείων πατέρων ἀπαραβίαστοι καὶ ἀπαρασάλευτοι ὥστε εἶνε πάντας ἡμᾶς, ὡς ἐν τῇ αὐτῇ πίστει, οὕτω καὶ ἐν τῇ οἰκείᾳ τῆς ἑνότητος, καὶ κλήματα ἀδιάσπαστα τῆς θείας ἀμπέλου, ὡρίσαμεν, τῇ δυνάμει τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος, διὰ τοῦ παρόντος συνοδικοῦ Τόμου ἵνα ἡ ἐν τῷ Βασιλείῳ τῆς Ἑλ-