Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/462

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
462
ΙΣΤΟΡΙΑ

προσοχῆς ἐφ’ ἱκανὸν ἀνακρίνασα, παρεδέξατο καὶ ἐνέκρινεν αὐτὸν παμψηφεί· ὥρισε δὲ γενέσθαι τὴν τούτου ἀπαράλλακτον ἀντιγραφὴν καλλιγραφικῶς ἐν µεµβράναις, καὶ παρουσιασθῆναι ἐν τῇ ἐξῆς συνελεύσει εἰς ἐπίσημον ἀνάγνωσιν, ἐπικύρωσιν καὶ ὑπογραφήν.

«Τὴν κθ′ Ἰουνίου συνῆλθεν αὖθις ἡ ἁγία καὶ μεγάλη σύνοδος ἐν τῷ μεγάλῳ συνοδικῷ τοῦ Πατριαρχείου τῆς τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, καὶ ἁπάντων ἐνδεδυμένων τὴν μικρὰν ἀρχιερατικὴν στολήν, τῶν θυρῶν ἀναπεπταμένων, καὶ πλήθους πολλοῦ κληρικῶν τε καὶ λαϊκῶν εὐκόσμως καὶ εὐλαβῶς συναγηγερµένου, ἤρξατο ἡ ἱερὰ τελετὴ τῆς Καθαγιάσεως καὶ Καθιερώσεως τοῦ περὶ τῆς ἐν Ἑλλάδι ὀρθοδόξου ἐκκλησίας συνοδικοῦ Τόμου.

«Μετὰ δὲ ταύτα, σιγῆς γενομένης, τοῦ µεγάλου ἀρχιδιακόνου ἐκφωνήσαντος πρόσχωµεν, ὁ παναγιώτατος Οἰκουμενικὸς Πατριάρχης γεγονυίᾳ τῇ φωνῇ, εἰς ἐπήκοον πάντων ἀνέγνω τὸν ἱερὸν συνοδικὸν Τόμον ἐν µεμβράναις ἀντιγεγραμμένον· καὶ μετὰ την συμπλήρωσιν τῆς ἀναγνώσεως, οἱ τὴν ἁγίαν καὶ μεγάλην σύνοδον συγκροτοῦντες παναγιώτατοι, µακαριώτατοι καὶ πανιερώτατοι ἱεράρχαι ἤρξαντο ὑπογράφειν αὐτὸν κατὰ τάξιν.»


ΤΟΜΟΣ ΣΥΝΟΔΙΚΟΣ

Της ἐν Κωνσταντινουπόλει ἁγίας καὶ ἱερᾶς συνόδου, τῆς συγκροτηθείσης ἐν ἔτει ἀπὸ Χριστοῦ Σωτῆρος χιλιοστῷ ὀκτακοσιωστῷ πεντηκοστῶ, ἐν μηνὶ Ἰουνίῳ, Ἰνδικτιῶνος Η′, περὶ τῆς ἐν Ἑλλάδι Ὀρθοδόξου ἐκκλησίας.

Εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ Δεσπότης τῶν ἁπάντων καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῇ νυκτί, ᾖ παρεδίδοτο, διατιθέμενος τοῖς ἱεροῖς αὑτοῦ μαθηταῖς καὶ ἀποστόλοις τῶν καινὴν αὑτοῦ καὶ χαρακτηριστικὴν τῶν χριστιανῶν ἐντολήν, τὴν πρὸς ἀλλήλους ἀγάπην, «Οὐ δύναται ἔφη,