Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/437

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
437
ΟΘΩΝΟΣ

αὐτὸς οὗτος τοῦ Κυρίου ἀπόστολος· διὸ καὶ οὐδείς ἐστιν αἰών, ὃς οὐκ εἶδε λύκους διώκοντας καὶ σπαράττοντας, ὅσα ἂν δυνηθῶσι πρόβατα τῆς τοῦ Χριστοῦ μάνδρας· ἀλλὰ πολλῷ πλέον σήμερον τῆς τοῦ Χριστοῦ Ἐκκλησίας διωκομένης πολλαχόθεν ὑπ’ ἀφανῶν καὶ φανερῶν ἐχθρῶν, καὶ διαφόρως ἐπιβουλευομένης ποικίλοις τρόποις καὶ μηχανήμασι, πρὸς οὓς καὶ τὴν ἑαυτῆς προσοχὴν ἀτενῆ ἐχούσης, καὶ τῇ τοῦ παναγίου Πνεύματος δυνάμει ἀντιταττομένης, αἴφνης πρὸ ὀλίγου, ὥσπερ τι πνεῦμα, οὐχὶ ἀπὸ τῆς ἐρήμου, ἀλλ’ ἀπὸ τῆς νήσου Ἄνδρου, φεῦ! πνεῦσαν, τοσοῦτον προσέβαλε σφοδρῶς, ὥστε οὐ τὴν τυχοῦσαν ταραχὴν καὶ λύπην ἅμα προὐξένησεν εἰς αὐτὴν, ὁ τοῦ Θεοφίλου Καΐρου ἀντιχριστιανικὸς, φαμὲν, θεοσεβισμὸς, μᾶλλον δὲ ἀναμφίβολον παντελὴς ἀθεϊσμός, κατὰ τὸν οὐρανοβάμονα Παῦλον, γράφοντα πρὸς Ἐφεσίους: «ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ»· καὶ κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην: «πᾶς παραβαίνων, καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει» καί, «ὁ μὴ ἔχων τὸν Υἱόν, οὐδὲ τὸν Πατέρα ἔχει»· ὅν τινα ἀθεϊσμὸν ἀπ’ ἀρχῆς τῆς τοῦ ταρταρείου ὀρφανοτροφείου αὐτοῦ συστάσεως ὡς δυσώδης ᾅδης ἐξερευγόμενος ὁ θεοστυγής, τριετίαν ὅλην διήρκεσεν ἐξεμῶν, ἐπὶ μόνῳ σατανικῷ σκοπῷ τῆς ἐκ βάθρων παντελοῦς ἀνατροπῆς τῆς, κατά Χριστόν, ὀρθοδόξου πίστεως, ἀνατρέπων δηλονότι ἄρδην τὰς ἱερὰς Γραφάς, ὡς μὴ ἐκ θείας ἀποκαλύψεως ἐμπνευσθείσας, ἀλλ’ ἀνθρώπων ἀπατεώνων συγγράμματα ἀποκαλῶν, προφήτας ἀθετῶν, τὴν τρισυπόστατον Θεότητα ἀρνούμενος τὴν πλήρη, φαμέν, ὁμολογίαν Πατρός, Υἱοῦ, καὶ ἁγίου Πνεύματος, τὴν ἔνσαρκον τοῦ Θεοῦ λόγου οἰκονομίαν, τὰ δόγματα αὐτοῦ τὰ οὐράνια, καὶ σωτήρια, τὰ θεῖα μυστήρια, καὶ πάσας τὰς ἱερὰς τῆς Ἐκκλησίας παραδόσεις, ὡς ἀνθρώπων διδασκαλίας αὐτὰ διαθρυλλῶν, καὶ ὡς προσθήκας αὐτῶν αὐθαιρέτους διαβάλλων, τὰ θαύματα πάντα κωμῳδῶν, κατοικήσεις κόσμων πολλῶν ὑπὸ λογικῶν ὄντων ἀναπλάττων, καὶ ἄλλα πλεῖστα βλασφημῶν τε καὶ περατευόμενος ὁ αὐτόχρημα τοῦ ἀντιχρίστου πρόδρομος, καὶ οὕτω τὴν τῆς ὀλεθρίου αὐτοῦ διδασκαλίας λύμην εἴς τε τοὺς μαθητὰς