Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/436

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
436
ΙΣΤΟΡΙΑ

μηδείας Ἄνθιμος· — † ὁ Χαλκηδόνος Ἱερόθεος· — † ὁ Δέρκων Γερμανός — † ὁ Πελαγωνείας Γεράσιμος. — † ὁ Κενστετιλίου Ἀρτέμιος. — † ὁ πρόεδρος Καρπάθου Μεθόδιος. — † ὁ Ρόδου Ἰάκωβος. — † ὁ Μιτυλήνης Μελέτιος· — † ὁ Μελενίκου Διονύσιος· — † ὁ Σκοπείων Γαβριήλ[1].


ΤΟΥ ΑΥΤΟΥ ΓΡΗΓΟΡΙΟΥ

Πρᾶξις τῆς ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, περὶ τῶν ἐν τῷ κατὰ τὴν Ἄνδρον Ὀρφανοτροφείῳ μαθητευσάντων καϊρείων μαθητῶν, τῶν ζητούντων διδασκαλικὰς θέσεις.

ΓΡΗΓΟΡΙΟΣ

ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ρώμης καὶ Οἰκουμενικὸς Πατριάρχης.

«Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος.» Διὰ ταύτης τῆς ἀποστολικῆς ἐντολῆς ἀκαταπαύστως ἐπεγεῖρον ἡμᾶς τὸ πανάγιον Πνεῦμα, ἐντέλλεται ἵν’ ἀγρύπνως ἀείποτε διακείμενοι προσέχωμεν ἀκριβῶς, μήποτε λύκοι τινὲς λεληθότως εἰσελθόντες εἰς τὴν τοῦ Χριστοῦ ποίμνην, διασπαράξωσι τὰ αὐτοῦ πρόβατα, ἅπερ ἐξηγόρασε διὰ τοῦ ἰδίου αὐτοῦ αἵματος· «ἐγὼ γὰρ οἶδα, φησὶν ὁ ἀπόστολος, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου.» Τοιοῦτοι λύκοι, τὴν τοῦ Χριστοῦ ποίμνην ἐπιβουλεύοντες, οὐδέποτε ἐξέλιπον ἀπ’ ἀρχῆς καὶ μέχρι τῆς σήμερον, κατὰ τὴν τοῦ ἀποστόλου προφητείαν, καὶ μάλιστα ἐξ ἡμῶν αὐτῶν οὗτοι ἀνιστάμενοι, ὡς προεῖπε καὶ τοῦτο ὁ


  1. Ἡ ἐγκύκλιος αὕτη ἐξεδόθη ἐν Κωνσταντινουπόλει ἐκ τοῦ πατριαρχικοῦ τυπογραφείου καὶ εἰς ἴδιον φυλλάδιον ἐκ 17 σελίδων εἰς 16ον