Σελίδα:Ιστορία του Όθωνος Βασιλέως της Ελλάδος (1832-1862).pdf/438

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
438
ΙΣΤΟΡΙΑ

αὐτοῦ διαδιδούς, καὶ εἰς ἄλλους πολλοὺς ἔκ τε τῶν τοῦ κλήρου καὶ λαϊκῶν.

Τούτων καὶ τῶν τοιούτων διαφημισθέντων, ἀκριβῶς ἡ Ἐκκλησία διερευνήσασα, καὶ περὶ πάντων ἀρκούντως πληροφορηθεῖσα, κατ’ ἀξιόχρεων αὐτῆς πρόνοιαν, ἵνα προκαταλάβῃ τὴν τῆς λύμης ταύτης διάδοσιν, κοινῇ συνδιασκέψει γράμμα ἐξέδωκεν ἐγκύκλιον, στηλιτεύουσα ἐν συντόμῳ τὰς κακοφροσύνας τοῦ ἀπονενοημένου τούτου Καΐρου, καὶ συμβουλεύουσα τοὺς ὀρθοδόξους ἅπαντας, ὅπως ἐμμένωσιν ἑδραῖοι τῇ πίστει, διακατέχοντες ἀσφαλῶς ἃ παρὰ τῶν πατέρων αὐτῶν παρέλαβον, καὶ ἅμα ἐντελλομένη, ἵνα πάντες, ὅσοι τῶν γονέων, συγγενῶν, καὶ οἰκείων, ἀπατηθέντες ἐξ ἀγνοίας, ἀπέστειλαν ἢ τὰ ἴδια αὐτῶν τέκνα, ἤ τινας τῶν συγγενῶν καὶ οἰκείων εἰς τὴν πανόλεθρον τοῦ Καΐρου σχολήν, ὡς τὸν θανατηφόρον τῆς κακοδοξίας, ἢ μᾶλλον παντελοῦς ἀσεβείας, ἰὸν λαθραίως καὶ ἐπιβούλως ποτισθέντας, τούτους μὲν φέροντες συστήσωσιν εἰς τὴν ἐπὶ τούτῳ νεωστὶ συστᾶσαν ἐν Φαναρίῳ Θεολογικὴν σχολήν, ὅπως ἐγκαίρως διὰ τῶν ἀλεξιτηρίων φαρμάκων τῆς ὀρθοδόξου διδασκαλίας ἐκκαθαρθέντες ἐπαναλάβωσι τὴν προτέραν αὐτῶν κατά Χριστὸν ὑγείαν, μηδένα δὲ τῶν ἐκ τῆς καϊρείου ἐκείνης καταχθονίου σχολῆς ἐξελθόντων μαθητῶν ἀποδέξωνται πρὸς διδασκαλίαν τῶν ὀρθοδόξων αὐτῶν τέκνων, οὔτε κοινότερον, οὔτε μερικώτερον.

Ἀλλ’ ἐπειδὴ πολλοὶ τούτων, διασπαρέντες πολλαχοῦ τῶν τοῦ οἰκουμενικοῦ Θρόνου ἐπαρχιῶν, ὡς καὶ ἐνταῦθα εἰς βασιλεύουσαν, ἐκζητοῦσι συσταθῆναι εἰς διδασκαλικὰς καθέδρας, ἡ μετριότης ἡμῶν τὴν πνευματικὴν ποιμαντορίαν τοῦ ἁγιωτάτου, οἰκουμενικοῦ, ἀποστολικοῦ τούτου Θρόνου, θείῳ ἐλέει θεόθεν ἐμπεπιστευμένη, καὶ ὁρῶσα, τὴν λύμην τῆς ἀντιχριστιανικῆς ταύτης διδασκαλίας ὄλεθρον ἐπαπειλοῦσαν τὸν μέγιστον εἰς τὰ λογικὰ τοῦ Χριστοῦ πρόβατα, χρέος ᾠήθη ἴδιον, καὶ χρεῶν μέγιστόν τε καὶ ἱερώτατον, ἵνα τὴν προσήκουσαν ποιήσηται πρόνοιαν, ἐφ’ ᾧ στήσῃ, ὅσον ἔνεστι, τὸ κακόν, καὶ μὴ ἐάσῃ νέμεσθαι, καὶ πολλαπλασιάζεσθαι ἐπὶ πλέον· εἰ μὴ γὰρ προληφθῇ τῇ χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, «ὡς γάγγραινα νομὴν ἕξει», κατὰ τὸν μέγαν ἀπόστολον.

Τούτου χάριν, ἐπειδὴ «ὅπου εἰσὶ δύω, ἢ τρεῖς συνηγμέναι εἰς