Σελίδα:Ελληνομνήμων Αρ.1 (1843).djvu/47

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
47
ΕΛΛΗΝΟΜΝΗΜΩΝ

κατατήκουσα, καὶ πάσαις ταῖς ἀδελφαῖς ἀῤῥαθύμως δουλεύουσα, ἀδικουμένων προϊσταμένη, ὀρφανῶν καὶ χήρων ἀντιλαμβανομένη, πτωχοῖς ἐπικουροῦσα, θλιβομένους παραμυθουμένη, καὶ πᾶσι γενομένη τὰ πάντα ἐν ταπεινώσει καρδίας. Ἐπεὶ δὲ καὶ τὴν αὐτῆς προέγνω τελευτὴν, δάκρυσιν ᾐτήσατο τῇ πανάγνῳ θεομήτορι καὶ τῷ πανενδόξῳ μάρτυρι Γεωργίῳ ἑξαμηνιαῖον αὐτῇ πρὸς Θεὸν διαπρεσβεύσασθαι χρόνον πρὸς τὴν τοῦ ναοῦ τελείαν ἀπάρτισιν, ὃ καὶ γέγονε· καὶ τοῦ καιροῦ φθάσαντος, τὰς ἀδελφὰς προσεκαλέσατο, καὶ περὶ ὧν ἔδει καλῶς ἐντειλαμένη, καὶ ταύταις ἐπευξαμένη σωτηρίαν, χαίρουσα τὸ πνεῦμα εἰς χεῖρας Θεοῦ παρέθετο, καὶ κατετέθη ἐν αὐτῇ τῇ παρ' αὐτῆς ἀνεγερθείσῃ μονῇ. Τοῦ Θεοῦ δὲ ταύτην δοξάσαντος ὕστερον, πολλῶν καὶ μεγίστων θαυμάτων ὤφθη αὐτουργὸς, ἀσθενείας καὶ νόσους τῶν προσερχομένων αὐτῇ ἰατρεύουσα, καὶ δαίμονας ἐξ ἀνθρώπων ἐλαύνουσα, καὶ ποικίλα πάθη ἀνίατα καθ’ ἑκάστην θεραπεύουσα. Ἐθεράπευσε δὲ καὶ καρκίνου πάθος, καὶ ἕτερα τεράςτια φρικτὰ πεποίηκε καὶ εἰσέτι φαίνεται ποιοῦσα, ὧν οὐκ ἔστιν ἀριθμός· οὐ μόνον γὰρ τοῖς ἐν τῷ σεπτῷ αὐτῆς τάφῳ προσπίπτουσιν, ἀλλὰ καὶ τοῖς ἐγγὺς καὶ τοῖς μικρὰν, καὶ ἐν θαλάσσῃ, καὶ ἐν νήσοις φθάνει ἐπικληθεῖσα καὶ τοῖς πέρασι θερμῶς βοηθοῦσα· ἧς ταῖς πρὸς τὸν Θεὸν ἁγίαις εὐχαῖς, ἀξιωθείημεν καὶ ἡμεῖς σωτηρίας τυχεῖν (Υ).


ΣΗΜΕΙΩΣΕΙΣ
Εἰς τὸν ὑπὸ Ἰὼβ βίον τῆς ὁσίας Θεοδώρας.

(Α) Ἀλέξιος ὁ σφετερισθεὶς τὴν αὐτοκρατορίαν τῷ 1195 καὶ ἐκδιωχθεὶς ὑπὸ τῶν Λατίνων τῷ 1203 μετήλλαξε τὸ ἐπώνυ-