Σελίδα:Ελληνομνήμων Αρ.1 (1843).djvu/46

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
46
ΕΛΛΗΝΟΜΝΗΜΩΝ

ὅπερ ἐκβληθεῖσα εἶχεν ἐγγάστριον. Ἱερεὺς δέ τις, ἐκ χωρίου Πρενίστης, λαχανευομένην ἐν ἀγρῷ ταύτην εὑρὼν καὶ τὸ βρόφος βαστάζουσαν, ὅρκοις ἐπύθετο τὸ ἑαυτῆς εἰπεῖν ὄνομα· καὶ γνοὺς ἥτις ἦν, ταύτην οἴκαδε φέρων κατέκρυψε, πάσης ἐπιμελείας ἀξιώσας (Π).

Τῶν οὗν μεγιστάνων καὶ τὰ πρῶτα παρὰ Μιχαὴλ τῷ Δούκα φερόντων, αἴφνης ἁρπασάντων τὴν κακόσχολον ἐκείνην γυναῖκα καὶ ἀπαιωρισάντων, ἡ πονηρὰ πᾶσα εἰς φῶς ἤχθη πρᾶξις, καὶ ἐν νῷ γενόμενος ἐνεσείσθη ὁ Μιχαὴλ, τὴν μακαρίαν αὖθις ἠγάγετο, καὶ λοιπὸν ἐπλήσθη χαρᾶς τὰ πάντα καὶ ἀγαλλιάσεως. Διῆγον οὖν ἄμφω τὸν βίον ἐν εἰρήνῃ καὶ ἀγάπῃ τῇ κατὰ Θεὸν, τῆς ἑαυτῶν ἐπιμελούμενοι σωτηρίας, ἀξιώματι Δεσποτῶν τιμηθέντες (Ρ) καὶ παῖδας τεκόντες, καὶ πρὸς ὕψος μεγίστης εὐκλείας ὑπεραρθέντες, καὶ τὴν πρὸς ἀρετὴν ἁμιλλώμενοι καλὴν ἀμφότεροι ἄμιλλαν. Τὸν μέν τοι Δεσπότην καὶ σύνευνον ἡ ἀοίδιμος Θεοδώρα τὰς περικαλλεῖς καὶ εὐαγεῖς ἰδοῦσα συστησάμενον δύο μονὰς, τὴν τῆς Παντανάσσης, φημὶ, καὶ τῆς Παναγίας ἐπικεκλημένης, τῷ μεγαλομάρτυρι καὶ αὐτὴ Γεωργίῳ θεῖον ἀνήγειρε σεμνεῖον καὶ εἰς γυναικεῖον τοῦτο συνεστήσατο (Σ).

Τοῦ συνεύνου δὲ καὶ Δεσπότου Μιχαὴλ καλῶς καὶ θεοφιλῶς βιώσαντος, καὶ πρὸς μονὰς μεταστάντος τὰς οὐρανίους, τὸ τῶν μοναχῶν καὶ αὐτὴ εὐθὺς περιβάλλεται σχῆμα (Τ)· καὶ χρόνοις ἐπιβιοῦσα, τὸν ναὸν μὲν παντοίως κατεκόσμει καὶ ἀναθήμασι καὶ σκεύεσι καὶ πέπλοις κατεκάλλυνε. Προσετίθει δὲ καὶ τῷ βίῳ, τοῖς πόνοις ἑαυτὴν ἐγγυμνάζουσα καὶ τὸν τῶν ἀρετῶν καρπὸν ἐπαύξουσα, ἀγρυπνίαις καὶ στάσεσι παννύχοις σχολάζουσα, ψαλμοῖς καὶ ὕμνοις προσομιλοῦσα, τὸ σῶμα νηστείαις