Σελίδα:Ελληνομνήμων Αρ.1 (1843).djvu/45

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
45
ΕΛΛΗΝΟΜΝΗΜΩΝ

τῇ δόξῃ, οὐχ ἑάλω τῇ νεότητι, οὔτε μὴν πρὸς τρυφὰς οἶδε κατασπαταλᾷν, ἀλλ’ οὐδὲ τῷ τῆς ἀρχῆς ὄγκῳ ἐπήρθη (Ο)· τῷ Θεῷ δὲ μᾶλλον ἔγνω προσκεῖσθαι καὶ ἀρετῆς ἐπιμελεῖσθαι, σωφρόνως ζῆσαι, ταπεινοφροσύνην ἀσπαζομένη, ἀοργησίαν, ἀγάπην, πρᾳότητα, συμπάθειάν τε καὶ ἐλεημοσύνην ὡς ἄλλος οὐδεὶς κατορθοῦσα, καὶ τὸν Θεὸν ὁλοψύχως διὰ παντὸς θεραπεύουσα. Οὐκ ἔφερε δὲ πάντως ὁρᾷν ταῦτα ὁ τῶν δικαίων ἐχθρὸς, οὐδὲ τὴν καλὴν ταύτην τῆς νεανίδος ὁδὸν βλέπειν ἠνέσχετο· ἀλλ’ ὅλος ὁπλίζεται κατ’ αὐτῆς, καὶ θηλυμανίας τὸν ἄνδρα καταμαλάξας πειρασμὸν τῇ μακαρίᾳ ἐγείρει τῶν πώποτε μνημονευσομένων δεινότατον. Γυναικὶ γάρ τινι ἐξ εὐγενῶν, Γαγγρηνῇ τὸ ἐπώνυμον, πορνικῶς ὁ Μιχαὴλ ἐπιμανεὶς, καὶ τὸ τῆς αἰσθήσεως ὑγιές μαγίαις ὑπ' ἐκείνης ὑποκλαπεὶς, μῖσος ἄσπονδον κατὰ τῆς ἰδίας ἐκτήσατο γυναικός. Καὶ ταύτην ἀπωσάμενος, τὴν μαινάδα φρενοβλαβῶς συνηγάγετο, τοῖς ὑπηκόοις ὅρον θέμενος μὴ προσκεῖσθαι τῇ Θεοδώρᾳ, μὴ θεραπείας ἀξιοῦν ταύτην τινὸς, μήτε μὴν ἐπὶ γλώσσης αὐτῆς φέρειν τὸ ὄνομα. Τούτοις γενναία τοῖς δεινοῖς ἐμπεσοῦσα οὐκ ἐσαλεύθη ὅλως τὸν λογισμὸν, οὐδὲ παρετράπη τῆς ἀγαθῆς πολιτείας· ἀλλ’ ὅλη ὡς ἀδάμας ἦν καρτεροῦσα καὶ τὸν Θεὸν ὁμοίως θεραπεύουσα· ξενιτευομένη δὲ, κρύει καὶ καύσωνι αἴθριος ταλαιπωροῦσα, λιμῷ τε καὶ δίψῃ καὶ τῇ λοιπῇ κακουχίᾳ πιεζομένη καὶ ὑπὸ στέγην εἰσελθεῖν ἐπιθυμοῦσα. Ἐπὶ πέντε οὖ ἔτεσι τοῖς ἀπείροις δεινοῖς προσπαλαίσασα οὐδὲν ἐφθέγξατο ἀγενὲς, οὔτε μὴν κατωλιγώρησε ῥῆμά τι πρὸς Κύριον εἰπεῖν, ἀλλ' ἔτι μᾶλλον πρὸς ἀρετὴν ἐπετείνετο καὶ πρὸς αὐτὸν ὑψοῦτο καθ' ἑκάστην, ἑαυτὴν δὲ ὑπομονῆς ἀνάγουσα, φέρουσα καὶ βρέφος ἐν ταῖς χερσὶν