Σελίδα:Ελληνομνήμων Αρ.1 (1843).djvu/44

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
44
ΕΛΛΗΝΟΜΝΗΜΩΝ

τεινε (Κ) τὴν ἀρχήν. Ἀλλὰ ταχέως καὶ οὗτος ἔργον ῥομφαίας γενόμενος, ἐξ ἀνθρώπων ἐγένετο, τὸν ἴδιον αὐτάδελφον Θεόδωρον τὸν Δούκαν διάδοχον ἑαυτοῦ καταλιπών (Λ).

Ὃς δὴ Θεόδωρος, βρεφύλλιον τὸν ἐκ τοῦ ἰδίου ἀδελφοῦ Μιχαὴλ τὸν Δούκαν εὑρηκὼς, παρεῖδε μὲν τοῦτον ὡς ἀτελῆ, τὴν ἀρχὴν δὲ πᾶσαν δραξάμενος καὶ ἐπὶ εὐτυχίᾳ πραγμάτων ἀρθεὶς, δόλον κατὰ τοῦ παιδὸς ἐμελέτησεν, ὅνπερ ἡ μήτηρ αἰσθομένη προέλαβε διαπεράσασα μετὰ τοῦ νηπίου ἐν τῇ νήσῳ τοῦ Πέλοπος (Μ). Θεόδωρος δὲ δοκιμώτατος ἐν μάχαις φανεὶς, καὶ τὴν Θεσσαλονίκην ἐλευθερώσας τῆς Λατινικὴς τυραννίδος, βασιλεὺς ἀνηγόρευται, καὶ πάντων τῶν δυτικῶν ἕως αὐτῆς ἐκράτησε Χριστουπόλεως (Ν).

Ὁ μέν τοι Σεβαστοκράτωρ Πετραλίφης, υἱοὺς γεννήσας ἐν Θεσσαλίᾳ καὶ τὴν ἀείμνηστον ἀπέτεκε Θεοδώραν, καὶ τὸν βίον ἐν Χριστῷ καταλύσας, τὴν ἰδίαν ἀρχὴν τοῖς υἱέσι κατέλιπεν, οἳ καὶ τῷ βασιλεῖ Θεοδώρῳ δεξιῶς τελοῦντες, τὴν ἰδίαν ἀδελφὴν νηπιάζουσαν, ὡς κόρην ἐφύλαττον ὀφθαλμοῦ. Τί τὸ μετὰ ταῦτα; Τῇ Ζαγορᾷ Θεόδωρος ἐπιστρατεύσας ὁ βασιλεὺς, πόλεμον ἐποίει κατὰ Ἀσὰν τοῦ βασιλέως Βουλγάρων, καὶ νικηθεὶς παρ' ἐκείνου χειροῦται καὶ τοὺς ὀφθαλμοὺς στερεῖται.

Μιχαὴλ δὲ, εἰς νεανίας ἤδη τελῶν, τῆς ἐξορίας ἀνακαλεῖται, καὶ τὴν πατρικὴν πᾶσαν παραλαβὼν ἀρχὴν, τῇ Βλαχίᾳ ἐπιδημεῖ, καὶ περὶ τὸ κάστρον Σερβίον γενόμενος τὴν καλὴν βλέπει νεάνιδα Θεοδώραν, ἧς ἄκρως ἁλοὺς, τοῖς ἀδελφοῖς συμφωνεῖ Πετραλίφαις, καὶ ταύτην νομίμῳ γάμῳ λαβὼν, εἰς Ἀκαρνανίαν ἀτείχιστον τότε οὖσαν σὺν αὐτῇ λαμπρῶς ἐπανέζευξεν (Ξ). Ἀλλ’ ὁ μὲν, τῆς ἰδίας ἦν φροντίζων ἀρχῆς· Θεοδώρα δὲ, οὐ παρεσύρη