Σελίδα:Ελληνομνήμων Αρ.1 (1843).djvu/43

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
43
ΕΛΛΗΝΟΜΝΗΜΩΝ

των, ᾐχμαλώτευται μὲν παρ' ἐκείνων σὺν ἄλλοις πολλοῖς καὶ ὁ βασιλεὺς Ἀλέξιος, ἐκτυφλοῦται δὲ Λάσκαρις ὁ παῖς ἐν τῇ ἀνατολῇ παρὰ Μιχαὴλ τοῦ Παλαιολόγου τοῦ τὴν βασιλείαν τότε δραξαμένου, καὶ λοιπὸν ἐπλήσθη τὰ πάντα ταραχῆς καὶ συγχύσεως. Σεναχηρεὶμ οὖν καὶ αὐτὸς ἐπιβουλευθεὶς παρὰ τῶν Νικοπολιτῶν, τὸν Κομνηνὸν Μιχαὴλ εἰς βοήθειαν προσεκαλέσατο· μήπω δ’ ἐκείνου φθάσαντος, δολοφονεῖται Σεναχηρείμ. Μιχαὴλ μέντοι παραγενόμενος τοὺς φονεῖς κτείνει πάντας, λαμβάνει δὲ τὴν ἐκείνου γυναῖκα Μελισσηνήν (Ζ)· ἔφθασε καὶ γὰρ τὴν ἰδίαν γυναῖκα νόμῳ θανάτου ἀποβαλέσθαι· καὶ λοιπὸν πᾶσαν τὴν περιουσίαν Σεναχηρεὶμ σὺν τῇ ἀρχῇ ἑαυτῷ περιποιεῖται (Η). Ὃς δὴ Κομνηνὸς, ἐκ τῆς Κωνσταντινουπόλεως τοῦ στόλου τῶν Λατίνων κατερχομένου, καὶ τῷ τῆς Σαλαγορᾶς λιμένι, οὑτωσὶ ἐπικληθέντι, προσορμίσαντος, τὸν βασιλέα Ἀλέξιον μὴ γνωριζόμενον, ὡς ἀνδράποδον παρ' ἐκείνων εἰς χάριν ἔλαβε καὶ ἀπέλυσε, πολλαῖς πρότερον αὐτοὺς δεξιωσάμενος δωρεαῖς· ἐξ οὖ βασιλέως εἰς κλῆρον ἐδόθη αὐτῷ τε τῷ Μιχαὴλ καὶ τοῖς ἐξ αὐτοῦ ἡ λαχοῦσα τότε τῆς ἡγεμονίας ἀρχή (Θ)· Γεννῶνται τοίνυν αὐτῷ ἐκ τῆς Μελισσηνῆς υἱοὶ τέσσαρες, Μιχαὴλ ὁ Δούκας, Θεόδωρος, Μανουὴλ, καὶ Κωνσταντῖνος (I).

Μιχαὴλ δὲ ὁ τῶν υἱῶν πρῶτος, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, πᾶσαν τὴν ἐκείνου ἀρχὴν διεζώσατο· ἀνὴρ δραστήριος καὶ ὀξὺς νοῆσαι, καὶ πραγμάτων ἐμπειρότατος οἰκονόμος. Ὃς δὴ, Βελλάγραδά τε καὶ Ἰωάννινα καὶ τὴν Βόνδιτζαν ἐκτήσατο, τὴν νῆσον τῶν Κορυφῶν, καὶ Δυῤῥάχιον, καὶ Ἀχρίδα, καὶ πᾶσαν τὴν Βλαχίαν καὶ τὴν Ἑλλάδα περιεποιήσατο, καὶ εἰς πολὺ πλάτος ἐπέ-