Σελίδα:Ελληνομνήμων Αρ.1 (1843).djvu/42

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
42
ΕΛΛΗΝΟΜΝΗΜΩΝ

διὰ τε τὴν βραχύτητα τῆς συγγραφῆς, καὶ διὰ τὸν ὁποῖον προτιθέμεθα σκοπὸν τοῦ νὰ σημειώσωμεν ἱστορικά τινα λάθη, εἰς τὰ ὁποῖα ὑπέπεσεν ὁ Ἰὼβ, πεποιθότες ὅτι οὐδεὶς θέλει κατακρίνει τὸ ἐπιχείρημα, διότι, καθὼς αἱ ἱεραὶ διηγήσεις, συνᾴδουσαι πρὸς τὴν ἀλήθειαν καθιστῶσιν αὐτὴν μᾶλλον ἀξιοσέβαστον, οὕτω καὶ διαφωνοῦσαι ἐλαττοῦσι τὸ πρὸς αὐτὰς σέβας.


ΒΙΟΣ ΤΗΣ ΟΣΙΑΣ ΘΕΟΔΩΡΑΣ ΥΠΟ IΩΒ.

Ἡ ἀοίδιμος αὕτη καὶ μακαρία βασιλὶς Θεοδώρα τὸ μὲν γένος εἶλκεν ἐξ ἡλίου ἀνατολῶν, γεννήτορες δὲ αὐτῆς Ἰωάννης καὶ Ἑλένη· τὰ δὲ κατ’ αὐτὴν ἔσχεν οὕτως· Ἀλεξίου τοῦ ἐκ φυλῆς τῶν Κομνηνῶν (Α) κατηγμένου Ῥωμαίων βασιλεύοντος, Μιχαὴλ μὲν ὁ Κομνηνὸς, ὁ καὶ πρὸς γένους αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς ἀγγελωνύμοις βασιλεῦσι διαφέρων, τὴν ἀρχὴν τῆς Πελοποννήσου πιστεύεται (Β), Σεναχηρεὶμ δὲ πρὸς Αἰτωλίαν καὶ Νικόπολιν ἀποστέλλεται (Γ), δυσὶ πρότερον οὗτοι πρωτεξαδέλφαις συζευχθέντες, ταῖς καθ’ αἷμα γνησίαις τῷ βασιλεῖ. Ἰωάννης δὲ, ὁ τῆς μακαρίας Θεοδώρας πατὴρ, ᾧ Πετραλίφης τὸ ἐπώνυμον, γένους ὢν περιφανοῦς καὶ λαμπροῦ (Δ), γυναικὶ μὲν καὶ αὐτὸς παρὰ βασιλέως συζεύγνυται, τῶν ἐν Κωνσταντινουπόλει τὰ πρῶτα φερόντων ἐκ γένους οὔσῃ. Σεβαστοκράτωρ δὲ Ῥωμαίων τιμηθεὶς, τῆς Μακεδονίας καὶ Θεσσαλίας κατάρχειν ἀποκαθίσταται (Ε). Ἀλλὰ τῇ τοῦ Θεοῦ παραχωρήσει, Λατίνων, φεῦ, τῆς Κωνσταντίνου κρατησάν-