Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/22

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 20 —

κεῖσε μυριάριθμον ἔθνος διδάξῃ καὶ βαπτίσῃ. Ἦν δὲ τότε Βασίλειος [ὀ] ἐκ Μακεδονίας ὁ τὰ τῶν Ῥωμαίων σκῆπτρα διέπων· ὃς καὶ μετὰ χαρᾶς μεγάλης τούς σταλέντας ἐκ τῶν ἐκεῖσε ἀνθρώπους δεξάμενος, ἀρχιερέα τινὰ αὐτοῖς ἐξέπεμψεν, ἐπ’ εὐλαβείᾳ πάσῃ[1] καὶ ἀρετῇ διαβόητον, καὶ σὺν αὐτῷ ἄνδρας δύο, Κύριλλόν τινα[2] καὶ Ἀθανάσιον, ἐναρέτους καὶ αὐτοὺς ὄντας καὶ πάνυ λογιωτάτους καὶ φρονιμωτάτους· καὶ οὐ μόνον τὴς θείας Γραφῆς ἦσαν ἔμπλεοι, ἀλλὰ καὶ τοῖς ἔξω καλῶς ἐξησκημένοι, ὡς καὶ τὰ[3] γενόμενα ὑπ' αὐτῶν γράμματα μαρτυροῦσι τοῦτο καλῶς.

Οὗτοι δὲ ἐκεῖσε ἀπελθόντες πάντας ἐδίδασκον καὶ ἐβάπτιζον, καὶ πρὸς τὴν τῶν χριστιανῶν εὐσέβειαν ἐνῆγον. Βάρβαρον δὲ πάντη καὶ σόλοικον βλέποντες τὸ τοιοῦτον ἔθνος, οὐκ εἶχον οἱ ῥηθέντες λογιώτατοι ἄνδρες ὅπως καὶ τὰ τῶν Ἑλλήνων εἰκοσιτέσσαρα γράμματα αὐτοῖς διδάξαι, μήποτε πάλιν τὴς εὐσεβείας παρεκκλίνωσι. Διὸ καὶ τριάκοντα πέντε στοιχεῖα γραμμάτων αὐτοῖς ἐνεχάραξαν καὶ ἐδίδαξαν, ὧν περ καὶ ἡ κλὴ-

  1. Λείπει τὸ ἐπίθετον ἐν τῷ ἐντύπῳ.
  2. Λείπει ἐν τῷ αὐτῷ ἡ ἀντωνυμία.
  3. Τὸ ἔντυπον: ὡς τάτε.