Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/23

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 21 —

σις- τῶν ὀνομάτων αὐτῶν ἐστὶν αὕτη: Ἄς, Μπούκη, Βέτδ, Γλάωτ, Δοπρῶ, Γέεστι, Ζηβήτ, Ζελῶ, Ζεπλάεν, Ζε, Η, Κάκω, Λουδεία, Μῆ, Νᾶς, Ὥν, Ποκόη, Ρητζίκ, Σθλόβο, Ντβέρδω, Ἦκ, Φέλπω, Χερ, Ὤτ, Τζὴ, Τζέρβη, Σάα, Σθία, Γέον, Γερῆ, Γέρ, Γέατ, Γίου, Στέους, Γέα. Ταῦτα μέν εἰσι τὰ τριάκοντα πέντε γράμματα τῶν Ῥωσσῶν, ὅπερ καὶ ἕως τοῦ νῦν μανθάνουσι πάντες, καὶ καλῶς τὴν εὐσέβειαν γινώσκουσι.

Λέγουσιν δέ[1] τινες καὶ τοιοῦτον τι θαῦμα γενέσθαι ἐν τοῖς ἐκεῖσε· ἔτι γὰρ τῇ δεισιδαιμονίᾳ κατεχόμενος αὐτός τε ὁ ἄρχων καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ τὸ ἅπαν ἔθνος, καὶ σκοπούμενοι περὶ τὴς πρώτης[2] αὐτῶν θρησκείας καὶ τὴς τῶν χριστιανῶν πίστεως, εἰςκαλούσι πρὸς αὐτοὺς τὸν ἄρτι φοιτήσαντα ἀρχιερέα, ὅν καὶ ἐπηρώτησεν ὁ ἄρχων, τινα τὰ κατ’ αὐτῶν ἐπαγγελλόμενα παρ’ αὐτοῦ, καὶ αὐτὰ τὰ διδάσκεσθαι μέλλοντα; Τοῦ δὲ τὴν ἱερὰν τοῦ θείου Εὐαγγελίου προτείναντος βίβλον, καί τινα θαύματα ἐξηγουμένου τῶν ὑπὸ τοῦ Θεοῦ ἐν τῇ ἀνθρωπίνῃ ἐπιδημίᾳ τερατουργηθέντων·—Εἰ μὴ τι τῶν ὁμοίων, τὸ πλῆθος ἔφη

  1. Τὸ ἔντυπον: δὲ καί.
  2. Ὡςαύτ.: πρώην.