Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/21

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 19 —

πὸν οὖν ἐάσατε ἡμᾶς ὡς[1] ἵνα ταχέως ἀπέλθωμεν ὅθεν καὶ ἐστάλημεν, ὅπως καὶ τὸν κατάρχοντα ἡμῶν καλῶς πληροφορήσωμεν, καὶ βεβαιώσωμεν ἅπερ εἴδομεν καὶ ἐμάθομεν καλῶς· οὕςπερ καὶ ἀπέπεμψαν μετὰ χαρᾶς μεγάλης καὶ εὐφροσύνης πάλιν ἐκεῖσε.

Οἱ δὲ ἐπανακάμψαντες, καὶ τὴν ἑαυτῶν καταλαβόντες χώραν, εὗρον τὸν λαμπρότατον καὶ μέγαν αὐτῶν ῥήγαν, καὶ προςκυνήσαντες αὐτόν, ἅπερ εἶδον καὶ ἤκουσαν πάντα εἶπον καὶ διεσάφησαν τρανῶς, λέγοντες καὶ τοῦτο· — Ὅτι μὲν μεγάλα τινὰ καὶ λαμπρὰ πρώην ἐν τῇ Ῥώμη ἐθεασάμεθα, οὐκ ἀρνούμεθα· τὰ δὲ ἐν τῇ Κωνσταντινουπόλει ἡμῖν[2] ὁραθέντα πάντα νοῦν ἀνθρώπινον καταπλήττουσι· — καὶ ἓν καθ’ ἓν λεπτομερῶς διηγήσαντο.

Ὁ δὲ μέγας ἐκείνων ἄρχων, ὡς τὴν ἀλήθειαν παρ’ ἐκείνων ἀκριβῶς ἀνέμαθε[3] καὶ ἐβεβαιώθη, μηδὲν μελήσας, ἀλλὰ παραυτὰ στέλλει πρὸς τὸν εὐσεβέστατον βασιλέα τῶν Ῥωμαίων ἐν τῇ Κωνσταντινουπόλει, καὶ ἀρχιερέα αἰτεῖ, ὡς ἵνα τὸ ἐ-

  1. Τὸ ἔντυπον: ὅπως.
  2. Λείπει ἐν τῷ ἐντύπῳ ἡ ἀντωνυμία.
  3. Τὸ ἔντυπον: ἐνέμαθε.