Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/20

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 18 —

σαν, παρευθὺ οἱ τὴν ξένην ὀπτασίαν ἑωρακότες ἄνδρες, τοὺς σύνεγγυς αὐτοῖς ὄντας[1] ἄρχοντας τοῦ βασιλέως ἐπὶ χεῖρας λαβόμενοι, τοιαῦτα πρὸς αὐτοὺς ἔφησαν·—Ὅτι φοβερὰ καὶ μεγάλα μὲν ὑπῆρχον ἅπερ ἕως ἄρτι ἐβλέπομεν πάντα, οὐκ ἀρνούμεθα· τὸ δὲ νῦν ὁραθὲν ἡμῖν ὑπὲρ τὴν φύσιν ἐστὶ τὴν ἀνθρωπίνην· νεανίσκους γάρ τινας ἑωράκαμεν πτερωτούς, στολὴν ξένην ὡραίαν ἐνδεδυμένους, οὐ μὴν ἀλλ’ οὐδὲ τὸ ἔδαφος τοῦ ναοῦ ἐπάτουν, ἀλλ’ ὑπὸ ἀέρος ἐφέροντο ψάλλοντες: Ἅγιος, Ἅγιος, Ἅγιος· ὅπερ πάντας ἡμᾶς πλέον πάντων των ἄλλων ἐξέπληξε καὶ εἰς μεγίστην ἀμηχανίαν ἐνέβαλεν.

Ὡς δὲ ταῦτα ἤκουσαν οἱ τοῦ βασιλέως ἄρχοντες, πρὸς αὐτούς ἀπεκρίναντο λέγοντες· — Καὶ πάντα τάχα ἀγνοεῖτε τὰ τῶν χριστιανῶν μυστήρια, καὶ οὐ γινώσκετε ὅλως ὅτι ἄγγελοι ἐκ τῶν οὐρανῶν κατέρχονται καὶ λειτουργοῦσι μετὰ τῶν ἱερέων ἡμῶν; — Ἐκεῖνοι τοῦτο ἀκούσαντες εἶπον·—Πανάληθες καὶ φανερόν ἐστιν ὅπερ ἡμῖν λέγετε, καὶ ἑτέρας ἀποδείξεως οὐ δέεται· αὐτοὶ γὰρ πάντα οἰκείοις ὀφθαλμοῖς ἑωράκαμεν. Λοι-

  1. Ὡσαύτως ἡ μετοχὴ ἐν τῷ αὐτῷ.