Σελίδα:Διήγησις ακριβής όπως εβαπτίσθη το των Ρώσσων Έθνος.djvu/19

Από Βικιθήκη
Αυτή η σελίδα έχει εγκριθεί.
— 17 —

ἐσκόπουν καὶ ἀκριβῶς κατεμάνθανον, πῶς πρότερον ἡ λεγομένη μικρὰ εἴσοδος γέγονεν, εἶτα καὶ ἡ μεγάλη εὐτρεπίζετο, καὶ οἱ ὑποδιάκονοι καὶ οἱ διάκονοι μετὰ λαμπάδων καὶ ῥιπιδίων ἐξεπορεύοντο τοῦ ἱεροῦ βήματος· οὐ μὴν ἀλλὰ καὶ ἱερεῖς πλεῖστοι καὶ ἀρχιερεῖς κατὰ τὸ σύνηθες μετὰ καὶ τῶν φρικτῶν καὶ θείων μυστηρίων, καὶ αὐτὸς ὁ τὴν ἀρχιερωσύνην τότε ἔχων πατριάρχης, καὶ πάντες μὲν ἐπ’ ἐδάφους κατέπεσον οἱ ἐκεῖσε ὄντες, καὶ εὐχὴν ἐξῃτοῦντο[1] καὶ τὸ: Κύριε ἐλέησον ἔκραζον· μόνοι δὲ οἱ τέσσαρες ἄνδρες ἐκεῖνοι οἱ ἐθνικοὶ ἀσκαρδάμυκτοι[2] καὶ ἀδεῶς ἐνητένιζον, καὶ πάντων τῶν[3] τελουμένων ἐσκόπουν.

Διὸ καὶ ὁ εὔσπλαγχνος ἡμῶν Θεὸς καὶ ἐλεήμων τοὺς ὀφθαλμοὺς τῶν ἀνδρῶν ἐκείνων ἀνέῷξε, καὶ εἶδον φοβερά τινα καὶ παράδοξα, [ἅπερ] καὶ ἐρωτήσαντες τὴν ἀλήθειαν ἀκριβῶς ἔμαθον. Ὡς γὰρ ἡ θεία ἐκείνη καὶ μεγάλη εἴςοδος τέλος ἔλαβε, καὶ ἐκ τῆς κατακλίσεως πάντες ἀνέστη-

  1. Τὸ ἔντ.: ἐξετοῦντο.
  2. Τὸ μὲν χειρόγρ.: ἀνασκαρδάμυκτοι· τὸ δ’ ἔντυπον: ἀνασκαρδαμυκτεί.
  3. Λείπει τὸ ἄρθρον ἐν τῷ ἐντύπῳ.