Ρωμαϊκή Αρχαιολογία/α/41

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 41–50
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος α΄


XLI. 1. Ὁ δ´ ἀληθέστερος, ᾧ πολλοὶ τῶν ἐν ἱστορίας σχήματι τὰς πράξεις αὐτοῦ διηγησαμένων ἐχρήσαντο, τοιόςδε· ὡς στρατηλάτης γενόμενος ἁπάντων κράτιστος τῶν καθ´ ἑαυτὸν Ἡρακλῆς καὶ δυνάμεως πολλῆς ἡγούμενος ἅπασαν ἐπῆλθε τὴν ἐντὸς Ὠκεανοῦ, καταλύων μὲν εἴ τις εἴη τυραννὶς βαρεῖα καὶ λυπηρὰ τοῖς ἀρχομένοις ἢ πόλις ὑβρίζουσα καὶ λωβωμένη τὰς πέλας ἢ μοναὶ ἀνθρώπων ἀνημέρῳ διαίτῃ καὶ ξενοκτονίαις ἀθεμίστοις χρωμένων, καθιστὰς δὲ νομίμους βασιλείας καὶ σωφρονικὰ πολιτεύματα καὶ βίων ἔθη φιλάνθρωπα καὶ κοινοπαθῆ· πρὸς δὲ τούτοις Ἕλλησί τε βαρβάρους συγκεραννύμενος καὶ θαλαττίοις ἠπειρώτας, οἳ τέως ἀπίστους καὶ ἀσυναλλάκτους εἶχον ὁμιλίας, ἐρήμῳ τε γῇ πόλεις ἐνιδρυόμενος καὶ ποταμοὺς ἐκτρέπων ἐπικλύζοντας πεδία καὶ τρίβους ἐκτέμνων ἀβάτοις ὄρεσι καὶ τἆλλα μηχανώμενος, ὡς ἅπασα γῆ καὶ θάλαττα κοινὴ ταῖς ἁπάντων χρείαις γενήσοιτο.
2. Ἀφίκετο δὲ εἰς Ἰταλίαν οὐ μονόστολος οὐδὲ ἀγέλην βοῶν ἐπαγόμενος· (οὔτε γὰρ ὁ χῶρος ἐν τρίβῳ τοῖς εἰς Ἄργος ἐξ Ἰβηρίας ἀνασκευαζομένοις, οὔτε τοῦ διελθεῖν ἕνεκα τὴν χώραν τοσαύτης ἂν ἠξιώθη τιμῆς·) ἀλλ´ ἐπὶ δουλώσει καὶ ἀρχῇ τῶν τῇδε ἀνθρώπων στρατὸν ἄγων πολὺν Ἰβηρίαν ἤδη κεχειρωμένος· διατρῖψαί τε αὐτόθι πλείω χρόνον ἠναγκάσθη τοῦ τε ναυτικοῦ τῇ ἀπουσίᾳ, ἣ ἐγένετο χειμῶνος ἐπιλαβόντος, καὶ τῷ μὴ πάντα τὰ ἔθνη τὰ κατέχοντα Ἰταλίαν προσχωρῆσαι αὐτῷ ἑκούσια.
3. Χωρὶς γὰρ τῶν ἄλλων βαρβάρων τὸ Λιγύων γένος πολὺ καὶ μάχιμον, ἐπὶ ταῖς παρόδοις τῶν Ἀλπείων ὀρῶν ἱδρυμένον, ἀποκωλύειν ὅπλοις τὰς εἰςβολὰς αὐτοῦ τὰς εἰς Ἰταλίαν ἐπεχείρησεν, ἔνθα μέγιστος ἀγὼν τοῖς Ἕλλησιν ἐγένετο πάντων αὐτοὺς ἐπιλειπόντων ἐν τῇ μάχῃ τῶν βελῶν. δηλοῖ δὲ τὸν πόλεμον τόνδε τῶν ἀρχαίων ποιητῶν Αἰσχύλος ἐν Προμηθεῖ λυομένῳ. Πεποίηται γὰρ αὐτῷ ὁ Προμηθεὺς Ἡρακλεῖ τά τε ἄλλα προλέγων, ὡς ἕκαστον αὐτῷ τι συμβήσεσθαι ἔμελλε κατὰ τὴν ἐπὶ Γηρυόνην στρατείαν, καὶ δὴ καὶ περὶ τοῦ Λιγυστικοῦ πολέμου ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἔσται διηγούμενος. Τὰ δὲ ποιήματα ὧδ´ ἔχει·
Ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατὸν,
ἔνθ´ οὐ μάχης, σάφ´ οἶδα, καὶ θοῦρός περ ὢν
μέμψει. Πέπρωται γάρ σε καὶ βέλη λιπεῖν.

XLII. 1. Ἐπειδὴ δὲ τούτους καταστρεψάμενος τῶν παρόδων ἐκράτησεν, οἱ μέν τινες ἑκούσιοι παρεδίδοσαν αὐτῷ τὰς πόλεις, μάλιστα δὲ ὅσοι ἀπὸ τοῦ Ἑλληνικοῦ γένους ἦσαν ἢ δυνάμεις οὐκ εἶχον ἀξιοχρέους, οἱ δὲ πλείους ἐκ πολέμου καὶ πολιορκίας παρίσταντο.
2. Ἐν δὴ τούτοις μάχῃ κρατηθεῖσι καὶ τὸν ὑπὸ Ῥωμαίων μυθολογούμενον Κάκον, δυνάστην τινὰ κομιδῇ βάρβαρον καὶ ἀνθρώπων ἀνημέρων ἄρχοντα, γενέσθαι φασὶν αὐτῷ διάφορον, ἐρυμνοῖς χωρίοις ἐπικαθήμενον καὶ διὰ ταῦτα τοῖς πλησιοχώροις ὄντα λυπηρόν. Ὃς ἐπειδὴ καταστρατοπεδεύσαντα τὸν Ἡρακλέα ἔμαθεν ἐν τῷ προσεχεῖ πεδίῳ, λῃστρικῶς διασκευασάμενος ἐπιδρομῇ αἰφνιδίῳ ἐχρήσατο κατακοιμωμένου τοῦ στρατοῦ καὶ τῆς λείας ὅσῃ ἐπέτυχεν ἀφυλάκτῳ περιβαλόμενος ἀπήλασεν.
3. Ὕστερον δὲ κατακλεισθεὶς ὑπὸ τῶν Ἑλλήνων εἰς πολιορκίαν, τά τε φρούρια κατὰ κράτος ἁλόντ´ ἐπεῖδε καὶ αὐτὸς ἐν τοῖς ἐρύμασιν ἀνῃρέθη. τῶν δὲ φρουρίων αὐτοῦ κατασκαφέντων τὰ πέριξ χωρία οἱ συνεξελθόντες Ἡρακλεῖ κατὰ σφᾶς ἕτεροι παρέλαβον Ἀρκάδες τέ τινες οἱ σὺν Εὐάνδρῳ καὶ Φαῦνος ὁ τῶν Ἀβοριγίνων βασιλεύς. εἰκάσειε δ´ ἄν τις καὶ τοὺς ὑπομείναντας αὐτόθι τῶν Ἑλλήνων Ἐπειοὺς καὶ τοὺς ἐκ Φενεοῦ Ἀρκάδας καὶ Τρῶας ἐπὶ φυλακῇ τῆς χώρας καταλειφθῆναι.
4. Στρατηγικὸν γὰρ δὴ καὶ τοῦτο τῶν Ἡρακλέους ἔργων καὶ οὐδενὸς ἧττον θαυμάζεσθαι ἐπιτήδειον, τὸ δὴ τοὺς ἀνασπάστους ἐκ τῶν κεκρατημένων πόλεων τέως μὲν ἐπάγεσθαι κατὰ τὰς στρατείας, ἐπεὶ δὲ προθύμως τοὺς πολέμους συνδιενέγκαιεν εἰς τὰ δορίκτητα κατοικίζειν (καὶ) τοῖς παρ´ ἑτέρων ἐπιχορηγηθεῖσι δωρεῖσθαι πλούτοις. Διὰ μὲν δὴ ταῦτα μέγιστον ὄνομα καὶ κλέος Ἡρακλέους ἐν Ἰταλίᾳ γεγενῆσθαι, καὶ οὐ τῆς παρόδου χάριν, ᾗ σεμνὸν οὐδὲν προσῆν.

XLIII. 1. Λέγουσι δέ τινες αὐτὸν καὶ παῖδας ἐν τοῖς χωρίοις τούτοις, ἃ νῦν Ῥωμαῖοι κατοικοῦσιν, ἐκ δύο γυναικῶν γενομένους καταλιπεῖν· Πάλλαντα μὲν ἐκ τῆς Εὐάνδρου θυγατρός, ᾗ Λαῦναν ὄνομά φασιν εἶναι, Λατῖνον δὲ ἔκ τινος ὑπερβορίδος κόρης, ἣν πατρὸς εἰς ὁμηρείαν δόντος ἐπήγετο καὶ αὐτὴν μέχρι μέν τινος ἁγνὴν γάμων ἐφύλαττεν, ἐπεὶ δὲ εἰς Ἰταλίαν ἔπλει ἐρασθεὶς ἐγκύμονα ποιεῖ, ἣν καὶ ὅτε δὴ ἀπαίρειν εἰς Ἄργος ἔμελλε τῷ βασιλεῖ τῶν Ἀβοριγίνων Φαύνῳ γυναῖκα ποιήσασθαι δίδωσι· δι´ ἣν αἰτίαν τοὺς πολλοὺς τὸν Λατῖνον τούτου υἱὸν νομίζειν, οὐχ Ἡρακλέους.
2. Πάλλαντα μὲν οὖν πρὶν ἡβῆσαι λέγουσιν ἀποθανεῖν, Λατῖνον δὲ ἀνδρωθέντα τὴν Ἀβοριγίνων ἀρχὴν παραλαβεῖν. Τούτου δὲ ἄπαιδος ἀρρένων παίδων τελευτήσαντος ἐν τῇ πρὸς τοὺς ὁμόρους Ῥοτόλους μάχῃ περιστῆναι τὴν ἀρχὴν εἰς Αἰνείαν τὸν Ἀγχίσου κηδεστὴν αὐτοῦ γενόμενον. ἀλλὰ ταῦτα μὲν ἐν ἑτέροις χρόνοις ἐγένετο.

XLIV. 1. Ἡρακλῆς δ´ ἐπεὶ τά τε κατὰ τὴν Ἰταλίαν ἅπαντα ὡς ἐβούλετο κατεστήσατο καὶ ὁ ναυτικὸς αὐτῷ στρατὸς σῶος ἐξ Ἰβηρίας ἀφίκετο, θύσας τοῖς θεοῖς τὰς δεκάτας τῶν λαφύρων καὶ πολίχνην ἐπώνυμον αὑτοῦ κτίσας, ἔνθα ὁ στόλος αὐτῷ ἐναυλόχει, ἣ καὶ νῦν ὑπὸ Ῥωμαίων οἰκουμένη Νέας Πόλεως καὶ Πομπηίας ἐν μέσῳ κεῖται λιμένας ἐν παντὶ καιρῷ βεβαίους ἔχουσα, δόξης τε καὶ ζήλου καὶ τιμῶν ἰσοθέων παρὰ πᾶσι τοῖς οἰκοῦσιν ἐν Ἰταλίᾳ τυχὼν ἀπῆρεν εἰς Σικελίαν.
2. Οἱ δὲ καταλειφθέντες ὑπ´ αὐτοῦ φρουροὶ καὶ οἰκήτορες Ἰταλίας οἱ περὶ τὸν Σατόρνιον ὄχθον ἱδρυμένοι τέως μὲν ἐπολιτεύοντο καθ´ ἑαυτοὺς, χρόνῳ δ´ ὕστερον οὐ μακρῷ δίαιτάν τε καὶ νόμους καὶ θεῶν ἱερὰ συνενεγκάμενοι τὰ σφέτερα τοῖς Ἀβοριγίνων ὥσπερ Ἀρκάδες καὶ ἔτι πρότερον Πελασγοὶ πόλεώς τε τῆς αὐτῆς τοῖς Ἀβοριγῖσι κοινωνήσαντες συνέβησαν ὁμοεθνεῖς νομίζεσθαι. Ἡρακλέους μὲν δὴ στρατείας πέρι καὶ Πελοποννησίων ὑπομονῆς ἐν Ἰταλίᾳ, τοσαῦτα εἰρήσθω.
3. Δευτέρᾳ δ´ ὕστερον γενεᾷ μετὰ τὴν Ἡρακλέους ἄπαρσιν, ἔτει δὲ πέμπτῳ καὶ πεντηκοστῷ μάλιστα, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσι, βασιλεὺς μὲν Ἀβοριγίνων ἦν Λατῖνος ὁ Φαύνου, γόνος δὲ Ἡρακλέους, πέμπτον δὲ καὶ τριακοστὸν ἔτος ἔχων τὴν ἀρχήν.

XLV. 1. Κατὰ δὲ τὸν χρόνον τοῦτον Τρῶες οἱ σὺν Αἰνείᾳ διαφυγόντες ἐξ Ἰλίου τῆς πόλεως ἁλούσης κατέσχον εἰς Λωρεντόν, αἰγιαλὸν Ἀβοριγίνων ἐπὶ τῷ Τυρρηνικῷ πελάγει κείμενον, οὐ πρόσω τῶν ἐκβολῶν τοῦ Τεβέριος· λαβόντες δὲ παρὰ τῶν Ἀβοριγίνων χωρίον εἰς οἴκησιν καὶ ὅσα ἠξίουν, πολίζονται μικρὸν ἀποσχόντες ἀπὸ θαλάττης ἐπὶ λόφῳ τινὶ Λαουΐνιον ὄνομα τῇ πόλει θέμενοι.
2. Ὀλίγῳ δ´ ὕστερον χρόνῳ τὴν ἀρχαίαν ἀλλάξαντες ὀνομασίαν ἅμα τοῖς Ἀβοριγῖσιν ἀπὸ τοῦ βασιλέως τῆς χώρας Λατῖνοι ὠνομάσθησαν· καὶ μεταναστάντες ἐκ τοῦ Λαουϊνίου κοινῇ μετὰ τῶν ἐπιχωρίων μείζονα περιβάλλονται πόλιν, ἣν Ἄλβαν ἐκάλεσαν, ἐξ ἧς ὁρμώμενοι πολλὰς μὲν καὶ ἄλλας πόλεις ἔκτισαν τῶν κληθέντων Πρίσκων Λατίνων, ἐξ ὧν αἱ πλεῖσται ἔτι καὶ εἰς ἐμὲ ἦσαν οἰκούμεναι,
3. Γενεαῖς δ´ ὕστερον ἑκκαίδεκα μετὰ Ἰλίου ἅλωσιν ἐκπέμψαντες ἀποικίαν εἰς τὸ Παλλάντιόν τε καὶ τὴν Σατορνίαν, ἔνθα Πελοποννήσιοί τε καὶ Ἀρκάδες τὴν πρώτην οἴκησιν ἐποιήσαντο καὶ ἦν ἔτι ἐπ´ αὐτῶν ζώπυρ´ ἄττα περιλειπόμενα τοῦ παλαιοῦ γένους, οἰκίζουσι τοὺς τόπους περιλαβόντες τείχεσι τὸ Παλλάντιον, ὥστε λαβεῖν πόλεως σχῆμα τότε πρῶτον. Τίθενται δὲ τῷ κτίσματι Ῥώμην ὄνομα ἀπὸ τοῦ στείλαντος τὴν ἀποικίαν Ῥωμύλου, ὃς ἦν ἕβδομος καὶ δέκατος ἀπ´ Αἰνείου γεγονώς.
4. Βούλομαι δὲ καὶ περὶ τῆς Αἰνείου παρουσίας εἰς Ἰταλίαν, ἐπεὶ τῶν συγγραφέων τοῖς μὲν ἠγνόηται, τοῖς δὲ διαπεφώνηται ὁ περὶ αὐτοῦ λόγος, μὴ παρέργως διελθεῖν τάς τε τῶν Ἑλλήνων καὶ τὰς Ῥωμαίων τῶν μάλιστα πιστευομένων ἱστορίας παραβαλών. Ἔχει δὲ τὰ περὶ αὐτοῦ λεγόμενα ὧδε.

XLVI. 1. Ἰλίου κρατηθέντος ὑπ´ Ἀχαιῶν, εἴτε τοῦ δουρείου ἵππου τῇ ἀπάτῃ, ὡς Ὁμήρῳ πεποίηται, εἴτε τῇ προδοσίᾳ τῶν Ἀντηνοριδῶν εἴτε ἄλλως πως, τὸ μὲν ἄλλο πλῆθος ἐν τῇ πόλει Τρωικόν τε καὶ συμμαχικὸν ἐν ταῖς εὐναῖς ἔτι καταλαμβανόμενον ἐφονεύετο (νυκτὸς γὰρ δὴ τὸ δεινὸν ἀφυλάκτοις αὐτοῖς ἐπιστῆναι ἔοικεν), Αἰνείας δὲ καὶ οἱ σὺν αὐτῷ παρόντες Ἰλιεῦσιν ἐπίκουροι Τρῶες ἐκ Δαρδάνου τε πόλεως καὶ Ὀφρυνίου τῶν τε ἄλλων ὅσοι τῆς κάτω πόλεως ἁλισκομένης ἔφθασαν αἴσθησιν τοῦ δεινοῦ λαβεῖν, ἐπὶ τὰ καρτερὰ τοῦ Περγάμου συμφυγόντες τὴν ἀκρόπολιν ἰδίῳ τείχει φρουρουμένην καταλαμβάνονται, ἐν ᾗ καὶ ἱερὰ τὰ πατρῷα τοῖς Τρωσὶν ἦν καὶ χρημάτων ὁ πολὺς πλοῦτος, οἷα εἰκὸς ἐν ἐχυρῷ, καὶ τοῦ στρατιωτικοῦ τὸ κράτιστον·
2. ἔνθα ὑπομένοντες ἀπεκρούοντο τοὺς πειρωμένους ἐπιβαίνειν τῆς ἄκρας καὶ τὸ διαπῖπτον ὑπὸ τῆς ἁλώσεως πλῆθος ἐμπειρίᾳ στενωπῶν ὑποθέοντες ἀνελάμβανον· καὶ ἐγένετο τοῦ καταληφθέντος πλεῖον τὸ διαφυγόν. τὴν μὲν δὴ αὐτίκα ὁρμὴν τῶν πολεμίων, ἣν εἶχον ὅλην διαχρήσασθαι τὴν πόλιν, καὶ τὸ μὴ πᾶν ἐξ ἐφόδου καταληφθῆναι τὸ ἄστυ τοῦτο τὸ μηχάνημα ἐξευρὼν Αἰνείας ἐπέσχε. Λογισμὸν δὲ τὸν εἰκότα περὶ τοῦ μέλλοντος λαμβάνων, ὡς ἀμήχανον εἴη πρᾶγμα σῶσαι πόλιν, ἧς τὰ πλείω ἤδη ἐκρατεῖτο, εἰς νοῦν βάλλεται τοῦ μὲν τείχους ἐρήμου παραχωρῆσαι τοῖς πολεμίοις, τὰ δὲ σώματα αὐτὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα καὶ χρήματα ὁπόσα φέρειν δύναιτο διασώσασθαι.
3. Δόξαν δὲ αὐτῷ, παῖδας μὲν καὶ γυναῖκας καὶ τὰ γηραιὰ σώματα καὶ ὁπόσοις ἄλλοις βραδείας ἔδει φυγῆς προεξελθεῖν κελεύει τῆς πόλεως κατὰ τὰς ἐπὶ τὴν Ἴδην φερούσας ὁδοὺς, ἕως Ἀχαιοὶ τὴν ἄκραν ἑλεῖν προθυμούμενοι διώξεως τοῦ διαπίπτοντος ἐκ τῆς πόλεως πλήθους οὐδὲν προεμηχανῶντο, τοῦ δὲ στρατιωτικοῦ τὸ μὲν ἐπὶ φυλακῇ τῶν ἐξιόντων ἔταξεν, ὡς ἀσφαλής τε καὶ ἀταλαίπωρος ἐκ τῶν ἐνόντων φυγὴ αὐτοῖς γένοιτο, εἴρητο δὲ τούτοις τὰ καρτερώτατα καταλαβέσθαι τῆς Ἴδης· τὸ δὲ λοιπὸν, ὃ δὴ κράτιστον ἦν, αὐτὸς ἔχων ὑπέμενεν ἐπὶ τοῦ τείχους καὶ παρεῖχε τοῖς προεξελθοῦσιν ἧττον ἐπιπόνους διηρτημένων τειχομαχίᾳ τῶν πολεμίων τὰς φυγάς.
4. Νεοπτολέμου δὲ σὺν τοῖς ἀμφ´ αὐτὸν ἐπιβάντος μέρους τινὸς τῆς ἄκρας καὶ προσβοηθησάντων αὐτοῖς Ἀχαιῶν ἁπάντων τῆς μὲν ἄκρας μεθίεται, ἀνοίξας δὲ τὰς πύλας ἀπῄει συντεταγμένους ἔχων τοὺς λοιποὺς φυγάδας, ἀγόμενος ἐπὶ ταῖς κρατίσταις συνωρίσι τόν τε πατέρα καὶ θεοὺς τοὺς πατρῴους γυναῖκά τε καὶ τέκνα καὶ τῶν ἄλλων εἴ τι πλείστου ἄξιον ἦν σῶμα ἢ χρῆμα.

XLVII. 1. Ἐν δὲ τούτῳ κατὰ κράτος εἰλήφεσαν Ἀχαιοὶ τὴν πόλιν καὶ περὶ τὰς ἁρπαγὰς ἐσπουδακότες πολλὴν ἄδειαν σώζεσθαι τοῖς φεύγουσι παρῆκαν. Οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν ἔτι καθ´ ὁδὸν εὑρόντες τοὺς σφετέρους καὶ καθ´ ἓν ἅπαντες γενόμενοι τὰ ὀχυρώτατα καταλαμβάνονται τῆς Ἴδης.
2. Ἦλθον δ´ ὡς αὐτοὺς οἵ τ´ ἐν Δαρδάνῳ τότε οἰκοῦντες, ὡς εἶδον φλόγα πολλὴν παρὰ τὰ εἰωθότα φερομένην ἐξ Ἰλίου, νύκτωρ ταλιπόντες τὴν πόλιν ἔρημον, χωρὶς ἢ ὅσοι σὺν Ἐλύμῳ. Καὶ Αἰγέστῳ ναυτικόν τι συνεσκευασμένοι ἔτυχον προεξεληλυθότες τῆς πόλεως, καὶ ἐξ Ὀφρυνίου πόλεως ὁ δῆμος ἅπας καὶ ἐκ τῶν ἄλλων Τρωικῶν πόλεων τῆς ἐλευθερίας περιεχόμενοι· δύναμίς τε αὕτη δι´ ἐλαχίστου χρόνου μεγίστη τῶν Τρωικῶν ἐγένετο.
3. Οἱ μὲν οὖν σὺν Αἰνείᾳ διασωθέντες ἐκ τῆς καταλήψεως ἐν τούτοις ὑπομένοντες τοῖς χωρίοις οὐ διὰ μακροῦ πάλιν ἐπὶ τὰ σφέτερα κατελεύσεσθαι ἤλπιζον τῶν πολεμίων ἀποπλευσάντων, Ἀχαιοὶ δὲ ἀνδραποδισάμενοι τὴν πόλιν καὶ τὰ σύνεγγυς χωρία καὶ φρούρια δῃώσαντες παρεσκευάζοντο μὲν ὡς καὶ τοὺς ἐν τοῖς ὄρεσι χειρωσόμενοι.
4. Πεμψάντων δὲ κήρυκας αὐτῶν περὶ διαλύσεων καὶ δεομένων μὴ σφᾶς εἰς ἀνάγκην καταστῆσαι πολέμου, συνελθόντες εἰς ἐκκλησίαν ἐπὶ τοῖςδε ποιοῦνται πρὸς αὐτοὺς τὰς διαλύσεις· Αἰνείαν μὲν καὶ τοὺς σὺν αὐτῷ τὰ χρήματα φέροντας ὅσα διεσώσαντο κατὰ τὴν φυγὴν ἐν ὡρισμένοις τισὶ χρόνοις ἐκ τῆς Τρωάδος ἀπελθεῖν, παραδόντας Ἀχαιοῖς τὰ φρούρια· Ἀχαιοὺς δὲ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν ἐξ ἁπάσης ὅσης ἐκράτουν γῆς καὶ θαλάττης ἀπιοῦσι κατὰ τὰς ὁμολογίας.
5. Δεξάμενος δὲ ταῦτα Αἰνείας καὶ νομίσας ἐκ τῶν ἐνόντων κράτιστα εἶναι Ἀσκάνιον μὲν τὸν πρεσβύτατον τῶν παίδων ἔχοντα τοῦ συμμαχικοῦ τινα μοῖραν, ἧς Φρύγιον ἦν τὸ πλεῖστον, εἰς τὴν Δασκυλῖτιν καλουμένην γῆν, ἔνθα ἐστὶν ἡ Ἀσκανία λίμνη, μετάπεμπτον ὑπὸ τῶν ἐγχωρίων γενόμενον ἐπὶ βασιλείᾳ τοῦ ἔθνους ἀποπέμπει· καὶ ᾤκησεν Ἀσκάνιος αὐτόθι χρόνον τινὰ οὐ πολύν. Ἐλθόντων δὲ ὡς αὐτὸν Σκαμανδρίου τε καὶ τῶν ἄλλων Ἑκτοριδῶν ἀφειμένων ἐκ τῆς Ἑλλάδος ὑπὸ Νεοπτολέμου, κατάγων αὐτοὺς ἐπὶ τὴν πατρῴαν ἀρχὴν εἰς Τροίαν ἀφικνεῖται.
6. Καὶ περὶ μὲν Ἀσκανίου τοσαῦτα λέγεται· τοὺς δὲ ἄλλους παῖδας Αἰνείας παραλαβὼν καὶ τὸν πατέρα καὶ τὰ ἕδη τῶν θεῶν, ἐπειδὴ παρεσκευάσθη τὸ ναυτικὸν αὐτῷ, διαπλεῖ τὸν Ἑλλήσποντον ἐπὶ τῆς ἔγγιστα κειμένης χερρονήσου τὸν πλοῦν ποιούμενος, ἣ πρόκειται μὲν τῆς Εὐρώπης, αλεῖται δὲ Παλλήνη. ἔθνος δ´ εἶχεν αὐτὴν Θρᾴκιον σύμμαχον Κρουσαῖον καλούμενον ἁπάντων προθυμότατον τῶν συναραμένων αὐτοῖς τοῦ πολέμου.

XLVIII. 1. Ὁ μὲν οὖν πιστότατος τῶν λόγων, ᾧ κέχρηται τῶν παλαιῶν συγγραφέων Ἑλλάνικος ἐν τοῖς Τρωικοῖς, περὶ τῆς Αἰνείου φυγῆς τοιόςδε ἐστίν. Εἴρηνται δὲ καὶ ἄλλοις τισὶ περὶ τῶν αὐτῶν οὐ κατὰ ταὐτὰ ἔχοντες λόγοι, οὓς ἧττον ἔγωγε τούτου πιθανοὺς εἶναι νομίζω. Κρινέτω δὲ ὡς ἕκαστος τῶν ἀκουόντων βούλεται.
2. Σοφοκλῆς μὲν ὁ τραγῳδοποιὸς ἐν Λαοκόωντι δράματι μελλούσης ἁλίσκεσθαι τῆς πόλεως πεποίηκε τὸν Αἰνείαν ἀνασκευαζόμενον εἰς τὴν Ἴδην, κελευσθέντα ὑπὸ τοῦ πατρὸς Ἀγχίσου κατὰ τὴν μνήμην ὧν Ἀφροδίτη ἐπέσκηψε καὶ ἀπὸ τῶν νεωστὶ γενομένων περὶ τοὺς Λαοκοωντίδας σημείων τὸν μέλλοντα ὄλεθρον τῆς πόλεως συντεκμηραμένου. Ἔχει δ´ ἐν αὐτῷ τὰ ἰαμβεῖα ἐν ἀγγέλου προσώπῳ λεγόμενα ὧδε·
Νῦν δ´ ἐν πύλαισιν Αἰνέας ὁ τῆς θεοῦ
πάρεστ´ ἐπ´ ὤμων πατέρ´ ἔχων κεραυνίου
νώτου καταστάζοντα βύσσινον φάρος.
Κύκλῳ δὲ πᾶσαν οἰκετῶν παμπληθίαν·
συμπλάζεται δὲ πλῆθος οὐχ ὅσον δοκεῖς,
οἳ τῆςδ´ ἐρῶσι τῆς ἀποικίας Φρυγῶν.
3. Μενεκράτης δὲ ὁ Ξάνθιος προδοῦναι τοῖς Ἀχαιοῖς αὐτὸν ἀποφαίνει τὴν πόλιν τῆς πρὸς Ἀλέξανδρον ἔχθρας ἕνεκα, καὶ διὰ τὴν εὐεργεσίαν ταύτην Ἀχαιοὺς αὐτῷ συγχωρῆσαι διασώσασθαι τὸν οἶκον. σύγκειται δὲ αὐτῷ ὁ λόγος ἀρξαμένῳ ἀπὸ τῆς Ἀχιλλέως ταφῆς τὸν τρόπον τόνδε· « Ἀχαιοὺς δ´ ἀνίη εἶχε καὶ ἐδόκεον τῆς στρατιῆς τὴν κεφαλὴν ἀπηράχθαι. ὅμως δὲ τάφον αὐτῷ δαίσαντες ἐπολέμεον βίῃ πάσῃ, ἄχρις Ἴλιος ἑάλω Αἰνείεω ἐνδόντος. Αἰνείης γὰρ ἄτιτος ἐὼν ὑπὸ Ἀλεξάνδρου καὶ ἀπὸ γερέων ἱερῶν ἐξειργόμενος ἀνέτρεψε Πρίαμον· ἐργασάμενος δὲ ταῦτα εἷς Ἀχαιῶν ἐγεγόνει ».
4. Ἄλλοι δέ τινες ἐπὶ τοῦ ναυστάθμου τοῦ Τρωικοῦ τυχεῖν αὐτὸν τηνικαῦτα διατρίβοντα λέγουσιν, οἱ δ´ εἰς Φρυγίαν ἀπεσταλμένον ὑπὸ Πριάμου μετὰ δυνάμεως ἐπί τινα χρείαν στρατιωτικήν· εἰσὶ δ´ οἳ μυθωδεστέραν αὐτοῦ ποιοῦσι τὴν ἔξοδον. Ἐχέτω δ´ ὅπῃ τις αὑτὸν πείθει.

XLIX. 1. Τὰ δὲ μετὰ τὴν ἔξοδον ἔτι πλείω παρέχει τοῖς πολλοῖς τὴν ἀπορίαν. Οἱ μὲν γὰρ ἕως Θρᾴκης ἀγαγόντες αὐτὸν ἐκεῖ λέγουσι τελευτῆσαι τὸν βίον, ὧν ἐστι Κεφάλων τε ὁ Γεργίθιος καὶ Ἡγήσιππος ὁ περὶ Παλλήνης γράψας, ἄνδρες ἀρχαῖοι καὶ λόγου ἄξιοι. Ἕτεροι δὲ ἐκ Θρᾴκης ἀναστήσαντες αὐτὸν ἕως Ἀρκαδίας παρακομίζουσιν, οἰκῆσαι δὲ λέγουσιν ἐν Ὀρχομενῷ τε τῷ Ἀρκαδικῷ, καὶ Νήσῳ δὲ λεγομένῃ, καίπερ οὔσῃ μεσόχθονι, ἀπὸ τελμάτων καὶ ποταμοῦ· τάς τε καλουμένας Καπύας Αἰνείου τε καὶ Τρώων ἀπόκτισιν εἶναι, Καπύας ὀνομασθείσας ἀπὸ τοῦ Τρωικοῦ Κάπυος.
2. Λέγεται δὲ ταῦτα ἄλλοις τε καὶ Ἀριαίθῳ γράψαντι τὰ Ἀρκαδικά. Εἰσὶ δὲ καὶ οἳ δεῦρο μὲν ἀφικέσθαι τὸν Αἰνείαν μυθολογοῦσιν, οὐ μέντοι τήν γε τελευτὴν αὐτῷ τοῦ βίου συμπεσεῖν ἐν τοῖςδε τοῖς χωρίοις, ἀλλ´ ἐν Ἰταλίᾳ, ὡς ἄλλοί τε πολλοὶ δηλοῦσι καὶ Ἀγάθυλλος Ἀρκὰς ὁ ποιητὴς ἐν ἐλεγείῳ λέγων ὧδε·
Ἵκετο δ´ Ἀρκαδίην, Νήσῳ δ´ ἐγκάτθετο παῖδας
δοιάς, Κωδώνης λέκτρα καὶ Ἀνθεμόνης.
Αὐτὸς δ´ Ἑσπερίην ἔσυτο χθόνα, γείνατο δ´ υἷα Ῥωμύλον.
3. Τῆς δ´ εἰς Ἰταλίαν Αἰνείου καὶ Τρώων ἀφίξεως Ῥωμαῖοί τε πάντες βεβαιωταὶ καὶ τὰ δρώμενα ὑπ´ αὐτῶν ἔν τε θυσίαις καὶ ἑορταῖς μηνύματα, Σιβύλλης τε λόγια καὶ χρησμοὶ Πυθικοὶ καὶ ἄλλα πολλά, ὧν οὐκ ἄν τις ὡς εὐπρεπείας ἕνεκα συγκειμένων ὑπερίδοι. πολλὰ δὲ καὶ παρ´ Ἕλλησι γνωρίσματα καὶ φανερὰ εἰς τόδε χρόνου περιλείπεται, ἔνθα ὡρμίσαντο καὶ παρ´ οἷς διατριβὴν ἀπλοίας ἕνεκεν ἐποιήσαντο· ὧν ἐγὼ μνήμην ὡς ἂν οἷός τε ὦ πολλῶν ὄντων βραχυτάτην ποιήσομαι.
4. Πρῶτον μὲν εἰς Θρᾴκην ἀφικόμενοι κατὰ τὴν χερρόνησον, ἣ καλεῖται Παλλήνη, ὡρμίσαντο. εἶχον δὲ αὐτὴν ὥσπερ ἔφην βάρβαροι Κρουσαῖοι καλούμενοι καὶ παρέσχον αὐτοῖς τὰς καταγωγὰς ἀσφαλεῖς. μείναντες δὲ τὴν χειμερινὴν ὥραν αὐτόθι νεὼν Ἀφροδίτης ἱδρύσαντο ἐπὶ τῶν ἀκρωτηρίων ἑνὸς καὶ πόλιν Αἴνειαν ἔκτισαν, ἐν ᾗ τούς τε ὑπὸ καμάτων ἀδυνάτους πλεῖν καὶ ὅσοις αὐτοῦ μένειν βουλομένοις ἦν, ὡς ἐν οἰκείᾳ γῇ τὸ λοιπὸν ἐσομένους, ὑπελίποντο. αὕτη διέμεινεν ἕως τῆς Μακεδόνων δυναστείας τῆς κατὰ τοὺς διαδόχους τοὺς Ἀλεξάνδρου γενομένης· ἐπὶ δὲ τῆς Κασάνδρου βασιλείας καθῃρέθη, ὅτε Θεσσαλονίκη πόλις ἐκτίζετο, καὶ οἱ Αἰνεᾶται σὺν ἄλλοις πολλοῖς εἰς τὴν νεόκτιστον μετῴκησαν.

L. 1. Ἐκ δὲ τῆς Παλλήνης ἄραντες οἱ Τρῶες εἰς Δῆλον ἀφικνοῦνται βασιλεύοντος αὐτῆς Ἀνίου· καὶ ἦν πολλὰ σημεῖα ἐν Δήλῳ τῆς Αἰνείου τε καὶ Τρώων παρουσίας, (ἕως) ἤνθει τε καὶ ᾤκισθ´ ἡ νῆσος.
2. Ἔπειτα εἰς Κύθηρα νῆσον ἑτέραν, ἣ πρόκειται Πελοποννήσου, παραγενόμενοι ἱερὸν Ἀφροδίτης ἱδρύονται. Ἀπὸ δὲ Κυθήρων ποιούμενοι τὸν πλοῦν οὐ πρόσω τῆς Πελοποννήσου τελευτήσαντα τῶν ἑταίρων τινὰ τῶν Αἰνείου Κίναιθον ἐπὶ τῶν ἀκρωτηρίων τινὸς θάπτουσιν, ὃ νῦν ἀπ´ ἐκείνου Κιναίθιον καλεῖται· καὶ τὴν πρὸς Ἀρκάδας συγγένειαν ἀνανεωσάμενοι, περὶ ἧς ἐν ὑστέρῳ λόγῳ διηγήσομαι, χρόνον τε ὀλίγον περὶ ταῦτα τὰ χωρία διατρίψαντες καὶ ὑπολιπόμενοί τινας σφῶν αὐτῶν εἰς Ζάκυνθον ἀφικνοῦνται.
3. Δεξαμένων δ´ αὐτοὺς καὶ τῶν Ζακυνθίων πρὸς φιλίαν διὰ τὸ συγγενές· Δαρδάνῳ γὰρ τῷ Διὸς καὶ Ἠλέκτρας τῆς Ἀτλαντίδος δύο γενέσθαι φασὶν ἐκ Βατείας παῖδας, Ζάκυνθόν τε καὶ Ἐριχθόνιον, ὧν ὁ μὲν Αἰνείου πρόγονος ἦν, Ζάκυνθος δὲ τῆς νήσου κτίστης· ταύτης τε δὴ τῆς συγγενείας ἀναμνήσει καὶ φιλοφροσύνῃ τῶν ἐπιχωρίων διατρίβοντες αὐτόθι καὶ ἅμα ἀπλοίᾳ κατειργόμενοι θύουσιν Ἀφροδίτῃ πρὸς τῷ κατασκευασθέντι ἱερῷ θυσίαν, ἣν εἰς τόδε χρόνου συντελοῦσι κοινῇ Ζακύνθιοι, καὶ ἀγῶνα ποιοῦσιν ἐφήβοις τῶν τε ἄλλων ἀγωνισμάτων καὶ δρόμου· τὸ δὲ νικητήριον ὁ πρῶτος ἐλθὼν εἰς τὸν νεὼν λαμβάνει· λέγεται δὲ Αἰνείου καὶ Ἀφροδίτης ὁ δρόμος, καὶ ξόανα τούτων ἕστηκεν ἀμφοτέρων.
4. Ἐκεῖθεν δὲ πελάγιον ποιησάμενοι τὸν πλοῦν εἰς Λευκάδα κατάγονται, κατεχόντων ἔτι τὸ χωρίον Ἀκαρνάνων. Κἀν ταύτῃ πάλιν ἱερὸν Ἀφροδίτης ἱδρύονται τοῦτο, ὃ νῦν ἐστιν ἐν τῇ νησῖδι τῇ μεταξὺ τοῦ Διορύκτου τε καὶ τῆς πόλεως, καλεῖται δὲ Ἀφροδίτης Αἰνειάδος. Ἄραντες δὲ αὐτόθεν ἐπί τε Ἄκτιον ἐλθόντες ὁρμίζονται τοῦ Ἀμβρακικοῦ κόλπου πρὸς τὸ ἀκρωτήριον. Κἀκεῖθεν εἰς Ἀμβρακίαν ἀφικνοῦνται πόλιν, ἧς ἐβασίλευεν Ἄμβραξ ὁ Δεξαμενοῦ τοῦ Ἡρακλέους, καὶ ὑπολείπονται ἑκατέρωθι μνημεῖα τῆς ἀφίξεως· ἐν Ἀκτίῳ μὲν Ἀφροδίτης Αἰνειάδος ἱερὸν καὶ πλησίον αὐτοῦ θεῶν μεγάλων, ἃ καὶ εἰς ἐμὲ ἦν· ἐν δὲ Ἀμβρακίᾳ ἱερόν τε τῆς αὐτῆς θεοῦ καὶ ἡρῶον Αἰνείου πλησίον τοῦ μικροῦ θεάτρου, ἐν ᾧ καὶ ξόανον μικρὸν ἀρχαϊκὸν Αἰνείου λεγόμενον, καὶ αὐτὸ θυσίαις ἐγέραιρον αἱ καλούμεναι παρ´ αὐτοῖς ἀμφίπολοι.