Μετάβαση στο περιεχόμενο

Ρωμαϊκή Αρχαιολογία/α/51

Από Βικιθήκη
Κεφάλαια 51–60
Συγγραφέας:
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος α΄


LI. 1. Ἐκ δὲ Ἀμβρακίας Ἀγχίσης μὲν τὰς ναῦς ἔχων παρὰ γῆν κομιζόμενος εἰς Βουθρωτὸν λιμένα τῆς Ἠπείρου κατάγεται, Αἰνείας δὲ καὶ οἱ ἀκμαιότατοι σὺν αὐτῷ τοῦ στρατοῦ διανύσαντες ἡμερῶν δυεῖν ὁδὸν εἰς Δωδώνην ἀφικνοῦνται χρησόμενοι τῷ θεῷ καὶ καταλαμβάνουσιν αὐτόθι Τρῶας τοὺς σὺν Ἑλένῳ. Ἀνελόμενοι δὲ χρησμοὺς περὶ τῆς ἀποικίας καὶ τὸν θεὸν ἀναθήμασι δωρησάμενοι Τρωικοῖς ἄλλοις τε καὶ κρατῆρσι χαλκοῖς, ὧν τινες ἔτι περίεισιν ἐπιγραφαῖς πάνυ ἀρχαίαις δηλοῦντες τοὺς ἀναθέντας, ἐπὶ τὸ ναυτικὸν ἀφικνοῦνται τεττάρων μάλιστα ἡμερῶν διελθόντες ὁδόν. Δηλοῖ δὲ καὶ τὴν εἰς Βουθρωτὸν τῶν Τρώων παρουσίαν λόφος τις, ᾧ τότε στρατοπέδῳ ἐχρήσαντο, Τροία καλούμενος.
2. Ἐκ δὲ Βουθρωτοῦ παρὰ γῆν κομισθέντες ἄχρι λιμένος Ἀγχίσου μὲν τότε ὀνομασθέντος, νῦν δ´ ἀσαφεστέραν ἔχοντος ὀνομασίαν, ἱερὸν καὶ αὐτόθι τῆς Ἀφροδίτης ἱδρυσάμενοι διαίρουσι τὸν Ἰόνιον ἡγεμόνας ἔχοντες τῆς ναυτιλίας, οἳ συνέπλευσαν αὐτοῖς ἐθελούσιοι συνεπισπόμενοι, τοὺς σὺν Πάτρωνι τῷ Θουρίῳ· καὶ αὐτῶν οἱ μὲν πλείους, ἐπειδὴ σῶος ὁ στρατὸς εἰς Ἰταλίαν ἀφίκετο, ἐπ´ οἴκου αὖθις ἀνεκομίσθησαν, Πάτρων δὲ πεισθεὶς ὑπ´ Αἰνείου κοινωνεῖν τῆς ἀποικίας καὶ σὺν αὐτῷ τινες τῶν φίλων ὑπέμειναν ἐν τῷ στόλῳ· οὓς ἔνιοί φασιν ἐν Ἀλοντίῳ κατοικῆσαι τῆς Σικελίας. ταύτης ὑπομνήσει τῆς εὐεργεσίας Ἀκαρνᾶσι Ῥωμαῖοι Λευκάδα καὶ Ἀνακτόριον ἀφελόμενοι Κορινθίους ἀνὰ χρόνον ἐχαρίσαντο Οἰνιάδας τε ἀποκαταστῆσαι βουλομένοις ἐπέτρεψαν καὶ τὰς Ἐχινάδας νήσους καρποῦσθαι κοινῇ μετ´ Αἰτωλῶν ἔδωκαν.
3. Οἱ δὲ σὺν Αἰνείᾳ ποιησάμενοι τὴν ἀπόβασιν οὐ καθ´ ἓν χωρίον τῆς Ἰταλίας, ἀλλὰ ταῖς μὲν πλείσταις ναυσὶ πρὸς ἄκραν Ἰαπυγίας ὁρμισάμενοι, ἣ τότε Σαλεντῖνος ἐλέγετο, ταῖς δὲ λοιπαῖς κατὰ τὸ καλούμενον Ἀθήναιον, ἔνθα καὶ αὐτὸς Αἰνείας ἐτύγχανεν ἐπιβὰς Ἰταλίας (τοῦτο δὲ τὸ χωρίον ἐστὶν ἀκρωτήριον καὶ ἐπ´ αὐτῷ θερινὸς ὅρμος, ὃς ἐξ ἐκείνου λιμὴν Ἀφροδίτης καλεῖται), παρέπλευσαν ἄχρι πορθμοῦ διὰ χειρὸς ἔχοντες Ἰταλίαν, ἴχνη τινὰ κἀν τούτοις ὑπολειπόμενοι τοῖς τόποις τῆς ἀφίξεως ἄλλα τε καὶ φιάλην χαλκῆν ἐν Ἥρας ἱερῷ γραφῇ δηλοῦσαν ἀρχαίᾳ τοῦ δωρησαμένου τῇ θεῷ Αἰνείου τοὔνομα.

LII. 1. Γενόμενοι δὲ κατὰ Σικελίαν, εἴτε γνώμῃ χρησάμενοι τῇδε ὁρμίσασθαι εἴτε καὶ ὑπ´ ἀνέμων πονηρῶν βιασθέντες, ἃ δὴ φιλεῖ περὶ τὴν θάλατταν τήνδε γίνεσθαι, κατάγονται τῆς νήσου περὶ τὰ καλούμενα Δρέπανα· ἔνθα περιτυγχάνουσι τοῖς σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ προεξελθοῦσιν ἐκ τῆς Τροίας, οἳ τύχης τε καὶ πνεύματος οὐρίου λαβόμενοι καὶ ἅμα οὐ πολλῇ ἀποσκευῇ βαρυνόμενοι δι´ ὀλίγου κατήχθησαν εἰς Σικελίαν καὶ ᾤκησαν περὶ ποταμὸν καλούμενον Κριμισὸν ἐν γῇ Σικανῶν, πρὸς φιλίαν λαβόντες παρ´ αὐτῶν τὸ χωρίον διὰ τὴν Αἰγέστου συγγένειαν γενομένου τε καὶ τραφέντος ἐν Σικελίᾳ κατὰ τοιόνδε τι πάθος.
2. Τῶν προγόνων αὐτοῦ τις ἀνὴρ ἐπιφανὴς ἐκ τοῦ Τρωικοῦ γένους ὢν Λαομέδοντι διάφορος γίνεται, καὶ αὐτὸν ὁ βασιλεὺς ἐπ´ αἰτίᾳ δή τινι λαβὼν κτείνει καὶ γένος αὐτοῦ τὸ ἄρρεν ἅπαν, ὑπὸ δέους μή τι πρὸς αὐτῶν πάθῃ· τὰς δὲ θυγατέρας παρθένους ἔτι οὔσας ἀποκτεῖναι μὲν οὐκ εὐπρεπὲς ἐνόμισε, Τρωσὶ δὲ συνοικούσας περιιδεῖν οὐκ ἀσφαλές, δίδωσι δ´ αὐτὰς ἐμπόροις ὡς προσωτάτω κελεύσας ἀπάγειν.
3. Ταύταις ἀπιούσαις συνεκπλεῖ μειράκιόν τι τῶν ἐπιφανῶν κρατούμενον ἔρωτι τῆς ἑτέρας καὶ γαμεῖ τὴν παιδίσκην ἀχθεῖσαν εἰς Σικελίαν, καὶ γίνεται αὐτοῖς παῖς ἐν Σικελοῖς διατρίβουσιν Αἴγεστος ὄνομα· ὃς ἤθη καὶ γλῶσσαν τῶν ἐπιχωρίων ἐκμαθών, ἐπειδὴ τοὺς γονεῖς αὐτῷ τελευτῆσαι συνέβη, βασιλεύοντος ἐν Τροίᾳ Πριάμου κάθοδον αὑτῷ δοθῆναι διαπράττεται, καὶ συνδιενέγκας τὸν πρὸς τοὺς Ἀχαιοὺς πόλεμον ἁλισκομένης τῆς πόλεως ἀπέπλει πάλιν εἰς Σικελίαν σὺν Ἐλύμῳ ποιησάμενος τὴν φυγὴν ἐν τρισὶ ναυσὶν, ἃς Ἀχιλλεὺς ἔχων ὅτε τὰς Τρωάδας ἐληίζετο πόλεις ἕρμασιν ὑφάλοις περιπεσούσας ἀπέβαλεν.
4. Ἐντυχὼν δὴ τοῖς εἰρημένοις Αἰνείας ἀνδράσι φιλοφρονεῖταί τε αὐτοὺς καὶ κατασκευάζεται αὐτοῖς πόλεις Αἴγεσταν καὶ Ἔλυμα καί τινα καὶ μοῖραν τῆς ἑαυτοῦ στρατιᾶς ἐν τοῖς πολίσμασιν ὑπολείπεται, ὡς μὲν ἐγὼ εἰκάζω γνώμῃ ἑκουσίῳ χρησάμενος, ἵνα τοῖς ὑπὸ καμάτων βαρυνομένοις ἢ καὶ ἄλλως θαλάττῃ ἀχθομένοις ἀναπαύσεις γίνοιντο ἀσφαλεῖς καὶ καταγωγαί, ὡς δέ τινες γράφουσι τοῦ ναυτικοῦ μειωθέντος αὐτῷ διὰ τὴν ἔμπρησιν, ἣν ἐποιήσαντο τῶν γυναικῶν τινες ἀχθόμεναι τῇ πλάνῃ, τὸν οὐκέτι δυνάμενον συμπλεῖν ὄχλον ἐκ τῶν κατακεκαυμένων νεῶν ἀνάγκῃ καταλιπών.

LIII. 1. Τεκμήρια δὲ τῆς εἰς Σικελοὺς Αἰνείου τε καὶ Τρώων ἀφίξεως πολλὰ μὲν καὶ ἄλλα, περιφανέστατα δὲ τῆς Αἰνειάδος Ἀφροδίτης ὁ βωμὸς ἐπὶ τῇ κορυφῇ τοῦ Ἐλύμου ἱδρυμένος καὶ ἱερὸν Αἰνείου ἱδρυμένον ἐν Αἰγέστῃ, τὸν μὲν αὐτοῦ κατασκευάσαντος Αἰνείου τῇ μητρί, τὸ δὲ ἱερὸν τῶν ὑπολειφθέντων ἀπὸ τοῦ στόλου τῇ μνήμῃ τοῦ σώσαντος σφᾶς ἀνάθημα ποιησαμένων. Τὸ μὲν δὴ σὺν Ἐλύμῳ καὶ Αἰγέστῳ Τρωικὸν ἐν τούτοις κατέμεινε τοῖς χωρίοις, καὶ διετέλεσαν Ἔλυμοι καλούμενοι. Προεῖχε γὰρ κατὰ τὴν ἀξίωσιν Ἔλυμος ἀπὸ τοῦ βασιλικοῦ γένους ὢν, ἀφ´ οὗ τὴν κλῆσιν οἱ σύμπαντες ἔλαβον.
2. Οἱ δὲ σὺν τῷ Αἰνείᾳ πλέοντες ἀπὸ Σικελίας διὰ τοῦ Τυρρηνικοῦ πελάγους πρῶτον μὲν ὡρμίσαντο τῆς Ἰταλίας κατὰ λιμένα τὸν Παλίνουρον, ὃς ἀφ´ ἑνὸς τῶν Αἰνείου κυβερνητῶν τελευτήσαντος αὐτόθι ταύτης τυχεῖν λέγεται τῆς ὀνομασίας. Ἔπειτα νήσῳ προσέσχον, ᾗ τοὔνομα ἔθεντο Λευκασίαν ἀπὸ γυναικὸς ἀνεψιᾶς Αἰνείου περὶ τόνδε τὸν τόπον ἀποθανούσης.
3. Ἐκεῖθεν δὲ κατάραντες εἰς λιμένα βαθὺν καὶ καλὸν ἐν Ὀπικοῖς, τελευτήσαντος καὶ αὐτόθι Μισηνοῦ τῶν ἐπιφανῶν τινος, ἀπ´ ἐκείνου τὸν λιμένα ὠνόμασαν, νήσῳ τε Προχύτῃ καὶ ἀκρωτηρίῳ Καιήτῃ τύχῃ προσορμισάμενοι κατὰ ταὐτὰ τίθενται τὰς ἐπικλήσεις τοῖς τόποις, γυναικῶν ἀποθανουσῶν βουλόμενοι μνημεῖα ποιῆσαι τὰ χωρία. Τούτων δὲ ἡ μὲν συγγενὴς Αἰνείου λέγεται γενέσθαι, ἡ δὲ τροφός. Τελευτῶντες δὲ ἀφικνοῦνται τῆς Ἰταλίας εἰς Λωρεντόν, ἔνθα τῆς πλάνης παυσάμενοι χάρακα ἔθεντο, καὶ τὸ χωρίον ἐν ᾧ κατεστρατοπεδεύσαντο ἐξ ἐκείνου Τροία καλεῖται, ἀπέχει δὲ τῆς θαλάττης ἀμφὶ τοὺς τέτταρας σταδίους.
4. Ἔργαψα δὲ ταῦτα καὶ τὴν παρέκβασιν ἐποιησάμην τοῦ ἀναγκαίου χάριν, ἐπειδὴ συγγραφέων οἱ μὲν οὐδ´ ἐλθεῖν Αἰνείαν φασὶν εἰς Ἰταλίαν ἅμα Τρωσίν, οἱ δ´ ἕτερον Αἰνείαν, οὐ τὸν ἐξ Ἀφροδίτης καὶ Ἀγχίσου γενόμενον, οἱ δ´ Ἀσκάνιον τὸν Αἰνείου, οἱ δ´ ἄλλους τινάς. Εἰσὶ δ´ οἳ τὸν ἐξ Ἀφροδίτης Αἰνείαν λέγουσι καταστήσαντα τὸν λόχον εἰς Ἰταλίαν ἀνακομισθῆναι πάλιν οἴκαδε καὶ βασιλεῦσαι τῆς Τροίας, τελευτῶντα δὲ καταλιπεῖν Ἀσκανίῳ τῷ παιδὶ τὴν βασιλείαν, καὶ τὸ ἀπ´ ἐκείνου γένος ἐπὶ πλεῖστον κατασχεῖν τὴν ἀρχήν· ὡς μὲν ἐγὼ εἰκάζω τοῖς Ὁμήρου ἔπεσιν οὐκ ὀρθῶς λαμβανομένοις παρακρουσθέντες.
5. Πεποίηται γὰρ αὐτῷ ἐν Ἰλιάδι Ποσειδῶν προλέγων τὴν μέλλουσαν ἔσεσθαι περὶ τὸν Αἰνείαν καὶ τοὺς ἐξ ἐκείνου γενησομένους ἐπιφάνειαν ὧδέ πως·
Νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
καὶ παῖδες παίδων, τοί κεν μετόπισθε γένωνται.
Ὑπολαβόντες οὖν τὸν Ὅμηρον ἐν Φρυγίᾳ δυναστεύοντας εἰδέναι τοὺς ἄνδρας, ὡς δὴ οὐ δυνατὸν ἐν Ἰταλίᾳ οἰκοῦντας βασιλεύειν Τρώων, τὴν ἀνακομιδὴν τοῦ Αἰνείου ἀνέπλασαν. Ἄρχειν δὲ δὴ τῶν Τρώων οὓς ἐπήγετο καὶ ἄλλοθι πολιτευομένων οὐκ ἀδύνατον ἦν· ἔχοι δ´ ἄν τις τῆς ἀπάτης καὶ ἑτέρας αἰτίας λαβεῖν.

LIV. 1. Εἰ δέ τινας ταράττει τὸ πολλαχῇ λέγεσθαί τε καὶ δείκνυσθαι τάφους Αἰνείου ἀμηχάνου ὄντος ἐν πλείοσι τὸν αὐτὸν τεθάφθαι χωρίοις, ἐνθυμηθέντες ὅτι κοινόν ἐστιν ἐπὶ πολλῶν τοῦτό γε τὸ ἄπορον καὶ μάλιστα τῶν μὲν ἐπιφανεῖς τὰς τύχας, πλάνητας δὲ τοὺς βίους ἐσχηκότων, μαθέτωσαν ὅτι χωρίον μὲν ἓν τὸ δεξάμενον τὰ σώματα αὐτῶν ἦν, μνημεῖα δὲ παρὰ πολλοῖς κατεσκεύαστο δι´ εὔνοιαν τῶν ἐν ὠφελείαις τισὶ δι´ αὐτοὺς γενομένων, μάλιστα εἰ τοῦ γένους αὐτῶν τι περιῆν ἢ πόλεώς τινος ἀπόκτισις ἢ χρόνιοί τινες καὶ φιλάνθρωποι μοναί· οἷα δὴ καὶ περὶ τόνδε τὸν ἥρωα μυθολογούμενα ἴσμεν.
2. Ἰλίῳ μὲν γὰρ τὸ μὴ πασσυδὶ διαφθαρῆναι κατὰ τὴν ἅλωσιν παρασχών, τῇ δὲ καλουμένῃ Βεβρυκίᾳ τὸ ἐπικουρικὸν διασωθῆναι παρασκευάσας, ἐν Φρυγίᾳ δὲ τὸν υἱὸν Ἀσκάνιον βασιλέα καταλιπών, ἐν Παλλήνῃ δὲ πόλιν ἐπώνυμον κτίσας, ἐν Ἀρκαδίᾳ δὲ θυγατέρας κηδεύσας, ἐν Σικελίᾳ δὲ μέρος τῆς στρατιᾶς ὑπολιπόμενος, ἐν πολλοῖς δὲ ἄλλοις χωρίοις φιλανθρώπους τὰς διατριβὰς δωρήσασθαι δοκῶν ἑκούσιον εἶχε παρ´ αὐτῶν τὴν εὔνοιαν, δι´ ἣν τὸν μετ´ ἀνθρώπων βίον ἐκλιπὼν ἡρώοις ἐκοσμεῖτο καὶ μνημάτων κατασκευαῖς πολλαχῇ.
3. Ἐπεὶ φέρε τίνας ἂν αἰτίας ἔχοι τις ὑποθέσθαι τῶν ἐν Ἰταλίᾳ αὐτοῦ μνημάτων, εἰ μήτε ἦρξε τούτων τῶν χωρίων μήτε καταγωγὰς ἐν αὐτοῖς ἐποιήσατο μήθ´ ὅλως ἐγνώσθη πρὸς αὐτῶν; ἀλλ´ ὑπὲρ μὲν τούτων καὶ αὖθις λεχθήσεται, καθότι ἂν ὁ λόγος ἐφ´ ἑκάστου καιροῦ δηλωθῆναι ἀπαιτῇ.

LV. 1. Τοῦ δὲ μηκέτι προσωτέρω τῆς Εὐρώπης πλεῦσαι τὸν Τρωικὸν στόλον οἵ τε χρησμοὶ αἴτιοι ἐγένοντο τέλος λαβόντες ἐν τούτοις τοῖς χωρίοις καὶ τὸ δαιμόνιον πολλαχῶς τὴν ἑαυτοῦ βούλησιν ἐνδεικνύμενον· ἐπειδὴ γὰρ ὅρμῳ χρησάμενοι τῷ Λωρεντῷ σκηνὰς ἐπήξαντο περὶ τὸν αἰγιαλόν, πρῶτον μὲν πιεζομένοις τοῖς ἀνθρώποις ὑπὸ δίψης οὐκ ἔχοντος ὕδωρ τοῦ τόπου (λέγω δὲ ἃ παρὰ τῶν ἐγχωρίων παρέλαβον) λιβάδες αὐτόματοι νάματος ἡδίστου ἐκ γῆς ἀνελθοῦσαι ὤφθησαν, ἐξ ὧν ἥ τε στρατιὰ πᾶσα ὑδρεύσατο καὶ ὁ τόπος περίρρυτος γέγονε μέχρι θαλάττης καταβάντος ἀπὸ τῶν πηγῶν τοῦ ῥεύματος.
2. Νῦν μέντοι οὐκέτι πλήθουσιν ὥστε καὶ ἀπορρεῖν αἱ λιβάδες, ἀλλ´ ἔστιν ὀλίγον ὕδωρ ἐν κοίλῳ χωρίῳ συνεστηκὸς, λεγόμενον ὑπὸ τῶν ἐγχωρίων ἱερὸν ἡλίου· καὶ βωμοὶ δύο παρ´ αὐτῷ δείκνυνται, ὁ μὲν πρὸς ἀνατολὰς τετραμμένος, ὁ δὲ πρὸς δύσεις, Τρωικὰ ἱδρύματα, ἐφ´ ὧν τὸν Αἰνείαν μυθολογοῦσι πρώτην θυσίαν ποιήσασθαι τῷ θεῷ χαριστήριον τῶν ὑδάτων. Ἔπειτα ἄριστον αὐτοῖς αἱρουμένοις ἐπὶ τοῦ δαπέδου σέλινα μὲν πολλοῖς ὑπέστρωτο καὶ ἦν ταῦτα ὥσπερ τράπεζα τῶν ἐδεσμάτων· ὡς δέ φασί τινες, ἴτρια καρποῦ πεποιημένα πυρίνου, καθαρειότητος ταῖς τροφαῖς ἕνεκα. Ἐπεὶ δὲ αἱ παρατεθεῖσαι τροφαὶ κατανάλωντο, τῶν ὑπεστρωμένων αὐτοῖς σελίνων εἴτε ἰτρίων ἔφαγέ τις καὶ αὖθις ἕτερος· ἐν τούτῳ τυγχάνει τις εἰπὼν εἴτε τῶν Αἰνείου παίδων, ὡς λόγος ἔχει, εἴτε τῶν ὁμοσκήνων, « Ἀλλ´ ἡμῖν γε ἤδη καὶ ἡ τράπεζα κατεδήδεσται »· ὡς δὲ τοῦτο ἤκουσαν, ἅπαντες ἀνεθορύβησαν, ὡς τὰ πρῶτα τοῦ μαντεύματος ἤδη σφίσι τέλος ἔχοι.
4. Ἦν γάρ τι θέσφατον αὐτοῖς, ὡς μέν τινες λέγουσιν ἐν Δωδώνῃ γενόμενον, ὡς δ´ ἕτεροι γράφουσιν ἐν ἐρυθρᾷ χέρσῳ τῆς Ἴδης, ἔνθα ᾤκει Σίβυλλα ἐπιχωρία νύμφη χρησμῳδός, ἣ αὐτοῖς ἔφρασε πλεῖν ἐπὶ δυσμῶν ἡλίου, τέως ἂν εἰς τοῦτο τὸ χωρίον ἔλθωσιν, ἐν ᾧ κατέδονται τὰς τραπέζας· ὅταν δὲ τοῦτο μάθωσι γενόμενον, ἡγεμόνα τετράποδα ποιησαμένους, ὅπου ἂν κάμῃ τὸ ζῷον, ἐνταῦθα δείμασθαι πόλιν. τοῦτο δὴ τὸ θεοπρόπιον ἀναμνησθέντες, οἱ μὲν τὰ ἕδη τῶν θεῶν Αἰνείου κελεύσαντος εἰς τὸ ἀποδειχθὲν χωρίον ἐκ τῆς νεὼς ἐξέφερον, οἱ δὲ βάθρα καὶ βωμοὺς κατεσκεύαζον αὐτοῖς, αἱ δὲ γυναῖκες ὀλολυγῇ καὶ χορείαις χρώμεναι παρεκόμιζον τὰ ἱερά, οἱ δὲ ἀμφὶ τὸν Αἰνείαν παρασκευασθείσης θυσίας ἔχοντες τοὺς στεφάνους περὶ τὸν βωμὸν ἔστησαν.

LVI. 1. Ἐν ᾧ δὲ οὗτοι τὰς εὐχὰς ἐποιήσαντο, ἡ μέλλουσα καθιεροῦσθαι ὗς ἐγκύμων οὖσα καὶ οὐ πρόσω τόκου καταρχομένων αὐτῆς τῶν θυτήρων διασεισαμένη καὶ ἀποφυγοῦσα τοὺς κατέχοντας ἄνω θαλάττης ἔθει. Αἰνείας δὲ μαθὼν ὅτι ταύτην ἄρα τὴν τετράποδα ἡγεμόνα τὸ θέσφατον αὐτοῖς ἐδήλου παρηκολούθει σὺν ὀλίγοις μικρὸν ὑπολειπόμενος, δεδοικὼς μὴ ὑπὸ θορύβου τῶν διωκόντων ἀποτραπείη τῆς κατὰ δαίμονα ὁ δοῦ.
2. Καὶ ἡ μὲν ἀμφὶ τοὺς εἴκοσι καὶ τέτταρας σταδίους ἀπὸ θαλάττης διελθοῦσα λόφον τινὰ προσανατρέχει, ἔνθα ὑπὸ καμάτου μοχθήσασα καθέζεται. Τῷ δὲ Αἰνείᾳ (τέλος γὰρ τὰ μαντεύματα ἐφαίνετο ἔχειν) ὁρῶντι τὸ χωρίον γῆς τε οὐκ ἐν καλῷ καὶ θαλάττης πρόσω καὶ οὐδὲ ταύτης ἐνορμίσασθαι ἀγαθῆς, πολλὴ παρίσταται ἀμηχανία, πότερα χρὴ τῷ θεσφάτῳ πειθομένους αὐτοῦ κατοικεῖν, ἔνθα λυπηρὸν εἰσαεὶ βίον τρίψουσιν οὐδενὸς χρηστοῦ ἀπολαύοντες, ἢ προσωτέρω χωρητέον ἐπὶ γῆς ἀμείνονος μάστευσιν.
3. Ταῦτα δὲ αὐτῷ διανοουμένῳ καὶ τοὺς θεοὺς ἔχοντι δι´ αἰτίας ἄφνω λέγεται φωνή τις ἐκ τῆς νάπης ἀφανοῦς ὄντος τοῦ φθεγγομένου προσπεσεῖν κελεύουσα μένειν τε αὐτόθι καὶ πολίζεσθαι διὰ ταχέων καὶ μὴ τῷ ἀπόρῳ τῆς παρούσης δόξης ἐπιτρέψαντα, εἰ μὴ ἐν εὐβότῳ γῇ τὸν βίον ἱδρύσεται, τὴν μέλλουσάν τε καὶ ὅσον οὔπω παροῦσαν εὐτυχίαν ἀπώσασθαι.
4. Εἶναι γὰρ αὐτῷ πεπρωμένον ἐκ ταύτης ὁρμώμενον τῆς λυπρᾶς καὶ ὀλίγης τὸ πρῶτον οἰκήσεως πολλὴν καὶ ἀγαθὴν ἐπικτήσασθαι γῆν σὺν χρόνῳ· παισὶ δὲ αὐτοῦ καὶ ἐγγόνοις ἔσεσθαι ἀρχὴν μεγίστην καὶ ἐπὶ πλεῖστον χρόνον ἐκμηκυνθησομένην ὑπάρξαι. Ταύτην μὲν οὖν ἐν τῷ παρόντι καταγωγὴν ἔσεσθαι τοῖς Τρωσί· μετὰ δὲ τοσούτους ἐνιαυτοὺς ὅσους ἂν ἡ ὗς τέκῃ χοίρους κτισθήσεσθαι πρὸς τῶν ἐξ ἐκείνου γενησομένων πόλιν ἑτέραν εὐδαίμονα καὶ μεγάλην. Μαθόντα δὲ τὸν Αἰνείαν καὶ νομίσαντα δαιμόνιόν τι τὸ χρῆμα τῆς φωνῆς εἶναι ποιεῖν ὡς ὁ θεὸς ἐκέλευεν.
5. Ἕτεροι δὲ λέγουσιν ἀδημονοῦντι τῷ ἀνδρὶ καὶ παρεικότι τὸ σῶμα ὑπὸ λύπης καὶ οὔτε ἐπὶ τὸ στρατόπεδον καταβάντι οὔτε σῖτα προσενεγκαμένῳ, αὐτοῦ δὲ ὡς ἔτυχεν αὐλισθέντι τὴν νύκτ´ ἐκείνην, ἐπιστῆναι μεγάλην τινὰ καὶ θαυμαστὴν ἐνυπνίου τῶν θεῶν τινι τῶν πατρίων εἰκασθεῖσαν ὄψιν τὰ λεχθέντα μικρῷ πρότερον ὑποτιθεμένην· ὁποτέρως δὲ τἀληθὲς ἔχει θεοῖς ἂν εἴη γνώριμον. Τῇ δ´ ἑξῆς ἡμέρᾳ τριάκοντα λέγεται χοίρους ἡ ὗς ἐκτεκεῖν, καὶ τοσούτοις ἐνιαυτοῖς ὕστερον ὑπὸ τῶν Τρώων ἑτέρα κτισθῆναι πόλις κατὰ τὸ θέσφατον, ὑπὲρ ἧς ἐν οἰκείῳ τόπῳ διαλέξομαι.

LVII. 1. Αἰνείας δὲ τῆς μὲν ὑὸς τὸν τόκον ἅμα τῇ γειναμένῃ τοῖς πατρῴοις ἁγίζει θεοῖς ἐν τῷ χωρίῳ τῷδ´, οὗ νῦν ἐστιν ἡ καλιάς, καὶ αὐτὴν οἱ Λαουινιά ται τοῖς ἄλλοις ἄβατον φυλάττοντες ἱερὰν νομίζουσι· τοῖς δὲ Τρωσὶ μεταστρατοπεδεῦσαι κελεύσας ἐπὶ τὸν λόφον ἱδρύεται τὰ ἕδη τῶν θεῶν ἐν τῷ κρατίστῳ καὶ αὐτίκα περὶ τὴν κατασκευὴν τοῦ πολίσματος ἁπάσῃ προθυμίᾳ ὥρμητο ἐλάμβανέ τε καταθέων ἐκ τῶν πέριξ χωρίων ὁπόσα εἰς τὸν πολισμὸν αὐτῷ ἦν χρήσιμα καὶ μάλιστα ἔμελλε λυπηρὰ τοῖς ἀφαιρεθεῖσι φανήσεσθαι, σίδηρον καὶ ξύλα καὶ τὰς γεωργικὰς παρασκευάς.
2. Λατίνῳ δὲ, ὃς ἦν τότε βασιλεύς, πολεμοῦντι πρὸς ἔθνος ὅμορον τοὺς καλουμένους Ῥοτόλους καὶ δυσημεροῦντι κατὰ τὰς μάχας ἀγγέλλεται τὰ γινόμενα ἐπὶ τὸ φοβερώτατον, ὡς ἀνάστατος αὐτοῦ γίνεται πᾶσα ἡ παράλιος ὑπερορίῳ στρατιᾷ, καὶ εἰ μὴ σὺν τάχει κωλύσει τὰ δρώμενα χρυσὸς αὐτῷ φανήσεται ὁ πρὸς τοὺς ἀστυγείτονας ἀγών. ἀκούσαντι δὲ τῷ ἀνδρὶ δέος εἰσέρχεται καὶ αὐτίκα τοῦ παρόντος πολέμου μεθέμενος ἐπὶ τοὺς Τρῶας ἐλαύνει πολλῇ στρατιᾷ.
3. Ὁρῶν δὲ αὐτοὺς ὡπλισμένους τε ὡς Ἕλληνας καὶ ἐν τάξει εὐκόσμῳ ἀκαταπλήκτως τὸ δεινὸν ὑπομένοντας, τῆς μὲν αὐτίκα παρακινδυνεύσεως, ὡς οὐκ ἂν ἐξ ἐφόδου αὐτοὺς ἔτι χειρωσάμενος, ἣν ἔσχε διάνοιαν οἴκοθεν ὁρμώμενος, ἀποτρέπεται· στρατοπεδευσάμενος δ´ ἐπὶ λόφου τινὸς τὸ πρῶτον ἀναλαβεῖν ᾤετο δεῖν τὴν δύναμιν ἐκ τοῦ παρόντος κόπου, ὃς πολὺς ἐκ μακρᾶς ὁδοῦ καὶ συντόνου διώξεως αὐτοῖς ἐγένετο.
4. Αὐλισάμενος δὲ διὰ νυκτὸς αὐτόθι γνώμην ἐποιεῖτο ἀρχομένης ἕω συμφέρεσθαι τοῖς πολεμίοις. Ἐγνωκότι δὲ αὐτῷ ταῦτα λέγει τις ἐπιστὰς καθ´ ὕπνον ἐπιχώριος δαίμων δέχεσθαι τοὺς Ἕλληνας τῇ χώρᾳ συνοίκους· ἥκειν γὰρ αὐτοὺς μέγα ὠφέλημα Λατίνῳ καὶ κοινὸν Ἀβοριγίνων ἀγαθόν· Αἰνείᾳ τε οἱ πατρῷοι θεοὶ τῆς αὐτῆς νυκτὸς φανέντες παρακελεύονται πείθειν Λατῖνον ἑκόντα παρασχεῖν σφίσι τὴν οἴκησιν ἐν ᾧ βούλονται χωρίῳ, καὶ χρήσασθαι δυνάμει Ἑλληνικῇ συμμάχῳ μᾶλλον ἢ διαφόρῳ· ἀμφοτέρους δὲ τὸ ὄναρ ἐκώλυεν ἄρχειν μάχης. Ὡς δὲ ἡμέρα τε ἐγένετο, καὶ διεκοσμήθησαν εἰς μάχην αἱ δυνάμεις, κήρυκες ἧκον ὡς τοὺς ἡγεμόνας ἑκατέρωθεν τὸ αὐτὸ ἀξιοῦντες, συνελθεῖν ἀλλήλοις εἰς λόγους· καὶ ἐγένετο τοῦτο.

LVIII. 1. Πρῶτος δὲ ὁ Λατῖνος ἔγκλημα ποιούμενος τὸν αἰφνίδιόν τε καὶ ἀκατάγγελτον πόλεμον ἠξίου τὸν Αἰνείαν λέγειν, ὅστις ὢν καὶ τί βουλόμενος ἄγει καὶ φέρει τὰ χωρία πεπονθώς τε οὐδὲν δεινὸν πρότερος καὶ οὐκ ἀγνοῶν ὅτι τὸν ἄρχοντα πολέμου πᾶς ὁ προπαθὼν ἀμύνεται· παρασχόν τε ἂν αὐτῷ πᾶν, εἴ τινος ἐδεῖτο μετρίου, πρὸς φιλίαν καὶ παρ´ ἑκόντων εὑρίσκεσθαι τῶν ἐγχωρίων, παρελθὼν τὴν ἁπάντων ἀνθρώπων δικαίωσιν αἴσχιον ἢ κάλλιον ἠξίωσε βίαν προσφέρων τὰ αὐτὰ λαμβάνειν.
2. Τοιαῦτα δὲ αὐτοῦ διαλεχθέντος ἀπεκρίνατο Αἰνείας· Ἡμεῖς γένος μὲν Τρῶές ἐσμεν, πόλεως δὲ οὐ τῆς ἀφανεστάτης ἐν Ἕλλησιν ἐγενόμεθα· ἣν ἀφαιρεθέντες ὑπ´ Ἀχαιῶν δεκαετεῖ πολέμῳ χειρωθεῖσαν, ἀλῆται περιερχόμενοι πόλεώς τε καὶ χώρας ἐν ᾗ τὸ λοιπὸν οἰκήσομεν ἀπορίᾳ, θεοῖς δὲ κελεύουσι πειθόμενοι δεῦρ´ ἀφίγμεθα· καὶ ἡμῖν ὡς τὰ θέσφατα λέγει λιμὴν τῆς πλάνης ἥδε ἡ γῆ μόνη λείπεται. Ποριζόμεθα δὲ ἐκ τῆς χώρας ὧν ἡμῖν δεῖ δυστυχέστερον μᾶλλον ἢ εὐπρεπέστερον, ὡς ἥδιστα νεωστὶ ἐβουλόμεθα.
3. Ἀμειψόμεθα δὲ αὐτὰ πολλαῖς καὶ ἀγαθαῖς ἔργων ἀμοιβαῖς παρέχοντες ὑμῖν καὶ σώματα καὶ ψυχὰς εὖ πρὸς τὰ δεινὰ πεπαιδευμένας χρῆσθαι ὁπόσα βούλεσθε, τὴν ὑμετέραν γῆν φυλάττοντες ἀδῄωτον, τὴν δὲ τῶν πολεμίων προθύμως συγκατακτώμενοι. Ἱκέται δὲ ὑμῶν γινόμεθα μὴ πρὸς ὀργὴν τὰ πεπραγμένα λαμβάνειν, ἐνθυμηθέντας ὡς οὐ σὺν ὕβρει, ἀλλ´ ὑπ´ ἀνάγκης ταῦτα βιασθέντες ἐποιοῦμεν· ἅπαν δὲ σύγγνωμον τὸ ἀκούσιον.
4. Καὶ δεῖ ὑμᾶς μηδὲν ἐναντίον βουλεῦσαι περὶ ἡμῶν χεῖρας προεχομένων, εἰ δὲ μή, θεοὺς καὶ δαίμονας οἳ κατέχουσι τήνδε τὴν γῆν παραιτούμενοι συγγνώμονας ἡμῖν γενέσθαι καὶ ὧν ἠναγκασμένοι δρῶμεν πειρασόμεθα πολέμου ἄρχοντας ὑμᾶς ἀμύνεσθαι. Οὐ γὰρ ἂν νῦν πρώτου οὐδὲ μεγίστου πολέμου τοῦδε ἀπολαύσαιμεν.
5. Ὡς δὲ ταῦτα ὁ Λατῖνος ἤκουσεν ἀπεκρίνατο πρὸς αὐτόν· Ἀλλ´ ἔγωγε εὔνοιάν τε πρὸς ἅπαν τὸ Ἑλληνικὸν γένος ἔχω καὶ συμφοραῖς ἀνθρώπων ἀναγκαίαις πάνυ ἄχθομαι, σώζεσθαί τε ὑμᾶς περὶ πολλοῦ ἂν ποιησαίμην, εἴ μοι δῆλοι γένοισθε οἰκήσεως δεόμενοι ἥκειν ἐν ἀποχρώσῃ τε γῆς μοίρᾳ καὶ πρὸς φιλίαν τῶν δοθησομένων μεθέξοντες, ἀλλ´ οὐ τὴν ἐμὴν δυναστείαν ἀφαιρησόμενοι πρὸς βίαν. εἰ δ´ ἐπαληθεύεται ὑμῖν ὅδ´ ὁ λόγος πίστεις τούτων ἀξιῶ δοῦναι καὶ λαβεῖν, αἳ φυλάξουσιν ἡμῖν ἀδόλους τὰς ὁμολογίας.

LIX. 1. Αἰνείου δὲ ἐπαινέσαντος τὰ λεγόμενα γίνονται συνθῆκαι τοῖς ἔθνεσιν ἐφ´ ὁρκίων τοιαίδε· Ἀβοριγῖνας μὲν Τρωσὶ δοῦναι χώραν ὅσην ἠξίουν ἀμφὶ τοὺς τετταράκοντα σταδίους πανταχοῦ πορευομένοις ἀπὸ τοῦ λόφου· Τρῶας δὲ Ἀβοριγῖσι τοῦ τ´ ἐν χερσὶ πολέμου συλλαβέσθαι καὶ ὅπου ἂν ἄλλῃ παρακαλῶνται συστρατεύειν· κοινῇ δὲ ἀμφοτέρους τὰ κράτιστα ὑπὲρ ἀλλήλων πράττειν καὶ χειρὶ καὶ γνώμῃ.
2. Συνθέμενοι δὲ ταῦτα καὶ τέκνων ὁμηρείαις τὰς πίστεις βεβαιώσαντες κοινῇ στρατεύουσιν ἐπὶ τὰς πόλεις τῶν Ῥοτόλων· δι´ ὀλίγου δὲ τἀκεῖ πάντα χειρωσάμενοι παρῆσαν ἐπὶ τὸ πόλισμα τὸ Τρωικὸν ἡμιτελὲς ἔτ´ ὂν καὶ μιᾷ προθυμίᾳ πάντες χρώμενοι τειχίζουσιν αὐτό.
3. Ὄνομα δὲ τῷ κτίσματι Αἰνείας τίθεται Λαουΐνιον, ὡς μὲν αὐτοὶ Ῥωμαῖοι λέγουσιν ἀπὸ τῆς Λατίνου θυγατρός, ᾗ Λαῦναν εἶναί φασι τοὔνομα· ὡς δ´ ἄλλοι τινὲς τῶν Ἑλληνικῶν μυθογράφων ἔλεξαν, ἀπὸ τῆς Ἀνίου τοῦ Δηλίων βασιλέως θυγατρός, Λαύνας καὶ τῆςδε ὀνομαζομένης, (ἧς) ἀποθανούσης νόσῳ περὶ τὸν οἰκισμὸν τῆς πόλεως πρώτης καὶ ἐν ᾧ ἔκαμε χωρίῳ ταφείσης μνῆμα γενέσθαι τὴν πόλιν.
4. Συμπλεῦσαι δ´ αὐτὴν τοῖς Τρωσὶ λέγεται δοθεῖσαν ὑπὸ τοῦ πατρὸς Αἰνείᾳ δεηθέντι μαντικὴν οὖσαν καὶ σοφήν. Λέγεται δὲ κατὰ τὸν πολισμὸν τοῦ Λαουϊνίου σημεῖα τοῖς Τρωσὶ γενέσθαι τοιάδε· πυρὸς αὐτομάτως ἀναφθέντος ἐκ τῆς νάπης λύκον μὲν κομίζοντα τῷ στόματι τῆς ξηρᾶς ὕλης ἐπιβάλλειν ἐπὶ τὸ πῦρ, ἀετὸν δὲ προσπετόμενον ἀναρριπίζειν τῇ κινήσει τῶν πτερύγων τὴν φλόγα· τούτοις δὲ τἀναντία μηχανωμένην ἀλώπεκα τὴν οὐρὰν διάβροχον ἐκ τοῦ ποταμοῦ φέρουσαν ἐπιρραπίζειν τὸ καιόμενον πῦρ, καὶ τοτὲ μὲν τοὺς ἀνάπτοντας ἐπικρατεῖν, τοτὲ δὲ τὴν ἀποσβέσαι βουλομένην· τέλος δὲ νικῆσαι τοὺς δύο, καὶ τὴν ἑτέραν οἴχεσθαι μηδὲν ἔτι ποιεῖν δυναμένην.
5. Ἰδόντα δὲ τὸν Αἰνείαν εἰπεῖν ὡς ἐπιφανὴς μὲν ἔσται καὶ θαυμαστὴ καὶ γνώσεως ἐπὶ πλεῖστον ἥξουσα ἡ ἀποικία, ἐπίφθονος δὲ τοῖς πέλας αὐξομένη καὶ λυπηρά, κρατήσει δ´ ὅμως τῶν ἀντιπραττόντων κρείττονα τὴν ἐκ τοῦ θείου τύχην λαβοῦσα τοῦ παρ´ ἀνθρώπων ἐναντιωσομένου φθόνου. Ταῦτα μὲν δὴ οὕτω περιφανῆ μηνύματα λέγεται γενέσθαι τῶν συμβησομένων τῇ πόλει, καὶ ἔστιν αὐτῶν μνημεῖα ἐν τῇ Λαουϊνιατῶν ἀγορᾷ χαλκᾶ εἴδωλα τῶν ζῴων ἐκ πολλοῦ πάνυ χρόνου διατηρούμενα.

LX. 1. Ἐπειδὴ δὲ κατεσκευάσθη τοῖς Τρωσὶν ἡ πόλις, ἐπιθυμία πάντας ἴσχεν ἰσχυρὰ τοῦ παρ´ ἀλλήλων ἀπολαῦσαι χρησίμου, καὶ οἱ βασιλεῖς αὐτῶν πρῶτοι ἄρχουσι μίξαντες τοῦ τε ἐπιχωρίου καὶ τοῦ ἐπήλυδος γένους τὴν ἀξίωσιν ἐπὶ συναλλαγαῖς γάμου, δόντος Λατίνου τὴν θυγατέρα Λαῦναν Αἰνείᾳ γυναῖκα.
2. Ἔπειτα καὶ οἱ ἄλλοι τὴν αὐτὴν τοῖς βασιλεῦσιν ἐπιθυμίαν λαβόντες καὶ δι´ ὀλίγου πάνυ χρόνου συνενεγκάμενοι ἔθη καὶ νόμους καὶ θεῶν ἱερά, κηδείας συνάψαντες ἀλλήλοις καὶ κοινωνίαις πολέμων ἀνακερασθέντες, οἱ σύμπαντες κοινῇ ὀνομασίᾳ προσαγορεύοντες ἑαυτοὺς ἀπὸ τοῦ βασιλέως τῶν Ἀβοριγίνων Λατίνους, οὕτω βεβαίως ἔμειναν ἐπὶ τοῖς συγκειμένοις, ὥστ´ οὐδεὶς αὐτοὺς ἔτι χρόνος ἀπ´ ἀλλήλων διέστησε.
3. Τὰ μὲν δὴ συνελθόντα ἔθνη καὶ κοινωσάμενα τοὺς βίους, ἐξ ὧν τὸ Ῥωμαίων γένος ὥρμηται, πρὶν ἣν νῦν ἔχουσιν οἰκισθῆναι πόλιν, ταῦτά ἐστιν· Ἀβοριγῖνες μὲν πρῶτον, οἳ Σικελοὺς ἐξανέστησαν ἐκ τούτων τῶν χωρίων, Ἕλληνες ὄντες τὸ ἀρχαῖον ἐκ Πελοποννήσου τῶν σὺν Οἰνώτρῳ μετενεγκαμένων τὴν οἴκησιν ἐκ τῆς καλουμένης νῦν Ἀρκαδίας, ὡς ἐγὼ πείθομαι· ἔπειθ´ οἱ μεταναστάντες ἐκ τῆς τότε μὲν Αἱμονίας, νῦν δὲ Θετταλίας καλουμένης, Πελασγοί· τρίτοι δὲ οἱ σὺν Εὐάνδρῳ παραγενηθέντες εἰς Ἰταλίαν ἐκ Παλλαντίου πόλεως· μετὰ δὲ τούτους τῶν σὺν Ἡρακλεῖ στρατευομένων Πελοποννησίων Ἐπειοί τε καὶ Φενεᾶται, οἷς καὶ Τρωικόν τι ἐμμέμικται· τελευταῖοι δὲ οἱ διασωθέντες σὺν Αἰνείᾳ Τρῶες ἐξ Ἰλίου τε καὶ Δαρδάνου καὶ τῶν ἄλλων Τρωικῶν πόλεων.