Ρωμαϊκή Αρχαιολογία/α/31

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Κεφάλαια 31–40
Συγγραφέας: Διονύσιος ο Αλικαρνασσεύς
Ῥωμαϊκὴ Ἀρχαιολογία: Λόγος α΄


XXXI. 1. Μετὰ δὲ οὐ πολὺν χρόνον στόλος ἄλλος Ἑλληνικὸς εἰς ταῦτα τὰ χωρία τῆς Ἰταλίας κατάγεται, ἑξηκοστῷ μάλιστα ἔτει πρότερον τῶν Τρωικῶν, ὡς αὐτοὶ Ῥωμαῖοι λέγουσιν, ἐκ Παλλαντίου πόλεως Ἀρκαδικῆς ἀναστάς. Ἡγεῖτο δὲ τῆς ἀποικίας Εὔανδρος Ἑρμοῦ λεγόμενος καὶ νύμφης τινὸς Ἀρκάσιν ἐπιχωρίας, ἣν οἱ μὲν Ἕλληνες Θέμιν εἶναι λέγουσι καὶ θεοφόρητον ἀποφαίνουσιν, οἱ δὲ τὰς Ῥωμαϊκὰς συγγράψαντες ἀρχαιολογίας τῇ πατρίῳ γλώσσῃ Καρμέντην ὀνομάζουσιν· εἴη δ´ ἂν Ἑλλάδι φωνῇ Θεσπιῳδὸς τῇ νύμφῃ τοὔνομα· τὰς μὲν γὰρ ᾠδὰς καλοῦσι Ῥωμαῖοι κάρμινα, τὴν δὲ γυναῖκα ταύτην ὁμολογοῦσι δαιμονίῳ πνεύματι κατάσχετον γενομένην τὰ μέλλοντα συμβαίνειν τῷ πλήθει δι´ ᾠδῆς προλέγειν.
2. Ὁ δὲ στόλος οὗτος οὐκ ἀπὸ τοῦ κοινοῦ τῆς γνώμης ἐπέμφθη, ἀλλὰ στασιάσαντος τοῦ δήμου τὸ ἐλαττωθὲν μέρος ἑκούσιον ὑπεξῆλθεν. ἐτύγχανε δὲ τότε τὴν βασιλείαν τῶν Ἀβοριγίνων παρειληφὼς Φαῦνος, Ἄρεος ὥς φασιν ἀπόγονος, ἀνὴρ μετὰ τοῦ δραστηρίου καὶ συνετὸς, καὶ αὐτὸν ὡς τῶν ἐπιχωρίων τινὰ Ῥωμαῖοι δαιμόνων θυσίαις καὶ ᾠδαῖς γεραίρουσιν. Οὗτος ὁ ἀνὴρ δεξάμενος κατὰ πολλὴν φιλότητα τοὺς Ἀρκάδας ὀλίγους ὄντας, δίδωσιν αὐτοῖς τῆς αὑτοῦ χώρας ὁπόσην ἐβούλοντο.
3. Οἱ δὲ Ἀρκάδες, ὡς ἡ Θέμις αὐτοῖς ἐπιθειάζουσα ἔφραζεν, αἱροῦνται λόφον ὀλίγον ἀπέχοντα τοῦ Τεβέριος, ὅς ἐστι νῦν ἐν μέσῳ μάλιστα τῆς Ῥωμαίων πόλεως, καὶ κατασκευάζονται πρὸς αὐτῷ κώμην βραχεῖαν, δυσὶ ναυτικοῖς πληρώμασιν ἐν οἷς ἀπανέστησαν τῆς Ἑλλάδος ἀποχρῶσαν, ἣν ἔμελλε τὸ πεπρωμένον σὺν χρόνῳ θήσειν ὅσην οὔθ´ Ἑλλάδα πόλιν οὔτε βάρβαρον κατά τε οἰκήσεως μέγεθος καὶ κατὰ δυναστείας ἀξίωσιν καὶ τὴν ἄλλην ἅπασαν εὐτυχίαν, χρόνον τε ὁπόσον ἂν ὁ θνητὸς αἰὼν ἀντέχῃ πόλεων μάλιστα πασῶν μνημονευθησομένην.
4. Ὄνομα δὲ τῷ πολίσματι τούτῳ τίθενται Παλλάντιον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ σφῶν μητροπόλεως· νῦν μέντοι Παλάτιον ὑπὸ Ῥωμαίων λέγεται συγχέαντος τοῦ χρόνου τὴν ἀκρίβειαν καὶ παρέχει πολλοῖς ἀτόπων ἐτυμολογιῶν ἀφορμάς·

XXXII. 1. Ὡς δέ τινες ἱστοροῦσιν, ὧν ἐστι καὶ Πολύβιος ὁ Μεγαλοπολίτης, ἐπί τινος μειρακίου Πάλλαντος αὐτόθι τελευτήσαντος· τοῦτον δὲ Ἡρακλέους εἶναι παῖδα καὶ Λαύνας τῆς Εὐάνδρου θυγατρός· χώσαντα δ´ αὐτῷ τὸν μητροπάτορα τάφον ἐπὶ τῷ λόφῳ Παλλάντιον ἐπὶ τοῦ μειρακίου τὸν τόπον ὀνομάσαι.
2. Ἐγὼ μέντοι οὔτε τάφον ἐθεασάμην ἐν Ῥώμῃ Πάλλαντος οὔτε χοὰς ἔμαθον ἐπιτελουμένας οὔτε ἄλλο τῶν τοιουτοτρόπων οὐδὲν ἠδυνήθην ἰδεῖν, καίτοι γε οὐκ ἀμνήστου τῆς οἰκίας ταύτης ἀφειμένης οὐδ´ ἀμοίρου τιμῶν αἷς τὸ δαιμόνιον γένος ὑπ´ ἀνθρώπων γεραίρεται. Καὶ γὰρ Εὐάνδρῳ θυσίας ἔμαθον ὑπὸ Ῥωμαίων ἐπιτελουμένας ὁσέτη δημοσίᾳ καὶ Καρμέντῃ, καθάπερ τοῖς λοιποῖς ἥρωσι καὶ δαίμοσι, καὶ βωμοὺς ἐθεασάμην ἱδρυμένους, Καρμέντῃ μὲν ὑπὸ τῷ καλουμένῳ Καπιτωλίῳ παρὰ ταῖς Καρμεντίσι πύλαις, Εὐάνδρῳ δὲ πρὸς ἑτέρῳ τῶν λόφων Αὐεντίνῳ λεγομένῳ τῆς Τριδύμου πύλης οὐ πρόσω· Πάλλαντι δὲ οὐδὲν οἶδα τούτων γινόμενον.
3. Οἱ δ´ οὖν Ἀρκάδες ὑπὸ τῷ λόφῳ συνοικισθέντες τά τε ἄλλα διεκόσμουν τὸ κτίσμα τοῖς οἴκοθεν νομίμοις χρώμενοι καὶ ἱερὰ ἱδρύονται, πρῶτον μὲν τῷ Λυκαίῳ Πανὶ τῆς Θέμιδος ἐξηγουμένης (Ἀρκάσι γὰρ θεῶν ἀρχαιότατός τε καὶ τιμιώτατος ὁ Πάν) χωρίον ἐξευρόντες ἐπιτήδειον, ὃ καλοῦσι Ῥωμαῖοι Λουπερκάλιον, ἡμεῖς δ´ ἂν εἴποιμεν Λύκαιον.
4. Νῦν μὲν οὖν συμπεπολισμένων τῷ τεμένει τῶν πέριξ χωρίων δυσείκαστος γέγονεν ἡ παλαιὰ τοῦ τόπου φύσις, ἦν δὲ τὸ ἀρχαῖον ὡς λέγεται σπήλαιον ὑπὸ τῷ λόφῳ μέγα, δρυμῷ λασίῳ κατηρεφές, καὶ κρηνίδες ὑπὸ ταῖς πέτραις ἐμβύθιοι, ἥ τε προσεχὴς τῷ κρημνῷ νάπη πυκνοῖς καὶ μεγάλοις δένδρεσιν ἐπίσκιος.
5. Ἔνθα βωμὸν ἱδρυσάμενοι τῷ θεῷ τὴν πάτριον θυσίαν ἐπετέλεσαν, ἣν μέχρι τοῦ καθ´ ἡμᾶς χρόνου Ῥωμαῖοι θύουσιν ἐν μηνὶ Φεβρουαρίῳ μετὰ τὰς χειμερίους τροπάς, οὐδὲν τῶν τότε γενομένων μετακινοῦντες· ὁ δὲ τρόπος τῆς θυσίας ἐν τοῖς ἔπειτα λεχθήσεται. Ἐπὶ δὲ τῇ κορυφῇ τοῦ λόφου τὸ τῆς Νίκης τέμενος ἐξελόντες θυσίας καὶ ταύτῃ κατεστήσαντο διετησίους, ἃς καὶ ἐπ´ ἐμοῦ Ῥωμαῖοι ἔθυον.

XXXIII. 1. Ταύτην δὲ Ἀρκάδες μυθολογοῦσι Πάλλαντος εἶναι θυγατέρα τοῦ Λυκάονος· τιμὰς δὲ παρ´ ἀνθρώπων ἃς ἔχει νῦν Ἀθηνᾶς βουλήσει λαβεῖν, γενομένην τῆς θεοῦ σύντροφον. Δοθῆναι γὰρ εὐθὺς ἀπὸ γονῆς τὴν Ἀθηνᾶν Πάλλαντι ὑπὸ Διὸς καὶ παρ´ ἐκείνῳ τέως εἰς ὥραν ἀφίκετο τραφῆναι. Ἱδρύσαντο δὲ καὶ Δήμητρος ἱερὸν καὶ τὰς θυσίας αὐτῇ διὰ γυναικῶν τε καὶ νηφαλίους ἔθυσαν, ὡς Ἕλλησι νόμος, ὧν οὐδὲν ὁ καθ´ ἡμᾶς ἤλλαξε χρόνος.
2. Ἀπέδειξαν δὲ καὶ Ποσειδῶνι τέμενος Ἱππίῳ καὶ τὴν ἑορτὴν Ἱπποκράτεια μὲν ὑπ´ Ἀρκάδων, Κωνσουάλια δὲ ὑπὸ Ῥωμαίων λεγόμενα κατεστήσαντο, ἐν ᾗ παρὰ Ῥωμαίοις ἐξ ἔθους ἐλινύουσιν ἔργων ἵπποι καὶ ὀρεῖς καὶ στέφονται τὰς κεφαλὰς ἄνθεσι.
3. Πολλὰ δὲ καὶ ἄλλα τεμένη καὶ βωμοὺς καὶ βρέτη θεῶν καθωσίωσαν, ἁγισμούς τε καὶ θυσίας κατεστήσαντο πατρίους, αἳ μέχρι τῶν κατ´ ἐμὲ χρόνων τὸν αὐτὸν ἐγίνοντο τρόπον. Οὐ θαυμάσαιμι δ´ ἂν εἰ καὶ παρεῖνταί τινες διαφυγοῦσαι τὴν τῶν ἐπιγινομένων μνήμην ὑπὸ τοῦ πάνυ ἀρχαίου· ἀλλ´ ἀποχρῶσί γε αἱ νῦν ἔτι γινόμεναι τεκμήρια εἶναι τῶν Ἀρκαδικῶν ποτε νομίμων· λεχθήσεται δὲ περὶ αὐτῶν ἐπὶ πλεῖον ἐν ἑτέροις.
4. Λέγονται δὲ καὶ γραμμάτων Ἑλληνικῶν χρῆσιν εἰς Ἰταλίαν πρῶτοι διακομίσαι νεωστὶ φανεῖσαν Ἀρκάδες καὶ μουσικὴν τὴν δι´ ὀργάνων, ἃ δὴ λύραι τε καὶ τρίγωνα καὶ αὐλοὶ καλοῦνται, τῶν προτέρων ὅτι μὴ σύριγξι ποιμενικαῖς οὐδενὶ ἄλλῳ μουσικῆς τεχνήματι χρωμένων, νόμους τε θέσθαι καὶ τὴν δίαιταν ἐκ τοῦ θηριώδους ἐπὶ πλεῖστον εἰς ἡμερότητα μεταγαγεῖν τέχνας τε καὶ ἐπιτηδεύματα καὶ ἄλλα πολλά τινα ὠφελήματα εἰς τὸ κοινὸν καταθεῖναι, καὶ διὰ ταῦτα πολλῆς ἐπιμελείας τυγχάνειν πρὸς τῶν ὑποδεξαμένων. Τοῦτο δεύτερον ἔθνος Ἑλληνικὸν μετὰ Πελασγοὺς ἀφικόμενον εἰς Ἰταλίαν κοινὴν ἔσχε μετὰ τὴν τῶν Ἀβοριγίνων οἴκησιν ἐν τῷ κρατίστῳ τῆς Ῥώμης ἱδρυσάμενον χωρίῳ.

XXXIV. 1. Ὀλίγοις δ´ ὕστερον ἔτεσι μετὰ τοὺς Ἀρκάδας ἄλλος εἰς Ἰταλίαν ἀφικνεῖται στόλος Ἑλληνικὸς ἄγοντος Ἡρακλέους, ὃς Ἰβηρίαν καὶ τὰ μέχρι δυσμῶν ἡλίου πάντα χειρωσάμενος ἧκεν. ἐξ ὧν τινες Ἡρακλέα παραιτησάμενοι τῆς πραγματείας ἀφεθῆναι, περὶ ταῦτα τὰ χωρία ὑπέμειναν καὶ πολίζονται λόφον ἐπιτήδειον εὑρόντες, τρισταδίῳ δὲ μάλιστα μήκει τοῦ Παλλαντίου διειργόμενον, ὃς νῦν μὲν Καπιτωλῖνος ὀνομάζεται, ὑπὸ δὲ τῶν τότε ἀνθρώπων Σατόρνιος ἐλέγετο, ὥσπερ ἂν εἴποι τις Ἑλλάδι φωνῇ Κρόνιος.
2. Τῶν δὲ ὑπολειφθέντων οἱ μὲν πλείους ἦσαν Πελοποννήσιοι, Φενεᾶταί τε καὶ Ἐπειοὶ οἱ ἐξ Ἤλιδος, οἷς οὐκέτι πόθος ἦν τῆς οἴκαδε ὁδοῦ διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ἐν τῷ πρὸς Ἡρακλέα πολέμῳ, ἐμέμικτο δέ τι καὶ Τρωικὸν αὐτοῖς τῶν ἐπὶ Λαομέδοντος αἰχμαλώτων ἐξ Ἰλίου γενομένων ὅτε τῆς πόλεως Ἡρακλῆς ἐκράτησε. Δοκεῖ δέ μοι καὶ τοῦ ἄλλου στρατοῦ πᾶν, εἴ τι καματηρὸν ἢ τῇ πλάνῃ ἀχθόμενον ἦν, ἄφεσιν τῆς στρατείας αἰτησάμενον ἐν τῷ χωρίῳ τῷδε ὑπομεῖναι.
3. Τὸ δὲ ὄνομα τῷ λόφῳ τινὲς μὲν ὥσπερ ἔφην ἀρχαῖον οἴονται εἶναι, καὶ δι´ αὐτὸ τοὺς Ἐπειοὺς οὐχ ἥκιστα φιλοχωρῆσαι μνήμῃ τοῦ ἐν Ἤλιδι Κρονίου λόφου, ὅς ἐστιν ἐν τῇ Πισάτιδι γῇ ποταμοῦ πλησίον Ἀλφειοῦ, καὶ αὐτὸν ἱερὸν τοῦ Κρόνου νομίζοντες Ἠλεῖοι θυσίαις καὶ ἄλλαις τιμαῖς συνιόντες γεραίρουσιν ἐν ὡρισμένοις χρόνοις.
4. Εὔξενος δὲ ποιητὴς ἀρχαῖος καὶ ἄλλοι τινὲς τῶν Ἰταλικῶν μυθογράφων ὑπ´ αὐτῶν οἴονται Πισατῶν διὰ τὴν ὁμοιότητα τοῦ παρὰ σφίσι Κρονίου τεθῆναι τῷ τόπῳ τοὔνομα, καὶ τὸν βωμὸν τῷ Κρόνῳ τοὺς Ἐπειοὺς ἱδρύσασθαι μεθ´ Ἡρακλέους, ὃς ἔτι καὶ νῦν διαμένει παρὰ τῇ ῥίζῃ τοῦ λόφου κατὰ τὴν ἄνοδον τὴν ἀπὸ τῆς ἀγορᾶς φέρουσαν εἰς τὸ Καπιτώλιον, τήν τε θυσίαν, ἣν καὶ ἐπ´ ἐμοῦ Ῥωμαῖοι ἔθυον φυλάττοντες τὸν Ἑλληνικὸν νόμον, ἐκείνους εἶναι τοὺς καταστησαμένους.
5. Ὡς δ´ ἐγὼ συμβαλλόμενος εὑρίσκω, καὶ πρὶν Ἡρακλέα ἐλθεῖν εἰς Ἰταλίαν ἱερὸς ἦν ὁ τόπος τοῦ Κρόνου καλούμενος ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος, καὶ ἡ ἄλλη δὲ ἀκτὴ σύμπασα ἡ νῦν Ἰταλία καλουμένη τῷ θεῷ τούτῳ ἀνέκειτο, Σατορνία πρὸς τῶν ἐνοικούντων ὀνομαζομένη, ὡς ἔστιν εὑρεῖν ἔν τε Σιβυλλείοις τισὶ λογίοις καὶ ἄλλοις χρηστηρίοις ὑπὸ τῶν θεῶν δεδομένοις εἰρημένον, ἱερά τε πολλαχῇ τῆς χώρας ἐστὶν ἱδρυμένα τῷ θεῷ καὶ πόλεις τινὲς οὕτως ὥσπερ ἡ σύμπασα τότε ἀκτὴ ὀνομαζόμεναι χῶροί τε πολλοὶ τοῦ δαίμονος ἐπώνυμοι καὶ μάλιστα οἱ σκόπελοι καὶ τὰ μετέωρα·

XXXV. 1. Ἰταλία δὲ ἀνὰ χρόνον ὠνομάσθη ἐπ´ ἀνδρὸς δυνάστου ὄνομα Ἰταλοῦ. Τοῦτον δέ φησιν Ἀντίοχος ὁ Συρακούσιος ἀγαθὸν καὶ σοφὸν γεγενημένον καὶ τῶν πλησιοχώρων τοὺς μὲν λόγοις ἀναπείθοντα, τοὺς δὲ βίᾳ προσαγόμενον, ἅπασαν ὑφ´ ἑαυτῷ ποιήσασθαι τὴν γῆν ὅση ἐντὸς ἦν τῶν κόλπων τοῦ τε Ναπητίνου καὶ τοῦ Σκυλλητίνου· ἣν δὴ πρώτην κληθῆναι Ἰταλίαν ἐπὶ τοῦ Ἰταλοῦ. Ἐπεὶ δὲ ταύτης καρτερὸς ἐγένετο καὶ ἀνθρώπους πολλοὺς εἶχεν ὑπηκόους αὑτῷ, αὐτίκα τῶν ἐχομένων ἐπορέγεσθαι καὶ πόλεις συνάγεσθαι πολλάς· εἶναι δ´ αὐτὸν Οἴνωτρον τὸ γένος.
2. Ἑλλάνικος δὲ ὁ Λέσβιός φησιν Ἡρακλέα τὰς Γηρυόνου βοῦς ἀπελαύνοντα εἰς Ἄργος, ἐπειδή τις αὐτῷ δάμαλις ἀποσκιρτήσας τῆς ἀγέλης ἐν Ἰταλίᾳ ἐόντι ἤδη φεύγων διῆρε τὴν ἀκτὴν καὶ τὸν μεταξὺ διανηξάμενος πόρον τῆς θαλάττης εἰς Σικελίαν ἀφίκετο, ἐρόμενον ἀεὶ τοὺς ἐπιχωρίους καθ´ οὓς ἑκάστοτε γίνοιτο διώκων τὸν δάμαλιν, εἴ πή τις αὐτὸν ἑωρακὼς εἴη, τῶν τῇδε ἀνθρώπων Ἑλλάδος μὲν γλώττης ὀλίγα συνιέντων, τῇ δὲ πατρίῳ φωνῇ κατὰ τὰς μηνύσεις τοῦ ζῴου καλούντων τὸν δάμαλιν οὐίτουλον, ὥσπερ καὶ νῦν λέγεται, ἐπὶ τοῦ ζῴου τὴν χώραν ὀνομάσαι πᾶσαν ὅσην ὁ δάμαλις διῆλθεν Οὐιτουλίαν.
3. Μεταπεσεῖν δὲ ἀνὰ χρόνον τὴν ὀνομασίαν εἰς τὸ νῦν σχῆμα οὐδὲν θαυμαστόν, ἐπεὶ καὶ τῶν Ἑλληνικῶν πολλὰ τὸ παραπλήσιον πέπονθεν ὀνομάτων. Πλὴν εἴτε ὡς Ἀντίοχός φησιν ἐπ´ ἀνδρὸς ἡγεμόνος, ὅπερ ἴσως καὶ πιθανώτερόν ἐστιν, εἴθ´ ὡς Ἑλλάνικος οἴεται ἐπὶ τοῦ ταύρου τὴν ὀνομασίαν ταύτην ἔσχεν, ἐκεῖνό γε ἐξ ἀμφοῖν δῆλον, ὅτι κατὰ τὴν Ἡρακλέους ἡλικίαν ἢ μικρῷ πρόσθεν οὕτως ὠνομάσθη. Τὰ δὲ πρὸ τούτων Ἕλληνες μὲν Ἑσπερίαν καὶ Αὐσονίαν αὐτὴν ἐκάλουν, οἱ δ´ ἐπιχώριοι Σατορνίαν, ὡς εἴρηταί μοι πρότερον.

XXXVI. 1. Ἔστι δέ τις καὶ ἕτερος λόγος ὑπὸ τῶν ἐπιχωρίων μυθολογούμενος, ὡς πρὸ τῆς Διὸς ἀρχῆς ὁ Κρόνος ἐν τῇ γῇ ταύτῃ δυναστεύσειε, καὶ ὁ λεγόμενος ἐπ´ ἐκείνου βίος ἅπασι δαψιλὴς ὁπόσοις ὧραι φύουσιν οὐ παρ´ ἄλλοις μᾶλλον ἢ παρὰ σφίσι γένοιτο.
2. Καὶ εἴ τις ἄλλως ἀφελῶν τὸ μυθῶδες τοῦ λόγου χώρας ἀρετὴν ἐξετάζειν ἐθελήσειεν, ἐξ ἧς γένος τὸ ἀνθρώπων πλείστας εὐφροσύνας ἐκαρπώσατο γενόμενον εὐθὺς εἴτ´ ἐκ γῆς ὡς ὁ παλαιὸς ἔχει λόγος, εἴτ´ ἄλλως πως, οὐκ ἂν εὕροι ταύτης τινὰ ἐπιτηδειοτέραν. Ὡς γὰρ μία γῆ πρὸς ἑτέραν κρίνεσθαι τοσαύτην τὸ μέγεθος, οὐ μόνον τῆς Εὐρώπης, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης κρατίστη κατ´ ἐμὴν δόξαν ἐστὶν Ἰταλία.
3. Καίτοι με οὐ λέληθεν ὅτι πολλοῖς οὐ πιστὰ δόξω λέγειν, ἐνθυμουμένοις Αἴγυπτόν τε καὶ Λιβύην καὶ Βαβυλῶνα καὶ εἰ δή τινες ἄλλοι χῶροί εἰσιν εὐδαίμονες· ἀλλ´ ἐγὼ τὸν ἐκ γῆς πλοῦτον οὐκ ἐν μιᾷ τίθεμαι καρπῶν ἰδέᾳ οὐδ´ εἰσέρχεταί με ζῆλος οἰκήσεως, ἐν ᾗ μόνον εἰσὶν ἄρουραι πίονες, τῶν δ´ ἄλλων οὐδὲν ἢ βραχύ τι χρησίμων, ἀλλ´ ἥτις ἂν εἴη πολυαρκεστάτη τε καὶ τῶν ἐπεισάκτων ἀγαθῶν ἐπὶ τὸ πολὺ ἐλάχιστον δεομένη, ταύτην κρατίστην εἶναι λογίζομαι. τοῦτο δὲ τὸ παμφόρον καὶ πολυωφελὲς παρ´ ἡντινοῦν ἄλλην γῆν Ἰταλίαν ἔχειν πείθομαι.

XXXVII. 1. Οὐ γὰρ ἀρούρας μὲν ἀγαθὰς ἔχει καὶ πολλάς, ἄδενδρος δ´ ἐστὶν ὡς σιτοφόρος· οὐδ´ αὖ φυτὰ μὲν ἱκανὴ παντοῖα θρέψασθαι, σπείρεσθαι δ´ ὡς δενδρῖτις ὀλιγόκαρπος· οὐδ´ ἄμφω μὲν ταῦτα παρέχειν δαψιλής, προβατεύεσθαι δ´ ἀνεπιτήδειος· οὐδ´ ἄν τις αὐτὴν φαίη πολύκαρπον μὲν εἶναι καὶ πολύβοτον, ἐνδιαίτημα δ´ ἀνθρώποις ὑπάρχειν ἄχαρι· ἀλλ´ ἔστι πάσης ὡς εἰπεῖν ἡδονῆς τε καὶ ὠφελείας ἔκπλεως.
2. Ποίας μὲν γὰρ λείπεται σιτοφόρου μὴ ποταμοῖς, ἀλλὰ τοῖς οὐρανίοις ὕδασιν ἀρδομένης τὰ καλούμενα Καμπανῶν πεδία, ἐν οἷς ἐγὼ καὶ τρικάρπους ἐθεασάμην ἀρούρας θερινὸν ἐπὶ χειμερινῷ καὶ μετοπωρινὸν ἐπὶ θερινῷ σπόρον ἐκφερούσας; ποίας δ´ ἐλαιοφόρου τὰ Μεσσαπίων καὶ Δαυνίων καὶ Σαβίνων καὶ πολλῶν ἄλλων γεώργια; ποίας δ´ οἰνοφύτου Τυρρηνία καὶ Ἀλβανὴ καὶ Φαλερίνων χωρία θαυμαστῶς ὡς φιλάμπελα καὶ δι´ ἐλαχίστου πόνου πλείστους ἅμα καὶ κρατίστους καρποὺς ἐξενεγκεῖν εὔπορα;
3. Χωρὶς δὲ τῆς ἐνεργοῦ πολλὴν μὲν ἄν τις εὕροι τὴν εἰς ποίμνας ἀνειμένην αὐτῆς, πολλὴν δὲ τὴν αἰγινόμον, ἔτι δὲ πλείω καὶ θαυμασιωτέραν τὴν ἱπποφορβόν τε καὶ βουκολίδα· ἡ γὰρ ἕλειος καὶ λειμωνία βοτάνη δαψιλὴς οὖσα τῶν τε ὀργάδων ἡ δροσερὰ καὶ κατάρρυτος ἄπειρος ὅση θέρει νέμεται καὶ παρέχει διὰ παντὸς εὐθενούσας τὰς ἀγέλας.
4. Πάντων δ´ εἰσὶν οἱ δρυμοὶ θαυμασιώτατοι περί τε τὰ κρημνώδη χωρία καὶ τὰς νάπας καὶ τοὺς ἀγεωργήτους λόφους, ἐξ ὧν πολλῆς μὲν εὐποροῦσι καὶ καλῆς ὕλης ναυπηγησίμου, πολλῆς δὲ τῆς εἰς τὰς ἄλλας ἐργασίας εὐθέτου. καὶ τούτων οὐδὲν οὔτε δυσπόριστόν ἐστιν οὔτε πρόσω τῆς ἀνθρωπίνης χρείας κείμενον, ἀλλ´ εὐκατέργαστα καὶ ῥᾴδια παρεῖναι πάντα διὰ πλῆθος τῶν ποταμῶν, οἳ διαρρέουσιν ἅπασαν τὴν ἀκτὴν καὶ ποιοῦσι τάς τε κομιδὰς καὶ τὰς ἀμείψεις τῶν ἐκ γῆς φυομένων λυσιτελεῖς.
5. ἔχει δὲ ἡ γῆ καὶ νάματα θερμῶν ὑδάτων ἐν πολλοῖς εὑρημένα χωρίοις, λουτρὰ παρασχεῖν ἥδιστα καὶ νόσους ἰάσασθαι χρονίους ἄριστα, καὶ μέταλλα παντοδαπὰ καὶ θηρίων ἄγρας ἀφθόνους καὶ θαλάττης φύσιν πολύγονον ἄλλα τε μυρία, τὰ μὲν εὔχρηστα, τὰ δὲ θαυμάσια, πάντων δὲ κάλλιστον, ἀέρα κεκραμένον ταῖς ὥραις συμμέτρως, οἷον ἥκιστα πημαίνειν κρυμῶν ὑπερβολαῖς ἢ θάλπεσιν ἐξαισίοις καρπῶν τε γένεσιν καὶ ζῴων φύσιν.

XXXVIII. 1. Οὐδὲν δὴ θαυμαστὸν ἦν τοὺς παλαιοὺς ἱερὰν ὑπολαβεῖν τοῦ Κρόνου τὴν χώραν ταύτην, τὸν μὲν δαίμονα τοῦτον οἰομένους εἶναι πάσης εὐδαιμονίας δοτῆρα καὶ πληρωτὴν ἀνθρώποις, εἴτε Κρόνον αὐτὸν δεῖ καλεῖν, ὡς Ἕλληνες ἀξιοῦσιν, εἴτε Σάτουρνον, ὡς Ῥωμαῖοι, πᾶσαν δὲ περιειληφότα τὴν τοῦ κόσμου φύσιν, ὁποτέρως ἄν τις ὀνομάσῃ· τὴν δὲ χώραν ταύτην ὁρῶντας ἔκπλεω πάσης εὐπορίας καὶ χάριτος, ἧς τὸ θνητὸν ἐφίεται γένος, ἀξιοῦντας δὲ καὶ θείῳ καὶ θνητῷ γένει τὸ πρόσφορον εἶναι πάντων χωρίων ἁρμοδιώτατον, ὄρη μὲν καὶ νάπας Πανί, λειμῶνας δὲ καὶ τεθηλότα χωρία νύμφαις, ἀκτὰς δὲ καὶ νήσους πελαγίοις δαίμοσι, τῶν δ´ ἄλλων, ὡς ἑκάστῳ τι θεῷ καὶ δαίμονι οἰκεῖον.
2. Λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιοὺς, ὥσπερ ἐν Καρχηδόνι τέως ἡ πόλις διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται καὶ ἐν ἄλλοις τισὶ τῶν ἑσπερίων ἐθνῶν ἀνδροφόνους, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατουρνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων, ἵνα δὲ μηδὲν εἴη τοῖς ἀνθρώποις ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων, οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τεβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον ἐμβαλεῖν εἰς τὸν ποταμόν, ἵνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἁπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ τῶν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων.
3. Τοῦτο δὲ καὶ μέχρις ἐμοῦ ἔτι διετέλουν Ῥωμαῖοι δρῶντες μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας ἐν μηνὶ Μαΐῳ ταῖς καλουμέναις εἰδοῖς, διχομηνίδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν, ἐν ᾗ προθύσαντες ἱερὰ τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι Ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις εἴδωλα μορφαῖς ἀνθρώπων εἰκασμένα, τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τεβέριος, Ἀργείους αὐτὰ καλοῦντες.
4. ἀλλὰ γὰρ περὶ μὲν τῶν θυσιῶν καὶ τῶν ἄλλων ἱερουργιῶν, ἃς ἡ Ῥωμαίων πόλις συντελεῖ κατά τε τὸν Ἑλληνικὸν καὶ τὸν ἐπιχώριον τρόπον ἐν ἑτέρῳ λόγῳ δηλώσομεν, ἀπαιτεῖν δὲ ὁ παρὼν καιρὸς ἔοικε καὶ περὶ τῆς Ἡρακλέους ἀφίξεως εἰς Ἰταλίαν μετ´ ἐπιστάσεως πλείονος διελθεῖν καὶ εἴ τι λόγου ἄξιον ἔδρασεν αὐτόθι μὴ παραλιπεῖν.

XXXIX. 1. Ἔστι δὲ τῶν ὑπὲρ τοῦ δαίμονος τοῦδε λεγομένων τὰ μὲν μυθικώτερα, τὰ δ´ ἀληθέστερα. ὁ μὲν οὖν μυθικὸς περὶ τῆς παρουσίας αὐτοῦ λόγος ὧδ´ ἔχει· ὡς δὴ κελευσθεὶς ὑπ´ Εὐρυσθέως Ἡρακλῆς σὺν τοῖς ἄλλοις ἄθλοις καὶ τὰς Γηρυόνου βοῦς ἐξ Ἐρυθείας εἰς Ἄργος ἀπελάσαι, τελέσας τὸν ἆθλον καὶ τὴν οἴκαδε πορείαν ποιούμενος ἄλλῃ τε πολλαχῇ τῆς Ἰταλίας ἀφίκετο καὶ τῆς Ἀβοριγίνων γῆς εἰς τὸ προσεχὲς τῷ Παλλαντίῳ χωρίον.
2. Εὑρὼν δὲ πόαν ἐν αὐτῷ βουκολίδα πολλὴν καὶ καλήν, τὰς μὲν βοῦς ἀνῆκεν εἰς νομὴν, αὐτὸς δὲ βαρυνόμενος ὑπὸ κόπου κατακλιθεὶς ἔδωκεν αὑτὸν ὕπνῳ. ἐν δὲ τούτῳ λῃστής τις ἐπιχώριος ὄνομα Κάκος περιτυγχάνει ταῖς βουσὶν ἀφυλάκτοις νεμομέναις καὶ αὐτῶν ἔρωτα ἴσχει. ὡς δὲ τὸν Ἡρακλέα κοιμώμενον αὐτοῦ κατέμαθεν, ἁπάσας μὲν οὐκ ἂν ᾤετο δύνασθαι λαθεῖν ἀπελάσας, καὶ ἅμα οὐδὲ ῥᾴδιον τὸ πρᾶγμα κατεμάνθανεν· ὀλίγας δέ τινας ἐξ αὐτῶν εἰς τὸ ἄντρον, ἐν ᾧ πλησίον ὄντι ἐτύγχανε τὴν δίαιταν ποιούμενος, ἀποκρύπτεται ἔμπαλιν τῆς κατὰ φύσιν τοῖς ζῴοις πορείας ἐπισπώμενος ἑκάστην κατ´ οὐράν. τοῦτο δὲ αὐτῷ τῶν ἐλέγχων ἀφανισμὸν ἐδύνατο παρασχεῖν ἐναντίας φανησομένης τοῖς ἴχνεσι τῆς ὁδοῦ.
3. ἀναστὰς δὲ μετ´ ὀλίγον ὁ Ἡρακλῆς καὶ τὸν ἀριθμὸν ἐπιλεξάμενος τῶν βοῶν, ὡς ἔμαθέ τινας ἐκλειπούσας, τέως μὲν ἠπόρει ποῦ κεχωρήκασι καὶ ὡς πεπλανημένας ἀπὸ τῆς νομῆς ἐμάστευεν ἀνὰ τὸν χῶρον· ὡς δ´ οὐχ εὕρισκεν ἐπὶ τὸ σπήλαιον ἀφικνεῖται τοῖς μὲν ἴχνεσι διαρτώμενος, οὐδὲν δὲ ἧττον οἰόμενος δεῖν διερευνήσασθαι τὸν χῶρον. τοῦ δὲ Κάκου πρὸ τῆς θύρας ἑστῶτος καὶ οὔτ´ ἰδεῖν τὰς βοῦς φάσκοντος ἐρομένῳ οὔτ´ ἐρευνᾶσθαι ἐπιτρέποντος αἰτουμένῳ τούς τε πλησίον ὡς δεινὰ πάσχοι ὑπὸ τοῦ ξένου ἐπιβοῶντος, ἀμηχανῶν ὁ Ἡρακλῆς ὅ τι χρήσεται τῷ πράγματι εἰς νοῦν βάλλεται προσελάσαι τῷ σπηλαίῳ τὰς ἄλλας βοῦς. ὡς δὲ ἄρα τῆς συννόμου φωνῆς τε καὶ ὀσμῆς αἱ ἔντοσθεν ᾔσθοντο, ἀντεμυκῶντο ταῖς ἔκτοσθεν καὶ ἐγεγόνει ἡ φωνὴ αὐτῶν κατήγορος τῆς κλοπῆς.
4. ὁ μὲν οὖν Κάκος, ἐπειδὴ περιφανὴς ἐγένετο κακουργῶν, τρέπεται πρὸς ἀλκὴν καὶ τοὺς εἰωθότας αὐτῷ συναγραυλεῖν ἀνεκάλει· Ἡρακλῆς δὲ ἀλοιῶν αὐτὸν τῷ ῥοπάλῳ κτείνει, καὶ τὰς βοῦς ἐξαγαγών, ἐπειδὴ κακούργων ὑποδοχαῖς εὔθετον ἑώρα τὸ χωρίον, ἐπικατασκάπτει τῇ καλαύροπι τὸ σπήλαιον. ἁγνίσας δὲ τῷ ποταμῷ τὸν φόνον ἱδρύεται πλησίον τοῦ τόπου Διὸς Εὑρεσίου βωμόν, ὅς ἐστι τῆς Ῥώμης παρὰ τῇ Τριδύμῳ πύλῃ, καὶ θύει τῷ θεῷ δάμαλιν ἕνα τῆς εὑρέσεως τῶν βοῶν χαριστήριον. ταύτην ἔτι καὶ εἰς ἐμὲ τὴν θυσίαν ἡ Ῥωμαίων πόλις συνετέλει, νομίμοις Ἑλληνικοῖς ἅπασιν ἐν αὐτῇ χρωμένη, καθάπερ ἐκεῖνος κατεστήσατο.

XL. 1. Οἱ δὲ Ἀβοριγῖνες καὶ τῶν Ἀρκάδων οἱ τὸ Παλλάντιον κατοικοῦντες, ὡς τοῦ τε Κάκου τὸν θάνατον ἔγνωσαν καὶ τὸν Ἡρακλέα εἶδον, τῷ μὲν ἀπεχθόμενοι διὰ τὰς ἁρπαγάς, τοῦ δὲ τὴν ὄψιν ἐκπαγλούμενοι θεῖόν τι χρῆμα ἐνόμισαν ὁρᾶν καὶ τοῦ λῃστοῦ μέγα εὐτύχημα τὴν ἀποβολὴν ἐποιοῦντο. οἱ δὲ πένητες αὐτῶν κλάδους δρεψάμενοι δάφνης, ἣ πολλὴ περὶ τὸν τόπον ἐφύετο, ἐκεῖνόν τε καὶ αὑτοὺς ἀνέστεφον, ἧκον δὲ οἱ βασιλεῖς αὐτῶν ἐπὶ ξένια τὸν Ἡρακλέα καλοῦντες. ὡς δὲ καὶ τοὔνομα καὶ τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις διεξιόντος ἔμαθον, ἐνεχείριζον αὐτῷ τήν τε χώραν καὶ σφᾶς αὐτοὺς ἐπὶ φιλίᾳ.
2. Εὔανδρος δὲ παλαίτερον ἔτι τῆς Θέμιδος ἀκηκοὼς διεξιούσης, ὅτι πεπρωμένον εἴη τὸν ἐκ Διὸς καὶ Ἀλκμήνης γενόμενον Ἡρακλέα διαμείψαντα τὴν θνητὴν φύσιν ἀθάνατον γενέσθαι δι´ ἀρετήν, ἐπειδὴ τάχιστα ὅστις ἦν ἐπύθετο, φθάσαι βουλόμενος ἅπαντας ἀνθρώπους Ἡρακλέα θεῶν τιμαῖς πρῶτος ἱλασάμενος, βωμὸν αὐτοσχέδιον ὑπὸ σπουδῆς ἱδρύεται καὶ δάμαλιν ἄζυγα θύει πρὸς αὐτῷ, τὸ θέσφατον ἀφηγησάμενος Ἡρακλεῖ καὶ δεηθεὶς τῶν ἱερῶν κατάρξασθαι.
3. ἀγασθεὶς δὲ τοὺς ἀνθρώπους τῆς φιλοξενίας Ἡρακλῆς, τὸν μὲν δῆμον ἑστιάσει ὑποδέχεται θύσας τῶν βοῶν τινας καὶ τῆς ἄλλης λείας τὰς δεκάτας ἐξελών· τοὺς δὲ βασιλεῖς χώρᾳ πολλῇ δωρεῖται Λιγύων τε καὶ τῶν ἄλλων προσοίκων, ἧς μέγα ἐποιοῦντο ἄρχειν, παρανόμους τινὰς ἐξ αὐτῆς ἐκβαλὼν ἀνθρώπους. λέγεται δὲ πρὸς τούτοις, ὡς καὶ δέησίν τινα ποιήσαιτο τῶν ἐπιχωρίων, ἐπειδὴ πρῶτοι θεὸν αὐτὸν ἐνόμισαν, ὅπως ἀθανάτους αὐτῷ διαφυλάττωσι τὰς τιμὰς, θύοντες μὲν ἄζυγα δάμαλιν ἀνὰ πᾶν ἔτος, ἁγιστεύοντες δὲ τὴν ἱερουργίαν ἔθεσιν Ἑλληνικοῖς· καὶ ὡς διδάξειεν αὐτοὺς τὰς θυσίας, ἵνα διὰ παντὸς αὐτῷ κεχαρισμένα θύοιεν, οἴκους δύο τῶν ἐπιφανῶν παραλαβών.
4. Εἶναι δὲ τοὺς μαθόντας τότε τὴν Ἑλληνικὴν ἱερουργίαν Ποτιτίους τε καὶ Πιναρίους, ἀφ´ ὧν τὰ γένη διαμεῖναι μέχρι πολλοῦ τὴν ἐπιμέλειαν ποιούμενα τῶν θυσιῶν, ὡς ἐκεῖνος κατεστήσατο, Ποτιτίων μὲν ἡγουμένων τῆς ἱερουργίας καὶ τῶν ἐμπύρων ἀπαρχομένων, Πιναρίων δὲ σπλάγχνων τε μετουσίας εἰργομένων καὶ ὅσα ἄλλα ἐχρῆν ὑπ´ ἀμφοῖν γίνεσθαι τὴν δευτέραν τιμὴν ἐχόντων. ταύτην δὲ αὐτοῖς προστεθῆναι τὴν ἀτιμίαν ὀψίμου τῆς παρουσίας ἕνεκα, ἐπειδὴ ἕωθεν αὐτοῖς κελευσθὲν ἥκειν ἐσπλαγχνευμένων ἤδη τῶν ἱερῶν ἀφίκοντο.
5. Νῦν μέντοι οὐκέτι τοῖς γένεσι τούτοις ἡ περὶ τὰς ἱερουργίας ἐπιμέλεια ἀνάκειται, ἀλλὰ παῖδες ἐκ τοῦ δημοσίου ὠνητοὶ δρῶσιν αὐτάς. δι´ ἃς δὲ αἰτίας τὸ ἔθος μετέπεσε, καὶ τίς ἡ τοῦ δαίμονος ἐπιφάνεια περὶ τὴν ἀλλαγὴν τῶν ἱεροποιῶν ἐγένετο, ἐπειδὰν κατὰ τοῦτο γένωμαι τοῦ λόγου τὸ μέρος, διηγήσομαι.
6. ὁ δὲ βωμός, ἐφ´ οὗ τὰς δεκάτας ἀπέθυσεν Ἡρακλῆς, καλεῖται μὲν ὑπὸ Ῥωμαίων Μέγιστος, ἔστι δὲ τῆς Βοαρίας λεγομένης ἀγορᾶς πλησίον, ἁγιστευόμενος εἰ καί τις ἄλλος ὑπὸ τῶν ἐπιχωρίων· ὅρκοι τε γὰρ ἐπ´ αὐτῷ καὶ συνθῆκαι τοῖς βουλομένοις βεβαίως τι διαπράττεσθαι καὶ δεκατεύσεις χρημάτων γίνονται συχναὶ κατ´ εὐχάς· τῇ μέντοι κατασκευῇ πολὺ τῆς δόξης ἐστὶ καταδεέστερος· πολλαχῇ δὲ καὶ ἄλλῃ τῆς Ἰταλίας ἀνεῖται τεμένη τῷ θεῷ, καὶ βωμοὶ κατὰ πόλεις τε ἵδρυνται καὶ παρ´ ὁδούς, καὶ σπανίως ἂν εὕροι τις Ἰταλίας χῶρον, ἔνθα μὴ τυγχάνει τιμώμενος ὁ θεός. ὁ μὲν οὖν μυθικὸς λόγος ὑπὲρ αὐτοῦ τοιόςδε παραδέδοται.