Περί των αρεσκόντων τοις φιλοσόφοις φυσικών δογμάτων επιτομής το Δ΄ (Πλούταρχος)
←Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων ἐπιτομῆς τὸ Γ΄ | Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων ἐπιτομῆς τὸ Δ΄ Συγγραφέας: Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων |
Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων ἐπιτομῆς τὸ Ε΄→ |
- ΠΕΡΙ ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗΣ ΤΟ Δʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ
[897e] Περιωδευμένων δὲ τῶν τοῦ κόσμου μερῶν διαβήσομαι πρὸς τὰ κατὰ μέρος.
αʹ. Περὶ Νείλου ἀναβάσεως
[Επεξεργασία][897f] Θαλῆς τοὺς ἐτησίας ἀνέμους οἴεται πνέοντας τῇ Αἰγύπτῳ ἀντιπροσώπους ἐπαίρειν τοῦ Νείλου τὸν ὄγκον διὰ τὸ τὰς ἐκροὰς αὐτοῦ τῇ παροιδήσει τοῦ ἀντιπαρήκοντος πελάγους ἀνακόπτεσθαι.
Εὐθυμένης ὁ Μασσαλιώτης ἐκ τοῦ Ὠκεανοῦ καὶ τῆς ἔξω θαλάσσης γλυκείας κατ´ αὐτὸν οὔσης νομίζει πληροῦσθαι τὸν ποταμόν.
Ἀναξαγόρας ἐκ τῆς χιόνος τῆς ἐν τῇ Αἰθιοπίᾳ, τηκομένης μὲν ἐν τῷ θέρει ψυχομένης δὲ τῷ χειμῶνι.
[898a] Δημόκριτος τῆς χιόνος τῆς ἐν τοῖς πρὸς ἄρκτον μέρεσιν ὑπὸ θερινὰς τροπὰς ἀναλυομένης τε καὶ διαχεομένης νέφη μὲν ἐκ τῶν ἀτμῶν πιλοῦσθαι· τούτων δ´ ἀνελαυνομένων πρὸς μεσημβρίαν καὶ τὴν † Αἴγυπτον † ὑπὸ τῶν ἐτησίων ἀνέμων, ἀποτελεῖσθαι ῥαγδαίους ὄμβρους, ὑφ´ ὧν ἀναπίμπλασθαι τάς τε λίμνας καὶ τὸν Νεῖλον ποταμόν.
Ἡρόδοτος ὁ συγγραφεὺς ἴσον μὲν ἐκ τῶν πηγῶν φέρεσθαι χειμῶνος καὶ θέρους, φαίνεσθαι δ´ ἐλάττονα τοῦ χειμῶνος διὰ τὸ ἐν τούτῳ τῷ καιρῷ πλησίον ἰόντα τὸν ἥλιον τῆς Αἰγύπτου ἐξατμίζειν τὰ νάματα.
[898b] Ἔφορος ὁ ἱστοριογράφος κατὰ θέρος φησὶν ἀναχαλᾶσθαι τὴν ὅλην Αἴγυπτον καὶ οἱονεὶ ἐξιδροῦν τὸ πολὺ νᾶμα· συνδίδωσι δ´ αὐτῇ καὶ ἡ Ἀραβία καὶ ἡ Λιβύη παρὰ τὸ ἀραιὸν καὶ ὑπόψαμμον.
Εὔδοξος τοὺς ἱερεῖς φησι λέγειν τὰ ὄμβρια τῶν ὑδάτων κατὰ τὴν ἀντιπερίστασιν τῶν ὡρῶν· ὅταν γὰρ ἡμῖν ᾖ θέρος τοῖς ὑπὸ τὸν θερινὸν τροπικὸν οἰκοῦσιν, τότε τοῖς ὑπὸ τὸν χειμερινὸν τροπικὸν ἀντοίκοις χειμών ἐστιν, ἐξ ὧν τὸ πλημμῦρον ὕδωρ καταρρήγνυται.
βʹ. Περὶ ψυχῆς
[Επεξεργασία]Θαλῆς ἀπεφήνατο πρῶτος τὴν ψυχὴν φύσιν ἀεικίνητον ἢ αὐτοκίνητον.
[898c] Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα, τὸν δ´ ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει.
Πλάτων οὐσίαν νοητήν, ἐξ ἑαυτῆς κινητικὴν κατ´ ἀριθμὸν ἐναρμόνιον κινουμένην.
Ἀριστοτέλης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δ´ ἐντελέχειαν ἀκουστέον ἀντὶ τῆς ἐνεργείας.
Δικαίαρχος ἁρμονίαν τῶν τεσσάρων στοιχείων.
Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων.
γʹ. Εἰ σῶμα ἡ ψυχὴ καὶ τίς ἡ οὐσία αὐτῆς
[Επεξεργασία]Οὗτοι πάντες οἱ προτεταγμένοι ἀσώματον τὴν ψυχὴν ὑποτίθενται, φύσιν λέγοντες αὐτοκίνητον καὶ οὐσίαν νοητὴν καὶ τοῦ φυσικοῦ ὀργανικοῦ ζωὴν ἔχοντος ἐντελέχειαν.
[898d] Οἱ δ´ ἀπ´ Ἀναξαγόρου ἀεροειδῆ ἔλεγόν τε καὶ σῶμα.
Οἱ Στωικοὶ πνεῦμα θερμόν.
Δημόκριτος πυρῶδες σύγκριμα ἐκ τῶν λόγῳ θεωρητῶν, σφαιρικὰς μὲν ἐχόντων τὰς ἰδέας πυρίνην δὲ τὴν δύναμιν, ὅπερ σῶμα εἶναι.
Ἐπίκουρος κρᾶμα ἐκ τεσσάρων, ἐκ ποιοῦ πυρώδους, ἐκ ποιοῦ ἀερώδους, ἐκ ποιοῦ πνευματικοῦ· ἐκ τετάρτου τινὸς ἀκατονομάστου, ὃ ἦν αὐτῷ αἰσθητικόν.
Ἡράκλειτος τὴν μὲν τοῦ κόσμου ψυχὴν ἀναθυμίασιν ἐκ τῶν ἐν αὐτῷ ὑγρῶν, τὴν δ´ ἐν τοῖς ζῴοις ἀπὸ τῆς ἐκτὸς καὶ τῆς ἐν αὐτοῖς ἀναθυμιάσεως ὁμογενῆ.
δʹ. Περὶ μερῶν ψυχῆς
[Επεξεργασία][898e] Πυθαγόρας Πλάτων κατὰ μὲν τὸν ἀνωτάτω λόγον διμερῆ τὴν ψυχήν, τὸ μὲν γὰρ ἔχει λογικὸν τὸ δ´ ἄλογον· κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τριμερῆ, τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.
Οἱ Στωικοὶ ἐξ ὀκτὼ μερῶν φασι συνεστάναι, πέντε μὲν τῶν αἰσθητικῶν, ὁρατικοῦ ἀκουστικοῦ ὀσφρητικοῦ γευστικοῦ ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου 〈δὲ〉 σπερματικοῦ, [898f] ὀγδόου 〈δ´〉 αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφ´ οὗ ταῦτα πάντα ἐπιτέταται διὰ τῶν οἰκείων ὀργάνων προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτάναις.
Δημόκριτος Ἐπίκουρος διμερῆ τὴν ψυχήν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δ´ ἄλογον καθ´ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον.
Ὁ δὲ Δημόκριτος πάντα μετέχειν φησὶ ψυχῆς ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων, διότι ἀεὶ διαφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει τοῦ πλείονος διαπνεομένου.
εʹ. Τί τὸ τῆς ψυχῆς ἡγεμονικὸν καὶ ἐν τίνι ἐστίν
[Επεξεργασία][899a] Πλάτων Δημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ.
Στράτων ἐν μεσοφρύῳ.
Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει.
Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ καὶ βάσις.
Παρμενίδης ἐν ὅλῳ τῷ θώρακι καὶ Ἐπίκουρος.
Οἱ Στωικοὶ πάντες ἐν ὅλῃ τῇ καρδίᾳ ἢ τῷ περὶ τὴν καρδίαν πνεύματι.
Διογένης ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, ἥτις ἐστὶ πνευματική.
Ἐμπεδοκλῆς ἐν τῇ τοῦ αἵματος συστάσει.
Οἱ δ´ ἐν τῷ τραχήλῳ τῆς καρδίας, οἱ δ´ ἐν τῷ περικαρδίῳ [899b] ὑμένι, οἱ δ´ ἐν τῷ διαφράγματι. Τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος.
Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν.
Ϛʹ. Περὶ κινήσεως ψυχῆς
[Επεξεργασία]Πλάτων ἀεικίνητον μὲν τὴν ψυχήν, τὸν δὲ νοῦν ἀκίνητον τῆς μεταβατικῆς κινήσεως.
Ἀριστοτέλης ἀκίνητον τὴν ψυχὴν πάσης κινήσεως προηγουμένην, τῆς δὲ κατὰ συμβεβηκὸς μετέχειν καθάπερ τὰ εἴδη τῶν σωμάτων.
ζʹ. Περὶ ἀφθαρσίας ψυχῆς
[Επεξεργασία][899c] Πυθαγόρας Πλάτων ἄφθαρτον εἶναι τὴν ψυχήν, ἐξιοῦσαν γὰρ εἰς τὴν τοῦ παντὸς ψυχὴν ἀναχωρεῖν πρὸς τὸ ὁμογενές.
Οἱ Στωικοὶ ἐξιοῦσαν ἐκ τῶν σωμάτων ὑποφέρεσθαι † † τὴν μὲν ἀσθενεστέραν ἅμα † τοῖς συγκρίμασι γίνεσθαι †, ταύτην δ´ εἶναι τῶν ἀπαιδεύτων· τὴν δ´ ἰσχυροτέραν, οἵα ἐστὶ περὶ τοὺς σοφούς, καὶ μέχρι τῆς ἐκπυρώσεως.
Δημόκριτος Ἐπίκουρος φθαρτὴν τῷ σώματι συνδιαφθειρομένην.
Πυθαγόρας Πλάτων τὸ μὲν λογικὸν ἄφθαρτον· καὶ γὰρ τὴν ψυχὴν οὐ θεὸν ἀλλ´ ἔργον τοῦ ἀιδίου θεοῦ ὑπάρχειν· τὸ δ´ ἄλογον φθαρτόν.
ηʹ. Περὶ αἰσθήσεως καὶ αἰσθητῶν
[Επεξεργασία][899d] Οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν· ‘αἴσθησίς ἐστιν ἀντίληψις 〈δι´〉 αἰσθητηρίου ἢ κατάληψις.’ Πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις· ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια. Καὶ ἡ φαντασία ἡ καταληπτικὴ δι´ αἰσθητηρίου γίνεται κατὰ τὸ ἡγεμονικόν. Ἀφ´ οὗ [συνίσταται] πάλιν [δ´] αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα.
Ἐπίκουρος· τὸ μόριόν ἐστιν ἡ αἴσθησις, ἥτις ἐστὶν ἡ δύναμις, καὶ τὸ ἐπαίσθημα, ὅπερ ἐστὶ τὸ ἐνέργημα· ὥστε διχῶς παρ´ αὐτῷ λέγεσθαι, αἴσθησιν μὲν τὴν δύναμιν, αἰσθητὸν δὲ τὸ ἐνέργημα.
[899e] Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός· ἡ μὲν γὰρ δύναμις ψυχῆς, τὸ δ´ ὄργανον σώματος· ἄμφω δὲ διὰ φαντασίαν ἀντιληπτικὰ τῶν ἔξωθεν γίνεται.
Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος εἰδώλου.
θʹ. Εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ φαντασίαι
[Επεξεργασία][899f] Οἱ Στωικοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς.
Ἐπίκουρος πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, τῶν δὲ δοξῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς· καὶ ἡ μὲν αἴσθησις μοναχῶς ψευδοποιεῖται [τὰ] κατὰ τὰ νοητά, ἡ δὲ φαντασία διχῶς· καὶ γὰρ αἰσθητῶν ἔστι φαντασία καὶ νοητῶν.
Ἐμπεδοκλῆς Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι, τοῦ οἰκείου τῶν αἰσθητῶν ἑκάστῃ ἁρμόζοντος.
ιʹ. Πόσαι εἰσὶν αἱ αἰσθήσεις
[Επεξεργασία][900a] Οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν.
Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δ´ αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας· ἐν ᾗ τὸ μεταβατικὸν ἀφ´ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως, δείκνυται.
Δημόκριτος πλείους εἶναι αἰσθήσεις, περὶ τὰ ἄλογα ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς.
ιαʹ. Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ ἔννοια καὶ ὁ κατὰ 〈ἐν〉διάθεσιν λόγος
[Επεξεργασία][900b] Οἱ Στωικοί φασιν· ὅταν γεννηθῇ ὁ ἄνθρωπος, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς ὥσπερ χαρτίον εὐεργὸν εἰς ἀπογραφήν. Εἰς τοῦτο μίαν ἑκάστην τῶν ἐννοιῶν ἐναπογράφεται. Πρῶτος δὲ [ὁ] τῆς ἀναγραφῆς τρόπος ὁ διὰ τῶν αἰσθήσεων· αἰσθανόμενοι γάρ τινος οἷον λευκοῦ, ἀπελθόντος αὐτοῦ μνήμην ἔχουσιν· ὅταν δ´ ὁμοειδεῖς πολλαὶ μνῆμαι γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν· ἐμπειρία γάρ ἐστι τὸ τῶν ὁμοειδῶν 〈φαντασιῶν〉 πλῆθος. Τῶν δ´ ἐννοιῶν αἱ μὲν φυσικῶς γίνονται κατὰ τοὺς εἰρημένους τρόπους καὶ ἀνεπιτεχνήτως, αἱ δ´ ἤδη δι´ ἡμετέρας διδασκαλίας [900c] καὶ ἐπιμελείας· αὗται μὲν οὖν ἔννοιαι καλοῦνται μόνον, ἐκεῖναι δὲ καὶ προλήψεις. Ὁ δὲ λόγος, καθ´ ὃν προσαγορευόμεθα λογικοί, ἐκ τῶν προλήψεων συμπληροῦσθαι λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. Ἔστι δ´ ἐννόημα φάντασμα διανοίας λογικοῦ ζῴου· τὸ γὰρ φάντασμα, ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, τότε ἐννόημα καλεῖται, εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ. Διόπερ τοῖς ἀλόγοις ζῴοις ὅσα προσπίπτει φαντάσματα, 〈φαντάσματα μόνον ἐστίν〉· ὅσα δὲ καὶ θεοῖς καὶ ἡμῖν γε, ταῦτα [φαντάσματα μόνον ἐστίν· ὅσα δὲ ἡμῖν, ταῦτα] καὶ φαντάσματα κατὰ γένος [900d] καὶ ἐννοήματα κατ´ εἶδος· ὥσπερ τὰ δηνάρια καὶ οἱ στατῆρες αὐτὰ μὲν καθ´ αὑτὰ ὑπάρχει δηνάρια 〈καὶ〉 στατῆρες, ἐὰν δ´ εἰς πλοίων δοθῇ μίσθωσιν, τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται.
ιβʹ. Τίνι διαφέρει φαντασία φανταστὸν φανταστικὸν φάντασμα
[Επεξεργασία]Χρύσιππος διαφέρειν ἀλλήλων φησὶ τέτταρα ταῦτα. Φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γινόμενον, [900e] ἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός· οἷον, ἐπειδὰν δι´ ὄψεως θεωρῶμέν τι λευκόν, ἔστι πάθος τὸ ἐγγεγενημένον διὰ τῆς ὁράσεως ἐν τῇ ψυχῇ· καὶ 〈κατὰ〉 τοῦτο τὸ πάθος εἰπεῖν ἔχομεν, ὅτι ὑπόκειται λευκὸν κινοῦν ἡμᾶς. Ὁμοίως καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὀσφρήσεως. Εἴρηται δ´ ἡ φαντασία ἀπὸ τοῦ φωτός· καθάπερ γὰρ τὸ φῶς αὑτὸ δείκνυσι καὶ τὰ ἄλλα τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ ἡ φαντασία δείκνυσιν ἑαυτὴν καὶ τὸ πεποιηκὸς αὐτήν. Φανταστὸν δὲ τὸ ποιοῦν τὴν φαντασίαν· οἷον τὸ λευκὸν καὶ τὸ ψυχρὸν καὶ πᾶν ὅ τι ἂν δύνηται κινεῖν τὴν ψυχήν, τοῦτ´ ἔστι φανταστόν. Φανταστικὸν δ´ ἐστὶ διάκενος ἑλκυσμός, πάθος ἐν [900f] τῇ ψυχῇ ἀπ´ οὐδενὸς φανταστοῦ γινόμενον, καθάπερ ἐπὶ τοῦ σκιαμαχοῦντος καὶ κενοῖς ἐπιφέροντος τὰς χεῖρας· τῇ γὰρ φαντασίᾳ ὑπόκειταί τι φανταστόν, τῷ δὲ φανταστικῷ οὐδέν. Φάντασμα δ´ ἐστίν, ἐφ´ ὃ ἑλκόμεθα κατὰ τὸν φανταστικὸν διάκενον ἑλκυσμόν· ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολώντων καὶ μεμηνότων. Ὁ γοῦν τραγικὸς Ὀρέστης ὅταν λέγῃ
- «Ὦ μῆτερ, ἱκετεύω σε, μὴ ´πίσειέ μοι
- τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας·
- [901a] αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου»
λέγει μὲν αὐτὰ ὡς μεμηνὼς ὁρᾷ δ´ οὐδέν, ἀλλὰ δοκεῖ μόνον· διὸ καί φησιν αὐτῷ Ἠλέκτρα·
- «Μέν´, ὦ ταλαίπωρ´, ἀτρέμα σοῖς ἐν δεμνίοις·
- ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ´ εἰδέναι»,
ὡς καὶ παρ´ Ὁμήρῳ Θεοκλύμενος.
ιγʹ. Περὶ ὁράσεως, πῶς ὁρῶμεν
[Επεξεργασία]Δημόκριτος Ἐπίκουρος κατ´ εἰδώλων εἰσκρίσεις ᾤοντο [901b] τὸ ὁρατικὸν συμβαίνειν, καὶ κατά τινων ἀκτίνων † εἴσκρισιν † μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑποστρεφουσῶν πρὸς τὴν ὄψιν.
Ἐμπεδοκλῆς τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε, προσαγορεύσας τὸ γιγνόμενον ἀκτινείδωλον συνθέτως.
Ἵππαρχος ἀκτῖνάς φησιν ἀφ´ ἑκατέρου τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν αὑτῶν οἷον χειρῶν ἐπαφαῖς περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀποδιδόναι.
Πλάτων κατὰ συναύγειαν, τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα, τοῦ δ´ ἀπὸ [μὲν] τῶν σωμάτων φερομένου [ἀπορρεῖν] τὸν [901c] [δὲ] μεταξὺ ἀέρα εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον συνεντείνοντος τῷ πυρώδει τῆς ὄψεως. Αὕτη λέγεται Πλατωνικὴ συναύγεια.
ιδʹ. Περὶ κατοπτρικῶν ἐμφάσεων
[Επεξεργασία]Ἐμπεδοκλῆς κατ´ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ κατόπτρου † τελειουμένας † δ´ ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τοῦ κατόπτρου πυρώδους καὶ τὸν προκείμενον ἀέρα, εἰς ὃν φέρεται τὰ ῥεύματα, συμμεταφέροντος.
Δημόκριτος Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατ´ εἰδώλων ὑποστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφ´ ἡμῶν συνίστασθαι δ´ ἐπὶ τοῦ κατόπτρου κατ´ ἀντιπεριστροφήν.
[901d] Οἱ ἀπὸ Πυθαγόρου κατ´ ἀντανακλάσεις τῆς ὄψεως· φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφ´ ἑαυτήν, ὅμοιόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ.
Δύναταί τις πᾶσι τούτοις τοῖς κεφαλαίοις χρῆσθαι ἐπὶ τοῦ πῶς ὁρῶμεν.
ιεʹ. Εἰ ὁρατὸν τὸ σκότος
[Επεξεργασία]Οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος· ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν· καὶ οὐ ψεύδεται ἡ ὅρασις, βλέπεται γὰρ ταῖς ἀληθείαις, ὅτι ἔστι σκότος.
Χρύσιππος κατὰ τὴν συνέντασιν τοῦ μεταξὺ ἀέρος [901e] ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὁρατικοῦ πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ. Προχέονται δ´ ἐκ τῆς ὄψεως ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὁμιχλώδεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος.
ιϚʹ. Περὶ ἀκοῆς
[Επεξεργασία][901f] Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίνεσθαι κατὰ πρόσπτωσιν πνεύματος τῷ χονδρώδει, ὅπερ φησὶν ἐξηρτῆσθαι ἐντὸς τοῦ ὠτὸς κώδωνος δίκην αἰωρούμενον καὶ τυπτόμενον.
Ἀλκμαίων ἀκούειν ἡμᾶς τῷ κενῷ τῷ ἐντὸς τοῦ ὠτός· τοῦτο γὰρ εἶναι τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος ἐμβολήν· πάντα γὰρ τὰ κενὰ ἠχεῖ.
Διογένης τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου καὶ κινουμένου.
Πλάτων καὶ οἱ ἀπ´ αὐτοῦ πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ ἀέρα· τοῦτον δ´ ἀνακλᾶσθαι εἰς τὰ ἡγεμονικὰ καὶ γίνεσθαι τῆς ἀκοῆς τὴν αἴσθησιν.
ιζʹ. Περὶ ὀσφρήσεως
[Επεξεργασία][902a] Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ εἶναι τὸ ἡγεμονικόν· τούτῳ οὖν ὀσφραίνεσθαι ἕλκοντι διὰ τῶν ἀναπνοῶν τὰς ὀσμάς.
Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ πνεύμονος συνεισκρίνεσθαι τὴν ὀδμήν· ὅταν γοῦν ἡ ἀναπνοὴ βαρεῖα γίνηται, κατὰ τραχύτητα μὴ συναισθάνεσθαι, ὡς ἐπὶ τῶν ῥευματιζομένων.
ιηʹ. Περὶ γεύσεως
[Επεξεργασία][902b] Ἀλκμαίων τῷ ὑγρῷ καὶ τῷ χλιαρῷ τῷ ἐν τῇ γλώττῃ πρὸς τῇ μαλακότητι διακρίνεσθαι τοὺς χυμούς.
Διογένης τῇ ἀραιότητι τῆς γλώττης καὶ τῇ μαλακότητι καὶ διὰ τὸ συνάπτειν τὰς ἀπὸ τοῦ σώματος εἰς αὐτὴν φλέβας διαχεῖσθαι τοὺς χυμοὺς ἑλκομένους ἐπὶ τὴν αἴσθησιν καὶ τὸ ἡγεμονικόν, καθάπερ ἀπὸ σπογγιᾶς.
ιθʹ. Περὶ φωνῆς
[Επεξεργασία]Πλάτων τὴν φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ διανοίας ἠγμένον καὶ πληγὴν ὑπὸ ἀέρος δι´ ὤτων καὶ [902c] ἐγκεφάλου καὶ αἵματος μέχρι ψυχῆς διαδιδομένην. Λέγεται δὲ καὶ καταχρηστικῶς ἐπὶ τῶν ἀλόγων ζῴων φωνὴ καὶ τῶν ἀψύχων, ὡς χρεμετισμοὶ καὶ ψόφοι· κυρίως δὲ φωνὴ ἡ ἔναρθρός ἐστιν ὡς φωτίζουσα τὸ νοούμενον.
Ἐπίκουρος τὴν φωνὴν εἶναι ῥεῦμα ἐκπεμπόμενον ἀπὸ τῶν φωνούντων ἢ ἠχούντων ἢ ψοφούντων· τοῦτο δὲ τὸ ῥεῦμα εἰς ὁμοιοσχήμονα θρύπτεσθαι θραύσματα· ὁμοιοσχήμονα δὲ λέγεται τὰ στρογγύλα τοῖς στρογγύλοις καὶ σκαληνὰ καὶ τρίγωνα τοῖς ὁμοιογενέσι· τούτων δ´ ἐμπιπτόντων ταῖς ἀκοαῖς ἀποτελεῖσθαι τὴν αἴσθησιν τῆς φωνῆς· φανερὸν δὲ τοῦτο γίνεσθαι ἀπὸ τῶν ἀσκῶν ἐκρεόντων καὶ τῶν ἐμφυσώντων κναφέων τοῖς ἱματίοις.
[902d] Δημόκριτος καὶ τὸν ἀέρα φησὶν εἰς ὁμοιοσχήμονα θρύπτεσθαι σώματα καὶ συγκαλινδεῖσθαι τοῖς ἐκ τῆς φωνῆς θραύσμασι·
- «κολοιὸς γὰρ παρὰ κολοιὸν ἱζάνει»
καί
- «ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον.»
καὶ γὰρ ἐν τοῖς αἰγιαλοῖς αἱ ὅμοιαι ψῆφοι κατὰ τοὺς αὐτοὺς τόπους ὁρῶνται, κατ´ ἄλλο μὲν αἱ σφαιροειδεῖς κατ´ ἄλλο δ´ αἱ ἐπιμήκεις· καὶ ἐπὶ τῶν κοσκινευόντων ἐπὶ τὸ αὐτὸ [902e] συναλίζεται τὰ ὁμοιοσχήμονα, ὥστε χωρὶς εἶναι τοὺς κυάμους καὶ ἐρεβίνθους. Ἔχοι δ´ ἄν τις πρὸς τούτους εἰπεῖν· πῶς ὀλίγα θραύσματα πνεύματος μυρίανδρον ἐκπληροῖ θέατρον;
Οἱ δὲ Στωικοί φασι τὸν ἀέρα μὴ συγκεῖσθαι ἐκ θραυσμάτων, ἀλλὰ συνεχῆ 〈εἶναι〉, δι´ ὅλου μηδὲν κενὸν ἔχοντα· ἐπειδὰν δὲ πληγῇ πνεύματι, κυματοῦται κατὰ κύκλους ὀρθοὺς εἰς ἄπειρον, ἕως πληρώσῃ τὸν περικείμενον ἀέρα, ὡς ἐπὶ τῆς κολυμβήθρας τῆς πληγείσης λίθῳ· καὶ αὕτη μὲν κυκλικῶς κινεῖται ὁ δ´ ἀὴρ σφαιρικῶς.
Ἀναξαγόρας τὴν φωνὴν γίνεσθαι πνεύματος ἀντιπεσόντος μὲν στερεμνίῳ ἀέρι, τῇ δ´ ὑποστροφῇ τῆς πλήξεως [902f] μέχρι τῶν ἀκοῶν προσενεχθέντος· καθὸ καὶ τὴν λεγομένην ἠχὼ γίνεσθαι.
κʹ. Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἠχὼ γίνεται
[Επεξεργασία]Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον· οὐ γὰρ τὸν ἀέρα, ἀλλὰ τὸ σχῆμα τὸ περὶ τὸν ἀέρα καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν πλῆξιν γίνεσθαι φωνήν· πᾶσα δ´ ἐπιφάνεια ἀσώματος. Συγκινεῖται μὲν γὰρ τοῖς σώμασιν, αὐτὴ δ´ ἀσώματος πάντως καθέστηκεν, ὥσπερ ἐπὶ τῆς καμπτομένης ῥάβδου ἡ μὲν ἐπιφάνεια οὐδὲν πάσχει ἡ δ´ ὕλη ἐστὶν ἡ καμπτομένη.
Οἱ δὲ Στωικοὶ σῶμα τὴν φωνήν· πᾶν γὰρ τὸ δρῶν ἢ καὶ ποιοῦν σῶμα, ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ· ἀκούομεν γὰρ [903a] αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ ἀκοῇ καὶ ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν. Ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι, κινεῖ δ´ ἡμᾶς ἡ εὐμουσία ἐνοχλεῖ δ´ ἡ ἀμουσία. Ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι· κινεῖται δ´ ἡ φωνὴ καὶ προσπίπτει εἰς τοὺς λείους τόπους καὶ ἀντανακλᾶται, καθάπερ ἐπὶ τῆς σφαίρας τῆς βαλλομένης εἰς τοῖχον· ἐν γοῦν ταῖς κατ´ Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται.
καʹ. Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχὴ καὶ τί αὐτῆς τὸ ἡγεμονικόν
[Επεξεργασία]Οἱ Στωικοί φασιν εἶναι τῆς ψυχῆς ἀνώτατον μέρος τὸ ἡγεμονικὸν τὸ ποιοῦν τὰς φαντασίας καὶ συγκαταθέσεις [903b] καὶ αἰσθήσεις καὶ ὁρμάς· καὶ τοῦτο λογισμὸν καλοῦσιν. Ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἑπτὰ μέρη ἐστὶ τῆς ψυχῆς ἐκπεφυκότα καὶ ἐκτεινόμενα εἰς τὸ σῶμα, καθάπερ αἱ ἀπὸ τοῦ πολύποδος πλεκτάναι· τῶν δ´ ἑπτὰ μερῶν τῆς ψυχῆς πέντε μέν εἰσι τὰ αἰσθητήρια, ὅρασις ὄσφρησις ἀκοὴ γεῦσις καὶ ἁφή· ὧν ἡ μὲν ὅρασίς ἐστι πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὀφθαλμῶν, ἀκοὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὤτων, ὄσφρησις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι μυκτήρων [903c] [λεπτῦνον], γεῦσις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι γλώττης, ἁφὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ἐπιφανείας εἰς θίξιν εὐαίσθητον τῶν προσπιπτόντων. Τῶν δὲ λοιπῶν τὸ μὲν λέγεται σπέρμα, ὅπερ καὶ αὐτὸ πνεῦμά ἐστι διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῶν παραστατῶν· τὸ δέ ‘φωνᾶεν’ ὑπὸ τοῦ Ζήνωνος εἰρημένον, ὃ καὶ φωνὴν καλοῦσιν, ἐστὶ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι φάρυγγος καὶ γλώττης καὶ τῶν οἰκείων ὀργάνων. Αὐτὸ δὲ τὸ ἡγεμονικὸν ὥσπερ ἐν κόσμῳ κατοικεῖ ἐν τῇ ἡμετέρᾳ σφαιροειδεῖ κεφαλῇ.
κβʹ. Περὶ ἀναπνοῆς
[Επεξεργασία][903d] Ἐμπεδοκλῆς τὴν πρώτην ἀναπνοὴν τοῦ πρώτου ζῴου γενέσθαι τῆς 〈μὲν〉 ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τῆς ἔξωθεν] τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων· τὸ δὲ μετὰ τοῦτο ἤδη τοῦ ἐμφύτου θερμοῦ τῇ πρὸς τὸ ἐκτὸς ὁρμῇ τὸ ἀερῶδες ὑπαναθλίβοντος, τὴν ἐκπνοήν, τῇ δ´ εἰς τὸ ἐντὸς ἀνθυποχωρήσει τῷ ἀερώδει τὴν ἀντεπείσοδον παρεχομένου, τὴν [903e] εἰσπνοήν. Τὴν δὲ νῦν κατέχουσαν φερομένου τοῦ αἵματος ὡς πρὸς τὴν ἐπιφάνειαν καὶ τὸ ἀερῶδες διὰ τῶν ῥινῶν ταῖς ἑαυτοῦ ἐπιρροίαις ἀναθλίβοντος κατὰ τὴν ἐκχώρησιν αὐτοῦ γίνεσθαι τὴν ἐκπνοήν, παλινδρομοῦντος δὲ καὶ τοῦ ἀέρος ἀντεπεισιόντος εἰς τὰ διὰ τοῦ αἵματος ἀραιώματα τὴν εἰσπνοήν. Ὑπομιμνήσκει δ´ αὐτὸ 〈τὸ〉 ἐπὶ τῆς κλεψύδρας.
Ἀσκληπιάδης τὸν μὲν πνεύμονα χώνης δίκην συνίστησιν, αἰτίαν δὲ τῆς ἀναπνοῆς τὴν ἐν τῷ θώρακι λεπτομέρειαν ὑποτίθεται, πρὸς ἣν τὸν ἔξωθεν ἀέρα ῥεῖν τε καὶ φέρεσθαι παχυμερῆ ὄντα, πάλιν δ´ ἀπωθεῖσθαι μηκέτι τοῦ θώρακος οἵου τ´ ὄντος μήτ´ ἐπεισδέχεσθαι μήθ´ ὑποστέγειν· [903f] ὑπολειπομένου δέ τινος ἐν τῷ θώρακι λεπτομεροῦς ἀεὶ βραχέος (οὐ γὰρ ἅπαν ἐκκρίνεται), πρὸς τοῦτο πάλιν τὸ εἴσω ὑπομένον 〈τὴν〉 βαρύτητα τοῦ ἐκτὸς ἀντεπεισφέρεσθαι. Ταῦτα δὴ ταῖς σικύαις παρεικάζει· τὴν δὲ κατὰ προαίρεσιν ἀναπνοὴν γίνεσθαί φησι συναγομένων τῶν ἐν τῷ πνεύμονι λεπτοτάτων πόρων καὶ τῶν βραγχίων στενουμένων· τῇ γὰρ ἡμετέρᾳ ταῦθ´ ὑπακούει προαιρέσει.
Ἡρόφιλος δυνάμεις ἀπολείπει περὶ τὰ σώματα τὰς κινητικὰς ἐν νεύροις ἐν ἀρτηρίαις ἐν μυσί· τὸν οὖν πνεύμονα νομίζει μόνον ὀρέγεσθαι διαστολῆς τε καὶ συστολῆς [904a] φυσικῶς· εἶτα δὲ καὶ τἆλλα. Ἐνέργειαν μὲν 〈οὖν〉 εἶναι τοῦ πνεύμονος τὴν ἔξωθεν τοῦ πνεύματος ὁλκήν· ὑπὸ δὲ τῆς πληρώσεως τῆς θύραθεν γινομένης † ἐφέλκεται †· [παρακειμένως δὲ διὰ τὴν δευτέραν ὄρεξιν] ἐφ´ αὑτὸν ὁ θώραξ τὸ πνεῦμα μετοχετεύει, πληρωθεὶς δὲ καὶ μηκέτι ἐφέλκεσθαι δυνάμενος πάλιν εἰς τὸν πνεύμονα τὸ περιττὸν ἀντιμεταρρεῖ, δι´ οὗ πρὸς τὰ ἐκτὸς τὰ τῆς ἀποκρίσεως γίνεται, τῶν σωματικῶν μερῶν ἀντιπασχόντων ἀλλήλοις. Ὅτε μὲν γὰρ διαστολὴ 〈ὅτε δὲ συστολὴ〉 γίνεται πνεύμονος, ταῖς ἀλλήλων ἀντιμεταλήψεσι πληρώσεώς τε καὶ κενώσεως γινομένης, ὡς τέσσαρας μὲν γίνεσθαι κινήσεις περὶ τὸν πνεύμονα, τὴν μὲν πρώτην καθ´ ἣν ἔξωθεν ἀέρα δέχεται, [904b] τὴν δὲ δευτέραν καθ´ ἣν τοῦθ´ ὅπερ ἐδέξατο θύραθεν ἐντὸς αὑτοῦ πρὸς τὸν θώρακα μεταρρεῖ, τὴν δὲ τρίτην καθ´ ἣν τὸ ἀπὸ τοῦ θώρακος συστελλόμενον αὖθις εἰς αὑτὸν ἐκδέχεται, τὴν δὲ τετάρτην καθ´ ἣν τὸ ἐξ ὑποστροφῆς ἐν αὐτῷ γινόμενον θύραζε ἐξερᾷ. Τούτων δὲ τῶν κινήσεων δύο μὲν εἶναι διαστολάς, τήν τ´ ἔξωθεν τήν τ´ ἀπὸ τοῦ θώρακος· δύο δὲ συστολάς, τὴν μὲν ὅταν ὁ θώραξ ἐφ´ αὑτὸν τὸ πνευματικὸν ἑλκύσῃ, τὴν δ´ ὅταν αὐτὸς εἰς τὸν ἐκτὸς ἀέρα ἀποκρίνῃ· δύο γὰρ μόναι γίνονται περὶ τὸν θώρακα, διαστολὴ μὲν ὅταν ἀπὸ τοῦ πνεύμονος ἐφέλκηται, [904c] συστολὴ δ´ ὅταν τούτῳ πάλιν ἀνταποδιδῷ.
κγʹ. Περὶ παθῶν σωματικῶν καὶ εἰ συναλγεῖ τούτοις ἡ ψυχή
[Επεξεργασία]Οἱ Στωικοὶ τὰ μὲν πάθη ἐν τοῖς πεπονθόσι τόποις, τὰς δ´ αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ.
Ἐπίκουρος καὶ τὰ πάθη καὶ τὰς αἰσθήσεις ἐν τοῖς πεπονθόσι τόποις· τὸ γὰρ ἡγεμονικὸν ἀπαθές.
Στράτων καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὰς αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ οὐκ ἐν τοῖς πεπονθόσι τόποις συνίστασθαι. Ἐν γὰρ ταύτῃ κεῖσθαι τὴν ὑπομονήν, ὥσπερ ἐπὶ τῶν δεινῶν καὶ ἀλγεινῶν καὶ ὥσπερ ἐπὶ τῶν ἀνδρείων καὶ δειλῶν.