Περί των αρεσκόντων τοις φιλοσόφοις φυσικών δογμάτων επιτομής το Ε΄ (Πλούταρχος)

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων ἐπιτομῆς τὸ Ε΄
Συγγραφέας: Πλούταρχος
Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων
Plutarch. Moralia. Gregorius N. Bernardakis. Leipzig. Teubner. 1893. 5.


ΠΕΡΙ ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗΣ ΤΟ Εʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ

Πίνακας περιεχομένων

α΄. Περὶ μαντικῆς[Επεξεργασία]

Πλάτων καὶ οἱ Στωικοὶ τὴν μαντικὴν εἰσάγουσι κατὰ τὸ ἔνθεον, ὅπερ ἐστὶν ἐνθεαστικόν, καὶ τὸ ὀνειροπολικόν. οὗτοι τὰ πλεῖστα μέρη τῆς μαντικῆς ἐγκρίνουσι.

Ξενοφάνης; καὶ Ἐπίκουρος ἀναιροῦσι τὴν μαντικήν.

Πυθαγόρας δὲ μόνον τὸ θυτικὸν οὐκ ἐγκρίνει. [p. 351]

Ἀριστοτέλης καὶ Δικαίαρχος τὸ κατ᾽ ἐνθουσιασμὸν μόνον παρεισάγουσι καὶ τοὺς ὀνείρους, ἀθάνατον μὲν εἶναι οὐ νομίζοντες τὴν ψυχὴν θείου δέ τινος μετέχειν αὐτήν.

β΄. Πῶς ὄνειροι γίνονται[Επεξεργασία]

Δημόκριτος τοὺς ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώλων παραστάσεις.

Στράτων ἀλόγῳ φύσει τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως γινομένης, παρ᾽ αὐτὸ δὲ τοῦτο τῷ γνωστικῷ κινουμένης.

Ἡρόφιλος τῶν ὀνείρων τοὺς μὲν θεοπνεύστους,υς κατ᾽ ἀνάγκην γίνεσθαι τοὺς δὲ φυσικούς, ἀνειδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον αὑτῇ καὶ τὸ πρὸς τούτοις ἐσόμενον: τοὺς δὲ συγκραματικοὺς ἐκ τοῦ αὐτομάτου κατ᾽ εἰδώλων πρόσπτωσιν, ὅταν ἃ βουλόμεθα βλέπωμεν, ὡς ἐπὶ τῶν τὰς ἐρωμένας ὁρώντων ἐν ὕπνῳ γίνεται.

γ΄. Τίς ἡ οὐσία τοῦ σπέρματος[Επεξεργασία]

Ἀριστοτέλης. Σπέρμα ἐστὶ τὸ δυνάμενον κινεῖν ἐν ἑαυτῷ εἰς τὸ ἀποτελέσαι τι τοιοῦτον, οἷόν ἐστι τὸ ἐξ οὗ συνεκρίθη. [p. 352]

Πυθαγόρας ἀφρὸν τοῦ χρηστοτάτου αἵματος τὸ σπέρμα, περίττωμα τῆς τροφῆς, ὥσπερ τὸ αἷμα καὶ μυελόν.

Ἀλκμαίων ἐγκεφάλου μέρος

Πλάτων μυελοῦ τοῦ νωτιαίου ἀπόρροιαν.

Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα.

Δημόκριτος ἀφ᾽ ὅλων τῶν σωμάτων καὶ τῶν κυριωτάτων μερῶν, οἷον ὀστῶν σαρκῶν καὶ ἰνῶν.

δ΄. Εἰ σῶμα τὸ σπέρμα[Επεξεργασία]

Λεύκιππος καὶ Ζήνων σῶμα: ψυχῆς γὰρ εἶναι ἀπόσπασμα.

Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον μὲν εἶναι τὴν δύναμιν τοῦ σπέρματος ὥσπερ νοῦν τὸν κινοῦντα, σωματικὴν δὲ τὴν ὕλην τὴν προχεομένην.

Στράτων καὶ Δημόκριτος καὶ τὴν δύναμιν σῶμα πνευματικὴ γάρ.

ε΄. Εἰ καὶ αἱ θήλειαι προΐενται σπέρμα[Επεξεργασία]

Πυθαγόρας Ἐπίκουρος Δημόκριτος καὶ τὸ θῆλυ προΐεσθαι σπέρμα: ἔχει γὰρ παραστάτας ἀπεστραμμένους διὰ τοῦτο καὶ ὄρεξιν ἔχει παρὰ τὰς χρήσεις

Ἀριστοτέλης καὶ Ζήνων ὕλην μὲν ὑγρὰν προΐεσθαι οἱονεὶ ἀπὸ τῆς συγγυμνασίας ἱδρῶτας, οὐ μὴν σπέρμα πεπτικόν.

ἵππων προΐεσθαι μὲν σπέρμα τὰς θηλείας οὐχ ἣκιστα τῶν ἀρρένων, μὴ μέντοι εἰς ζῳογονίαν [p. 353] τοῦτο συμβάλλεσθαι διὰ τὸ ἐκτὸς πίπτειν τῆς ὑστέρας: ὅθεν ἐνίας προΐεσθαι πολλάκις δίχα τῶν ἀνδρῶν σπέρμα, καὶ μάλιστα τὰς χηρευούσας. καὶ εἶναι τὰ μὲν ὀστᾶ παρὰ τοῦ ἄρρενος τὰς δὲ σάρκας παρὰ τῆς θηλείας.

ς΄. Πῶς αἱ συλλήψεις γίνονται[Επεξεργασία]

Ἀριστοτέλης τὰς μὲν συλλήψεις γίνεσθαι προανελκομένης μὲν ὑπὸ τῆς καθάρσεως τῆς μήτρας, τῶν δὲ, καταμηνίων συνεπισπωμένων ἀπὸ τοῦ παντὸς ὄγκου μέρος τι τοῦ καθαροῦ αἵματος, ᾧ συμβαίνειν τὸν τοῦ ἄρρενος γόνον: μὴ γίνεσθαι δὲ τὰς κυήσεις παρ᾽ ἀκαθαρσίαν τῆς μήτρας ἢ ἐμπνευμάτωσιν ἢ φόβον ἢ λύπην ἢ ἀσθένειαν τῶν γυναικῶν ἢ δι᾽ ἀτονίαν τῶν ἀνδρῶν,

ζ΄. Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα[Επεξεργασία]

Ἐμπεδοκλῆς ἄρρενα καὶ θήλεα γίνεσθαι παρὰ θερμότητα καὶ ψυχρότητα ὅθεν ἱστορεῖται τοὺς μὲν πρώτους ἄρρενας πρὸς ἀνατολῇ καὶ μεσημβρίᾳ γεγενῆσθαι μᾶλλον ἐκ τῆς γῆς, τὰς δὲ θηλείας πρὸς ταῖς ἄρκτοις.

Παρμενίδης ἀντιστρόφως: τὰ μὲν πρὸς ταῖς ἄρκτοις ἄρρενα βλαστῆσαι, τοῦ γὰρ πυκνοῦ μετέχειν πλείονος: τὰ δὲ πρὸς ταῖς μεσημβρίαις θήλεα παρὰ τὴν ἀραιότητα. [p. 354]

Ἱππῶναξ παρὰ τὸ συνεστὼς καὶ ἰσχυρὸν ἢ πσρὰ τὸ ῥευστικόν τε καὶ ἀσθενέστερον σπέρμα.

Ἀναξαγόρας Παρμενίδης τὰ μὲν ἐκ τῶν δεξιῶν καταβάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας, τὰ δ᾽ ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά: εἰ δ᾽ ἐναλλαγείη τὰ τῆς καταβολῆς, γίνεσθαι θήλεα.

Λεωφάνης, οὗ μέμνηται Ἀριστοτέλης, τὰ μὲν ἐκ τοῦ δεξιοῦ διδύμου τὰ δ᾽ ἐκ τοῦ ἀριστεροῦ.

Λεύκιππος διὰ τὴν παραλλαγὴν τῶν μορίων, καθ᾽ ἣν ὁ μὲν καυλὸν ἡ δὲ μήτραν ἔχει: τοσοῦτον γὰρ μόνον λέγει.

Δημόκριτος τὰ μὲν κοινὰ μέρη ἐξ ὁποτέρου ἂν τύχῃ, τὰ δ᾽ ἰδιάζοντα καὶ κατ᾽ ἐπικράτειαν.

Ἱππῶναξ, εἰ μὲν ἡ γονὴ κρατήσειεν, ἄρρεν εἰ δ᾽ ἡ τροφή, θῆλυ.

η΄. Πῶς τέρατα γίνεται[Επεξεργασία]

Ἐμπεδοκλῆς τέρατα γίνεσθαι παρὰ πλεονασμὸν σπέρματος ἢ παρ᾽ ἔλλειψιν ἢ παρὰ τὴν τῆς κινήσεως ταραχὴν ἢ παρὰ τὴν εἰς πλείω διαίρεσιν ἢ παρὰ τὸ ἀπονεύειν: οὕτω προειληφὼς φαίνεται σχεδόν τι πάσας τὰς αἰτιολογίας.

Στράτων παρὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ πνευμάτωσιν. [p. 355]

τῶν ἰατρῶν τινες παρὰ τὸ διαστρέφεσθαι τότε τὴν μήτραν ἐμπνευματουμένην.

θ΄. Διὰ τί γυνὴ πολλάκις συνουσιάζουσα οὐ συλλαμβάνει[Επεξεργασία]

Διοκλῆς ὁ ἰατρὸς ἢ παρὰ τὸ μηδ᾽ ὅλως ἐνίας σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος ἢ διὰ τὸ τοιοῦτον, ἐν ᾧ τὸ ζῳοποιητικὸν οὐκ ἔστιν: ἢ διὰ θερμασίας ἢ ψύξεως ἢ ὑγρασίας ἢ ξηρότητος ἔνδειαν ἢ κατὰ παράλυσιν τῶν μορίων.

οἱ δὲ Στωικοὶ κατὰ λοξότητα τοῦ καυλοῦ; μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας.

Ἐρασίστρατος παρὰ τὴν μήτραν, ὅταν τύλους ἔχῃ καὶ σαρκώσεις, ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ: μικροτέρα.

ι΄. Πῶς δίδυμα καὶ τρίδυμα γίνεται[Επεξεργασία]

Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος.

Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφοράν, ὥσπερ τὰς κριθὰς τὰς διστίχους καὶ τριστίχουσ᾽ εἶναι γὰρ σπέρματα γονιμώτατα.

Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις, ὥσπερ ἐπὶ [p. 356] τῶν ἀλόγων ζῴων: ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη , τότε ἐπισύλληψιν δέχεσθαι.

οἱ Στωικοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ τὸ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα.

ια΄. Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις καὶ τῶν προγόνων[Επεξεργασία]

Ἐμπεδοκλῆς ὁμοιότητας γίνεσθαι κατ᾽ ἐπικράτειαν τῶν σπερματικῶν γόνων , ἀνομοιότητας δὲ τῆς ἐν τῷ σπέρματι θερμασίας ἐξατμισθείσης.

Παρμενίδης, ὅταν μὲν ἀπὸ τοῦ δεξιοῦ μέρους τῆς μήτρας ὁ γόνος ἀποκριθῇ, τοῖς πατράσιν : ὅταν δ᾽ ἀπὸ τοῦ ἀριστεροῦ, ταῖς μητράσιν.

οἱ Στωικοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὰ σπέρματα, καὶ τὰς ὁμοιότητας ἀναπλάττεσθαι ἐκ τῶν αὐτῶν γενῶν τοὺς τύπους καὶ τοὺς χαρακτῆρας, ὥσπερ ἂν εἰ ζῳγράφον ἀπὸ τῶν ὁμοίων χρωμάτων εἰκόνα τοῦ βλεπομένου. προΐεσθαι δὲ καὶ τὴν γυναῖκα σπέρμα: κἂν μὲν ἐπικρατήσῃ τὸ τῆς γυναικός, ὅμοιον εἶναι τὸ γεννώμενον τῇ μητρί: ἐὰν δὲ τὸ τοῦ ἀνδρός, τῷ πατρί. [p. 357]

ιβ΄. Πῶς ἄλλοις γίνονται ὅμοιοι οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσιν[Επεξεργασία]

οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ ἐκ τοῦ αὐτομάτου, ὅταν διαψυχθῇ τὸ σπέρμα καὶ τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός, ἀνόμοια γίνεσθαι τὰ παιδία.

Ἐμπεδοκλῆς τῇ κατὰ τὴν σύλληψιν φαντασίᾳ τῆς γυναικὸς μορφοῦσθαι τὰ βρέφη: πολλάκις γὰρ ἀνδριάντων καὶ εἰκόνων ἠράσθησαν γυναῖκες, καὶ ὅμοια τούτοις ἀπέτεκον.

οἱ Στωικοὶ συμπαθείᾳ τῆς διανοίας κατὰ ῥευμάτων εἰσκρίσεις καὶ ἀκτίνων οὐκ εἰδώλων γίνεσθαι τὰς ἄλλων ὁμοιότητας.

ιγ΄. Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες[Επεξεργασία]

οἱ ἰατροὶ στεῖραι γίνεσθαι παρὰ τὴν μήτραν ἢ παρὰ τὸ πυκνοτέραν εἶναι ἢ παρὰ τὸ ἀραιοτέραν ἢ παρὰ τὸ σκληροτέραν ἢ παρά τινας ἐπιπωρώσεις ἢ σαρκώσεις ἢ παρὰ μικροθυμίαν ἢ παρ᾽ ἀτροφίαν ἢ παρὰ καχεξίαν ἢ παρὰ τὸ διαστρέφεσθαι τὸν σχηματισμὸν ἢ διὰ παρασπασμόν.

Διοκλῆς ἀγόνους τοὺς ἄνδρας ἢ παρὰ τὸ μηδ᾽ ὅλως ἐνίους σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος: ἢ παρὰ τὸ ἄγονον εἶναι. τὸ σπέρμα ἢ [p. 358] κατὰ παράλυσιν τῶν μορίων ἢ κατὰ λοξότητα τοῦ καυλοῦ, μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν, ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων πρὸς τὴν ἀπόστασιν τῆς μήτρας

οἱ Στωικοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας: αἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπ᾽ ἀλλήλων συνελθεῖν δ᾽ ἑτέροις ὁμοφύλοις, συνεκράθη τὸ κατὰ φύσιν καὶ βρέφος τελεσιουργεῖται.

ιδ΄. Διὰ τί αἱ ἡμίονοι στεῖραι[Επεξεργασία]

Ἀλκμαίων τῶν ἡμιόνων τοὺς μὲν ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς θορῆς ἢ ψυχρότητα τὰς δὲ θηλείας παρὰ τὸ μὴ ‘ἀναχάσκειν’ τὰς μήτρας, οὕτω γὰρ αὐτὸς εἴρηκεν.

Ἐμπεδοκλῆς διὰ τὴν σμικρότητα καὶ ταπεινότητα καὶ στενότητα τῆς μήτρας, κατεστραμμένως προσπεφυκυίας τῇ γαστρί, μήτε τοῦ σπέρματος; εὐθυβολοῦντος εἰς αὐτὴν μήτε, εἰ καὶ φθάσειεν, αὐτῆς ἐκδεχομένης.

Διοκλῆς δὲ μαρτυρεῖ αὐτῷ λέγων: ἐν ταῖς ἀνατομαῖς πολλάκις ἑωράκαμεν τοιαύτην μήτραν τῶν ἡμιόνων: καὶ ἐνδέχεσθαι διὰ τοιαύτας αἰτίας καὶ τὰς γυναῖκας εἶναι στείρας. [p. 359]

ιε΄. Εἰ τὸ ἔμβρυον ζῷον[Επεξεργασία]

Πλάτων ζῷον τὸ ἔμβρυον καὶ γὰρ κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι καὶ αὔξεσθαι.

οἱ Στωικοὶ μέρος εἶναι αὐτὸ τῆς γαστρί οὐ ζῷον: ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους ἀπορρεῖν, οὕτω καὶ τὸ ἔμβρυον.

Ἐμπεδοκλῆς μὴ εἶναι μὲν ζῷον τὸ ἔμβρυον ἀλλ᾽ ἔμπνουν ὑπάρχειν ἐν τῇ γαστρί: πρώτην δ᾽ ἀναπνοὴν τοῦ ζῴου γίνεσθαι κατὰ τὴν ἀποκύησιν, τῆς μὲν ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων.

Διογένης γεννᾶσθαι μὲν τὰ βρέφη ἄψυχα ἐν θερμασίᾳ δέ: ὅθεν τὸ ἔμφυτον θερμὸν τὸ ψυχρὸν εὐθέως, προχυθέντος τοῦ βρέφους, εἰς τὸν πνεύμονα ἐφέλκεσθαι.

Ἡρόφιλος κίνησιν ἀπολείπει φυσικὴν τοῖς ἐμβρύοις οὐ πνευματικήν: τῆς δὲ κινήσεως αἴτια νεῦρα τότε δὲ ζῷα γίνεσθαι, ὅταν προχυθέντα προσλάβῃ τι τοῦ ἀέρος

ις΄. Πῶς τρέφεται τὰ ἔμβρυα[Επεξεργασία]

Δημόκριτος Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ διὰ τοῦ στόματος τρέφεσθαι : ὅθεν εὐθέως γεννηθὲν [p. 360] ἐπὶ τὸν μαστὸν φέρεσθαι τῷ στόματι: εἶναι γὰρ καὶ ἐν τῇ μήτρᾳ θηλάς τινας καὶ στόματα, δι᾽ ὧν τρέφεται.

Οἱ Στωικοὶ διὰ τοῦ. χορίου καὶ τοῦ ὀμφαλοῦ ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς.

Ἀλκμαίων δι᾽ ὅλου τοῦ σώματος τρέφεσθαι ἀναλαμβάνειν γὰρ . αὐτῷ ὥσπερ σπογγιά τὰ ἀπὸ τῆς τροφῆς θρεπτικά.

ιζ΄. Τί πρῶτον τελεσιουργεῖται ἐν τῇ γαστρί[Επεξεργασία]

Οἱ Στωικοὶ ἅμα ὅλον γίνεσθαι.

Ἀριστοτέλης πρῶτον τὴν ὀσφὺν ὡς τρόπιν νεώς.

Ἀλκμαίων τὴν κεφαλήν, ἐν ἔστι τὸ ἡγεμονικόν.

Οἱ ἰατροὶ τὴν καρδίαν, ἐν ᾗ αἱ φλέβες καὶ αἱ ἀρτηρίαι.

Οἱ δὲ τὸν μέγαν δάκτυλον τοῦ ποδός ἄλλοι δὲ τὸν ὀμφαλόν.

ιη΄. Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα[Επεξεργασία]

Ἐμπεδοκλῆς, ὅτε ἐγεννᾶτο τὸ τῶν ἀνθρώπων γένος ἐκ τῆς γῆς, τοσαύτην γενέσθαι τῷ μήκει τοῦ χρόνου διὰ τὸ βραδυπορεῖν τὸν ἥλιον τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ δεκάμηνος: προϊόντος δὲ τοῦ χρόνου, τοσαύτην γενέσθαι τὴν ἡμέραν, ὁπόση νῦν [p. 361] ἐστιν ἡ ἑπτάμηνος: διὰ τοῦτο καὶ τὰ δεκάμηνα γόνιμα καὶ τὰ ἑπτάμηνα τῆς φύσεως τοῦ κόσμου οὕτω μεμελετηκυίας, αὔξεσθαι ἐν μιᾷ ἡμέρᾳ ᾗ τίθεται νυκτὶ τὸ βρέφος.

Τίμαιος δ᾽ οὐ δώδεκα μῆνάς φησιν, ἐννέα δὲ νομίζεσθαι παρὰ τὰς ἐπισχέσεις τῶν μηνιαίων τῆς πρώτης συλλήψεως: οὕτω καὶ τὰ ἑπτάμηνα νομίζεσθαι, οὐκ ὄντα ἑπτάμηνα ἔγνω τε γὰρ καὶ μετὰ τὴν σύλληψιν πόσαι καθάρσεις.

Πόλυβος Διοκλῆς οἱ Ἐμπειρικοὶ καὶ τὸν ὄγδοον μῆνα ἴσασι γόνιμον, ἀτονώτερον δέ πως τῷ πολλάκις διὰ τὴν ἀτονίαν πολλοὺς φθείρεσθαι καθολικώτερον δὲ μηδένα βούλεσθαι τὰ ὀκτάμηνα τρέφειν, γεγενῆσθαι δὲ πολλοὺς ὀκταμηνιαίους ἄνδρας

ὁ δ᾽ Ἀριστοτέλης καὶ Ἱπποκράτης φασίν, ἐὰν ἐκπληρωθῇ ἡ μήτρα ἐν τοῖς ἑπτὰ μησί, τότε προκύπτειν καὶ γεννᾶσθαι γόνιμα: ἐὰν δὲ προκύψῃ μὲν μὴ τρέφηται δέ, ἀσθενοῦντος τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτῷ γεγενῆσθαι τὸ κύημα ,: τότε τὸ ἔμβρυον ἄτροφον εἶναι ἐὰν δὲ μείνῃ τοὺς ἐννέα μῆνας ἐν τῇ μήτρᾳ, προκῦψαν τότε ὁλόκληρόν ἐστι.

Πόλυβος ἑκατὸν ὀγδοήκοντα δύο καὶ ἥμισυ ἡμέρας γίνεσθαι εἰς τὰ γόνιμα: εἶναι γὰρ ἑξάμηνον, [p. 362] ὅτι καὶ τὸν ἥλιον ἀπὸ τροπῶν ἐν τοσούτῳ χρόνῳ παραγίνεσθαι λέγεσθαι δ᾽ ἑπταμηνιαίους διὰ τὸ τὰς ἐλλειπούσας ἡμέρας τούτου τοῦ μηνὸς ἐν τῷ ἑπτὰ προσλαμβάνεσθαι: τὰ δ᾽ ὀκταμηνιαῖα μὴ ζῆν, ὅταν προκύψῃ μὲν τῆς μήτρας τὸ βρέφος, ἐπὶ πλέον δ᾽ ὁ ὀμφαλὸς βασανισθῇ: ἄτροφος γὰρ γίνεται ὡς τοῦ τρέφοντος αἴτιος.

οἱ δὲ μαθηματικοὶ τοὺς ὀκτὼ μῆνας ἀσυνδέτους φασὶν εἶναι πάσης γενέσεως, τοὺς δ᾽ ἑπτὰ συνδετικούς: τὰ δ᾽ ἀσύνδετα ζῴδιά ἐστιν, ἐὰν τῶν οἰκοδεσποτούντων ἀστέρων τυγχάνῃ : ἐὰν γάρ τις τούτων τὴν ζωὴν καὶ τὸν βίον κληρώσηται, δυστυχεῖς καὶ ἀχρόνους σημαίνει ἀσύνδετα δ᾽ ἐστὶ ζῴδια ὀκτὼ ἀριθμούμενα, οἷον κριὸς πρὸς σκορπίον ἀσύνδετος, ταῦρος πρὸς τοξότην ἀσύνδετος, δίδυμοι πρὸς αἰγόκερων, καρκίνος πρὸς ὑδροχόον, λέων πρὸς ἰχθύας, παρθένος πρὸς κριόν: διὰ τοῦτο καὶ τὰ ἑπτάμηνα ὄντα καὶ δεκάμηνα γόνιμα εἶναι: τὰ δ᾽ ὀκτάμηνα διὰ τὸ ἀσύνδετον τοῦ κόσμου φθείρεσθαι.

ιθ΄. Περὶ ζῴων γενέσεως, πῶς ἐγένοντο ζῷα, καὶ εἰ φθαρτά[Επεξεργασία]

Καθ᾽ οὓς μὲν γενητὸς ὁ κόσμος, γενητὰ τὰ ζῷα καὶ φθαρτὰ εἰσιν. [p. 363]

Οἱ περὶ Ἐπίκουρον, καθ᾽ οὓς ἀγένητος, ἐκ μεταβολῆς τῆς ἀλλήλων γεννᾶσθαι τὰ ζῷα: μέρη γὰρ εἶναι τοῦ κόσμου ταῦτα. ὡς καὶ Ἀναξαγόρας καὶ Εὐριπίδης

θνῄσκει δ᾽ οὐδὲν τῶν γιγνομένων,
διακρινόμενον δ᾽ ἄλλο πρὸς ἄλλο
μορφὰς ἑτέρας ἀπέδειξεν.

Ἀναξίμανδρος ἐν ὑγρῷ γεννηθῆναι τὰ πρῶτα ζῷα, φλοιοῖς: περιεχόμενα ἀκανθώδεσι προβαινούσης δὲ τῆς ἡλικίας ἀποβαίνειν ἐπὶ τὸ ξηρότερον καὶ περιρρηγνυμένου τοῦ φλοιοῦ ἐπ᾽ ὀλίγον χρόνον μεταβιῶναι.

Ἐμπεδοκλῆς τὰς πρώτας γενέσεις τῶν ζῷων᾽καὶ φυτῶν μηδαμῶς ὁλοκλήρους γενέσθαι, ἀσυμφυέσι δὲ τοῖς μορίοις διεζευγμένας, τὰς δὲ δευτέρας συμφυομένων τῶν μερῶν εἰδωλοφανεῖς, τὰς δὲ τρίτας τῶν ἀλληλοφυῶν τὰς δὲ τετάρτας οὐκέτι ἐκ τῶν ὁμοίων οἷον ἐκ γῆς καὶ ὕδατος, ἀλλὰ δι᾽ ἀλλήλων ἤδη, τοῖς μὲν πυκνωθείσης τῆς τροφῆς, τοῖς δὲ. καὶ τῆς εὐμορφίας τῶν γυναικῶν ἐπερεθισμὸν τοῦ σπερματικοῦ κινήματος ἐμποιησάσης. τῶν δὲ ζῴων πάντων τὰ γένη διακριθῆναι διὰ τὰς ποιὰς [p. 364] κράσεις τὰ μὲν οἰκειότερα εἰς τὸ ὕδωρ τὴν ὁρμὴν ἔχειν, τὰ δ᾽ εἰς ἀέρα ἀναπνεῖν, ὅσ᾽ ἂν πυρῶδες ἔχῃ τὸ πλέον, τὰ δὲ βαρύτερα ἐπὶ τὴν γῆν, τὰ δ᾽ ἰσόμοιρα τῇ κράσει πᾶσι τοῖς θώραξι πεφωνηκέναι.

κ΄. Πόσα γένη ζῴων καὶ εἰ πάντα αἰσθητὰ καὶ λογικά[Επεξεργασία]

ἔστι πραγματεία Ἀριστοτέλους, ἐν ᾗ τέσσαρα γένη ζῴων φησί, χερσαῖα ἔνυδρα πτηνὰ οὐράνια καὶ γὰρ τὰ ἄστρα :. ζῷα λέγεσθαι καὶ τὸν κόσμον καὶ τῶν γηΐνων ζῷον λογικὸν ἀθάνατον.

Δημόκριτος Ἐπίκουρος τὰ οὐράνια

Ἀναξαγόρας πάντα τὰ ζῷα λόγον ἔχειν τὸν ἐνεργητικόν, τὸν δ᾽ οἱονεὶ νοῦν μὴ ἔχειν τὸν παθητικόν τὸν, λεγόμενον τοῦ νοῦ ἑρμηνέα.

Πυθαγόρας Πλάτων λογικὰς μὲν εἶναι καὶ τῶν ἀλόγων ζῴων καλουμένων τὰς ψυχάς, οὐ μὴν λογικῶς ἐνεργούσας παρὰ τὴν δυσκρασίαν τῶν σωμάτων καὶ τὸ μὴ ἔχειν τὸ φραστικόν, ὥσπερ ἐπὶ τῶν πιθήκων καὶ τῶν κυνῶν ωοοῦσι μὲν γὰρ οὗτοι οὐ φράζουσι δέ. [p. 365]

Διογένης μετέχειν μὲν αὐτὰ τοῦ νοητικοῦ μέρος, διὰ δὲ τὸ τὰ μὲν πυκνότητι τὰ δὲ πλεονασμῷ τῆς ὑγρασίας μήτε διανοεῖσθαι μήτ᾽ αἰσθάνεσθαι, προσφερῶς αὐτὰ διακεῖσθαι τοῖς μεμηνόσι, παραπεπαικότος τοῦ ἡγεμονικοῦ.

κα΄. Ἐν πόσῳ χρόνῳ μορφοῦται τὰ ζῷα ἐν γαστρὶ ὄντα[Επεξεργασία]

Ἐμπεδοκλῆς ἐπὶ μὲν τῶν ἀνθρώπων ἄρχεσθαι τῆς διαρθρώσεως ἀπὸ ἕκτης καὶ τριακοστῆς, τελειοῦσθαι δὲ τοῖς μορίοις ἀπὸ πεντηκοστῆς μιᾶς δεούσης.

Ἀσκληπιάδης; ἐπὶ μὲν τῶν ἀρρένων διὰ τὸ θερμότερα εἶναι τὴν διάρθρωσιν γίνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς: πολλάκις δὲ καὶ ἐνδοτέρω πληροῦσθαι δ᾽ ἐντὸς τῆς πεντηκοστῆς τοῖς μορίοις: ἐπὶ δὲ τῶν θηλυκῶν ἐν διμήνῳ διαρθροῦσθαι ἐν τετραμήνῳ δὲ τελειοῦσθαι διὰ ἐνδεῖν τοῦ θερμοῦ: τὰ: δὲ τῶν ἀλόγων ζῴων ὁλοτελῆ παρὰ τὰς συγκράσεις τῶν στοιχείων.

κβ΄. Ἐκ ποίων συνίσταται στοιχείων ἕκαστον τῶν ἐν ἡμῖν γενικῶν μορίων[Επεξεργασία]

Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γεννᾶσθαι ἐκ τῶν ἴσων τῇ κράσει τεττάρων στοιχείων τὰ δὲ νεῦρα [p. 366] πυρὸς καὶ γῆς, ὕδατι διπλασίονι μιχθέντων τοὺς δ᾽ ὄνυχας τοῖς ζῴοις γεννᾶσθαι, τῶν νεύρων καθὸ τῷ ἀέρι συνέτυχε περιψυχθέντων: ὀστᾶ δὲ δυεῖν μὲν ὕδατος καὶ τῆς ἔσω γῆς, τεττάρων δὲ πυρὸς καὶ γῆς τοσούτων συγκραθέντων μερῶν ἱδρῶτα δὲ καὶ δάκρυον γίνεσθαι τοῦ σωματικοῦ οὕτως ... .

κγ΄. Πότε καὶ πῶς ἄρχεται ὁ ἄνθρωπος τῆς τελειότητος[Επεξεργασία]

Ἡράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀρρός: τὰ γὰρ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ, σπέρματα, ἀτελῆ δ᾽ ἐστὶν ἄγονα καὶ ἄκαρπα ὄντα: τέλειος οὖν τότε ἄνθρωπος. περὶ δὲ τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν.

κδ΄. Πῶς ὕπνος γίνεται καὶ θάνατος[Επεξεργασία]

Ἀλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς αἱμόρρους φλέβας ὕπνον γίνεσθαί φησι, τὴν δ᾽ [p. 367] ἐξέγερσιν διαχύσει, τῇ δὲ παντελεῖ ἀναχωρήσει θάνατον.

Ἐμπεδοκλῆς τὸν μὲν ὕπνον καταψύξει τοῦ ἐν τῷ αἵματι θερμοῦ συμμέτρῳ γίνεσθαι, τῆ δὲ παντελεῖ θάνατον.

Διογένης, εἰ ἐπὶ πᾶν τὸ αἷμα διαχεόμενον πληρώσει μὲν τὰς φλέβας τὸν δ᾽ ἐν αὐταῖς περιεχόμενον ἀέρα ὤσει εἰς τὰ στέρνα καὶ τὴν ὑποκειμένην γαστέρα, ὕπνον γεγενῆσθαι καὶ θερμότερον ὑπάρχειν τὸν θώρακα ἐὰν δ᾽ ἅπαν τὸ ἀερῶδες ἐκ τῶν φλεβῶν ἐκλίπῃ, θάνατον συντυγχάνειν.

Πλάτων οἱ Στωικοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος οὐ κατ᾽ ἀναχαλασμόν, καθάπερ ἐπὶ τῆς γῆς, φερομένου δ᾽ ὡς ἐπὶ τὸ ἡγεμονικὸν μεσόφρυον : ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος, τότε γεγενῆσθαι θάνατον.

κε΄. Ποτέρου ἐστὶν ὕπνος καὶ θάνατος, ψυχῆς ἢ σώματος[Επεξεργασία]

Ἀριστοτέλης κοινὸν μὲν τὸν ὕπνον σώματος καὶ ψυχῆς: αἴτιον δ᾽ αὐτῷ τὸ ἀναθυμιαθὲν ὑγρὸν: [p. 368] ἀπὸ τοῦ θώρακος εἰς τοὺς περὶ τὴν κεφαλὴν τόπους ἐκ τῆς ὑποκειμένης τροφῆς ἢ τὸ ἐν τῇ καρδίᾳ περιψυχθὲν θερμόν: τὸν δὲ θάνατον εἶναι παντελῆ κατάψυξιν : θάνατον δ᾽ εἶναι μόνου τοῦ σώματος οὐ ψυχῆς ταύτης γὰρ οὐχ ὑπάρχει θάνατος.

Ἀναξαγόρας κατὰ κόπον τῆς σωματικῆς ἐνεργείας γίνεσθαι τὸν ὕπνον σωματικὸν γὰρ εἶναι τὸ πάθος οὐ ψυχικόν: εἶναι δὲ καὶ ψυχῆς θάνατον τὸν διαχωρισμόν.

Λεύκιππος οὐ μόνον σώματος γίνεσθαι, ἀλλὰ κράσει τοῦ λεπτομεροῦς πλείονι τῆς ἐκκράσεως τοῦ ψυχικοῦ θερμοῦ, τὸν πλεονασμὸν αἴτιον θανάτου: ταῦτα δ᾽ εἶναι πάθη σώματος οὐ ψυχῆς.

Ἐμπεδοκλῆς τὸν θάνατον γεγενῆσθαι διαχωρισμὸν τοῦ πυρώδους καὶ γεώδους, ἐξ ὧν ἡ σύγκρισις τῷ ἀνθρώπῳ συνεστάθη: ὥστε κατὰ τοῦτο κοινὸν εἶναι τὸν θάνατον σώματος καὶ ψυχῆς: ὕπνον δὲ γίνεσθαι διαχωρισμὸν τοῦ πυρώδους

κς΄. Πῶς ηὐξήθη τὰ φυτὰ καὶ εἰ ζῷα[Επεξεργασία]

Πλάτων Ἐμπεδοκλῆς καὶ τὰ φυτὰ ἔμψυχα ζῷα: φανερὸν δὲ καὶ ἀπὸ τοῦ σαλεύεσθαι καὶ ἐντετα [p. 369] μένους ἔχειν τοὺς κλάδους καὶ ἐν ταῖς ἐπαναγωγαῖς εἴκειν καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνανέλκειν βάρη.

Ἀριστοτέλης ἔμψυχα μὲν οὐ μὴν ζῷα τὰ γὰρ ζῷα ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ καὶ λογικά.

οἱ Στωικοὶ δὲ καὶ οἱ Ἐπικούρειοι οὐκ ἔμψυχα τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, τινὰ δὲ καὶ λογικῆς: τὰ δὲ φυτὰ αὐτομάτως πως κεκινῆσθαι οὐ διὰ ψυχῆς.

Ἐμπεδοκλῆς πρῶτα τὰ δένδρα τῶν ζῴων ἐκ γῆς ἀναδῦναί φησι, πρὶν τὸν ἥλιον περιαπλωθῆναι καὶ πρὶν ἡμέραν καὶ νύκτα διακριθῆναι διὰ δὲ συμμετρίαν τῆς κράσεως τὸν τοῦ ἄρρενος καὶ τοῦ θήλεος περιέχειν λόγον: αὔξεσθαι δ᾽ ὑπὸ τοῦ ἐν τῇ γῇ θερμοῦ διαιρουμένου, ὥστε γῆς εἶναι μέρη, καθάπερ καὶ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς μήτρας μέρη: τοὺς δὲ καρποὺς περιττώματα εἶναι τοῦ ἐν τοῖς φυτοῖς ὕδατος καὶ πυρός: καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα τὸ ὑγρόν, ἐξικμαζομένου αὐτοῦ τῷ θέρει, φυλλορροεῖν, τὰ δὲ πλεῖον παραμένειν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας καὶ τοῦ φοίνικος τὰς δὲ διαφορὰς τῶν χυμῶν παραλλαγὰς τῆς πολυμερείας [p. 370] καὶ τῶν φυτῶν γίνεσθαι, διαφόρους ἐχόντων τὰς ἀπὸ τοῦ τρέφοντος ὁμοιομερείας, ὥσπερ ἐπὶ τῶν ἀμπέλων: οὐ γὰρ αἱ διαφοραὶ τούτων χρηστικὸν οἶνον ποιοῦσιν, ἀλλ᾽ αἱ τοῦ τρέφοντος ἐδάφους.

κζ΄. Περὶ τροφῆς καὶ αὐξήσεως[Επεξεργασία]

Ἐμπεδοκλῆς τρέφεσθαι μὲν τὰ ζῷα διὰ τὴν ὑπόστασιν τοῦ οἰκείου, αὔξεσθαι δὲ διὰ τὴν παρουσίαν τοῦ θερμοῦ, μειοῦσθαι δὲ καὶ φθίνειν διὰ τὴν ἔκλειψιν ἑκατέρων: τοὺς δὲ νῦν ἀνθρώπους τοῖς πρώτοις συμβαλλομένους βρεφῶν ἐπέχειν τάξιν.

Ἀναξαγόρας τρέφεσθαι μὲν

κη΄. Πόθεν αἱ ὀρέξεις γίνονται τοῖς ζῴοις καὶ αἱ ἡδοναί[Επεξεργασία]

Ἐμπεδοκλῆς τὰς μὲν ὀρέξεις γίνεσθαι τοῖς ζῴοις κατὰ τὰς ἐλλείψεις τῶν ἀποτελούντων ἕκαστον στοιχείων, τὰς δ᾽ ἡδονὰς ἐξ ὑγροῦ καὶ τὰς τῶν κινδύνων καὶ ὁμοίων κινήσεις, τὰς δ᾽ ὀχλήσεις καὶ τὰς

κθ΄. Πῶς γίνεται πυρετός, καὶ εἰ ἐπιγέννημά ἐστι[Επεξεργασία]

Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν οὕτως: πυρετὸς ἐστι κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ [p. 371] τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον: καθάπερ γὰρ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δ᾽ ἐμπνέοντος βιαίου παρὰ φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τῶν πνευμάτων, πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα, ἀρέσκει δ᾽ αὐτῷ καὶ ἐπιγέννημα εἶναι ὁ πυρετὸς...

Διοκλῆς δέ φησιν: ὄψις ἀδήλων τὰ φαινόμενα ἐστι δέ, οἷς φαινομένοις ὁρᾶται ὁ πυρετὸς ἐπιγενόμενος, τραύματα καὶ φλεγμοναὶ καὶ βουβῶνες.

λ΄. Περὶ ὑγείας καὶ νόσου καὶ γήρως[Επεξεργασία]

Ἀλκμαίων τῆς μὲν ὑγείας εἶναι συνεκτικὴν τὴν ἰσονομίαν τῶν δυνάμεων, ὑγροῦ ξηροῦ ψυχροῦ θερμοῦ πικροῦ γλυκέος καὶ τῶν λοιπῶν: τὴν δ᾽ ἐν αὐτοῖς μοναρχίαν νόσου ποιητικήν: φθοροποιὸν γὰρ ἑκατέρου μοναρχία: καὶ νόσων αἰτία, ὡς μὲν ὑφ᾽ ἧς, ὑπερβολῇ θερμότητος ἢ ψυχρότητος: ὡς δ᾽ ἐξ ἧς, διὰ πλῆθος ἢ ἔνδειαν: ὡς δ᾽ ἐν οἷς, ἢ αἷμα [p. 372] ἐνδέον ἢ ἐγκέφαλος: τὴν δὲ ὑγείαν τὴν σύμμετρον τῶν ποιῶν κρᾶσιν.

Διοκλῆς πλείστας τῶν νόσων δι᾽ ἀνωμαλίαν τῶν ἐν τῷ σώματι στοιχείων καὶ τοῦ καταστήματος

Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ δι᾽ ἀπεψίας καὶ φθοράν, τὴν δ᾽ εὐταξίαν καὶ αὐτάρκειαν εἶναι ὑγείαν.

οἱ Στωικοὶ συμφώνως τὸ γῆρας γεγενῆσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν οἱ γὰρ αὐτοὶ πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν.

Ἀσκληπιάδης Αἰθίοπάς φησι ταχέως γηράσκειν ἐτῶν τριάκοντα διὰ τὸ ὑπερθερμαίνεσθαι τὰ σώματα ὑπὸ τοῦ ἡλίου διαφλεχθέντας: ἐν Βρεττανίᾳ ἑκατὸν εἴκοσιν ἐτῶν γηρᾶν διὰ τὸ κατεψῦχθαι μὲν τοὺς τόπους, ἐν ἑαυτοῖς δὲ στέγειν τὸ πυρῶδες: τὰ μὲν γὰρ τῶν Αἰθιόπων σώματά εἰσιν ἀραιότερα διὰ τὸ ἀναχαλᾶσθαι ὑπὸ τοῦ ἡλίου, τὰ δ᾽ ὑπὸ τῶν ἄρκτων πυκνά, διὰ τοῦτο οὖν καὶ πολυχρόνια.