Περί των αρεσκόντων τοις φιλοσόφοις φυσικών δογμάτων επιτομής το Γ΄ (Πλούταρχος)
←Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων ἐπιτομῆς τὸ Β΄ | Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων ἐπιτομῆς τὸ Γ΄ Συγγραφέας: Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων |
Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων ἐπιτομῆς τὸ Δ΄→ |
- ΠΕΡΙ ΤΩΝ ΑΡΕΣΚΟΝΤΩΝ ΦΙΛΟΣΟΦΟΙΣ ΦΥΣΙΚΩΝ ΔΟΓΜΑΤΩΝ ΕΠΙΤΟΜΗΣ ΤΟ Γʹ, ΕΝ ΩΙ ΚΕΦΑΛΑΙΑ ΤΑΔΕ
[892e] Περιωδευκὼς ἐν τοῖς προτέροις ἐν ἐπιτομῇ τὸν περὶ τῶν οὐρανίων λόγον, σελήνη δ´ αὐτῶν τὸ μεθόριον, τρέψομαι ἐν τῷ τρίτῳ πρὸς τὰ μετάρσια· ταῦτα δ´ ἐστὶ τὰ ἀπὸ τοῦ κύκλου τῆς σελήνης καθήκοντα μέχρι πρὸς τὴν θέσιν τῆς γῆς, ἥντινα κέντρου τάξιν ἐπέχειν τῇ περιοχῇ τῆς σφαίρας νενομίκασιν. Ἄρξομαι δ´ ἐντεῦθεν.
αʹ. Περὶ τοῦ γαλαξίου κύκλου
[Επεξεργασία]Κύκλος ἐστὶ νεφελοειδὴς ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαινόμενος, διὰ δὲ τὴν λευκόχροιαν γαλαξίας ὀνομαζόμενος.
[892f] Τῶν Πυθαγορείων οἱ μὲν ἔφασαν ἀστέρος εἶναι διάκαυσιν, ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, δι´ οὗ δὲ ἐπέδραμε χωρίου κυκλοτερῶς αὐτὸ καταφλέξαντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ· οἱ δὲ τὸν ἡλιακὸν ταύτῃ φασὶ κατ´ ἀρχὰς γεγονέναι δρόμον. Τινὲς δὲ κατοπτρικὴν εἶναι φαντασίαν τοῦ ἡλίου τὰς αὐγὰς πρὸς τὸν οὐρανὸν ἀνακλῶντος, ὅπερ καὶ ἐπὶ τῆς ἴριδος καὶ ἐπὶ τῶν νεφῶν συμβαίνει.
Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου· τοῦτον γὰρ εἶναι τὸν ἡλιακὸν κύκλον.
Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ ἀραιοῦ μῖγμα γαλακτοειδὲς ἀποτελέσαι χρῶμα.
[893a] Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τοῦτο τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ, ὅταν ὑπὸ τὴν γῆν ὁ ἥλιος γινόμενος μὴ πάντα φωτίζῃ.
Δημόκριτος πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων ἀλλήλοις συναυγασμὸν διὰ τὴν πύκνωσιν.
Ἀριστοτέλης ἀναθυμιάσεως ξηρᾶς ἔξαψιν πολλῆς τε καὶ συνεχοῦς· καὶ οὕτω κόμην πυρὸς ὑπὸ τὸν αἰθέρα κατωτέρω τῶν πλανητῶν.
Ποσειδώνιος πυρὸς σύστασιν ἄστρου μὲν μανοτέραν αὐγῆς δὲ πυκνοτέραν.
βʹ. Περὶ κομητῶν καὶ διᾳττόντων καὶ δοκίδων
[Επεξεργασία][893b] Τῶν ἀπὸ Πυθαγόρου τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ ἀεὶ φαινομένων, διά τινος δ´ ὡρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων· ἄλλοι δ´ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, παραπλησίαν ταῖς κατοπτρικαῖς ἐμφάσεσιν.
Ἀναξαγόρας Δημόκριτος σύνοδον ἀστέρων δυεῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν.
Ἀριστοτέλης τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν.
[893c] Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ, καθάπερ ἐπὶ τῶν λαμπτήρων γίνεται.
Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ μεταρσίου φωτὸς καταυγαζόμενον. Ὁμοίως δ´ αἰτιολογεῖ πωγωνίαν ἅλω δοκίδα κίονα καὶ τὰ συγγενῆ τούτοις, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοί, παρὰ τοὺς τοῦ νέφους ταυτὶ γίνεσθαι σχηματισμούς.
Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου.
Βόηθος ἀέρος ἀνημμένου φαντασίαν.
Διογένης ἀστέρας εἶναι τοὺς κομήτας.
Ἀναξαγόρας τοὺς καλουμένους διᾴττοντας ἀπὸ τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι· διὸ καὶ παραυτίκα σβέννυσθαι.
[893d] Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βιαίαν ἔμπτωσιν σπινθηρίζειν.
Ξενοφάνης πάντα τὰ τοιαῦτα νεφῶν πεπυρωμένων συστήματα ἢ κινήματα.
γʹ. Περὶ βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τε καὶ τυφώνων
[Επεξεργασία]Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ταυτὶ πάντα συμβαίνειν· ὅταν γὰρ περιληφθὲν νέφει παχεῖ βιασάμενον ἐκπέσῃ τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε ἡ μὲν ῥῆξις τὸν ψόφον ἡ δὲ διαστολὴ παρὰ τὴν μελανίαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ.
[893e] Μητρόδωρος, ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν θραύσει τὸν κτύπον ἀποτελεῖ τῇ δὲ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δ´ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ, τοῦ δὲ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν.
Ἀναξαγόρας, ὅταν τὸ θερμὸν εἰς τὸ ψυχρὸν ἐμπέσῃ, τοῦτο δ´ ἐστὶν αἰθέριον μέρος εἰς ἀερῶδες, τῷ μὲν ψόφῳ τὴν βροντὴν ἀποτελεῖ τῷ δὲ παρὰ τὴν μελανίαν τοῦ νεφώδους χρώματι [893f] τὴν ἀστραπήν, τῷ δὲ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν, τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ νεφελομιγεῖ τὸν πρηστῆρα.
Οἱ Στωικοὶ βροντὴν μὲν συγκρουσμὸν νεφῶν, ἀστραπὴν δ´ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔλλαμψιν, πρηστῆρα δὲ νωχελεστέραν.
Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα γίνεσθαι τῆς ξηρᾶς· ὅταν οὖν ἐντύχῃ μὲν τῇ ὑγρᾷ παραβιάζηται δὲ τὴν ἔξοδον, τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον τῆς βροντῆς γίνεσθαι, τῇ δ´ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπήν· πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν συνεφέλκεται, θερμοτέραν μὲν ὁ πρηστὴρ παχυτέραν δ´ ὁ τυφών.
δʹ. Περὶ νεφῶν ὑετῶν χιόνων χαλαζῶν
[Επεξεργασία][894a] Ἀναξιμένης νέφη μὲν γίνεσθαι παχυνθέντος ὅτι πλεῖστον τοῦ ἀέρος, μᾶλλον δ´ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους, χιόνα δ´ ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ παγῇ, χάλαζαν δ´ ὅταν συμπεριληφθῇ τῷ ὑγρῷ πνεῦμά τι.
Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς συνίστασθαι τὰ νέφη.
Ὁ δ´ Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων· στρογγυλαίνεσθαι δὲ τὴν χάλαζαν καὶ τὸν ὑετὸν ἀπὸ τῆς μακρᾶς καταφορᾶς ὑποπεπλασμένον.
εʹ. Περὶ ἴριδος
[Επεξεργασία]Τῶν μεταρσίων παθῶν τὰ μὲν καθ´ ὑπόστασιν γίνεται οἷον ὄμβρος χάλαζα, τὰ δὲ κατ´ ἔμφασιν ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν· αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖσθαι δοκεῖ· ἔστιν οὖν κατ´ ἔμφασιν ἡ ἶρις.
Πλάτων φησὶ Θαύμαντος αὐτὴν γενεαλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην.
- ‘ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσσει’.
διὸ καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχουσαν ἀναρροφεῖν τοὺς ποταμούς.
Πῶς οὖν γίνεται ἶρις; ὁρῶμεν δὴ κατὰ γραμμὰς ἢ κατ´ [894c] εὐθείας ἢ κατὰ καμπύλας ἢ κατ´ ἀνακλωμένας, γραμμὰς ἀδήλους λόγῳ θεωρητὰς καὶ ἀσωμάτους. Κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ διὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων· λεπτομερῆ γὰρ ταῦτα πάντα. Καμπύλας δὲ γραμμὰς καθ´ ὕδατος βλέπομεν γινομένας· κάμπτεται γὰρ ἡ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν τοῦ ὕδατος ὕλην· διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν καμπτομένην ὁρῶμεν. Τρίτος τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα ὡς τὰ κατοπτρικά· ἔστιν οὖν τὸ τῆς ἴριδος πάθος τοιοῦτον. [894d] Δεῖ γὰρ ἐπινοῆσαι τὴν ὑγρὰν ἀναθυμίασιν εἰς νέφος μεταβάλλουσαν, εἶτ´ ἐκ τού〈του〉 κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας νοτιζούσας· ὅταν οὖν ὁ ἥλιος γένηται εἰς δυσμάς, ἀνάγκη πᾶσα ἶριν ἄντικρυς ἡλίου φαίνεσθαι, ὅτε ἡ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε γίνεσθαι τὴν ἶριν. Εἰσὶ δ´ αἱ ῥανίδες οὐ σχήματος μορφή, ἀλλὰ χρώματος· καὶ ἔχει τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ τρίτον κυάνεον καὶ πράσινον. Μήποτ´ οὖν τὸ μὲν φοινίκεον, ὅτι ἡ λαμπρότης τοῦ ἡλίου προσπεσοῦσα καὶ ἡ ἀκραιφνὴς λαμπηδὼν ἀνακλωμένη ἐρυθρὸν ποιεῖ καὶ φοινικοῦν τὸ χρῶμα· τὸ δὲ δεύτερον [894e] μέρος ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας ἁλουργές· ἄνεσις γὰρ τοῦ ἐρυθροῦ τοῦτο. Ἔτι δὲ μᾶλλον ἐπιθολούμενον τὸ διορίζον εἰς τὸ πράσινον μεταβάλλει. Ἔστιν οὖν τοῦτο δοκιμάσαι δι´ ἔργων· εἰ γάρ τις ἄντικρυς τῶν ἡλίου ἀκτίνων λάβῃ ὕδωρ καὶ πυτίσῃ, αἱ δὲ ῥανίδες ἀνάκλασιν πρὸς τὸν ἥλιον λάβωσιν, εὑρήσει γινομένην ἶριν· καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν.
Ἀναξιμένης ἶριν γίνεσθαι κατ´ αὐγασμὸν ἡλίου πρὸς νέφει πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῷ.
[894f] Ἀναξαγόρας ἀνάκλασιν ἀπὸ νέφους πυκνοῦ τῆς ἡλιακῆς περιφεγγείας, καταντικρὺ δὲ τοῦ κατοπτρίζοντος αὐτὴν ἀστέρος διὰ παντὸς ἵστασθαι. Παραπλησίως δὲ αἰτιολογεῖται τὰ καλούμενα παρήλια, γινόμενα δὲ κατὰ τὸν Πόντον.
Μητρόδωρος, ὅταν διὰ νεφῶν ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος κυανίζειν τὴν δ´ αὐγὴν ἐρυθραίνεσθαι.
Ϛʹ. Περὶ ῥάβδων
[Επεξεργασία]Τὰ κατὰ τὰς ῥάβδους καὶ ἀνθηλίους συμβαίνοντα μίξει [895a] τῆς ὑποστάσεως καὶ ἐμφάσεως ὑπάρχει, τῶν μὲν νεφῶν ὁρωμένων, οὐ κατ´ οἰκεῖον δὲ χρῶμα, ἀλλ´ ἕτερον ὅπερ κατ´ ἔμφασιν φαίνεται. Ἐν δὲ τούτοις πᾶσι τά τε κατὰ φύσιν καὶ τὰ ἐπίκτητα ὅμοια συμβαίνει πάθη.
ζʹ. Περὶ ἀνέμων
[Επεξεργασία]Ἀναξίμανδρος ἄνεμον εἶναι ῥύσιν ἀέρος, τῶν λεπτοτάτων ἐν αὐτῷ καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου κινουμένων ἢ τηκομένων.
Οἱ Στωικοὶ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν, ταῖς τῶν [895b] τόπων δὲ παραλλαγαῖς τὰς ἐπωνυμίας παραλλάττουσαν· οἷον 〈τὸν〉 ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως ζέφυρον, 〈τὸν δ´〉 ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν δ´ ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν δ´ ἀπὸ τῶν νοτίων λίβα.
Μητρόδωρος ἐξ ὑδατώδους ἀναθυμιάσεως διὰ τὴν ἡλιακὴν ἔκκαυσιν γίνεσθαι ὁρμὴν πνευμάτων † θείων †. Τοὺς δ´ ἐτησίας πνεῖν τοῦ πρὸς ταῖς ἄρκτοις παχυνθέντος ἀέρος, ὑποχωροῦντι τῷ ἡλίῳ κατὰ τὴν θερινὴν τροπὴν ἐπισυρρέοντος.
ηʹ. Περὶ χειμῶνος καὶ θέρους
[Επεξεργασία][895c] Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνωτέρω βιαζομένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται.
Περιγεγραμμένων δέ μοι τῶν μεταρσίων, ἐφοδευθήσεται καὶ τὰ πρόσγεια.
θʹ. Περὶ γῆς καὶ τίς ἡ ταύτης οὐσία καὶ πόσαι
[Επεξεργασία]Θαλῆς καὶ οἱ ἀπ´ αὐτοῦ μίαν εἶναι τὴν γῆν.
Ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα.
Οἱ Στωικοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην.
[895d] Ξενοφάνης ἐκ τοῦ κατωτέρω μέρους εἰς ἄπειρον [μέρος] ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι.
Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δ´ ἥλιον τοῦ ἀέρος.
ιʹ. Περὶ σχήματος γῆς
[Επεξεργασία]Θαλῆς καὶ οἱ Στωικοὶ καὶ οἱ ἀπ´ αὐτῶν σφαιροειδῆ τὴν γῆν.
Ἀναξίμανδρος λίθῳ κίονι τὴν γῆν προσφερῆ· τῶν ἐπιπέδων ...
Ἀναξιμένης τραπεζοειδῆ.
Λεύκιππος τυμπανοειδῆ.
Δημόκριτος δισκοειδῆ μὲν τῷ πλάτει κοίλην δὲ τῷ μέσῳ.
ιαʹ. Περὶ θέσεως γῆς
[Επεξεργασία][895e] Οἱ ἀπὸ Θάλεω τὴν γῆν μέσην.
Ξενοφάνης πρώτην, εἰς ἄπειρον 〈γὰρ〉 ἐρριζῶσθαι.
Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον, τοῦτο γὰρ εἶναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα, τρίτην δ´ ἣν οἰκοῦμεν γῆν ἐξ ἐναντίας κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονι· παρ´ ὃ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ.
Παρμενίδης πρῶτος ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένους τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς.
ιβʹ. Περὶ ἐγκλίσεως γῆς
[Επεξεργασία][895f] Λεύκιππος παρεκπεσεῖν τὴν γῆν εἰς τὰ μεσημβρινὰ μέρη διὰ τὴν ἐν τοῖς μεσημβρινοῖς ἀραιότητα, ἅτε δὴ πεπηγότων τῶν βορείων διὰ τὸ κατεψῦχθαι τοῖς κρυμοῖς, τῶν δ´ ἀντιθέτων πεπυρωμένων.
Δημόκριτος διὰ τὸ ἀσθενέστερον εἶναι τὸ μεσημβρινὸν τοῦ περιέχοντος αὐξομένην τὴν γῆν κατὰ τοῦτο ἐγκλιθῆναι· τὰ γὰρ βόρεια ἄκρατα τὰ δὲ μεσημβρινὰ κέκραται· ὅθεν κατὰ τοῦτο βεβάρηται, ὅπου περισσή ἐστι τοῖς καρποῖς καὶ τῇ αὔξῃ.
ιγʹ. Περὶ κινήσεως γῆς
[Επεξεργασία][896a] Οἱ μὲν ἄλλοι μένειν τὴν γῆν.
Φιλόλαος δ´ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ κύκλον λοξὸν ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ.
Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μήν γε μεταβατικῶς, 〈ἀλλὰ τρεπτικῶς〉 τροχοῦ δίκην ἐνηξονισμένην, ἀπὸ δυσμῶν ἐπ´ ἀνατολὰς περὶ τὸ ἴδιον αὐτῆς κέντρον.
Κατ´ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν φησιν ὁ Δημόκριτος διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ [896b] τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι.
ιδʹ. Περὶ διαιρέσεως γῆς, πόσαι εἰσὶ ζῶναι αὐτῆς
[Επεξεργασία]Πυθαγόρας τὴν γῆν ἀναλόγως τῇ τοῦ παντὸς οὐρανοῦ σφαίρᾳ διῃρῆσθαι εἰς πέντε ζώνας, ἀρκτικὴν θερινὴν χειμερινὴν ἀνταρκτικὴν ἰσημερινήν, ὧν ἡ μέση τὸ † μέσον † τῆς γῆς ὁρίζει, παρ´ αὐτὸ τοῦτο διακεκαυμένη καλουμένη· ἡ δ´ οἰκητή [ἐστιν ἡ μέση τῆς θερινῆς καὶ χειμερινῆς, εὔκρατός τις οὖσα] ...
ιεʹ. Περὶ σεισμῶν γῆς
[Επεξεργασία][896c] Θαλῆς μὲν καὶ Δημόκριτος ὕδατι τὴν αἰτίαν τῶν σεισμῶν προσάπτουσιν.
Οἱ δὲ Στωικοί φασι· ‘σεισμός ἐστι τὸ ἐν τῇ γῇ ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον’.
Ἀναξιμένης ξηρότητα καὶ ὑγρότητα τῆς γῆς αἰτίαν τῶν σεισμῶν, ὧν τὴν μὲν αὐχμοὶ γεννῶσι τὴν δ´ ἐπομβρίαι.
Ἀναξαγόρας ἀέρος ὑποδύσει τῇ μὲν πυκνότητι τῆς ἐπιφανείας προσπίπτοντος, τῷ δ´ ἔκκρισιν λαβεῖν μὴ δύνασθαι τρόμῳ τὸ περιέχον κραδαίνοντος.
Ἀριστοτέλης διὰ τὴν τοῦ ψυχροῦ 〈τῷ θερμῷ〉 πανταχόθεν ἀντιπερίστασιν, κάτωθεν καὶ ἄνωθεν αὐτῷ περιστάντος· τὸ γὰρ θερμὸν ἀνωτέρω γενέσθαι σπεύδει ἅτε δὴ κοῦφον ὄν· διὰ τοῦτο ἐν ἀπολήψει γινομένης τῆς ξηρᾶς [896d] ἀναθυμιάσεως τῇ σφηνώσει καὶ τοῖς ἀντελιγμοῖς διαταράττεσθαι.
Μητρόδωρος μηδὲν ἐν τῷ οἰκείῳ τόπῳ σῶμα κινεῖσθαι, εἰ μή τις προώσειεν ἢ καθελκύσειε κατ´ ἐνέργειαν· διὸ μηδὲ τὴν γῆν, ἅτε δὴ κειμένην φυσικῶς, κινεῖσθαι, τόπους δέ τινας αὐτῆς νοστεῖν τοῖς † ἄλλοις ...
Παρμενίδης Δημόκριτος διὰ τὸ πανταχόθεν ἴσον ἀφεστῶσαν μένειν ἐπὶ τῆς ἰσορροπίας, οὐκ ἔχουσαν αἰτίαν δι´ ἣν δεῦρο μᾶλλον ἢ ἐκεῖσε ῥέψειεν ἄν· διὰ τοῦτο μόνον μὲν κραδαίνεσθαι μὴ κινεῖσθαι δέ.
Ἀναξιμένης διὰ τὸ πλάτος ἐποχεῖσθαι τῷ ἀέρι.
[896e] Οἱ δέ φασιν ἐφ´ ὕδατος, καθάπερ τὰ πλαταμώδη καὶ σανιδώδη ἐπὶ τῶν ὑδάτων· διὰ τοῦτο κινεῖσθαι.
Πλάτων πάσης μὲν κινήσεως ἓξ εἶναι περιστάσεις, ἄνω καὶ κάτω, ἐπὶ τὰ δεξιὰ καὶ θάτερα, ἔμπροσθεν καὶ ὄπισθεν· κατ´ οὐδεμίαν δὲ τούτων ἐνδέχεσθαι τὴν γῆν κινεῖσθαι, ἐν τῷ πανταχόθεν κατωτάτω κειμένην· μένειν μὲν ἀκίνητον, μηδὲν ἔχουσαν ἐξαίρετον εἰς τὸ ῥέψαι μᾶλλον, τόπους δ´ αὐτῆς κατ´ ἀραιότητα σαλεύεσθαι.
Ἐπίκουρος ἐνδέχεσθαι μὲν ὑπὸ πάχους ἀέρος τοῦ ὑποκειμένου [896f] ὑδατώδους ὄντος ἀνακρουομένην αὐτὴν καὶ οἷον ὑποτυπτομένην κινεῖσθαι· ἐνδέχεσθαι δὲ καὶ σηραγγώδη τοῖς κατωτέρω μέρεσι καθεστῶσαν ὑπὸ τοῦ διασπειρομένου πνεύματος εἰς τὰς ἀντροειδεῖς κοιλότητας ἐμπίπτοντος σαλεύεσθαι.
ιϚʹ. Περὶ θαλάσσης, πῶς συνέστη καὶ πῶς ἐστι πικρά
[Επεξεργασία]Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἶναι τῆς πρώτης ὑγρασίας λείψανον, ἧς τὸ μὲν πλεῖον μέρος ἀνεξήρανε τὸ πῦρ τὸ δ´ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν.
Ἀναξαγόρας τοῦ κατ´ ἀρχὴν λιμνάζοντος ὑγροῦ περικαέντος ὑπὸ τῆς ἡλιακῆς περιφορᾶς καὶ τοῦ λιπαροῦ ἐξατμισθέντος [897a] εἰς ἁλυκίδα καὶ πικρίαν τὸ λοιπὸν ὑποστῆναι.
Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἐπιπόλαιον † πλῆσιν †.
Ἀντιφῶν ἱδρῶτα θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν ὑγρὸν ἀπεκρίθη, τῷ καθεψηθῆναι † παραλυκίσασα †, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει.
Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα.
Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι, τὸ δ´ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον ἁλμυρόν.
ιζʹ. Πῶς ἀμπώτιδες γίνονται καὶ πλήμμυραι
[Επεξεργασία][897b] Ἀριστοτέλης Ἡρακλείδης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ συμπεριφέροντος· ὑφ´ ὧν ἐμβαλλόντων μὲν προωθουμένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν, καὶ παρασκευάζειν τὴν πλήμμυραν, καταληγόντων δ´ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν.
Πυθέας ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας γίνεσθαι τῇ δὲ μειώσει τὰς ἀμπώτιδας.
[897c] Πλάτων ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων· εἶναι γάρ τινα αἰώραν διά τινος στομίου τρήματος περιφέρουσαν παλίρροιαν, ὑφ´ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη.
Τίμαιος τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται, προωθοῦντας μὲν ταῖς ἐφόδοις καὶ πλήμμυραν ποιοῦντας ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις καὶ ἀμπώτιδας κατασκευάζοντας.
Σέλευκος ὁ μαθηματικὸς κινῶν καὶ οὗτος τὴν γῆν ἀντικόπτειν αὐτῆς τῇ δίνῃ φησὶ καὶ τῇ κινήσει τὴν περιστροφὴν τῆς σελήνης· τοῦ δὲ μεταξὺ ἀμφοτέρων τῶν σωμάτων ἀντιπερισπωμένου πνεύματος καὶ ἐμπίπτοντος εἰς τὸ Ἀτλαντικὸν πέλαγος κατὰ λόγον αὐτῷ συγκυκᾶσθαι τὴν θάλασσαν.
ιηʹ. Περὶ ἅλω
[Επεξεργασία][897d] Ἡ δ´ ἅλως οὑτωσὶ ἀποτελεῖται· μεταξὺ τῆς σελήνης ἤ τινος ἄλλου ἄστρου καὶ τῆς ὄψεως ἀὴρ παχὺς καὶ ὁμιχλώδης ἵσταται· εἶτ´ ἐν τούτῳ τῆς ὄψεως κατακλωμένης καὶ εὐρυνομένης κᾆθ´ οὕτω τῷ κύκλῳ τοῦ ἄστρου προσπιπτούσης κατὰ τὴν ἔξω περιφέρειαν, κύκλος δοκεῖ περὶ τὸ ἄστρον φαίνεσθαι· ὃς κύκλος φαινόμενος ἅλως καλεῖται, ὅτι ἐστὶν ἅλῳ προσεοικώς, ἐκεῖ δοκοῦντος τοῦ φάσματος γίνεσθαι, ἔνθα συνέπεσε τὸ πάθος τῆς ὄψεως.