Παλατινή Ανθολογία/IV/3 Αγαθίου Σχολαστικού Ασιανού Μυριναίου

Από Βικιθήκη
Αγαθίου Σχολαστικού Ασιανού Μυριναίου προοίιμιο
Συγγραφέας:
Παλατινή Ανθολογία, IV (βιβλίο 4ο)
Αγαθίου Σχολαστικού Ασιανού Μυριναίου, Παλατινή Ανθολογία (AP IV 3)


IV 3 συλλογὴ νέων ἐπιγραμμάτων[Επεξεργασία]

συλλογὴ νέων ἐπιγραμμάτων ἐκτεθεῖσα ἐν Κωνσταντίνου πόλει πρὸς Θεόδωρον Δεκουρίωνα τὸν Κοσμᾶ: εἴρηται δὲ τὰ προοίμια μετὰ τὰς συνεχεῖς ἀκροάσεις τὰς κατ᾽ ἐκεῖνο καιροῦ γενομένας.

οἶμαι μὲν ὑμᾶς, ἄνδρες, ἐμπεπλησμένους
ἐκ τῆς τοσαύτης τῶν λόγων πανδαισίας,
ἔτι που τὰ σιτία προσκόρως ἐρυγγάνειν:
καὶ δὴ κάθησθε τῇ τρυφῇ σεσαγμένοι:
λόγων γὰρ ἡμῖν πολυτελῶν καὶ ποικίλων
πολλοὶ προθέντες παμμιγεῖς εὐωχίας,
περιφρονεῖν πείθουσι τῶν εἰθισμένων.
τί δὲ νῦν ποιήσω; μὴ τὰ προὐξειργασμένα
οὕτως ἐάσω συντετῆχθαι κείμενα;
ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ,
παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;
καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;
τίς δ᾽ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,
εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;
ἀλλ᾽ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένων
ὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως:
ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃ
τῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία.
καὶ πρός γε τούτῳ δεῖπνον ἠρανισμένον
ἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.
ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνου
ὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς,
πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου,
καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον. [p. 118]
καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοι
ἐξ ὧν τρυφῶσι: καὶ παραλαβὼν γνησίως
ἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.
τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ,
ἴσως ἐρεῖ πρὸς ἄλλον


ἀρτίως ἐμοῦ
μάζαν μεμαχότος μουσικήν τε καὶ νέαν,
οὗτος παρέθηκεν τὴν ὑπ᾽ ἐμοῦ μεμαγμένην.


ταυτὶ μὲν οὖν ἐρεῖ τις † οὐδὲ τῶν σοφωτάτων,
τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνος
εἶναι τοσαύτης ἡγεμὼν πανδαισίας.
θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέρος
καὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶς
ξένος τις εἶναι τῶν ὑπ᾽ ἐμοῦ συνηγμένων.
ἀλλ᾽ ἐξ ἑκάστου σμικρὸν εἰσάγω μέρος,
ὅσον ἀπογεῦσαι: τῶν δὲ λοιπῶν εἰ θέλοι
τυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον,
ἴστω γε ταῦτα κατ᾽ ἀγορὰν ζητητέα.
κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι,
ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι:
ἅπαντα γάρ μοι δεξιῶς προβήσεται.
καί μοι μεγίστων πραγμάτων ὑμνουμένων
εὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.
μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνου
βάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ:
μηδ᾽ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρην
ὄρθιον ἀθρήσειεν ἐποκλάζουσα δὲ γαίῃ,
καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων,
Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.
ἑσπερίη θεράπαινα, σὺ δ᾽ ἐς κρηπῖδα Γαδείρων,
καὶ παρὰ πορθμὸνἼβηρα καὶ Ὠκεανίτιδα Θούλην,
ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννων
κράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,
θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο Ῥώμην
Καυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,
ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷ
σκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,
σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείην
Φασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,
καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος,
μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.
μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,
ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίου
οὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,
εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.
κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνης
οὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσα
παρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκην
ἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνος
Βάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.
οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλ᾽ ἐνὶ πόντῳ
Ὑρκανίου κόλποιο καὶ ἐς βυθὸν Αἰθιοπῆα
Ἰταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.
ἀλλ᾽ ἴθι νῦν, ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,
Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε: Μασσαγέτην δὲ
ἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων,
Ἰνδῴης ἐπίβηθι κατ᾽ ὀργάδος, ἐν δὲ κελεύθοις
εἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην:
ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπων
κύρβιας Ἀλκείδαο μετέρχεο: θαρσαλέως δὲ
ἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,
ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,
δίζυγος ἠπείροιο συναντήσασα κεραίη
ἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.
ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων
ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαις
ἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος,
καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ, ῥηγμῖνι ἁλίπλῳ
ἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.
οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,
ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,
ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμον
κοιρανίῃ: Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζων
ἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.
τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,
ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦ
ἐλπίδες ἐθραύσθησαν ὑφ᾽ ἡμετέρῳ Βασιλῆι,
δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶνα
παίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.
σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον εἰς σὲ δὲ μύθων
ἐργασίην ἤσκησα, μιῇ δ᾽ ὑπὸ σύζυγι βίβλῳ
ἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης,
καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,
στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,
ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,
ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,
ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.
οἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνης
εὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.
πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,
ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆς
ὡς προτέροις μακάρεσσιν ἀνειμένα: καὶ γὰρ ἐῴκει
γράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.
ἀλλὰ πάλιν μετ᾽ ἐκεῖνα % παλαίτερον εὖχος ἀγείρει
ὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,
εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλλης
τέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.
καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλου
ὅσσα θέμις, τύμβοισι τάπερ Θεὸς ἐν μὲν ἀοιδῇ
ἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.
ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοις
γράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις,
δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.
ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,
ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς
γράψαμεν. ἑκταῖον δὲ μέλος κλέπτουσα Κυθήρη
εἰς ὀάρους ἐλέγοιο παρατρέψειε πορείην
καὶ γλυκεροὺς ἐς ἔρωτας. ἐν ἑβδομάτῃ δὲ μελίσσῃ
εὐφροσύνας Βάκχοιο, φιλακρήτους τε χορείας,
καὶ μέθυ, καὶ κρητῆρα, καὶ ὄλβια δεῖπνα νοήσεις.