Μετάβαση στο περιεχόμενο

Παλατινή Ανθολογία/IV/2 Φιλίππου Στέφανος

Από Βικιθήκη
Φιλίππου Στέφανος (προοίμιο)
Συγγραφέας:
Παλατινή Ανθολογία, IV (βιβλίο 4ο)
Φιλίππου Στέφανος (προοίμιο), Παλατινή Ανθολογία (AP IV 2)


IV 2 Φιλίππου Στέφανος (προοίμιο)

[Επεξεργασία]
ἄνθεά σοι δρέψας Ἑλικώνια, καὶ κλυτοδένδρου Πιερίης κείρας πρωτοφύτους κάλυκας,
καὶ σελίδος νεαρῆς θερίσας στάχυν, ἀντανέπλεξα τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.
ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε, γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.
Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς: ὡς δὲ κόρυμβος Κριναγόρας λάμψει δ᾽ ὡς βότρυς Ἀντίφιλος,
Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος: μύρτα δ᾽ ὁ Παρμενίων: ὡς ῥόδον Ἀντιφάνης:
κισσὸς δ᾽ Αὐτομέδων Ζωνᾶς κρίνα δρῦς δὲ Βιάνωρ: Ἀντίγονος δ᾽ ἐλάη, καὶ Διόδωρος ἴον
Εὔηνον δάφνῃ, συνεπιπλεκτοὺς δὲ περισσοὺς εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις