Συγγραφέας:Φίλιππος ο Θεσσαλονικεύς
Εμφάνιση
←Συγγραφείς: | Φίλιππος ο Θεσσαλονικεύς (Α΄ μ.Χ. αιώνας) |
- Παλατινή Ανθολογία IV 2 Φιλίππου Στέφανος (προοίμιο): ἄνθεά σοι δρέψας Ἑλικώνια...
- Παλατινή Ανθολογία VI 62: Κυκλοτερῆ μόλιβον, σελίδων σημάντορα πλευρῆς...
- Παλατινή Ανθολογία VI 102: Ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα...
- Παλατινή Ανθολογία VII 405: Ὦ ξεῖνε, φεῦγε τὸν χαλαζεπῆ τάφον...
- Παλατινή Ανθολογία IX 543: Θεσσαλίης εύϊππος ο ταυρελάτης χορός ανδρών..
IV 2 Φιλίππου Στέφανος (προοίμιο)
[Επεξεργασία]- ἄνθεά σοι δρέψας Ἑλικώνια, καὶ κλυτοδένδρου Πιερίης κείρας πρωτοφύτους κάλυκας,
- καὶ σελίδος νεαρῆς θερίσας στάχυν, ἀντανέπλεξα τοῖς Μελεαγρείοις ὡς ἴκελον στεφάνοις.
- ἀλλὰ παλαιοτέρων εἰδὼς κλέος, ἐσθλὲ Κάμιλλε, γνῶθι καὶ ὁπλοτέρων τὴν ὀλιγοστιχίην.
- Ἀντίπατρος πρέψει στεφάνῳ στάχυς: ὡς δὲ κόρυμβος Κριναγόρας λάμψει δ᾽ ὡς βότρυς Ἀντίφιλος,
- Τύλλιος ὡς μελίλωτον, ἀμάρακον ὣς Φιλόδημος: μύρτα δ᾽ ὁ Παρμενίων: ὡς ῥόδον Ἀντιφάνης:
- κισσὸς δ᾽ Αὐτομέδων Ζωνᾶς κρίνα δρῦς δὲ Βιάνωρ: Ἀντίγονος δ᾽ ἐλάη, καὶ Διόδωρος ἴον
- Εὔηνον δάφνῃ, συνεπιπλεκτοὺς δὲ περισσοὺς εἴκασον οἷς ἐθέλεις ἄνθεσιν ἀρτιφύτοις
VI 62 Φιλίππου Θεσσαλονικέος
[Επεξεργασία]- Κυκλοτερῆ μόλιβον, σελίδων σημάντορα πλευρῆς, καὶ σμίλαν, δονάκων ἀκροβελῶν γλυφίδα,
- καὶ κανονῖδ᾽ ὑπάτην, καὶ τὴν παρὰ θῖνα κίσηριν, αὐχμηρὸν πόντου τρηματόεντα λίθον,
- Καλλιμένης Μούσαις, ἀποπαυσάμενος καμάτοιο, θῆκεν ἐπεὶ γήρᾳ κανθὸς ἐπεσκέπετο.
VI 102 Του αυτού (Φιλίππου)
[Επεξεργασία]- Ῥοιὴν ξανθοχίτωνα γεραιόφλοιά τε σῦκα καὶ ῥοδέας σταφυλῆς ὠμὸν ἀποσπάδιον
- μῆλόν θ' ἡδύπνουν λεπτῆι πεποκωμένον ἄχνηι καὶ κάρυον χλωρῶν ἐκφανὲς ἐκ λεπίδων
- καὶ σίκυον χλοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην, καὶ πέρκην ἤδη χρυσοχίτων' ἐλάην
- σοί, φιλοδῖτα Πρίηπε, φυτοσκάφος ἄνθετο Λάμων, δένδρεσι καὶ γυίοις εὐξάμενος θαλέθειν.
VII 405 Φιλίππου
[Επεξεργασία]- Ὦ ξεῖνε, φεῦγε τὸν χαλαζεπῆ τάφον τὸν φρικτὸν Ἱππώνακτος, οὗ τε χἀ τέφρα
- ἰαμβιάζει Βουπάλειον ἐς στύγος, μή πως ἐγείρῃς σφῆκα τὸν κοιμώμενον,
- ὃς οὐδ’ ἐν Ἅιδῃ νῦν κεκοίμικεν χόλον σκάζουσι μέτροις ὀρθὰ τοξεύσας ἔπη.
IX 489 Φιλίππου
[Επεξεργασία]- Θεσσαλίης εύϊππος ο ταυρελάτης χορός ανδρών, χερσίν ατευχήτοις θηρσίν όπλιζόμενος,
- κεντροτυπείς πώλους ζεύξε σκιρτήματι ταύρων, αμφιβαλείν σπεύδων πλέγμα μετωπίδιον
- ακρότατον δ'ες γην κλίνας άμα κεύροπον άμμα θηρός την τόσσην εξεκύλισε βίην