Παλατινή Ανθολογία/IV/4 Του αυτού Αγαθίου

Από Βικιθήκη
Του αυτού Αγαθίου
Συγγραφέας:
Παλατινή Ανθολογία, IV (βιβλίο 4ο)
Του αυτού Αγαθίου, Παλατινή Ανθολογία (AP IV 4)


IV 4 Του αυτού Αγαθίου[Επεξεργασία]

στῆλαι καὶ γραφίδες καὶ κύρβιες, εὐφροσύνης μὲν αἴτια τοῖς ταῦτα κτησαμένοις μεγάλης,
ἀλλ᾽ ἐς ὅσον ζώουσι τὰ γὰρ κενὰ κύδεα φωτῶν ψυχαῖς οἰχομένων οὐ μάλα συμφέρεται
ἡ δ᾽ ἀρετὴ σοφίης τε χάρις καὶ κεῖθι συνέρπει, κἀνθάδε μιμνάζει μνῆστιν ἐφελκομένη.
οὕτως οὔτε Πλάτων βρενθύεται οὔτ᾽ [ἄρ᾽] Ὅμηρος χρώμασιν ἢ στήλαις, ἀλλὰ μόνῃ σοφίῃ.
ὄλβιοι ὧν μνήμη πινυτῶν ἐνὶ τεύχεσι βίβλων, ἀλλ᾽ οὐκ ἐς κενεὰς εἰκόνας ἐνδιάει.