Μετάβαση στο περιεχόμενο

Ομήρου επιγράμματα

Από Βικιθήκη
Επιγράμματα που αποδίδονται στον Όμηρο
Ψευδο-Όμηρος
Επιγράμματα που αναπαράγονται στην Ψευδο-Ηρόδοτοu Βίο του Ομήρου και σε άλλες πηγές.


Αυτά τα 17 επιγράμματα αποδίδονταν στον Όμηρο κατά την αρχαιότητα. Όλα σώζονται στον Ψευδο-Ηρόδοτοu Βίο του Ομήρου. Επίσης, τα επιγράμματα 3, 13 και 17 περιλαμβάνονται στον Αγώνα Ομήρου και Ησιόδου, το επίγραμμα 1 περιλαμβάνεται σε ορισμένα χειρόγραφα των Ομηρικών Ύμνων, και μερικά περιλαμβάνονται επίσης στην Παλατινή Ανθολογία και στην Ανθολογία του Πλανούδη.[1]

αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο,
οἳ πόλιν αἰπεινήν, Κύμης ἐριώπιδα κούρην,
ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο,
ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο
Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.[2]
αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·
τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη.[3]
χαλκῆ παρθένος εἰμί͵ Μίδα δ΄ ἐπὶ σήματι κεῖμαι.
ἔστ΄ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ͵
ἠέλιός τ᾿ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη,
αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ͵
ἀγγελέω παριοῦσι͵ Μίδας ὅτι τῇδε τέθαπται.[4]
οἵῃ μ᾿ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι,
νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων,
ᾗ ποτ᾿ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο
λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,
ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα,
Αἰολίδα Σμύρνην ἁλιγείτονα ποντοτίνακτον,
ἥν τε δι᾿ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος.
ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα,
ἠθελέτην κληῖσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν·
οἱ δ᾿ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν ἀοιδῆς,
ἀφραδίῃ· τῶν μέν τε παθών τις φράσσεται αὖτις,
ὅς σφιν ὀνειδείῃσιν ἐμὸν διεμήσατο πότμον.
κῆρα δ᾿ ἐγὼ, τήν μοι θεὸς ὤπασε γεινομένῳ περ,
τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ.
οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς
Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει
δῆμον ἐς ἀλλοδαπῶν ἰέναι ὀλίγον περ ἐόντα.[5]
Θεστορίδη, θνητοῖσιν ἀνωίστων πολέων περ,
οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.[6]
κλῦθι Ποσειδάων μεγαλοσθενὲς ἐννοσίγαιε,
εὐρυχόρου μεδέων ἠδὲ ζαθέου Ἑλικῶνος,
δὸς δ᾿ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι
ναύταις, οἳ νηὸς πομποὶ ἠδ᾿ ἀρχοὶ ἔασι,
δὸς δ᾿ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος
αἰδοίων μ᾿ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι·
φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας
ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν.[7]
πότνια γῆ, πάνδωρε, δότειρα μελίφρονος ὄλβου,
ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης,
τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ᾿, οἷς ἐχολώθης.[8]
ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι ἄτῃ,
πτωκάσιν αἰθυίῃσι βίον δύσζηλον ἔχοντες,
αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·
δεινὴ γὰρ μετ᾿ ὄπις ξενίου Διός, ὅς κ᾿ ἀλίτηται.[9]
ὑμᾶς, ὦ ξένοι, ἔλαβεν ὁ ἄνεμος ἀντίος γενόμενος·
ἀλλ᾿ ἔτι καὶ νῦν με δέξασθε, καὶ ὁ πλοῦς ὑμῖν ἔσται.[10]
ἄλλη τίς σου, πεύκη, ἀμείνονα καρπὸν ἵησιν
Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης,
ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν
ἔσσεται, εὖτ᾿ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.[11]
Γλαῦκε, βοτῶν ἐπιόπτα, ἐπός τί τοι ἐν φρεσὶ θήσω·
πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ᾿ αὐλείῃσι θύρῃσι
δοῦναι· ὥς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει
ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.[12]
κλῦθί μοι εὐχομένῳ, Κουροτρόφε, δὸς δὲ γυναῖκα
τήνδε νέων μὲν ἀνήνασθαι φιλότητα καὶ εὐνήν·
ἡ δ᾿ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾶ.[13]
ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,
ἵπποι δ᾿ ἐν πεδίῳ κόσμος, νῆες δὲ θαλάσσης,
χρήματα δ᾿ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες
ἥμενοι εἰν ἀγορῇ κόσμος τ᾿ ἄλλοισιν ὁρᾶσθαι·
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι.[14]
εἰ μὲν δώσετε μισθόν, ἀείσω, ὦ κεραμῆες.
δεῦρ᾿ ἄγ᾿ Ἀθηναίη καὶ ὑπείρεχε χεῖρα καμίνου.
εὖ δὲ περανθεῖεν κότυλοι καὶ πάντα κάναστρα,
φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ᾿ ἀγυιαῖς,
πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφιν ἀεῖσαι.
ἢν δ᾿ ἐπ᾿ ἀναιδείην τρεφθέντες ψεύδε᾿ ἄρησθε,
συγκαλέω δ᾿ ἤπειτα καμίνῳ δηλητῆρας,
Σύντριβ᾿ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην
Ὠμόδαμόν θ᾿, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζει.
πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,
πάντ᾿ ἔντοσθ᾿ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα.
δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,
ἄγρια φάρμακα βάλλε, κάκου δ᾿ αὐτούς τε καὶ ἔργα.
δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
οἵ θ᾿ Ἡρακλείους χεῖρας φύγον, οἵ τ᾿ ἀπόλοντο,
τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·
αὐτοὶ δ᾿ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.
γηθήσω δ᾿ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·
ὃς δέ χ᾿ ὑπερκύψῃ, περὶ τούτου πᾶν τὸ πρόσωπον
φλεχθείη, ὡς πάντες ἐπίσταιντ᾿ αἴσιμα ῥέζειν.[15]
δῶμα προσετραπόμεσθ᾿ ἀνδρὸς μέγα δυναμένοιο,
ὃς μέγα μὲν δύναται, μέγα δὲ βρέμει, ὄλβιος αἰεί.
αὐταὶ ἀνακλίνεσθε, θύραι· πλοῦτος γὰρ ἔσεισι
πολλός, σὺν πλούτῳ δὲ καὶ Εὐφροσύνη τεθαλυῖα
εἰρήνη τ᾿ ἀγαθή. ὅσα δ᾿ ἄγγεα, μεστὰ μὲν εἴη,
κυρβαίη δ᾿ αἰεὶ κατὰ καρδόπου ἕρποι μάζα·
τοῦ παιδὸς δὲ γυνὴ κατὰ διφράκα βήσεται ὔμμιν,
ἡμίονοι δ᾿ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα,
αὐτὴ δ᾿ ἱστὸν ὑφαίνοι ἐπ᾿ ἠλέκτρῳ βεβαυῖα.
νεῦμαί τοι, νεῦμαι, ἐνιαύσιος, ὥστε χελιδὼν
ἕστηκ᾿ ἐν προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ' αἶψα.
ὑπέρ σε τὠπόλλωνος, ὦ γύναι τι δός·
εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐχ ἑστήξομεν·
οὐ γὰρ συνοικήσοντες ἐνθάδ᾿ ἤλθομεν.[16]
τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε,
οὔτε βαθυκλήρων οὔτ᾿ ἄσπετα μῆλα νεμόντων.[17]
ἄνδρες ἀπ' Ἀρκαδίης θηρήτορες, ἦ ῥ' ἔχομέν τι;
ὅσσ' ἕλομεν λιπόμεσθα, ὅσ' οὐχ ἕλομεν φερόμεσθα.[18]

Σημειώσεις

[Επεξεργασία]
  1. Hesiod, The Homeric Hymns and Homerica. With an English translation by Hugh G. Evelyn-White. The LOEB Classical Library, 1914, σελ. xxxix-xl.
  2. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 9. Μεταδίδεται και από ορισμένα χειρόγραφα που περιέχουν τους Oμηρικούς Ύμνους.
  3. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 11.
  4. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 11 = Παλατινή Ανθολογία, VII 153 = Αγώνας Oμήρου και Ησιόδου, 15 = Πλάτων, Φαίδρο, 264d. Αυτό το επίγραμμα έχει αποδοθεί στον Κλεόβουλο της Λίνδου.
  5. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 14.
  6. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 16.
  7. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 17.
  8. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 18.
  9. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 19.
  10. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 19.
  11. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 20.
  12. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 22.
  13. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 30.
  14. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 31 = Αγώνας Oμήρου και Ησιόδου, 16.
  15. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 32. Αυτό το επίγραμμα έχει αποδοθεί στον Ησιόδο από τον Ιούλιο Πολυδεύκη.
  16. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 33.
  17. Ψευδο-Ηρόδοτοu Βίος του Ομήρου, 35.
  18. Αγώνας Oμήρου και Ησιόδου, 18.