Περί της του Ομήρου γενέσιος και βιοτής

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Περὶ τῆς τοῦ Ὁμήρου γενέσιος καὶ βιοτῆς
Συγγραφέας:


[1] Ἡρόδοτος Ἁλικαρνησσεὺς περὶ Ὁμήρου γενέσιος καὶ ἡλικίης καὶ βιοτῆς τάδε ἱστόρηκε, ζητήσας ἐπεξελθεῖν ἐς τὸ ἀτρεκέστατον. ἐπεὶ γὰρ ἡ πάλαι Αἰολιῶτις Κύμη ἐκτίζετο, συνῆλθον ἐν αὐτῇ παντοδαπὰ ἔθνεα Ἑλληνικά, καὶ δὴ καὶ ἐκ Μαγνησίης ἄλλοι τέ τινες καὶ Μελάνωπος ὁ Ἰθαγένεος τοῦ Κρήθωνος, οὐ πολύφορτος, ἀλλὰ βραχέα τοῦ βίου ἔχων. οὗτος δ᾿ ὁ Μελάνωπος ἔγημεν ἐν τῇ Κύμῃ τὴν θυγατέρα Ὀμύρητος, καὶ αὐτῷ γίνεται ἐκ κοίτης θῆλυ τέκνον, ᾧ οὔνομα τίθεται Κρηθηίδα. καὶ αὐτὸς μὲν ὁ Μελάνωπος καὶ ἡ γυνὴ αὐτοῦ ἐτελεύτησαν τὸν βίον· τὴν δὲ θυγατέρα ἐπιτρέπει ἀνδρί, ᾧ ἐχρῆτο μάλιστα, Κλεάνακτι τῷ Ἀργείῳ.

[2] χρόνου δὲ προϊόντος συνέβη τὴν παῖδα μιγεῖσαν ἀνδρὶ λαθραίως ἐν γαστρὶ σχεῖν. τὰ μὲν οὖν πρῶτα ἐλάνθανεν· ἐπεὶ δὲ ᾔσθετο ὁ Κλεάναξ, ἤχθετο τῇ συμφορῇ, καὶ καλεσάμενος τὴν Κρηθηίδα χωρὶς πάντων ἐν αἰτίῃ μεγάλῃ εἶχεν, ἐπιλεγόμενος τὴν αἰσχύνην τὴν πρὸς τοὺς πολιήτας. προβουλεύεται οὖν περὶ αὐτῆς τάδε. ἔτυχον οἱ Κυμαῖοι κτίζοντες τότε τοῦ Ἑρμείου κόλπου τὸν μυχόν, κτιζομένοισι δὲ τὴν πόλιν Σμύρναν ἔθετο τὸ ὄνομα Θησεύς, μνημεῖον ἐθέλων καταστῆσαι τῆς ἑωυτοῦ γυναικὸς ὁμώνυμον· ἦν γὰρ αὐτῇ τοὔνομα Σμύρνη. ὁ δὲ Θησεὺς ἦν τῶν τὴν Κύμην κτισάντων ἐν τοῖς πρώτοις Θεσσαλῶν, ἀπ᾿ Εὐμήλου τοῦ Ἀδμήτου, κάρτα εὖ ἔχων τοῦ βίου. ἐνθαῦτα ὑπεκτίθεται ὁ Κλεάναξ τὴν Κρηθηίδα πρὸς Ἰσμηνίην τὸν Βοιώτιον τῶν ἀποίκων λελογχότα, ὃς ἐτύγχανεν αὐτῷ ἐὼν ἑταῖρος τὰ μάλιστα.

[3] χρόνου δὲ προϊόντος ἐξελθοῦσα ἡ Κρηθηὶς μετ᾿ ἄλλων γυναικῶν πρὸς ἑορτήν τινα ἐπὶ τὸν ποταμὸν τὸν καλούμενον Μέλητα, ἤδη ἐπίτοκος οὖσα, τίκτει τὸν Ὅμηρον, οὐ τυφλόν, ἀλλὰ δεδορκότα, καὶ τίθεται ὄνομα τῷ παιδίῳ Μελησιγένεα, ἀπὸ τοῦ ποταμοῦ τὴν ἐπωνυμίαν λαβοῦσα. τέως μὲν οὖν ἡ Κρηθηὶς ἦν παρὰ τῷ Ἰσμηνίῃ· προϊόντος δὲ τοῦ χρόνου ἐξῆλθε, καὶ ἀπ᾿ ἐργασίης χειρῶν ὡρμημένη ἔτρεφε τὸ παιδίον καὶ ἑωυτήν, ἄλλοτε παρ᾿ ἄλλων ἔργα λαμβάνουσα· καὶ ἐπαίδευε τὸν παῖδα ἀφ᾿ ὧν ἠδύνατο.

[4] ἦν δέ τις ἐν Σμύρνῃ τοῦτον τὸν χρόνον Φήμιος τοὔνομα, παῖδας γράμματα καὶ τὴν ἄλλην μουσικὴν διδάσκων πᾶσαν. οὗτος μισθοῦται τὴν Κρηθηίδα, ὢν μονότροπος, ἐριουργῆσαι αὐτῷ ἔριά τινα, ἃ παρὰ τῶν παίδων εἰς μισθὸν ἐλάμβανεν. ἡ δὲ παρ᾿ αὐτῷ εἰργάζετο, πολλῷ κοσμίῳ καὶ σωφροσύνῃ πολλῇ χρωμένη, καὶ τῷ Φημίῳ κάρτα ἠρέσκετο. τέλος δὲ προσηνέγκατο αὐτῇ λόγους πείθων ἑωυτῷ συνοικεῖν, ἄλλά τε πολλὰ λέγων οἷς μιν ᾤετο προσάξεσθαι, καὶ ἔτι περὶ τοῦ παιδός, υἱὸν ποιούμενος, καὶ ὅτι τραφεὶς καὶ παιδευθεὶς ὑπ᾿ αὐτοῦ ἄξιος λόγου ἔσται (ἑώρα γὰρ τὸν παῖδα ὄντα συνετὸν καὶ κάρτα εὐφυέα), ἔστ᾿ ἀνέπεισεν αὐτὴν ποιεῖν ταῦτα.

[5] ὁ παῖς δὲ ἦν τε φύσιν ἔχων ἀγαθήν, ἐπιμελίης τε καὶ παιδεύσιος προσγενομένης αὐτίκα πολλὸν τῶν πάντων ὑπερεῖχεν. χρόνου δ᾿ ἐπιγενομένου ἀνδρούμενος οὐδὲν τοῦ Φημίου ὑποδεέστερος ἦν ἐν τῇ διδασκαλίᾳ. καὶ οὕτως ὁ μὲν Φήμιος ἐτελεύτησε τὸν βίον, καταλιπὼν πάντα τῷ παιδί, οὐ πολλῷ δ᾿ ὕστερον καὶ ἡ Κρηθηὶς ἐτελεύτησεν. ὁ δὲ Μελησιγένης ἐπὶ τῇ διδασκαλίᾳ καθειστήκει, καθ᾿ ἑωυτὸν δὲ γενόμενος μᾶλλον ὑπὸ τῶν ἀνθρώπων ἑωρᾶτο. καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεισαν οἵ τ᾿ ἐγχώριοι καὶ τῶν ξένων οἱ ἐσαπικνεόμενοι. ἐμπόριον γὰρ ἦν ἡ Σμύρνη καὶ σῖτος ἐξήγετο πολὺς αὐτόθεν ἐκ τῆς ἐπικειμένης χώρας δαψιλέως κάρτα ἐσαγόμενος ἐς αὐτήν. οἱ οὖν ξένοι, ὁκότε παύσοιντο τῶν ἔργων, ἀπεσχόλαζον παρὰ τῷ Μελησιγένει ἐγκαθίζοντες.

[6] ἦν δὲ ἐν αὐτοῖς τότε καὶ Μέντης ναύκληρος ἀπὸ τῶν περὶ Λευκάδα τόπων καταπεπλευκὼς ἐπὶ σῖτον, ἔχων ναῦν, πεπαιδευμένος τ᾿ ἀνὴρ ὡς ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πολυίστωρ, ὅς μιν ἔπεισε τὸν Μελησιγένη μεθ᾿ ἑωυτοῦ πλεῖν καταλύσαντα τὴν διδασκαλίαν, μισθόν τε λαμβάνοντα καὶ τὰ δέοντα πάντα, καὶ ὅτι χώρας καὶ πόλιας θεήσασθαι ἄξιον εἴη αὐτῷ ἕως νέος ἐστίν. καί μιν οἴομαι μάλιστα τούτοισι προαχθῆναι· ἴσως γὰρ καὶ τῇ ποιήσει ἤδη τότ᾿ ἐπενόει ἐπιθήσεσθαι. καταλύσας δὲ τὴν διδασκαλίαν ἐναυτίλλετο μετὰ τοῦ Μέντεω, καὶ ὅπου ἑκάστοτε ἀφίκοιτο, πάντα τὰ ἐπιχώρια διεωρᾶτο καὶ ἱστορέων ἐπυνθάνετο. εἰκὸς δέ μιν ἦν καὶ μνημόσυνα πάντων γράφεσθαι.

[7] ἀνακομιζόμενοι δ᾿ ἐκ Τυρσηνίης καὶ τῆς Ἰβηρίης ἀπικνέονται εἰς Ἰθάκην, καὶ τῷ Μελησιγένει συνέβη νοσήσαντι τοὺς ὀφθαλμοὺς κάρτα δεινῶς ἔχειν, καὶ αὐτὸν θεραπείης εἵνεκα πλεῖν μέλλων εἰς τὴν Λευκάδα καταλιπεῖν ὁ Μέντης παρ᾿ ἀνδρὶ φίλῳ ἑωυτοῦ ἐς τὰ μάλιστα Μέντορι τῷ Ἀλκίμου Ἰθακησίῳ, πολλὰ δεηθεὶς ἐπιμελίην ἔχειν, ἐπαναπλώσας δ᾿ ἀναλήψεσθαι αὐτόν. ὁ δὲ Μέντωρ ἐνοσήλευεν αὐτὸν ἐκτενέως· καὶ γὰρ τοῦ βίου ἀρκεόντως εἶχε καὶ ἤκουεν εὖ ἐς δικαιοσύνην τε καὶ φιλοξενίην μακρῷ μάλιστα τῶν ἐν Ἰθάκῃ ἀνδρῶν. ἐνταῦθα συνέβη τῷ Μελησιγένει περὶ Ὀδυσσέως ἐξιστορῆσαι καὶ πυθέσθαι. οἱ μὲν δὴ Ἰθακήσιοι λέγουσι τότε μιν παρ᾿ ἑωυτοῖς τυφλωθῆναι, ὡς δ᾿ ἐγώ φημι, τότε μὲν ὑγιῆ γενέσθαι, ὕστερον δ᾿ ἐν Κολοφῶνι τυφλωθῆναι. συνομολογοῦσι δέ μοι καὶ Κολοφώνιοι τούτοις.

[8] ὁ δὲ Μέντης ἀναπλέων ἐκ τῆς Λευκάδος προσέσχεν εἰς τὴν Ἰθάκην καὶ ἀνέλαβε τὸν Μελησιγένεα, χρόνον τ᾿ ἐπὶ συχνὸν συμπεριέπλει αὐτῷ. ἀπικομένῳ δ᾿ ἐς Κολοφῶνα συνέβη πάλιν νοσήσαντα τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι διαφυγεῖν τὴν νόσον, ἀλλὰ τυφλωθῆναι ἐνταῦθα. ἐκ δὲ τῆς Κολοφῶνος τυφλὸς ἐὼν ἀπικνέεται εἰς τὴν Σμύρναν καὶ οὕτως ἐπεχείρει τῇ ποιήσει.

[9] χρόνου δὲ προϊόντος ἐν τῇ Σμύρνῃ ἄπορος ἐὼν τοῦ βίου διενοήθη ἀπικέσθαι ἐς Κύμην, πορευόμενος δὲ διὰ τοῦ Ἕρμου πεδίου ἀπικνέεται ἐς Νέον τεῖχος, ἀποικίην Κυμαίων· ᾠκίσθη δὲ τοῦτο τὸ χωρίον ὕστερον Κύμης ἔτεσιν ὀκτώ. ἐνταῦθα λέγεται αὐτὸν ἐπιστάντα ἐπὶ σκυτεῖόν τι εἰπεῖν πρῶτα τὰ ἔπεα τάδε·

αἰδεῖσθε ξενίων κεχρημένον ἠδὲ δόμοιο,
οἳ πόλιν αἰπεινήν, Κύμης ἐριώπιδα κούρην,
ναίετε, Σαρδήνης πόδα νείατον ὑψικόμοιο,
ἀμβρόσιον πίνοντες ὕδωρ θείου ποταμοῖο
Ἕρμου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς.

ἡ δὲ Σαρδήνη ὄρος ἐστὶν ὑπερκείμενον τοῦ τε Ἕρμου ποταμοῦ καὶ τοῦ Νέου τείχους. τῷ δὲ σκυτεῖ ὄνομα ἦν Τυχίος. ἀκούσαντι δὲ τῶν ἐπέων ἔδοξεν αὐτῷ δέξασθαι τὸν ἄνθρωπον· ἠλέησε γὰρ αἰτέοντα τυφλὸν καὶ ἐκέλευσεν εἰσιέναι τ᾿ αὐτὸν εἰς τὸ ἐργαστήριον καὶ μετέξειν ἔφη τῶν παρεόντων. ὁ δ᾿ εἰσῆλθεν. κατήμενος δ᾿ ἐν τῷ σκυτείῳ, παρεόντων καὶ ἄλλων τήν τε ποίησιν αὐτοῖς ἐπεδείκνυτο, Ἀμφιάρεώ τε τὴν ἐξελασίαν τὴν ἐς Θήβας καὶ τοὺς ὕμνους τοὺς ἐς θεοὺς πεποιημένους αὐτῷ, καὶ περὶ τῶν λεγομένων ὑπὸ τῶν παρεόντων ἐς τὸ μέσον γνώμας ἀποφαινόμενος θωύματος ἄξιος ἐφαίνετο εἶναι τοῖς ἀκούουσιν.

[10] τέως μὲν δὴ κατεῖχεν ὁ Μελησιγένης περὶ τὸ Νέον τεῖχος ἀπὸ τῆς ποιήσιός γε τοῦ βίου τὴν μηχανὴν ἔχων. ἐδείκνυον δ᾿ οἱ Νεοτειχεῖς μέχρις ἐπ᾿ ἐμοῦ τὸν χῶρον ἐν ᾧ κατίζων τῶν ἐπέων τὴν ἐπίδειξιν ἐποιέετο, καὶ κάρτα ἐσέβοντο τὸν τόπον, ἐν ᾧ καὶ αἴγειρος ἐπεφύκει, ἣν ἐκεῖνοι ἔφασαν ἀφ᾿ οὗ ὁ Μελησιγένης ἦλθεν αὐτοῖς πεφυκέναι.

[11] χρόνου δὲ προϊόντος ἀπόρως κείμενος καὶ μόλις τὴν τροφὴν ἔχων ἐπενοήθη εἰς τὴν Κύμην ἀπικέσθαι, εἴ τι βέλτιον πρήξει. μέλλων δὲ πορεύεσθαι τάδε τὰ ἔπεα λέγει

αἶψα πόδες με φέροιεν ἐς αἰδοίων πόλιν ἀνδρῶν·
τῶν γὰρ καὶ θυμὸς πρόφρων καὶ μῆτις ἀρίστη.

ἀπὸ δὲ τοῦ Νέου τείχεος πορευόμενος ἀπίκετο εἰς τὴν Κύμην διὰ Λαρίσσης τὴν πορείαν ποιησάμενος (ἦν γὰρ οὕτως αὐτῷ εὐπορώτατον), καί, ὡς Κυμαῖοι λέγουσι, τῷ Φρυγίης βασιλῆι Μίδῃ τῷ Γορδίεω δεηθέντων πενθερῶν αὐτοῦ ποιεῖ τὸ ἐπίγραμμα τόδε, τὸ ἔτι καὶ νῦν ἐπὶ τῆς στήλης τοῦ μνήματος τοῦ Γορδίεω ἐπιγέγραπται·

[χαλκῆ παρθένος εἰμί, Μίδεω δ᾿ ἐπὶ σήματι κεῖμαι·]
ἔστ᾿ ἂν ὕδωρ τε ῥέῃ καὶ δένδρεα μακρὰ τεθήλῃ,
ἠέλιός τ᾿ ἀνιὼν λάμπῃ λαμπρά τε σελήνη,
αὐτοῦ τῇδε μένουσα πολυκλαύτου ἐπὶ τύμβου
ἀγγελέω παριοῦσι, Μίδης ὅτι τῇδε τέθαπται.

[12] κατίζων δ᾿ ἐν ταῖς λέσχαις τῶν γερόντων ἐν τῇ Κύμῃ ὁ Μελησιγένης τὰ ἔπεα τὰ πεποιημένα αὐτῷ ἐπεδείκνυτο, καὶ ἐν τοῖς λόγοις ἔτερπε τοὺς ἀκούοντας· καὶ αὐτοῦ θωυμασταὶ καθειστήκεσαν. γνοὺς δ᾿ ὅτι ἀποδέκονται αὐτοῦ τὴν ποίησιν οἱ Κυμαῖοι καὶ εἰς συνήθειαν ἕλκων τοὺς ἀκούοντας, λόγους πρὸς αὐτοὺς τοιούσδε προσήνεγκε λέγων, ὡς εἰ θέλοιεν αὐτὸν δημοσίῃ τρέφειν, ἐπικλεεστάτην αὐτῶν τὴν πόλιν ποιήσει. τοῖς δ᾿ ἀκούουσι βουλομένοις τ᾿ ἦν ταῦτα καὶ αὐτοὶ παρῄνεον ἐλθόντα ἐπὶ τὴν βουλὴν δεηθῆναι τῶν βουλευτέων, καὶ αὐτοὶ ἔφασαν συμπρήξειν. ὃ δ᾿ ἐπείθετο αὐτοῖς καὶ βουλῆς συλλεγομένης ἐλθὼν ἐπὶ τὸ βουλεῖον ἐδεῖτο τοῦ ἐπὶ τῇ τιμῇ ταύτῃ καθεστῶτος ἀπαγαγεῖν αὐτὸν ἐπὶ τὴν βουλήν. ὁ δ᾿ ὑπεδέξατό τε καὶ ἐπεὶ καιρὸς ἦν ἀπήγαγεν. καταστὰς δ᾿ ὁ Μελησιγένης ἔλεξε περὶ τῆς τροφῆς τὸν λόγον ὃν καὶ ἐν ταῖς λέσχαις ἔλεγεν, ὡς δ᾿ εἶπεν, ἐξελθὼν ἐκάθητο.

[13] οἱ δ᾿ ἐβουλεύοντο ὅ τι χρεὼν εἴη ἀποκρίνασθαι αὐτῷ. προθυμουμένου δὲ τοῦ ἀπαγόντος αὐτὸν καὶ ἄλλων, ὅσοι τῶν βουλευτέων ἐν ταῖς λέσχαις ἐπήκοοι ἐγένοντο, τῶν βουλευτέων ἕνα λέγεται ἐναντιωθῆναι τῇ χρήμῃ αὐτοῦ, ἄλλά τε πολλὰ λέγοντα καὶ ὡς, εἰ τοὺς ὁμήρους δόξει τρέφειν αὐτοῖς, ὅμιλον πολλόν τε καὶ ἀχρεῖον ἕξουσιν. ἐντεῦθεν δὲ καὶ τοὔνομα Ὅμηρος ἐπεκράτησε τῷ Μελησιγένει ἀπὸ τῆς συμφορῆς (οἱ γὰρ Κυμαῖοι τοὺς τυφλοὺς ὁμήρους λέγουσιν), ὥστε πρότερον ὀνομαζομένου αὐτοῦ Μελησιγένεος τοῦτο γενέσθαι τοὔνομα Ὅμηρος. καὶ οἱ ξένοι διήνεγκαν, ὅτε μνήμην αὐτοῦ ἐποιοῦντο.

[14] ἐτελεύτα δ᾿ οὖν ὁ λόγος τῷ ἄρχοντι, μὴ τρέφειν τὸν Ὅμηρον, ἔδοξε δέ πως καὶ τῇ ἄλλῃ βουλῇ. ἐπελθὼν δ᾿ ὁ ἐπιστάτης καὶ παρεζόμενος αὐτῷ διηγήσατο τοὺς ἐναντιωθέντας λόγους τῇ χρήμῃ αὐτοῦ καὶ τὰ δόξαντα τῇ βουλῇ. ὁ δ᾿ ὡς ἤκουσεν, ἐσυμφόρηνέ τε καὶ λέγει τὰ ἔπεα τάδε ·

οἵῃ μ᾿ αἴσῃ δῶκε πατὴρ Ζεὺς κύρμα γενέσθαι,
νήπιον αἰδοίης ἐπὶ γούνασι μητρὸς ἀτάλλων,
ᾗ ποτ᾿ ἐπύργωσαν βουλῇ Διὸς αἰγιόχοιο
λαοὶ Φρίκωνος, μάργων ἐπιβήτορες ἵππων,
ὁπλότεροι μαλεροῖο πυρὸς κρίνοντες Ἄρηα,
Αἰολίδα Σμύρνην ἁλιγείτονα ποντοτίνακτον,
ἥν τε δι᾿ ἀγλαὸν εἶσιν ὕδωρ ἱεροῖο Μέλητος.
ἔνθεν ἀπορνύμεναι κοῦραι Διός, ἀγλαὰ τέκνα,
ἠθελέτην κληῖσαι δῖαν χθόνα καὶ πόλιν ἀνδρῶν·
οἱ δ᾿ ἀπανηνάσθην ἱερὴν ὄπα, φῆμιν ἀοιδῆς,
ἀφραδίῃ· τῶν μέν τε παθών τις φράσσεται αὖτις,
ὅς σφιν ὀνειδείῃσιν ἐμὸν διεμήσατο πότμον.
κῆρα δ᾿ ἐγὼ, τήν μοι θεὸς ὤπασε γεινομένῳ περ,
τλήσομαι ἀκράαντα φέρων τετληότι θυμῷ.
οὐδέ τί μοι φίλα γυῖα μένειν ἱεραῖς ἐν ἀγυιαῖς
Κύμης ὁρμαίνουσι, μέγας δέ με θυμὸς ἐπείγει
δῆμον ἐς ἀλλοδαπῶν ἰέναι ὀλίγον περ ἐόντα.

[15] μετὰ τοῦτο ἀπαλλάσσεται ἐκ τῆς Κύμης ἐς Φωκαίην Κυμαίοις ἐπαρησάμενος, μηδένα ποιητὴν δόκιμον ἐν τῇ χώρᾳ γενέσθαι, ὅστις Κυμαίους ἐπαγλαϊεῖ. ἀπικόμενος δ᾿ ἐς Φωκαίην τῷ αὐτῷ τρόπῳ ἐβιότευσεν, ἔπεα ἐνδεικνύμενος ἐν ταῖς λέσχαις κατίζων. ἐν δὲ τῇ Φωκαίῃ τοῦτον τὸν χρόνον Θεστορίδης τις ἦν γράμματα διδάσκων τοὺς παῖδας, ἀνὴρ οὐ κρήγυος. κατανοήσας δὲ τοῦ Ὁμήρου τὴν ποίησιν λόγους τοιούσδ᾿ αὐτῷ προσήνεγκε, φὰς ἕτοιμος εἶναι θεραπεύειν καὶ τρέφειν αὐτὸν ἀναλαβών, εἰ ἐθέλοι ἅ γε πεποιημένα εἴη αὐτῷ τῶν ἐπέων ἀναγράψασθαι καὶ ἄλλα ποιῶν πρὸς ἑωυτὸν ἀναφέρειν αἰεί.

[16] τῷ δὲ Ὁμήρῳ ἀκούσαντι ἔδοξε ποιητέα εἶναι ταῦτα· ἐνδεὴς γὰρ ἦν τῶν ἀναγκαίων καὶ θεραπείης. διατρίβων δὲ παρὰ τῷ Θεστορίδῃ ποιεῖ Ἰλιάδα τὴν ἐλάσσω, ἧς ἡ ἀρχή·

Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐΰπωλον,
ἧς πέρι πολλὰ πάθον Δαναοί, θεράποντες Ἄρηος,

καὶ τὴν καλουμένην Φωκαΐδα, ἥν φασιν οἱ Φωκαεῖς Ὅμηρον παρ᾿ αὐτοῖσι ποιῆσαι. ἐπεὶ δὲ τήν τε Φωκαΐδα καὶ τἄλλα πάντα παρὰ τοῦ Ὁμήρου ὁ Θεστορίδης ἐγράψατο, διενοήθη ἐκ τῆς Φωκαίης ἀπαλλάσσεσθαι, τὴν ποίησιν θέλων τοῦ Ὁμήρου ἐξιδιώσασθαι, καὶ οὐκ ἔτι ὁμοίως ἐν ἐπιμελείᾳ εἶχε τὸν Ὅμηρον. ὁ δὲ λέγει αὐτῷ τὰ ἔπεα τάδε ·

Θεστορίδη, θνητοῖσιν ἀνωίστων πολέων περ,
οὐδὲν ἀφραστότερον πέλεται νόου ἀνθρώποισιν.

ὁ μὲν δὴ Θεστορίδης ἐκ τῆς Φωκαίης ἀπηλλάγη ἐς τὴν Χίον καὶ διδασκαλίην κατεσκευάσατο, καὶ τὰ ἔπεα ἐπιδεικνύμενος ὡς ἑωυτοῦ ἐόντα ἔπαινόν τε πολλὸν εἶχε καὶ ὠφελεῖτο· ὁ δ᾿ Ὅμηρος πάλιν τὸν αὐτὸν τρόπον διῃτᾶτο ἐν τῇ Φωκαίῃ ἀπὸ τῆς ποιήσιος τὴν βιοτὴν ἔχων.

[17] χρόνῳ δ᾿ οὐ πολλῷ μετέπειτα ἄνδρες Χῖοι ἔμποροι ἀπίκοντο ἐς τὴν Φωκαίην· ἀκούσαντες δὲ τῶν ἐπέων τοῦ Ὁμήρου, ἃ πρότερον ἀκηκόεσαν πολλάκις ἐν τῇ Χίῳ τοῦ Θεστορίδεω, ἐξήγγελλον Ὁμήρῳ ὅτι ἐν Χίῳ τις ἐπιδεικνύμενος τὰ ἔπεα ταῦτα γραμμάτων διδάσκαλος κάρτα πολλὸν ἔπαινον ἔχει. ὁ δ᾿ Ὅμηρος κατενόησεν ὅτι Θεστορίδης ἂν εἴη, καὶ παντὶ θυμῷ ἐσπούδαζεν ἐς τὴν Χίον ἀπικέσθαι. καταβὰς δ᾿ ἐπὶ τὸν λιμένα ἐς μὲν τὴν Χίον οὐ καταλαμβάνει οὐδὲν πλοῖον πλέον, ἐς δὲ τὴν Ἐρυθραίην τινὲς ἐπὶ ξύλον παρεσκευάζοντο πλεῖν. καλῶς δ᾿ εἶχε τῷ Ὁμήρῳ δι᾿ Ἐρυθραίης τὸν πλοῦν ποιήσασθαι. καὶ προσελθὼν ἔχρηζε παρὰ τῶν ναυτέων δέξασθαι αὐτὸν σύμπλουν, πολλά τε καὶ προσαγωγὰ λέγων οἷς σφέας ἔμελλε πείσειν. τοῖς δ᾿ ἔδοξε δέξασθαι αὐτόν, καὶ ἐκέλευον ἐσβαίνειν ἐς τὸ πλοῖον. ὁ δ᾿ Ὅμηρος πολλὰ ἐπαινέσας αὐτοὺς ἐσέβη, καὶ ἐπεὶ ἕζετο λέγει τὰ ἔπεα τάδε ·

κλῦθι Ποσειδάων μεγαλοσθενὲς ἐννοσίγαιε,
εὐρυχόρου μεδέων ἠδὲ ζαθέου Ἑλικῶνος,
δὸς δ᾿ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἰδέσθαι
ναύταις, οἳ νηὸς πομποὶ ἠδ᾿ ἀρχοὶ ἔασι,
δὸς δ᾿ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος
αἰδοίων μ᾿ ἐλθόντα βροτῶν ὁσίων τε κυρῆσαι·
φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας
ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν.

[18] ἐπεὶ δ᾿ ἀπίκοντο εὐπλοήσαντες ἐς τὴν Ἐρυθραίην, τότε μὲν Ὅμηρος τὴν αὖλιν ἐπὶ τῷ πλοίῳ ἐποιήσατο, τῇ δ᾿ ὑστεραίῃ ἔχρηζε τῶν ναυτέων τινὰ ἡγήσασθαι αὐτῷ ἐς τὴν πόλιν. οἱ δὲ συνέπεμψαν ἕνα αὐτῷ. πορευόμενος δ᾿ Ὅμηρος ἐπεὶ ἔτυχε τῆς Ἐρυθραίης τραχείης τε καὶ ὀρεινῆς ἐούσης, φθέγγεται τάδε τὰ ἔπεα·

πότνια γῆ, πάνδωρε, δότειρα μελίφρονος ὄλβου,
ὡς ἄρα δὴ τοῖς μὲν φωτῶν εὔοχθος ἐτύχθης,
τοῖσι δὲ δύσβωλος καὶ τρηχεῖ᾿, οἷς ἐχολώθης.

ἀπικόμενος δ᾿ ἐς τὴν πόλιν τῶν Ἐρυθραίων ἐπηρώτησε περὶ τοῦ ἐς τὴν Χίον πλοῦ· καί τινος προσελθόντος αὐτῷ τῶν ἑωρακότων ἐν τῇ Φωκαίῃ καὶ ἀσπασαμένου ἔχρηζεν αὐτοῦ συνεξευρεῖν αὐτῷ πλοῖον, ὅπως ἂν εἰς τὴν Χίον διαβαίη.

[19] ἐκ μὲν δὴ τοῦ λιμένος οὐδὲν ἦν ἀπόστολον, ἄγει δ᾿ αὐτὸν ἔνθα τῶν ἁλιέων τὰ πλοῖα ὁρμίζεται. καί πως ἐντυγχάνει μέλλουσί τισι διαπλεῖν ἐς τὴν Χίον, ὧν ἐδέετο προσελθὼν ὁ ἄγων αὐτὸν ἀναλαβεῖν τὸν Ὅμηρον. οἱ δ᾿ οὐδένα λόγον ποιησάμενοι ἀνήγοντο, ὁ δ᾿ Ὅμηρος φθέγγεται τάδε τὰ ἔπεα ·

ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι ἄτῃ,
πτωκάσιν αἰθυίῃσι βίον δύσζηλον ἔχοντες,
αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος·
δεινὴ γὰρ μετ᾿ ὄπις ξενίου Διός, ὅς κ᾿ ἀλίτηται.

ἀναχθεῖσι δ᾿ αὐτοῖς συνέβη ἐναντίου ἀνέμου γενομένου παλινδρομῆσαι καὶ ἐς τὸ χωρίον ἀναδραμεῖν, ὅθεν ἀνηγάγοντο, καὶ τὸν Ὅμηρον καταλαβεῖν ἐπικαθήμενον ἐπὶ τῆς κυματωγῆς. μαθὼν δ᾿ αὐτοὺς πεπαλινδρομηκότας ἔλεξε τάδε· “ὑμᾶς, ὦ ξένοι, ἔλαβεν ὁ ἄνεμος ἀντίος γενόμενος· ἀλλ᾿ ἔτι καὶ νῦν με δέξασθε, καὶ ὁ πλοῦς ὑμῖν ἔσται”. οἱ δ᾿ ἁλιεῖς ἐν μεταμελίῃ γενόμενοι, ὅτι οὐ καὶ πρότερον ἐδέξαντο, εἰπόντες ὅτι οὐ καταλιμπάνουσιν, ἢν ἐθέλοι συμπλεῖν, ἐκέλευον ἐσβαίνειν, καὶ οὕτως ἀναλαβόντες αὐτὸν ἀνήχθησαν καὶ ἴσχουσιν ἐπ᾿ ἀκτῆς.

[20] οἱ μὲν δὴ ἁλιεῖς πρὸς ἔργον ἐτράπησαν, ὁ δ᾿ Ὅμηρος τὴν μὲν νύκτα ἐπὶ τοῦ αἰγιαλοῦ κατέμεινε, τὴν δ᾿ ἡμέραν πορευόμενος καὶ πλανώμενος ἀπίκετο ἐς τὸ χωρίον τοῦτο, ὃ Πίτυς καλεῖται. κἀνταῦθα αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα ἐπιπίπτει καρπὸς τῆς πίτυος, ὃν δὴ μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλέουσιν. ὁ δ᾿ Ὅμηρος φθέγγεται τὰ ἔπεα τάδε·

ἄλλη τίς σου, πεύκη, ἀμείνονα καρπὸν ἵησιν
Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης,
ἔνθα σίδηρος Ἄρηος ἐπιχθονίοισι βροτοῖσιν
ἔσσεται, εὖτ᾿ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσι.

τὰ δὲ Κεβρήνια τοῦτον τὸν χρόνον κτίζειν οἱ Κυμαῖοι παρεσκευάζοντο πρὸς τῇ Ἴδῃ, καὶ γίνεται αὐτόθι σίδηρος.

[21] ἐντεῦθεν δ᾿ ἀναστὰς Ὅμηρος ἐπορεύετο κατὰ φωνήν τινα αἰγῶν νεμομένων. ὡς δ᾿ ὑλάκτεον αὐτὸν οἱ κύνες, ἀνέκραγεν. ὁ δὲ Γλαῦκος ὡς ἤκουσε τῆς φωνῆς (ἦν γὰρ τοῦτο ὄνομα τῷ νέμοντι τὰς αἶγας), ἐπέδραμεν ὀτραλέως, τούς τε κύνας ἀνεκαλεῖτο καὶ ἀπεσόβησεν ἀπὸ τοῦ Ὁμήρου. ἐπὶ πολὺν δὲ χρόνον ἐν θωύματι ἦν, ὅκως τυφλὸς ἐὼν μόνος ἀπίκοιτο ἐς τοιούτους χώρους καὶ ὅ τι θέλων, προσελθών τέ μιν ἱστόρεεν, ὅστίς τ᾿ ἦν καὶ τίνι τρόπῳ ἀπίκοιτο ἐς τόπους ἀοικήτους καὶ ἀστιβέα χωρία, καὶ τίνος κεχρημένος εἴη. ὁ δ᾿ Ὅμηρος αὐτῷ πᾶσαν τὴν ἑωυτοῦ πάθην καταλεγόμενος εἰς οἶκτον προηγάγετο· ἦν γάρ, ὡς ἔοικεν, οὐδ᾿ ἀγνώμων ὁ Γλαῦκος. ἀναλαβὼν δ᾿ αὐτὸν ἀνήγαγεν ἐπὶ τὸν σταθμόν, πῦρ τ᾿ ἀνακαύσας δεῖπνον παρασκευάζει καὶ παραθεὶς δειπνεῖν ἐκέλευεν ὁ Γλαῦκος.

[22] τῶν δὲ κυνῶν μὴ ἐσθιόντων καὶ ὑλακτούντων δειπνοῦντας, καθάπερ εἰώθεσαν, λέγει πρὸς τὸν Γλαῦκον Ὅμηρος τὰ ἔπεα τάδε·

Γλαῦκε, βοτῶν ἐπιόπτα, ἐπός τί τοι ἐν φρεσὶ θήσω·
πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ᾿ αὐλείῃσι θύρῃσι
δοῦναι· ὥς γὰρ ἄμεινον· ὃ γὰρ καὶ πρῶτον ἀκούει
ἀνδρὸς ἐπερχομένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος.

ταῦτα ἀκούσας ὁ Γλαῦκος ἥσθη τῇ παραινέσει καὶ ἐν θωύματι εἶχεν αὐτόν. δειπνήσαντες δὲ διὰ λόγων εἱστιῶντο. ἀπηγεομένου δ᾿ Ὁμήρου τήν τε πλάνην τὴν ἑωυτοῦ καὶ τὰς πόλεις ἃς ἐσαπίκοιτο, ἔκπληκτος ἦν ὁ Γλαῦκος ἐσακούων. καὶ τότε μέν, ἐπεὶ ὥρη κοίτου ἦν, ἀνέπαυε.

[23] τῇ δ᾿ ὑστεραίῃ διενοήθη ὁ Γλαῦκος πρὸς τὸν δεσπότην πορευθῆναι, σημανέων τὰ ὑπὲρ τοῦ Ὁμήρου. ἐπιτρέψας δὲ τῷ συνδούλῳ νέμειν τὰς αἶγας τὸν Ὅμηρον καταλείπει ἔνδον, εἰπὼν πρὸς αὐτόν, ὅτι διὰ ταχέων πορεύσομαι. καταβὰς δ᾿ ἐς Βολισσόν (ἔστι δὲ πλησίον τοῦ χωρίου τούτου) καὶ συγγενόμενος τῷ δεσπότῃ ἀπηγέετο περὶ Ὁμήρου πᾶσαν τὴν ἀλήθειαν, περί τ᾿ αὐτοῦ τῆς ἀπίξιος, ἐν θωύματι ποιεύμενος, ἐρωτᾶ τε ὅ τι χρὴ ποιέειν περὶ αὐτόν. ὁ δ᾿ ὀλίγα μὲν προσίετο τῶν λόγων, κατεγίνωσκε δὲ τοῦ Γλαύκου ὡς ἄφρονος ἐόντος τοὺς ἀναπήρους δεχομένου καὶ τρέφοντος. ἐκέλευε δ᾿ ὅμως τὸν ξεῖνον ἄγειν πρὸς ἑαυτόν.

[24] ἐλθὼν δὲ πρὸς τὸν Ὅμηρον διηγήσατο ταῦτα ὁ Γλαῦκος καὶ ἐκέλευεν αὐτὸν πορεύεσθαι· οὕτω γὰρ εὖ πρήξειν. ὁ δ᾿ Ὅμηρος ἤθελε πορεύεσθαι. ἀναλαβὼν οὖν αὐτὸν ὁ Γλαῦκος ἤγαγε πρὸς τὸν δεσπότην. διὰ λόγων δ᾿ ἰὼν τῷ Ὁμήρῳ ὁ Χῖος εὑρίσκει ἐόντα δεξιὸν καὶ πολλῶν ἔμπειρον, ἔπειθέ τ᾿ αὐτὸν μένειν καὶ τῶν παιδίων ἐπιμέλειαν ποιεῖσθαι· ἦσαν γὰρ τῷ Χίῳ παῖδες ἐν ἡλικίῃ. τούτους οὖν αὐτῷ παρατίθεται παιδεύειν. ὁ δ᾿ ἔπρησσε ταῦτα, καὶ τοὺς Κέρκωπας καὶ Βατραχομυομαχίην καὶ Ψαρομαχίην καὶ Ἑπταπακτικὴν καὶ Ἐπικιχλίδας καὶ τἆλλα πάντα, ὅσα παίγνιά ἐστιν Ὁμήρου, ἐνταῦθ᾿ ἐποίησε παρὰ τῷ Χίῳ ἐν Βολισσῷ, ὥστε καὶ ἐν τῇ πόλει περιβόητος ἤδη ἐγένετο τῇ ποιήσει. καὶ ὁ μὲν Θεστορίδης, ὡς τάχιστα ἐπύθετο αὐτὸν παρεόντα, ᾤχετο ἐκπλέων ἐκ τῆς Χίου.

[25] χρόνου δὲ προϊόντος δεηθεὶς τοῦ Χίου πορεῦσαι αὐτὸν εἰς τὴν Χίον ἀπίκετο εἰς τὴν πόλιν, καὶ διδασκαλεῖον κατασκευασάμενος ἐδίδασκε παῖδας τὰ ἔπεα. καὶ κάρτα δεξιὸς ἐδόκεεν εἶναι τοῖς Χίοις καὶ πολλοὶ θωυμασταὶ αὐτοῦ καθειστήκεσαν. συλλεξάμενος δὲ βίον ἱκανὸν γυναῖκα ἔγημεν, ἐξ ἧς αὐτῷ θυγατέρες δύο ἐγένοντο· καὶ ἡ μὲν αὐτῶν ἄγαμος ἐτελεύτησε, τὴν δὲ συνῴκισεν ἀνδρὶ Χίῳ.

[26] ἐπιχειρήσας δὲ τῇ ποιήσει ἀπέδωκε χάριν ἣν εἶχε, πρῶτον μὲν Μέντορι τῷ Ἰθακησίῳ ἐν Ὀδυσσείᾳ, ὅτι μιν κάμνοντα τοὺς ὀφθαλμοὺς ἐν Ἰθάκῃ ἐνοσήλευεν ἐκτενέως, τοὔνομα αὐτοῦ ἐναρμόσας ἐς τὴν ποίησιν, Ὀδυσσέως τε ἑταῖρον φὰς εἶναι, ποιήσας Ὀδυσσέα, ὡς ἐς Τροίην ἔπλεε, Μέντορι ἐπιτρέψαι τὸν οἶκον ὡς ἐόντι Ἰθακησίων ἀρίστῳ καὶ δικαιοτάτῳ. πολλαχῇ δὲ καὶ ἄλλῃ τῆς ποιήσεως τιμῶν αὐτὸν τὴν Ἀθηνᾶν, ὁπότ᾿ ἐς λόγον τινὶ καθίσταιτο, τῷ Μέντορι οἰκυίην ποιεῖ. ἀπέδωκε δὲ καὶ Φημίῳ τῷ ἑαυτοῦ διδασκάλῳ τροφεῖα καὶ διδασκαλεῖα ἐν τῇ Ὀδυσσείῃ, μάλιστ᾿ ἐν τοῖσδε τοῖς ἔπεσι·

κήρυξ δ᾿ ἐν χερσὶν κίθαριν περικαλλέ᾿ ἔθηκε
Φημίῳ, ὃς δὴ πολλὸν ἐκαίνυτο πάντας ἀείδων.

καὶ πάλιν·

αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.

μέμνηται δὲ καὶ τοῦ ναυκλήρου, μεθ᾿ οὗ ἐκπεριέπλευσε καὶ εἶδε πόλιάς τε πολλὰς καὶ χώρας, ᾧ ὄνομα ἦν Μέντης, ἐν τοῖς ἔπεσι τοῖσδε ·

Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.

ἀπέδωκε δὲ χάριν καὶ Τυχίῳ τῷ σκυτεῖ, ὃς ἐδέξατο αὐτὸν ἐν τῷ Νέῳ τείχει προσελθόντα πρὸς τὸ σκυτεῖον, ἐν τοῖς ἔπεσι καταζεύξας ἐν τῇ Ἰλιάδι τοῖσδε·

Αἴας δ᾿ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον,
χάλκεον, ἑπταβόειον, ὅ οἱ Τύχιος κάμε τεύχων,
σκυτοτόμων ὄχ᾿ ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων.

[27] ἀπὸ δὲ τῆς ποιήσιος ταύτης εὐδοκίμει Ὅμηρος περί τε τὴν Ἰωνίην, καὶ ἐς τὴν Ἑλλάδα ἤδη περὶ αὐτοῦ λόγος ἀνεφέρετο. κατοικέων δ᾿ ἐν τῆ Χίῳ καὶ εὐδοκιμέων περὶ τὴν ποίησιν, ἀπικνεομένων πολλῶν πρὸς αὐτόν, συνεβούλευον οἱ ἐντυγχάνοντες αὐτῷ ἐς τὴν Ἑλλάδα ἀπικέσθαι· ὁ δὲ προσεδέξατο τὸν λόγον καὶ κάρτα ἐπεθύμει ἀποδημῆσαι.

[28] κατανοήσας δέ, ὅτι ἐς μὲν Ἄργος πολλαί καὶ μεγάλαι εἶεν εὐλογίαι πεποιημέναι, ἐς δὲ τὰς Ἀθήνας οὔ, ἐμποιεῖ ἐς τὴν ποίησιν, ἐς μὲν Ἰλιάδα τὴν μεγάλην Ἐρεχθέα μεγαλύνων ἐν νεῶν καταλόγῳ τὰ ἔπεα τάδε·

δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ᾿ Ἀθήνη
θρέψε, Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα.

καὶ τὸν στρατηγὸν αὐτῶν Μενεσθέα αἰνέσας, ὡς πάντων εἴη ἄριστος τάξαι πεζὸν στρατὸν καὶ ἱππότας ἐν τοῖσδε τοῖς ἔπεσιν εἶπε·

τῶν αὖθ᾿ ἡγεμόνευ᾿ υἱὸς Πετεῶο Μενεσθεύς·
τῷ δ᾿ οὔπω τις ὅμοιος ἐπιχθόνιος γένετ᾿ ἀνὴρ
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας.

Αἴαντα δὲ τὸν Τελαμῶνος καὶ Σαλαμινίους ἐν νεῶν καταλόγῳ ἔταξε πρὸς Ἀθηναίους, λέγων ὧδε·

Αἴας δ᾿ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας,
στῆσε δ᾿ ἄγων ἵν᾿ Ἀθηναίων ἵσταντο φάλαγγες.

ἐς δὲ τὴν Ὀδυσσείην τάδ᾿ ἐποίησεν, ὡς Ἀθηνᾶ ἐς λόγους ἐλθοῦσα τῷ Ὀδυσσεῖ ἐς τὴν Ἀθηναίων πόλιν ἀπίκετο, τιμῶσα ταύτην τῶν ἄλλων πολίων μάλιστα·

ἵκετο δ᾿ ἐς Μαραθῶνα καὶ εὐρυχόρους ἐς Ἀθήνας,
δῦνε δ᾿ Ἐρεχθῆος πυκινὸν δόμον.

[29] ἐμποιήσας δ᾿ ἐς τὴν ποίησιν ταῦτα καὶ παρασκευασάμενος, ἐς Ἑλλάδα βουλόμενος ποιήσασθαι τὸν πλοῦν προσίσχει τῇ Σάμῳ. ἔτυχον δ᾿ οἱ ἐκεῖσε τὸν τότε καιρὸν ἄγοντες ἑορτὴν Ἀπατούρια. καί τις τῶν Σαμίων ἰδὼν τὸν Ὅμηρον ἀπιγμένον, πρότερον αὐτὸν ὀπωπὼς ἐν Χίῳ, ἐλθὼν ἐς τοὺς φράτορας διηγήσατο, ἐν ἐπαίνῳ μεγάλῳ ποιεύμενος αὐτόν. οἱ δὲ φράτορες ἐκέλευον ἄγειν αὐτόν· ὁ δ᾿ ἐντυχὼν τῷ Ὁμήρῳ ἔλεξεν, “ὦ ξένε, Ἀπατούρια ἀγούσης τῆς πόλιος καλοῦσί σε οἱ φράτορες οἱ ἡμέτεροι συνεορτάσοντα”. ὁ δ᾿ Ὅμηρος ἔφη ταῦτα ποιήσειν, καὶ ᾔει μετὰ τοῦ καλέσαντος.

[30] πορευόμενος δ᾿ ἐγχρίμπτεται γυναιξὶ Κουροτρόφῳ θυούσαις ἐν τῇ τριόδῳ. ἡ δ᾿ ἱέρεια εἶπε πρὸς αὐτὸν δυσχεράνασα τῇ ὄψει· “ἄνερ, ἀπὸ τῶν ἱερῶν”. ὁ δ᾿ Ὅμηρος ἐς θυμόν τ᾿ ἔβαλε τὸ ῥηθὲν καὶ ἤρετο τὸν ἄγοντα, τίς τ᾿ εἴη ὁ φθεγξάμενος καὶ τίνι θεῶν ἱερὰ θύεται. ὁ δ᾿ αὐτῷ διηγήσατο, ὅτι γυνὴ εἴη Κουροτρόφῳ θύουσα. ὁ δ᾿ ἀκούσας λέγει τάδε τὰ ἔπεα·

κλῦθί μοι εὐχομένῳ, Κουροτρόφε, δὸς δὲ γυναῖκα
τήνδε νέων μὲν ἀνήνασθαι φιλότητα καὶ εὐνήν·
ἡ δ᾿ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν,
ὧν ὥρη μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾶ.

[31] ἐπεὶ δ᾿ ἦλθεν εἰς τὴν φρήτρην καὶ τοῦ οἴκου, ἔνθα δὴ ἐδαίνυντο, ἐπὶ τὸν οὐδὸν ἔστη, οἱ μὲν λέγουσι καιομένου πυρὸς ἐν τῷ οἴκῳ, οἱ δέ φασι τότ᾿ ἐκκαῦσαι σφᾶς, ἐπειδὴ Ὅμηρος τὰ ἔπεα εἶπεν·

ἀνδρὸς μὲν στέφανος παῖδες, πύργοι δὲ πόληος,
ἵπποι δ᾿ ἐν πεδίῳ κόσμος, νῆες δὲ θαλάσσης,
χρήματα δ᾿ αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες
ἥμενοι εἰν ἀγορῇ κόσμος τ᾿ ἄλλοισιν ὁρᾶσθαι·
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι.

εἰσελθὼν δὲ καὶ κατακλιθεὶς ἐδαίνυτο μετὰ τῶν φρατόρων, καὶ αὐτὸν ἐτίμων καὶ ἐν θωύματι εἶχον. καὶ τότε μὲν τὴν κοίτην αὐτοῦ ἐποιήσατο Ὅμηρος.

[32] τῇ δ᾿ εἰσαύριον ἀποπορευόμενον ἰδόντες κεραμέες τινές, κάμινον ἐγκαίοντες κεράμου λεπτοῦ, προσεκαλέσαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη, καὶ ἐκέλευόν σφιν ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου καὶ ὅ τι ἂν ἄλλο ἔχωσιν. ὁ δὲ Ὅμηρος ἀείδει αὐτοῖς τὰ ἔπεα τάδε, ἃ καλεῖται Κάμινος·

εἰ μὲν δώσετε μισθόν, ἀείσω, ὦ κεραμῆες.
δεῦρ᾿ ἄγ᾿ Ἀθηναίη καὶ ὑπείρεχε χεῖρα καμίνου.
εὖ δὲ περανθεῖεν κότυλοι καὶ πάντα κάναστρα,
φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὦνον ἀρέσθαι,
πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ᾿ ἀγυιαῖς,
πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφιν ἀεῖσαι.
ἢν δ᾿ ἐπ᾿ ἀναιδείην τρεφθέντες ψεύδε᾿ ἄρησθε,
συγκαλέω δ᾿ ἤπειτα καμίνῳ δηλητῆρας,
Σύντριβ᾿ ὁμῶς Σμάραγόν τε καὶ Ἄσβετον ἠδὲ Σαβάκτην
Ὠμόδαμόν θ᾿, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζει.
πέρθε πυραίθουσαν καὶ δώματα, σὺν δὲ κάμινος
πᾶσα κυκηθείη κεραμέων μέγα κωκυσάντων.
ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος,
πάντ᾿ ἔντοσθ᾿ αὐτῆς κεραμήϊα λεπτὰ ποιοῦσα.
δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,
ἄγρια φάρμακα βάλλε, κάκου δ᾿ αὐτούς τε καὶ ἔργα.
δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
οἵ θ᾿ Ἡρακλείους χεῖρας φύγον, οἵ τ᾿ ἀπόλοντο,
τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·
αὐτοὶ δ᾿ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.
γηθήσω δ᾿ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·
ὃς δέ χ᾿ ὑπερκύψῃ, περὶ τούτου πᾶν τὸ πρόσωπον
φλεχθείη, ὡς πάντες ἐπίσταιντ᾿ αἴσιμα ῥέζειν.

[33] παραχειμάζων δ᾿ ἐν τῇ Σάμῳ, ταῖς νουμηνίαις προσπορευόμενος πρὸς τὰς οἰκίας τὰς εὐδαιμονεστάτας, ἐλάμβανέ τι ἀείδων τὰ ἔπεα τάδε, ἃ καλεῖται Εἰρεσιώνη (ὡδήγουν δ᾿ αὐτὸν καὶ συμπαρῆσαν αἰεὶ τῶν παίδων τινὲς τῶν ἐγχωρίων)·

δῶμα προσετραπόμεσθ᾿ ἀνδρὸς μέγα δυναμένοιο,
ὃς μέγα μὲν δύναται, μέγα δὲ βρέμει, ὄλβιος αἰεί.
αὐταὶ ἀνακλίνεσθε, θύραι· πλοῦτος γὰρ ἔσεισι
πολλός, σὺν πλούτῳ δὲ καὶ Εὐφροσύνη τεθαλυῖα
εἰρήνη τ᾿ ἀγαθή. ὅσα δ᾿ ἄγγεα, μεστὰ μὲν εἴη,
κυρβαίη δ᾿ αἰεὶ κατὰ καρδόπου ἕρποι μάζα·
τοῦ παιδὸς δὲ γυνὴ κατὰ διφράκα βήσεται ὔμμιν,
ἡμίονοι δ᾿ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα,
αὐτὴ δ᾿ ἱστὸν ὑφαίνοι ἐπ᾿ ἠλέκτρῳ βεβαυῖα.
νεῦμαί τοι, νεῦμαι, ἐνιαύσιος, ὥστε χελιδὼν
ἕστηκ᾿ ἐν προθύροισι·

καὶ

εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐχ ἑστήξομεν·
οὐ γὰρ συνοικήσοντες ἐνθάδ᾿ ἤλθομεν.

ᾔδετο δὲ τὰ ἔπεα τάδ᾿ ἐν τῇ Σάμῳ ἐπὶ πολὺν χρόνον ὑπὸ τῶν παίδων, ὅτ᾿ ἀγείροιεν ἐν τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος.

[34] ἀρχομένου δὲ τοῦ ἔαρος ἐπεχείρησε πλεῖν Ὅμηρος εἰς τὰς Ἀθήνας ἐκ τῆς Σάμου. καὶ ἀναχθεὶς μετά τινων ἐγχωρίων ἀπηνέχθη εἰς τὴν Ἴον, καὶ ὡρμίσθησαν οὐ κατὰ πόλιν, ἀλλ᾿ ἐπ᾿ ἀκτῆς. συνέβη δὲ τῷ Ὁμήρῳ κατὰ πολύ τι ἄρξασθαι μαλακῶς ἔχειν. ἐκβὰς δὲ τοῦ πλοίου ἐκοιμᾶτο ἐπὶ τῆς κυματωγῆς ἀδυνάτως ἔχων. πλείους δ᾿ ἡμέρας ὁρμούντων αὐτῶν δι᾿ ἀπλοΐην καταβαίνοντες αἰεί τινες τῶν ἐκ τῆς πόλιος ἀπεσχόλαζον παρὰ τῷ Ὁμήρῳ καὶ ἐν θωύματι εἶχον αὐτὸν ἀκούοντες αὐτοῦ.

[35] τῶν δὲ ναυτέων καὶ τῶν ἐκ τῆς πόλιος τινῶν ἡμένων παρὰ τῷ Ὁμήρῳ κατέπλωσαν παῖδες ἁλιῆες τὸν τόπον καὶ ἐκβάντες ἐκ τοῦ ἀκατίου προσελθόντες αὐτοῖς τάδ᾿ εἶπον· “ἄγετε ὦ ξένοι, ἐπακούσατε ἡμέων, ἂν ἄρα δύνησθε διαγνῶναι ἅσσ᾿ ἂν ὑμῖν εἴπωμεν.” καί τις τῶν παρεόντων ἐκέλευε λέγειν. οἱ δ᾿ εἶπαν· “ἡμεῖς ἅσσ᾿ εἵλομεν κατελίπομεν, ἃ δὲ μὴ εἵλομεν φέρομεν.” οἱ δέ φασι μέτρῳ εἰπεῖν αὐτούς

ἅσσ᾿ ἕλομεν λιπόμεσθα· ἃ δ᾿ οὐχ ἕλομεν φερόμεσθα.

οὐ δυναμένων δὲ τῶν παρεόντων γνῶναι τὰ ῥηθέντα διηγήσαντο οἱ παῖδες, ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δ᾿ ἐν τῇ γῇ ἐφθειρίζοντο, καὶ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν κατέλιπον, ὅσους δὲ μὴ ἐδύναντο ἐς οἴκους ἀπεφέροντο. ὁ δ᾿ Ὅμηρος ἀκούσας ταῦτα ἔλεξε τὰ ἔπεα τάδε·

τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε,
οὔτε βαθυκλήρων οὔτ᾿ ἄσπετα μῆλα νεμόντων.

[36] ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων ῥηθέν, ὡς οἴονταί τινες, ἀλλὰ τῇ μαλακίῃ. τελευτήσας δ᾿ ἐν τῇ Ἴῳ αὐτοῦ ἐπ᾿ ἀκτῆς ἐτάφη ὑπό τε τῶν συμπλόων καὶ τῶν πολιητέων, ὅσοι ἐν διαλογῇ ἐγεγένηντο αὐτῷ. καὶ τὸ ἐλεγεῖον τόδ᾿ ἐπέγραψαν Ἰῆται ὕστερον χρόνῳ πολλῷ, ὡς ἤδη ἥ τε ποίησις ἐξεπεπτώκεε καὶ ἐθαυμάζετο ὑπὸ πάντων (οὐ γὰρ Ὁμήρου ἐστίν)·

ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα κάλυψεν,
ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον.

[37] ὅτι δὲ ἦν Αἰολεὺς Ὅμηρος καὶ οὔτ᾿ Ἴων οὔτε Δωριεύς, τοῖς τ᾿ εἰρημένοις δεδήλωταί μοι, καὶ δὴ καὶ τοῖσδε τεκμαίρεσθαι παρέχει. ἄνδρα ποιητὴν τηλικοῦτον εἰκός ἐστι τῶν νομίμων τῶν παρὰ τοῖς ἀνθρώποις ποιοῦντα ἐς τὴν ποίησιν ἤτοι τὰ κάλλιστα ἐξευρόντα ποιέειν ἢ τὰ ἑωυτοῦ πάτρια ἐόντα. ἤδη τοίνυν τὸ ἐνθένδ᾿ αὐτοὶ τῶν ἐπέων ἀκούοντες κρινεῖτε ἱεροποιίην γὰρ ἢ τὴν κρατίστην ἐξευρὼν ἐποίησεν ἢ τὴν ἑωυτοῦ πατρίδι προσήκουσαν. λέγει γὰρ ὧδε·

αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ᾿ ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν,
δίπτυχα ποιήσαντες, ἐπ᾿ αὐτῶν δ᾿ ὠμοθέτησαν.

ἐν τούτοις ὑπὲρ ὀσφύος οὐδὲν εἴρηται ᾗ ἐς τὰ ἱερὰ χρέονται· μονώτατον γὰρ τῶν Ἑλλήνων τὸ Αἰολικὸν ἔθνος οὐ καίει ὀσφύν. δηλοῖ δὲ καὶ ἐν τοῖσδε τοῖς ἔπεσιν ὅτι Αἰολεὺς ὢν δικαίως τοῖς τούτων νόμοις ἐχρῆτο·

καῖε δ᾿ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ᾿ αἴθοπα οἶνον
λεῖβε, νέοι δὲ παρ᾿ αὐτὸν ἔχον πεμπώβολα χερσίν.

Αἰολέες γὰρ μόνοι τὰ σπλάγχνα ἐπὶ πέντε ὀβελῶν ὀπτῶσιν, οἱ δ᾿ ἄλλοι Ἕλληνες ἐπὶ τριῶν. καὶ γὰρ ὀνομάζουσιν οἱ Αἰολεῖς τὰ πέντε πέμπε.

[38] τὰ μὲν οὖν ὑπὲρ τῆς γενέσιος καὶ τελευτῆς καὶ βίου δεδήλωταί μοι. περὶ δ᾿ ἡλικίης τῆς Ὁμήρου ἐκ τῶνδ᾿ ἄν τις ἐπισκεπτόμενος ἀκριβῶς καὶ ὀρθῶς λογίζοιτο. ἀπὸ γὰρ τῆς εἰς Ἴλιον στρατηίης, ἣν Ἀγαμέμνων καὶ Μενέλαος ἤγειραν, ἔτεσιν ὕστερον ἑκατὸν καὶ τριάκοντα Λέσβος ᾠκίσθη κατὰ πόλεις, πρότερον ἐοῦσα ἄπολις. μετὰ δὲ Λέσβον οἰκισθεῖσαν ἔτεσιν ὕστερον εἴκοσι Κύμη ἡ Αἰολιῶτις καὶ Φρικωνὶς καλεομένη ᾠκίσθη. μετὰ δὲ Κύμην ὀκτωκαίδεκα ἔτεσιν ὕστερον Σμύρνα ὑπὸ Κυμαίων κατῳκίσθη, καὶ ἐν τούτῳ γίνεται Ὅμηρος. ἀφ᾿ οὗ δ᾿ Ὅμηρος ἐγένετο ἔτεά ἐστιν ἑξακόσια εἰκοσιδύο μέχρι τῆς Ξέρξεω διαβάσεως, ἣν στρατευσάμενος ἐπὶ τοὺς Ἕλληνας καὶ ζεύξας τὸν Ἑλλήσποντον διέβη ἐκ τῆς Ἀσίας ἐς τὴν Εὐρώπην. ἀπὸ δὲ τούτου ῥηιδίως ἐστὶν ἀριθμῆσαι τὸν χρόνον τῷ ἐθέλοντι ζητεῖν ἐκ τῶν ἀρχόντων τῶν Ἀθήνησιν. τῶν δὲ Τρωικῶν ὕστερον γέγονεν Ὅμηρος ἔτεσιν ἑκατὸν ἑξήκοντα ὀκτώ.