Μετάβαση στο περιεχόμενο

Ηθικά Ευδήμεια/3

Από Βικιθήκη
Ἠθικὰ Εὐδήμεια
Συγγραφέας:
Βιβλίο 3ο
Aristotle. Aristotle's Eudemian Ethics, ed. F. Susemihl. Leipzig: Teubner. 1884.



1228α [23] ὅτι μὲν οὖν μεσότητές εἰσί τε ἐν ταῖς ἀρεταῖς, καὶ αὗται προαιρετικαί, καὶ αἱ ἐναντίαι κακίαι, καὶ τίνες εἰσὶν [25] αὗται, καθόλου εἴρηται: καθ᾽ ἑκάστην δὲ λαμβάνοντες λέγωμεν ἐφεξῆς, καὶ πρῶτον εἴπωμεν περὶ ἀνδρείας.

σχεδὸν δὴ δοκεῖ πᾶσιν ὅ τ᾽ ἀνδρεῖος εἶναι περὶ φόβους καὶ ἡ ἀνδρεία μία τῶν ἀρετῶν. διείλομεν δ᾽ ἐν τῇ διαγραφῇ πρότερον καὶ θράσος καὶ φόβον ἐναντία: καὶ γάρ ἐστί πως ἀντικείμενα [30] ἀλλήλοις. δῆλον οὖν ὅτι καὶ οἱ κατὰ τὰς ἕξεις ταύτας λεγόμενοι ὁμοίως ἀντικείσονται σφίσιν αὐτοῖς, οἷον ὁ δειλὸς (οὗτος γὰρ λέγεται κατὰ τὸ φοβεῖσθαι μᾶλλον ἢ δεῖ καὶ θαρρεῖν ἧττον ἢ δεῖ) καὶ ὁ θρασύς: καὶ γὰρ οὗτος κατὰ τὸ τοιοῦτος εἶναι οἷος φοβεῖσθαι μὲν ἧττον ἢ δεῖ, θαρρεῖν δὲ [35] μᾶλλον ἢ δεῖ. διὸ καὶ παρωνυμιάζεται: ὁ γὰρ θρασὺς παρὰ τὸ θράσος λέγεται παρωνύμως. ὥστ᾽ ἐπεὶ ἡ ἀνδρεία ἐστὶν ἡ βελτίστη ἕξις περὶ φόβους καὶ θάρρη, δεῖ δὲ μήθ᾽ οὕτως ὡς οἱ θρασεῖς (τὰ μὲν γὰρ ἐλλείπουσι, τὰ δ᾽ ὑπερβάλλουσι) μήθ᾽ οὕτως ὡς οἱ δειλοί (καὶ γὰρ οὗτοι ταὐτὸ ποιοῦσι, πλὴν οὐ περὶ ταὐτὰ ἀλλ᾽ ἐξ ἐναντίας: 1228β τῷ μὲν γὰρ θαρρεῖν ἐλλείπουσι, τῷ δὲ φοβεῖσθαι ὑπερβάλλουσι), δῆλον ὡς ἡ μέση διάθεσις θρασύτητος καὶ δειλίας ἐστὶν ἀνδρεία: αὕτη γὰρ βελτίστη.

δοκεῖ δ᾽ ὁ ἀνδρεῖος ἄφοβος εἶναι ὡς ἐπὶ τὸ πολύ, ὁ δὲ [5] δειλὸς φοβητικός, καὶ ὃ μὲν καὶ πολλὰ καὶ ὀλίγα καὶ μεγάλα καὶ μικρὰ φοβεῖσθαι, καὶ σφόδρα καὶ ταχύ, ὃ δὲ τὸ ἐναντίον ἢ οὐ φοβεῖσθαι ἢ ἠρέμα καὶ μόλις καὶ ὀλιγάκις καὶ μεγάλα, καὶ ὃ μὲν ὑπομένει τὰ φοβερὰ σφόδρα, ὃ δὲ οὐδὲ τὰ ἠρέμα. ποῖα οὖν ὑπομένει ὁ ἀνδρεῖος; [10] πρῶτον πότερον τὰ ἑαυτῷ φοβερὰ ἢ τὰ ἑτέρῳ; εἰ μὲν δὴ τὰ ἑτέρῳ φοβερά, οὐθὲν σεμνὸν φαίη ἄν τις εἶναι: εἰ δὲ τὰ αὑτῷ, εἴη ἂν αὐτῷ μεγάλα καὶ πολλὰ φοβερά. φόβου ποιητικὰ ἑκάστῳ ᾧ φοβερά, οἷον εἰ μὲν σφόδρα φοβερά, εἴη ἂν ἰσχυρὸς ὁ φόβος, εἰ δ᾽ ἠρέμα, ἀσθενής. ὥστε συμβαίνει τὸν [15] ἀνδρεῖον μεγάλους φόβους καὶ πολλοὺς ποιεῖσθαι. ἐδόκει δὲ τοὐναντίον ἡ ἀνδρεία ἄφοβον παρασκευάζειν, τοῦτο δ᾽ εἶναι ἐν τῷ ἢ μηθὲν ἢ ὀλίγα φοβεῖσθαι, καὶ ἠρέμα καὶ μόλις. ἀλλ᾽ ἴσως τὸ φοβερὸν λέγεται, ὥσπερ καὶ τὸ ἡδὺ καὶ τὸ ἀγαθόν, διχῶς. τὰ μὲν γὰρ ἁπλῶς, τὰ δὲ τινὶ μὲν καὶ ἡδέα [20] καὶ ἀγαθὰ ἐστίν, ἁπλῶς δ᾽ οὔ, ἀλλὰ τοὐναντίον φαῦλα καὶ οὐχ ἡδέα, ὅσα τοῖς πονηροῖς ὠφέλιμα καὶ ὅσα ἡδέα τοῖς παιδίοις ᾗ παιδία. ὁμοίως δὲ καὶ τὰ φοβερὰ τὰ μὲν ἁπλῶς ἐστί, τὰ δὲ τινί. ἃ μὲν δὴ δειλὸς φοβεῖται ᾗ δειλός, τὰ μὲν οὐδενί ἐστι φοβερά, τὰ δ᾽ ἠρέμα: τὰ δὲ τοῖς [25] πλείστοις φοβερά, καὶ ὅσα τῇ ἀνθρωπίνῃ φύσει, ταῦθ᾽ ἁπλῶς φοβερὰ λέγομεν. ὁ δ᾽ ἀνδρεῖος πρὸς ταῦτ᾽ ἔχει ἀφόβως, καὶ ὑπομένει τὰ τοιαῦτα φοβερά, ἃ ἔστι μὲν ὡς φοβερὰ αὐτῷ, ἔστι δ᾽ ὡς οὔ, ᾗ μὲν ἄνθρωπος, φοβερά, ᾗ δ᾽ ἀνδρεῖος, οὐ φοβερὰ ἀλλ᾽ ἢ ἠρέμα ἢ οὐδαμῶς. ἔστι μέντοι φοβερὰ [30] ταῦτα: τοῖς γὰρ πλείστοις φοβερά. διὸ καὶ ἐπαινεῖται ἡ ἕξις: ὥσπερ γὰρ ὁ ἰσχυρὸς καὶ ὑγιεινὸς ἔχει. καὶ γὰρ οὗτοι οὐ τῷ ὑπὸ μηθενὸς ὃ μὲν πόνου τρίβεσθαι, ὃ δ᾽ ὑπὸ μηδεμιᾶς ὑπερβολῆς, τοιοῦτοι εἰσίν, ἀλλὰ τῷ ὑπὸ τούτων ἀπαθεῖς εἶναι, ἢ ἁπλῶς ἢ ἠρέμα, ὑφ᾽ ὧν οἱ πολλοὶ καὶ οἱ [35] πλεῖστοι. οἱ μὲν οὖν νοσώδεις καὶ ἀσθενεῖς καὶ δειλοὶ καὶ ὑπὸ τῶν κοινῶν παθημάτων πάσχουσί τι, πλὴν θᾶττόν τε καὶ μᾶλλον ἢ οἱ πολλοί, καὶ ἔτι ὑφ᾽ ὧν οἱ πολλοὶ πάσχουσιν, ὑπὸ τούτων ἀπαθεῖς ἢ ὅλως ἢ ἠρέμα.

ἀπορεῖται δ᾽ εἰ τῷ ἀνδρείῳ οὐθέν ἐστι φοβερόν, οὐδ᾽ ἂν φοβηθείη. 1229α ἢ οὐθὲν κωλύει τὸν εἰρημένον τρόπον; ἡ γὰρ ἀνδρεία ἀκολούθησις τῷ λόγῳ ἐστίν, ὁ δὲ λόγος τὸ καλὸν αἱρεῖσθαι κελεύει. διὸ καὶ ὁ μὴ διὰ τοῦτο ὑπομένων αὐτά, οὗτος ἤτοι ἐξέστηκεν ἢ θρασύς: ὁ δὲ διὰ τὸ καλὸν ἄφοβος καὶ ἀνδρεῖος μόνος. ὁ μὲν [5] οὖν δειλὸς καὶ ἃ μὴ δεῖ φοβεῖται, ὁ δὲ θρασὺς καὶ ἃ μὴ δεῖ θαρρεῖ: ὁ δ᾽ ἀνδρεῖος ἄμφω ἃ δεῖ, καὶ ταύτῃ μέσος ἐστίν. ἃ γὰρ ἂν ὁ λόγος κελεύῃ, ταῦτα καὶ θαρρεῖ καὶ φοβεῖται. ὁ δὲ λόγος τὰ μεγάλα λυπηρὰ καὶ φθαρτικὰ οὐ κελεύει ὑπομένειν, ἂν μὴ καλὰ ᾖ. ὁ μὲν οὖν θρασύς, καὶ εἰ μὴ [10] κελεύει, ταῦτα θαρρεῖ, ὁ δὲ δειλὸς οὐδ᾽ ἂν κελεύῃ: ὁ δὲ ἀνδρεῖος μόνος, ἐὰν κελεύῃ.

ἔστι δ᾽ εἴδη ἀνδρείας πέντε λεγόμενα καθ᾽ ὁμοιότητα: <τὰ> αὐτὰ γὰρ ὑπομένουσιν, ἀλλ᾽ οὐ διὰ τὰ αὐτά. μία μὲν πολιτική: αὕτη δ᾽ ἐστὶν ἡ δι᾽ αἰδῶ οὖσα. δευτέρα ἡ στρατιωτική: αὕτη δὲ δι᾽ [15] ἐμπειρίαν καὶ τὸ εἰδέναι, οὐχ ὥσπερ Σωκράτης ἔφη τὰ δεινά, ἀλλ᾽ ὅτι τὰς βοηθείας τῶν δεινῶν. τρίτη δ᾽ ἡ δι᾽ ἀπειρίαν καὶ ἄγνοιαν, δι᾽ ἣν τὰ παιδία καὶ οἱ μαινόμενοι οἳ μὲν ὑπομένουσι τὰ φερόμενα, οἳ δὲ λαμβάνουσι τοὺς ὄφεις. ἄλλη δ᾽ ἡ κατ᾽ ἐλπίδα, καθ᾽ ἣν οἵ τε κατευτυχηκότες πολλάκις ὑπομένουσι τοὺς [20] κινδύνους καὶ οἱ μεθύοντες: εὐέλπιδας γὰρ ποιεῖ ὁ οἶνος. ἄλλη δὲ διὰ πάθος ἀλόγιστον, οἷον δι᾽ ἔρωτα καὶ θυμόν. ἄν τε γὰρ ἐρᾷ, θρασὺς μᾶλλον ἢ δειλός, καὶ ὑπομένει πολλοὺς κινδύνους, ὥσπερ ὁ ἐν Μεταποντίῳ τὸν τύραννον ἀποκτείνας καὶ ὁ ἐν Κρήτῃ μυθολογούμενος: καὶ δι᾽ ὀργὴν καὶ θυμὸν [25] ὡσαύτως. ἐκστατικὸν γὰρ ὁ θυμός. διὸ καὶ οἱ ἄγριοι σύες ἀνδρεῖοι δοκοῦσιν εἶναι, οὐκ ὄντες: ὅταν γὰρ ἐκστῶσι, τοιοῦτοι εἰσίν, εἰ δὲ μή, ἀνώμαλοι, ὥσπερ οἱ θρασεῖς. ὅμως δὲ μάλιστα φυσικὴ ἡ τοῦ θυμοῦ: ἀήττητον γὰρ ὁ θυμός, διὸ καὶ οἱ παῖδες ἄριστα μάχονται. διὰ νόμον δὲ ἡ πολιτικὴ [30] ἀνδρεία. κατ᾽ ἀλήθειαν δὲ οὐδεμία τούτων, ἀλλὰ πρὸς τὰς παρακελεύσεις τὰς ἐν τοῖς κινδύνοις χρήσιμα ταῦτα πάντα.

περὶ δὲ τῶν φοβερῶν νῦν μὲν ἁπλῶς εἰρήκαμεν, βέλτιον δὲ διορίσασθαι μᾶλλον. ὅλως μὲν οὖν φοβερὰ λέγεται τὰ ποιητικὰ φόβου. τοιαῦτα δ᾽ ἐστὶν ὅσα φαίνεται ποιητικὰ λύπης [35] φθαρτικῆς: τοῖς γὰρ ἄλλην τινὰ προσδεχομένοις λύπην ἑτέρα μὲν ἄν τις ἴσως λύπη γένοιτο καὶ πάθος ἕτερον, φόβος δ᾽ οὐκ ἔσται, οἷον εἴ τις προορῷτο ὅτι λυπήσεται λύπην ἣν οἱ φθονοῦντες λυποῦνται, ἢ τοιαύτην οἵαν οἱ ζηλοῦντες ἢ οἱ αἰσχυνόμενοι. ἀλλ᾽ ἐπὶ μόναις ταῖς τοιαύταις φαινομέναις [40] ἔσεσθαι λύπαις φόβος γίνεται, ὅσων ἡ φύσις ἀναιρετικὴ τοῦ ζῆν. 1229β διὸ καὶ σφόδρα τινὲς ὄντες μαλακοὶ περὶ ἔνια ἀνδρεῖοι εἰσί, καὶ ἔνιοι σκληροὶ καὶ καρτερικοὶ [καὶ] δειλοί. καὶ δὴ καὶ δοκεῖ σχεδὸν ἴδιον τῆς ἀνδρείας εἶναι τὸ περὶ τὸν θάνατον καὶ τὴν περὶ τούτου λύπην ἔχειν πώς. εἰ γάρ τις εἴη τοιοῦτος [5] οἷος πρὸς ἀλέας καὶ ψύχη καὶ τὰς τοιαύτας λύπας ὑπομενετικός, ὡς ὁ λόγος, ἀκινδύνους οὔσας, πρὸς δὲ τὸν θάνατον καὶ μαλακὸς καὶ περίφοβος, μὴ δι᾽ ἄλλο τι πάθος ἀλλὰ δι᾽ αὐτὴν τὴν φθοράν, ἄλλος δὲ πρὸς μὲν ἐκείνας μαλακός, πρὸς δὲ τὸν θάνατον ἀπαθής: ἐκεῖνος μὲν ἂν εἶναι δόξειε [10] δειλός, οὗτος δ᾽ ἀνδρεῖος. καὶ γὰρ κίνδυνος ἐπὶ τοῖς τοιούτοις λέγεται μόνοις τῶν φοβερῶν, ὅταν πλησίον ᾖ τὸ τῆς τοιαύτης φθορᾶς ποιητικόν. φαίνεται δὲ κίνδυνος, ὅταν πλησίον φαίνηται.

τὰ μὲν οὖν φοβερά, περὶ ὅσα φαμὲν εἶναι τὸν ἀνδρεῖον, εἴρηται δὴ ὅτι τὰ φαινόμενα ποιητικὰ λύπης τῆς [15] φθαρτικῆς: ταῦτα μέντοι πλησίον τε φαινόμενα καὶ μὴ πόρρω, καὶ τοσαῦτα τῷ μεγέθει ὄντα ἢ φαινόμενα ὥστ᾽ εἶναι σύμμετρα πρὸς ἄνθρωπον. ἔνια γὰρ ἀνάγκη παντὶ φαίνεσθαι ἀνθρώπῳ φοβερὰ καὶ διαταράττειν. οὐθὲν γὰρ κωλύει, ὥσπερ θερμὰ καὶ ψυχρά, καὶ τῶν ἄλλων [20] δυνάμεων ἐνίας ὑπὲρ ἡμᾶς εἶναι καὶ τὰς τοῦ ἀνθρωπίνου [21] σώματος ἕξεις: οὕτω καὶ τῶν περὶ τὴν ψυχὴν παθημάτων.

οἱ μὲν <οὖν> δειλοὶ καὶ θρασεῖς ἐπιψεύδονται διὰ τὰς ἕξεις: τῷ μὲν γὰρ δειλῷ τά τε μὴ φοβερὰ δοκεῖ φοβερὰ εἶναι καὶ τὰ ἠρέμα σφόδρα, τῷ δὲ θρασεῖ τὸ ἐναντίον τά τε φοβερὰ [25] θαρραλέα καὶ τὰ σφόδρα ἠρέμα, τῷ δ᾽ ἀνδρείῳ τἀληθῆ μάλιστα. διόπερ οὔτ᾽ εἴ τις ὑπομένοι τὰ φοβερὰ δι᾽ ἄγνοιαν, ἀνδρεῖος, οἷον εἴ τις τοὺς κεραυνοὺς ὑπομένοι φερομένους διὰ μανίαν, οὔτ᾽ εἰ γιγνώσκων ὅσος ὁ κίνδυνος, διὰ θυμόν, οἷον οἱ Κελτοὶ πρὸς τὰ κύματα ὅπλα ἀπαντῶσι λαβόντες, καὶ ὅλως ἡ [30] βαρβαρικὴ ἀνδρεία μετὰ θυμοῦ ἐστίν. ἔνιοι δὲ καὶ δι᾽ ἄλλας ἡδονὰς ὑπομένουσιν. καὶ γὰρ ὁ θυμὸς ἡδονὴν ἔχει τινά: μετ᾽ ἐλπίδος γάρ ἐστι τιμωρίας. ἀλλ᾽ ὅμως οὔτ᾽ εἰ διὰ ταύτην οὔτ᾽ εἰ δι᾽ ἄλλην ἡδονὴν ὑπομένει τις τὸν θάνατον ἢ φυγὴν μειζόνων λυπῶν, οὐδεὶς δικαίως <ἂν> ἀνδρεῖος λέγοιτο τούτων. εἰ γὰρ [35] ἦν ἡδὺ τὸ ἀποθνήσκειν, πολλάκις ἂν δι᾽ ἀκρασίαν ἀπέθνησκον οἱ ἀκόλαστοι, ὥσπερ καὶ νῦν αὐτοῦ μὲν τοῦ ἀποθνήσκειν οὐκ ὄντος ἡδέος, τῶν ποιητικῶν δ᾽ αὐτοῦ, πολλοὶ δι᾽ ἀκρασίαν περιπίπτουσιν εἰδότες, ὧν οὐθεὶς <ἂν> ἀνδρεῖος εἶναι δόξειεν, εἰ καὶ πάνυ ἑτοίμως ἀποθνήσκειν. οὔτ᾽ εἰ φεύγοντες τὸ πονεῖν, ὅπερ πολλοὶ ποιοῦσιν, [40] οὐδὲ τῶν τοιούτων οὐδεὶς ἀνδρεῖος, καθάπερ καὶ Ἀγάθων φησὶ 1230α "φαῦλοι βροτῶν γὰρ τοῦ πονεῖν ἡσσώμενοι, θανεῖν ἐρῶσιν." (Αγάθων, σπαράγματα 7) ὥσπερ καὶ τὸν Χείρωνα μυθολογοῦσιν οἱ ποιηταὶ διὰ τὴν ἀπὸ τοῦ ἕλκους ὀδύνην εὔξασθαι ἀποθανεῖν ἀθάνατον ὄντα. παραπλησίως [5] δὲ τούτοις καὶ ὅσοι δι᾽ ἐμπειρίαν ὑπομένουσι τοὺς κινδύνους, ὅνπερ τρόπον σχεδὸν οἱ πλεῖστοι τῶν στρατιωτικῶν ἀνθρώπων ὑπομένουσιν. αὐτὸ γὰρ τοὐναντίον ἔχει ἢ ὡς ᾤετο Σωκράτης, ἐπιστήμην οἰόμενος εἶναι τὴν ἀνδρείαν. οὔτε γὰρ διὰ τὸ εἰδέναι τὰ φοβερὰ θαρροῦσιν οἱ ἐπὶ τοὺς ἱστοὺς ἀναβαίνειν ἐπιστάμενοι, ἀλλ᾽ [10] ὅτι ἴσασι τὰς βοηθείας τῶν δεινῶν: οὔτε δι᾽ ὃ θαρραλεώτερον ἀγωνίζονται, τοῦτο ἀνδρεία. καὶ γὰρ ἂν ἡ ἰσχὺς καὶ ὁ πλοῦτος κατὰ Θέογνιν ἀνδρεία εἶεν: “πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος.” (Θεογ. 177) φανερῶς <δ᾽> ἔνιοι δειλοὶ ὄντες ὅμως ὑπομένουσι δι᾽ ἐμπειρίαν: τοῦτο δέ, ὅτι οὐκ οἴονται κίνδυνον εἶναι: ἴσασι γὰρ τὰς βοηθείας. [15] σημεῖον δέ: ὅταν γὰρ μὴ ἔχειν οἴωνται βοήθειαν, ἀλλ᾽ ἤδη πλησίον ᾖ τὸ δεινόν, οὐχ ὑπομένουσιν. ἀλλὰ πάντων τῶν τοιούτων ἀνδρείων οἱ διὰ τὴν αἰδῶ ὑπομένοντες μάλιστα φανεῖεν <ἂν> ἀνδρεῖοι, καθάπερ καὶ Ὅμηρος τὸν Ἕκτορά φησιν ὑπομεῖναι τὸν κίνδυνον τὸν πρὸς τὸν Ἀχιλλέα: “Ἕκτορα δ᾽ αἰδὼς εἷλε” [20] <καὶ> “Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει.” Όμ. Ιλιάς Χ' 100) καὶ ἐστὶν ἡ πολιτικὴ ἀνδρεία αὕτη. ἡ δ᾽ ἀληθὴς οὔτε αὕτη οὔτ᾽ ἐκείνων οὐδεμία, ἀλλὰ ὁμοία μέν, ὥσπερ καὶ ἡ τῶν θηρίων, ἃ διὰ τὸν θυμὸν ὁμόσε τῇ πληγῇ φέρεται. οὔτε γὰρ ὅτι ἀδοξήσει, δεῖ μένειν φοβουμένους, οὔτε δι᾽ ὀργήν, οὔτε διὰ τὸ [25] μὴ νομίζειν ἀποθανεῖσθαι, ἢ διὰ τὸ δυνάμεις ἔχειν φυλακτικάς: οὐδὲ γὰρ οἰήσεται οὕτω γε φοβερὸν εἶναι οὐθέν. ἀλλ᾽ ἐπειδὴ πᾶσα ἀρετὴ προαιρετική (τοῦτο δὲ πῶς λέγομεν, εἴρηται πρότερον, ὅτι ἕνεκά τινος πάντα αἱρεῖσθαι ποιεῖ, καὶ τοῦτό ἐστι τὸ οὗ ἕνεκα, τὸ καλόν), δῆλον ὅτι καὶ ἡ ἀνδρεία ἀρετή [30] τις οὖσα ἕνεκά τινος ποιήσει τὰ φοβερὰ ὑπομένειν, ὥστ᾽ οὔτε δι᾽ ἄγνοιαν (ὀρθῶς γὰρ μᾶλλον ποιεῖ κρίνειν) οὔτε δι᾽ ἡδονήν, ἀλλ᾽ ὅτι καλόν, ἐπεί, ἄν γε μὴ καλὸν ᾖ ἀλλὰ μανικόν, οὐχ ὑπομένει: αἰσχρὸν γάρ.

περὶ ποῖα μὲν οὖν ἐστιν ἡ ἀνδρεία μεσότης καὶ τίνων [35] καὶ διὰ τί, καὶ τὰ φοβερὰ τίνα δύναμιν ἔχει, σχεδὸν εἴρηται κατὰ τὴν παροῦσαν ἔφοδον ἱκανῶς: περὶ δὲ σωφροσύνης καὶ ἀκολασίας μετὰ ταῦτα διελέσθαι πειρατέον. λέγεται δ᾽ ὁ ἀκόλαστος πολλαχῶς. ὅ τε γὰρ μὴ κεκολασμένος πως μηδ᾽ ἰατρευμένος, ὥσπερ ἄτμητος ὁ μὴ τετμημένος, καὶ τούτων ὃ μὲν δυνατός, ὃ δ᾽ ἀδύνατος: 1230β ἄτμητον γὰρ τό τε μὴ δυνάμενον τμηθῆναι καὶ τὸ δυνατὸν μὲν μὴ τετμημένον δέ. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ ἀκόλαστον. καὶ γὰρ τὸ μὴ πεφυκὸς δέχεσθαι κόλασιν, [5] καὶ τὸ πεφυκὸς μὲν μὴ κεκολασμένον δὲ περὶ ἁμαρτίας, περὶ ἃς ὀρθοπραγεῖ ὁ σώφρων, ὥσπερ οἱ παῖδες: κατὰ ταύτην γὰρ ἀκόλαστοι λέγονται τὴν ἀκοκασίαν. ἔτι δ᾽ ἄλλον τρόπον οἱ δυσίατοι καὶ οἱ ἀνίατοι πάμπαν διὰ κολάσεως. πλεοναχῶς δὲ λεγομένης τῆς ἀκολασίας, ὅτι μὲν περὶ [10] ἡδονάς τινας καὶ λύπας εἰσί, φανερόν, καὶ ὅτι ἐν τῷ περὶ ταύτας διακεῖσθαί πως καὶ ἀλλήλων διαφέρουσι καὶ τῶν ἄλλων: διεγράψαμεν δὲ πρότερον πῶς τὴν ἀκολασίαν ὀνομάζοντες μεταφέρομεν. τοὺς δὲ ἀκινήτως ἔχοντας δι᾽ ἀναισθησίαν πρὸς τὰς αὐτὰς ἡδονὰς οἳ μὲν καλοῦσιν ἀναισθήτους, [15] οἳ δὲ ἄλλοις ὀνόμασι τοιούτους προσαγορεύουσιν. ἔστι δ᾽ οὐ πάνυ γνώριμον τὸ πάθος οὐδ᾽ ἐπιπόλαιον διὰ τὸ πάντας ἐπὶ θάτερον ἁμαρτάνειν μᾶλλον καὶ πᾶσιν εἶναι σύμφυτον τὴν τῶν τοιούτων ἡδέων ἧτταν καὶ αἴσθησιν. μάλιστα δ᾽ εἰσὶ τοιοῦτοι, οἵους οἱ κωμῳδοδιδάσκαλοι παράγουσιν ἀγροίκους, οἳ [20] οὐδὲ τὰ μέτρια καὶ τὰ ἀναγκαῖα πλησιάζουσι τοῖς ἡδέσιν.

ἐπεὶ δ᾽ ὁ σώφρων ἐστὶ περὶ ἡδονάς, ἀνάγκη καὶ περὶ ἐπιθυμίας τινὰς αὐτὸν εἶναι. δεῖ δὴ λαβεῖν περὶ τίνας. οὐ γὰρ περὶ πάσας οὐδὲ περὶ ἅπαντα τὰ ἡδέα ὁ σώφρων σώφρων ἐστίν, ἀλλὰ τῇ μὲν δόξῃ περὶ δύο τῶν αἰσθητῶν, περί τε τὸ [25] γευστὸν καὶ τὸ ἁπτόν, τῇ δ᾽ ἀληθείᾳ περὶ τὸ ἁπτόν: περὶ γὰρ τὴν διὰ τῆς ὄψεως ἡδονὴν τῶν καλῶν ἄνευ ἐπιθυμίας ἀφροδισίων, ἢ λύπην τῶν αἰσχρῶν, καὶ περὶ τὴν διὰ τῆς ἀκοῆς τῶν εὐαρμόστων ἢ ἀναρμόστων, ἔτι δὲ πρὸς τὰς δι᾽ ὀσφρήσεως, τάς τε ἀπὸ εὐωδίας καὶ τὰς ἀπὸ δυσωδίας, οὐκ [30] ἔστιν ὁ σώφρων. οὐδὲ γὰρ ἀκόλαστος οὐδεὶς λέγεται τῷ πάσχειν ἢ μὴ πάσχειν. εἰ γοῦν τις ἢ καλὸν ἀνδριάντα θεώμενος ἢ ἵππον ἢ ἄνθρωπον, ἢ ἀκροώμενος ᾁδοντος, μὴ βούλοιτο μήτε ἐσθίειν μήτε πίνειν μήτε ἀφροδισιάζειν, ἀλλὰ τὰ μὲν καλὰ θεωρεῖν τῶν δ᾽ ᾀδόντων ἀκούειν, οὐκ ἂν δόξειεν [35] ἀκόλαστος εἶναι, ὥσπερ οὐδ᾽ οἱ κηλούμενοι παρὰ ταῖς Σειρῆσιν. ἀλλὰ περὶ τὰ δύο τῶν αἰσθητῶν ταῦτα, περὶ ἅπερ καὶ τἆλλα θηρία μόνον τυγχάνει αἰσθητικῶς ἔχοντα, καὶ χαίροντα καὶ λυπούμενα, περὶ τὰ γευστὰ καὶ ἁπτά. περὶ δὲ τὰ τῶν ἄλλων αἰσθητῶν ἡδέα σχεδὸν ὁμοίως ἅπαντα φαίνεται ἀναισθήτως διακείμενα, 1231α οἷον περὶ εὐαρμοστίαν ἢ κάλλος. οὐθὲν γάρ, ὅ τι καὶ ἄξιον λόγου, φαίνεται πάσχοντα αὐτῇ τῇ θεωρίᾳ τῶν καλῶν ἢ τῇ ἀκροάσει τῶν εὐαρμόστων, εἰ μή τί που συμβέβηκε τερατῶδες: ἀλλ᾽ οὐδὲ πρὸς τὰ εὐώδη [5] ἢ δυσώδη: καίτοι τάς γε αἰσθήσεις ὀξυτέρας ἔχουσι πάσας. ἀλλὰ καὶ τῶν ὀσμῶν ταύταις χαίρουσιν ὅσαι κατὰ συμβεβηκὸς εὐφραίνουσιν, ἀλλὰ μὴ καθ᾽ αὑτάς. λέγω δὲ <μὴ> καθ᾽ αὑτάς, αἷς ἢ ἐλπίζοντες χαίρομεν ἢ μεμνημένοι, οἷον ὄψων καὶ ποτῶν (δι᾽ ἑτέραν γὰρ ἡδονὴν ταύταις χαίρομεν, [10] τὴν τοῦ φαγεῖν ἢ πιεῖν), καθ᾽ αὑτὰς δὲ οἷον αἱ τῶν ἀνθῶν εἰσίν. διὸ ἐμμελῶς ἔφη Στρατόνικος τὰς μὲν καλὸν ὄζειν τὰς δὲ ἡδύ. ἐπεὶ καὶ τῶν περὶ τὸ γευστὸν οὐ περὶ πᾶσαν ἡδονὴν ἐπτόηται τὰ θηρία, οὐδ᾽ ὅσων τῷ ἄκρῳ τῆς γλώττης ἡ αἴσθησις, ἀλλ᾽ ὅσων τῷ φάρυγγι, καὶ ἔοικεν ἁφῇ [15] μᾶλλον ἢ γεύσει τὸ πάθος. διὸ οἱ ὀψοφάγοι οὐκ εὔχονται τὴν γλῶτταν ἔχειν μακρὰν ἀλλὰ τὸν φάρυγγα γεράνου, ὥσπερ Φιλόξενος ὁ Ἐρύξιδος. ὥστε περὶ τὰ ἁπτόμενα, ὡς ἁπλῶς εἰπεῖν, [18] θετέον τὴν ἀκολασίαν. ὁμοίως δὲ καὶ ὁ ἀκόλαστος περὶ τὰς τοιαύτας ἐστίν. οἰνοφλυγία γὰρ καὶ γαστριμαργία καὶ λαγνεία [20] καὶ ὀψοφαγία καὶ πάντα τὰ τοιαῦτα περὶ τὰς εἰρημένας ἐστὶν αἰσθήσεις, εἰς ἅπερ μόρια ἡ ἀκολασία διαιρεῖται. περὶ δὲ τὰς δι᾽ ὄψεως ἢ ἀκοῆς ἢ ὀσφρήσεως ἡδονὰς οὐθεὶς λέγεται ἀκόλαστος, ἐὰν ὑπερβάλλῃ, ἀλλ᾽ ἄνευ ὀνείδους τὰς ἁμαρτίας ψέγομεν ταύτας, καὶ ὅλως περὶ ὅσα μὴ λέγονται [25] ἐγκρατεῖς: οἱ δ᾽ ἀκρατεῖς οὐκ εἰσὶν ἀκόλαστοι οὐδὲ σώφρονες.

ἀναίσθητος μὲν οὖν, ἢ ὅπως δεῖ ὀνομάζειν, ὁ οὕτως ἔχων ὥστε καὶ ἐλλείπειν ὅσων ἀνάγκη κοινωνεῖν ὡς ἐπὶ τὸ πολὺ πάντας καὶ χαίρειν: ὁ δ᾽ ὑπερβάλλων ἀκόλαστος. πάντες γὰρ τούτοις φύσει τε χαίρουσι, καὶ ἐπιθυμίας [30] λαμβάνουσι, καὶ οὐκ εἰσὶν οὐδὲ λέγονται ἀκόλαστοι (οὐ γὰρ ὑπερβάλλουσι τῷ χαίρειν μᾶλλον ἢ δεῖ τυγχάνοντες καὶ λυπεῖσθαι μᾶλλον ἢ δεῖ μὴ τυγχάνοντες), οὐδ᾽ ἀνάλγητοι (οὐ γὰρ ἐλλείπουσι τῷ χαίρειν ἢ λυπεῖσθαι, ἀλλὰ μᾶλλον ὑπερβάλλουσιν). [35]

ἐπεὶ δ᾽ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις περὶ αὐτά, δῆλον ὅτι καὶ μεσότης, καὶ βελτίστη αὕτη ἡ ἕξις, καὶ ἀμφοῖν ἐναντία. ὥστ᾽ εἰ σωφροσύνη ἡ βελτίστη ἕξις, περὶ ἃ ὁ ἀκόλαστος, ἡ περὶ τὰ ἡδέα τὰ εἰρημένα τῶν αἰσθητῶν μεσότης σωφροσύνη ἂν εἴη, μεσότης οὖσα ἀκολασίας καὶ ἀναισθησίας: ἡ δ᾽ ὑπερβολὴ ἀκολασία: 1231β ἡ δ᾽ ἔλλειψις ἤτοι ἀνώνυμος ἢ τοῖς εἰρημένοις ὀνόμασι προσαγορευομένη. ἀκριβέστερον δὲ περὶ τοῦ γένους τῶν ἡδονῶν ἔσται διαιρετέον ἐν τοῖς λεγομένοις ὕστερον περὶ ἐγκρατείας καὶ ἀκρασίας. [5]

τὸν αὐτὸν δὲ τρόπον ληπτέον καὶ περὶ πραότητος καὶ χαλεπότητος: καὶ γὰρ τὸν πρᾶον περὶ λύπην τὴν ἀπὸ θυμοῦ γιγνομένην ὁρῶμεν ὄντα, τῷ πρὸς ταύτην ἔχειν πώς. διεγράψαμεν δὲ καὶ ἀντεθήκαμεν τῷ ὀργίλῳ καὶ χαλεπῷ καὶ ἀγρίῳ (πάντα γὰρ τὰ τοιαῦτα τῆς αὐτῆς ἐστι [10] διαθέσεως) τὸν ἀνδραποδώδη καὶ τὸν ἀνόητον. σχεδὸν γὰρ ταῦτα μάλιστα καλοῦσι τοὺς μηδ᾽ ἐφ᾽ ὅσοις δεῖ κινουμένους τὸν θυμόν, ἀλλὰ προπηλακιζομένους εὐχερῶς καὶ ταπεινοὺς πρὸς τὰς ὀλιγωρίας. ἔστι γὰρ ἀντικείμενον τῷ μὲν ταχὺ τὸ μόλις, τῷ δ᾽ ἠρέμα τὸ σφόδρα, τῷ δὲ πολὺν χρόνον τὸ ὀλίγον [15] λυπεῖσθαι ταύτην τὴν λύπην ἣν καλοῦμεν θυμόν. ἐπεὶ δ᾽ ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων εἴπομεν, καὶ ἐνταῦθ᾽ ἐστὶν ὑπερβολὴ καὶ ἔλλειψις (ὁ μὲν γὰρ χαλεπὸς τοιοῦτος ἐστίν, ὁ καὶ θᾶττον καὶ μᾶλλον πάσχων καὶ πλείω χρόνον καὶ ὅτ᾽ οὐ δεῖ καὶ ὁποίοις οὐ δεῖ καὶ ἐπὶ πολλοῖς, ὁ δ᾽ [20] ἀνδραποδώδης τοὐναντίον), δῆλον ὅτι ἔστι τις καὶ ὁ μέσος τῆς ἀνισότητος. ἐπεὶ οὖν ἡμαρτημέναι ἀμφότεραι αἱ ἕξεις ἐκεῖναι, φανερὸν ὅτι ἐπιεικὴς ἡ μέση τούτων ἕξις: οὔτε γὰρ προτερεῖ οὔθ᾽ ὑστερίζει οὔτε οἷς οὐ δεῖ ὀργίζεται οὔτε οἷς δεῖ οὐκ ὀργίζεται. ὥστ᾽ ἐπεὶ καὶ πραότης ἡ βελτίστη ἕξις περὶ ταῦτα τὰ [25] πάθη ἐστίν, εἴη καὶ ἡ πραότης μεσότης τις, καὶ ὁ πρᾶος μέσος τοῦ χαλεποῦ καὶ τοῦ ἀνδραποδώδους.

ἔστι δὲ καὶ ἡ μεγαλοψυχία καὶ ἡ μεγαλοπρέπεια καὶ ἡ ἐλευθεριότης μεσότητες. ἡ μὲν ἐλευθεριότης περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν. ὁ μὲν γὰρ κτήσει μὲν πάσῃ [30] μᾶλλον χαίρων ἢ δεῖ, ἀποβολῇ δὲ πάσῃ λυπούμενος μᾶλλον ἢ δεῖ ἀνελεύθερος, ὁ δ᾽ ἀμφότερα ἧττον ἢ δεῖ ἄσωτος, ὁ δ᾽ ἄμφω ὡς δεῖ ἐλευθέριος. τοῦτο δὲ λέγω τὸ ὡς δεῖ, καὶ ἐπὶ τούτων καὶ ἐπὶ τῶν ἄλλων, τὸ ὡς ὁ λόγος ὁ ὀρθός. ἐπεὶ δ᾽ ἐκεῖνοι μέν εἰσιν ἐν ὑπερβολῇ καὶ ἐλλείψει, ὅπου δὲ [35] ἔσχατα εἰσί, καὶ μέσον, καὶ τοῦτο βέλτιστον, ἓν δὲ περὶ ἕκαστον τῷ εἴδει τὸ βέλτιστον: ἀνάγκη καὶ τὴν ἐλευθεριότητα μεσότητα εἶναι ἀσωτίας καὶ ἀνελευθερίας περὶ χρημάτων κτῆσιν καὶ ἀποβολήν. διχῶς δὲ τὰ χρήματα λέγομεν καὶ τὴν χρηματιστικήν. ἣ μὲν γὰρ καθ᾽ αὑτὸ χρῆσις τοῦ κτήματος ἐστίν, 1232α οἷον ὑποδήματος ἢ ἱματίου, ἣ δὲ κατὰ συμβεβηκὸς μέν, οὐ μέντοι οὕτως ὡς ἂν εἴ τις σταθμῷ χρήσαιτο τῷ ὑποδήματι, ἀλλ᾽ οἷον ἡ πώλησις καὶ ἡ μίσθωσις: χρῆται γὰρ ὑποδήματι. ὁ δὲ φιλάργυρος ὁ περὶ τὸ νόμισμά [5] ἐστιν ἐσπουδακώς, τὸ δὲ νόμισμα τῆς κτήσεως ἀντὶ τῆς κατὰ συμβεβηκὸς χρήσεως ἐστίν: ὁ δ᾽ ἀνελεύθερος ἂν εἴη καὶ ἄσωτος περὶ τὸν κατὰ συμβεβηκὸς τρόπον τοῦ χρηματισμοῦ, καὶ γὰρ ἐπὶ τοῦ κατὰ φύσιν χρηματισμοῦ τὴν αὔξησιν διώκει: ὁ δ᾽ ἄσωτος ἐλλείπει τῶν ἀναγκαίων: ὁ δ᾽ [10] ἐλευθέριος τὴν περιουσίαν δίδωσιν. αὐτῶν δὲ τούτων εἴδη λέγονται διαφέροντα τῷ μᾶλλον καὶ ἧττον περὶ μόρια, οἷον ἀνελεύθερος φειδωλὸς καὶ κίμβιξ καὶ αἰσχροκερδής, φειδωλὸς μὲν ἐν τῷ μὴ προΐεσθαι, αἰσχροκερδὴς δ᾽ ἐν τῷ ὁτιοῦν προσίεσθαι, κίμβιξ δὲ ὁ σφόδρα περὶ μικρὰ διατεινόμενος, [15] παραλογιστὴς δὲ καὶ ἀποστερητὴς ὁ ἄδικος κατ᾽ ἀνελευθερίαν. καὶ τοῦ ἀσώτου ὡσαύτως λαφύκτης μὲν ὁ ἐν τῷ ἀτάκτως ἀναλίσκειν, ἀλόγιστος δὲ ὁ ἐν τῷ μὴ ὑπομένειν τὴν ἀπὸ λογισμοῦ λύπην.

περὶ δὲ μεγαλοψυχίας ἐκ τῶν τοῖς μεγαλοψύχοις [20] ἀποδιδομένων δεῖ διορίσαι τὸ ἴδιον. ὥσπερ γὰρ καὶ τὰ ἄλλα <ἃ> κατὰ τὴν γειτνίασιν καὶ ὁμοιότητα μέχρι του λανθάνει πόρρω προϊόντα, καὶ περὶ τὴν μεγαλοψυχίαν ταὐτὸ συμβέβηκεν. διὸ ἐνίοτε οἱ ἐναντίοι τοῦ αὐτοῦ ἀντιποιοῦνται, οἷον ὁ ἄσωτος τῷ ἐλευθερίῳ καὶ ὁ αὐθάδης τῷ σεμνῷ καὶ [25] ὁ θρασὺς τῷ ἀνδρείῳ: εἰσὶ γὰρ καὶ περὶ ταὐτὰ καὶ ὅμοροι μέχρι τινός, ὥσπερ ὁ ἀνδρεῖος ὑπομενετικὸς κινδύνων καὶ ὁ θρασύς, ἀλλ᾽ ὃ μὲν ὧδε ὃ δ᾽ ὧδε: ταῦτα δὲ διαφέρει πλεῖστον. λέγομεν δὲ τὸν μεγαλόψυχον κατὰ τὴν τοῦ ὀνόματος προσηγορίαν, ὥσπερ ἐν μεγέθει τινὶ ψυχῆς καὶ [30] δυνάμεως. ὥστε καὶ τῷ σεμνῷ καὶ τῷ μεγαλοπρεπεῖ ὅμοιος εἶναι δοκεῖ, ὅτε καὶ πάσαις ταῖς ἀρεταῖς ἀκολουθεῖν φαίνεται. καὶ γὰρ τὸ ὀρθῶς κρῖναι τὰ μεγάλα καὶ μικρὰ τῶν ἀγαθῶν ἐπαινετόν. δοκεῖ δὲ ταῦτ᾽ εἶναι μεγάλα, ἃ διώκει ὁ τὴν κρατίστην ἔχων ἕξιν περὶ τὰ τοιαῦτ᾽ εἶναι ἡδέα. ἡ δὲ [35] μεγαλοψυχία κρατίστη: κρίνει δ᾽ ἡ περὶ ἕκαστον ἀρετὴ τὸ μεῖζον καὶ τὸ ἔλαττον ὀρθῶς, ἅπερ ὁ φρόνιμος ἂν κελεύσειε καὶ ἡ ἀρετή, ὥστε ἕπεσθαι αὐτῇ πάσας τὰς ἀρετάς, ἢ αὐτὴν ἕπεσθαι πάσαις.

ἔτι δοκεῖ μεγαλοψύχου εἶναι τὸ καταφρονητικὸν εἶναι. ἑκάστη δ᾽ ἀρετὴ καταφρονητικοὺς ποιεῖ τῶν παρὰ τὸν λόγον μεγάλων, 1232β οἷον ἀνδρεία κινδύνων (μέγα γὰρ οἴεται εἶναι τῶν αἰσχρῶν, καὶ πλῆθος οὐ πᾶν φοβερόν), καὶ σώφρων ἡδονῶν μεγάλων καὶ πολλῶν, καὶ ἐλευθέριος χρημάτων. μεγαλοψύχου δὲ δοκεῖ τοῦτο διὰ τὸ περὶ ὀλίγα [5] σπουδάζειν, καὶ ταῦτα μεγάλα, καὶ οὐχ ὅτι δοκεῖ ἑτέρῳ τινί, καὶ μᾶλλον ἂν φροντίσειεν ἀνὴρ μεγαλόψυχος, τί δοκεῖ ἑνὶ σπουδαίῳ ἢ πολλοῖς τοῖς τυγχάνουσιν, ὥσπερ Ἀντιφῶν ἔφη πρὸς Ἀγάθωνα κατεψηφισμένος τὴν ἀπολογίαν ἐπαινέσαντα. καὶ τὸ ὀλίγωρον τοῦ μεγαλοψύχου μάλιστ᾽ [10] εἶναι πάθος ἴδιον. πάλιν περὶ τιμῆς καὶ τοῦ ζῆν καὶ πλούτου, περὶ ὧν σπουδάζειν δοκοῦσιν οἱ ἄνθρωποι, οὐθὲν φροντίζειν περὶ τῶν ἄλλων πλὴν περὶ τιμῆς. καὶ λυπηθήσοιτ᾽ ἂν ἀτιμαζόμενος καὶ ἀρχόμενος ὑπὸ ἀναξίου. καὶ χαίρει μάλιστα τυγχάνων.

οὕτω μὲν οὖν δόξειεν ἂν ἐναντίως ἔχειν: τῷ γὰρ [15] εἶναί τε μάλιστα περὶ τιμὴν καὶ καταφρονητικὸν εἶναι τῶν πολλῶν [καὶ] δόξης οὐχ ὁμολογεῖσθαι. δεῖ δὴ τοῦτο διορίσαντας εἰπεῖν. ἔστι γὰρ τιμὴ καὶ μικρὰ καὶ μεγάλη διχῶς. ἢ γὰρ τῷ ὑπὸ πολλῶν τῶν τυχόντων ἢ τῷ ὑπὸ τῶν ἀξίων λόγου, καὶ πάλιν τῷ ἐπὶ τίνι ἡ τιμὴ διαφέρει. μεγάλη [20] γὰρ οὐ τῷ πλήθει τῶν τιμώντων οὐδὲ τῷ ποιῷ μόνον, ἀλλὰ [21] καὶ τῷ τιμίαν εἶναι: τῇ ἀληθείᾳ δὲ καὶ ἀρχαὶ καὶ τἆλλα ἀγαθὰ τίμια καὶ ἄξια σπουδῆς ταῦτα ὅσα μεγάλα ἀληθῶς ἐστίν, ὥστε καὶ ἀρετὴ οὐδεμία ἄνευ μεγέθους: διὸ δοκοῦσι μεγαλοψύχους ποιεῖν ἑκάστη, περὶ ὅ ἐστιν ἑκάστη αὐτῶν, [25] ὥσπερ εἴπομεν. ἀλλ᾽ ὅμως ἐστί τις παρὰ τὰς ἄλλας ἀρετὰς μία μεγαλοψυχία, ὥσπερ καὶ ἰδίᾳ μεγαλόψυχον τοῦτον λεκτέον τὸν ἔχοντα ταύτην. ἐπεὶ δ᾽ ἐστὶν ἔνια τῶν ἀγαθῶν τὰ μὲν τίμια τὰ δ᾽ ὡς διωρίσθη πρότερον, τῶν τοιούτων ἀγαθῶν δὲ τὰ μὲν μεγάλα κατ᾽ ἀλήθειαν τὰ δὲ μικρά, καὶ [30] τούτων ἔνιοι ἄξιοι καὶ ἀξιοῦσιν αὑτούς, ἐν τούτοις ζητητέος ὁ μεγαλόψυχος. τετραχῶς δ᾽ ἀνάγκη διαφέρειν. ἔστι μὲν γὰρ ἄξιον εἶναι μεγάλων καὶ ἀξιοῦν ἑαυτὸν τούτων, ἔστι δὲ μικρὰ καὶ ἄξιόν τινα τηλικούτων καὶ ἀξιοῦν ἑαυτὸν τούτων, ἔστι δ᾽ ἀνάπαλιν πρὸς ἑκάτερα αὐτῶν: ὃ μὲν γὰρ ἂν εἴη τοιοῦτος [35] οἷος ἄξιος ὢν μικρῶν μεγάλων ἀξιοῦν ἑαυτὸν τῶν ἐντίμων ἀγαθῶν, ὃ δὲ ἄξιος ὢν μεγάλων ἀξιοίη ἂν μικρῶν ἑαυτόν. ὁ μὲν οὖν ἄξιος μικρῶν, μεγάλων δ᾽ ἀξιῶν ἑαυτὸν ψεκτός (ἀνόητον γὰρ καὶ οὐ καλὸν τὸ παρὰ τὴν ἀξίαν τυγχάνειν), ψεκτὸς δὲ καὶ ὅστις ἄξιος ὢν ὑπαρχόντων αὐτῷ τῶν τοιούτων μετέχειν μὴ ἀξιοῖ ἑαυτόν: 1233α λείπεται δὲ ἐνταῦθα ἐναντίος τούτοις ἀμφοτέροις, ὅστις ὢν ἄξιος μεγάλων ἀξιοῖ αὐτὸς ἑαυτὸν τούτων, καὶ τοιοῦτός ἐστιν οἷος ἀξιοῦν ἑαυτόν. οὗτος ἐπαινετὸς καὶ μέσος τούτων. ἐπεὶ οὖν περὶ τιμῆς αἵρεσιν καὶ [5] χρῆσιν καὶ τῶν ἄλλων ἀγαθῶν τῶν ἐντίμων ἀρίστη ἐστὶ διάθεσις ἡ μεγαλοψυχία, καὶ τοῦτ᾽ ἀποδίδομεν, καὶ οὐ περὶ τὰ χρήσιμα, τῷ μεγαλοψύχῳ, ἅμα δὲ καὶ ἡ μεσότης αὕτη ἐπαινετωτάτη: δῆλον ὅτι καὶ ἡ μεγαλοψυχία μεσότης ἂν εἴη, τῶν δ᾽ ἐναντίων, ὥσπερ διεγράψαμεν, ἡ [10] μὲν ἐπὶ τὸ ἀξιοῦν ἑαυτὸν ἀγαθῶν μεγάλων ἀνάξιον ὄντα χαυνότης (τοὺς τοιούτους γὰρ χαύνους λέγομεν, ὅσοι μεγάλων οἴονται ἄξιοι εἶναι οὐκ ὄντες), ἡ δὲ περὶ τὸ ἄξιον ὄντα μὴ ἀξιοῦν ἑαυτὸν μεγάλων μικροψυχία (μικροψύχου γὰρ εἶναι δοκεῖ, ὅστις ὑπαρχόντων δι᾽ ἃ δικαίως ἂν ἠξιοῦτο, μὴ [15] ἀξιοῖ μηθενὸς μεγάλου ἑαυτόν), ὥστ᾽ ἀνάγκη καὶ τὴν μεγαλοψυχίαν εἶναι μεσότητα χαυνότητος καὶ μικροψυχίας. ὁ δὲ τέταρτος τῶν διορισθέντων οὔτε πάμπαν ψεκτὸς οὔτε μεγαλόψυχος, περὶ οὐδὲν ἔχ<ον> ὢν μέγεθος: οὔτε γὰρ ἄξιος οὔτε ἀξιοῖ μεγάλων, διὸ οὐκ ἐναντίος. καίτοι δόξειεν ἂν ἐναντίον [20] εἶναι τῷ μεγάλων ἀξίῳ ὄντι μεγάλων τὸ μικρῶν ὄντα ἄξιον <μικρῶν> ἀξιοῦν ἑαυτόν. οὐκ ἔστι δ᾽ ἐναντίος οὔτε τῷ μὴ μεμπτὸς εἶναι (ὡς γὰρ ὁ λόγος κελεύει, ἔχει): καὶ ὁ αὐτός ἐστι τῇ φύσει τῷ μεγαλοψύχῳ (ὧν γὰρ ἄξιοι, τούτων ἀξιοῦσιν αὑτοὺς ἄμφω): καὶ ὃ μὲν γένοιτ᾽ ἂν μεγαλόψυχος (ἀξιώσει [25] γὰρ ὧν ἐστιν ἄξιος), ὁ δὲ μικρόψυχος, ὃς ὑπαρχόντων αὐτῷ μεγάλων κατὰ τιμὴν ἀγαθῶν οὐκ ἀξιοῖ, τί ἂν ἐποίει, εἰ μικρῶν ἄξιος ἦν; εἰ γὰρ [ἂν] μεγάλων ἀξιῶν χαῦνος ἦν, ἢ ἐλαττόνων ἔτι. διὸ καὶ οὐθεὶς ἂν εἴποι μικρόψυχον, εἴ τις μέτοικος ὢν ἄρχειν μὴ ἀξιοῖ ἑαυτόν, ἀλλ᾽ ὑπείκει: ἀλλ᾽ [30] εἴ τις εὐγενὴς ὢν καὶ ἡγούμενος μέγα εἶναι τὸ ἄρχειν.

ἔστι δὲ καὶ ὁ μεγαλοπρεπὴς οὐ περὶ τὴν τυχοῦσαν πρᾶξιν καὶ προαίρεσιν, ἀλλὰ τὴν δαπάνην, εἰ μή που κατὰ μεταφορὰν λέγομεν: ἄνευ δὲ δαπάνης μεγαλοπρέπεια οὐκ ἔστιν. τὸ μὲν γὰρ πρέπον ἐν κόσμῳ ἐστίν, ὁ δὲ κόσμος οὐκ [35] ἐκ τῶν τυχόντων ἀναλωμάτων, ἀλλ᾽ ἐν ὑπερβολῇ τῶν ἀναγκαίων ἐστίν. ὁ δὴ ἐν μεγάλῃ δαπάνῃ τοῦ πρέποντος μεγέθους προαιρετικός, καὶ τῆς τοιαύτης μεσότητος καὶ ἐπὶ τῇ τοιαύτῃ ἡδονῇ ὀρεκτικός, μεγαλοπρεπής. ὁ δ᾽ ἐπὶ τὸ μεῖζον καὶ παρὰ μέλος, ἀνώνυμος: οὐ μὴν ἀλλ᾽ ἔχει τινὰ γειτνίασιν, οὓς καλοῦσί τινες ἀπειροκάλους καὶ σαλάκωνας. 1233β οἷον εἰ εἰς γάμον δαπανῶν τις τοῦ ἀγαπητοῦ, πλούσιος ὤν, δοκεῖ πρέπειν ἑαυτῷ τοιαύτην κατασκευὴν οἷον ἀγαθοδαιμονιστὰς ἑστιῶντι, οὗτος μὲν μικροπρεπής, ὁ δὲ τοιούτους [5] δεχόμενος ἐκείνως μὴ δόξης χάριν μηδὲ δι᾽ ἐξουσίαν ὅμοιος τῷ σαλάκωνι, ὁ δὲ κατ᾽ ἀξίαν καὶ ὡς ὁ λόγος, μεγαλοπρεπής: τὸ γὰρ πρέπον κατ᾽ ἀξίαν ἐστίν: οὐθὲν γὰρ πρέπει τῶν παρὰ τὴν ἀξίαν. δεῖ δὲ πρέπον εἶναι (καὶ γὰρ τοῦ πρέποντος κατ᾽ ἀξίαν καὶ πρέπον) καὶ περὶ ὃ (οἷον περὶ οἰκέτου [10] γάμον ἕτερον τὸ πρέπον καὶ περὶ ἐρωμένου) καὶ αὐτῷ, εἴπερ ἐπὶ τοσοῦτον ἢ τοιοῦτον, οἷον τὴν θεωρίαν οὐκ ᾤετο Θεμιστοκλεῖ πρέπειν, ἣν ἐποιήσατο Ὀλυμπίαζε, διὰ τὴν προϋπάρξασαν ταπεινότητα, ἀλλὰ Κίμωνι. ὁ δ᾽ ὅπως ἔτυχεν ἔχων πρὸς τὴν ἀξίαν [ὃ] οὐθεὶς τούτων. καὶ ἐπ᾽ ἐλευθεριότητος [15] ὡσαύτως: ἔστι γάρ τις οὔτ᾽ ἐλευθέριος οὔτ᾽ ἀνελεύθερος.

σχεδὸν δὲ καὶ τῶν ἄλλων ἕκαστα τῶν περὶ τὸ ἦθος ἐπαινετῶν καὶ ψεκτῶν τὰ μὲν ὑπερβολαὶ τὰ δ᾽ ἐλλείψεις τὰ δὲ μεσότητές εἰσι παθητικαί. οἷον ὁ φθονερὸς καὶ ἐπιχαιρέκακος. καθ᾽ ἃς γὰρ ἕξεις λέγονται, ὁ μὲν φθόνος τὸ [20] λυπεῖσθαι ἐπὶ τοῖς κατ᾽ ἀξίαν εὖ πράττουσιν ἐστίν, τὸ δὲ τοῦ ἐπιχαιρεκάκου πάθος ἐπὶ τὸ αὐτὸ ἀνώνυμον, ἀλλ᾽ ὁ ἔχων δῆλος, ἐπὶ τὸ χαίρειν ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις. μέσος δὲ τούτων ὁ νεμεσητικός, καὶ ὃ ἐκάλουν οἱ ἀρχαῖοι τὴν νέμεσιν, τὸ λυπεῖσθαι μὲν ἐπὶ ταῖς παρὰ τὴν ἀξίαν [25] κακοπραγίαις καὶ εὐπραγίαις, χαίρειν δ᾽ ἐπὶ ταῖς ἀξίαις: διὸ καὶ θεὸν οἴονται εἶναι τὴν νέμεσιν.

αἰδὼς δὲ μεσότης ἀναισχυντίας καὶ καταπλήξεως: ὁ μὲν γὰρ μηδεμιᾶς φροντίζων δόξης ἀναίσχυντος, ὁ δὲ πάσης ὁμοίως καταπλήξ, ὁ δὲ τῆς τῶν φαινομένων ἐπιεικῶν αἰδήμων.

φιλία δὲ [30] μεσότης ἔχθρας καὶ κολακείας: ὁ μὲν γὰρ εὐχερῶς ἅπαντα πρὸς τὰς ἐπιθυμίας ὁμιλῶν κόλαξ, ὁ δὲ πρὸς ἁπάσας ἀντικρούων ἀπεχθητικός, ὁ δὲ μὴ [τε] πρὸς ἅπασαν ἡδονὴν μήτ᾽ ἀκολουθῶν μήτ᾽ ἀντιτείνων, ἀλλὰ πρὸς τὸ φαινόμενον βέλτιστον, φίλος.

σεμνότης δὲ μεσότης αὐθαδείας καὶ [35] ἀρεσκείας: ὁ μὲν γὰρ μηδὲν πρὸς ἕτερον ζῶν καταφρονητικὸς αὐθάδης, ὁ δὲ πάντα πρὸς ἄλλον ἢ καὶ πάντων ἐλάττων ἄρεσκος, ὁ δὲ τὰ μὲν τὰ δὲ μή, καὶ πρὸς τοὺς ἀξίους οὕτως ἔχων σεμνός.

ὁ δὲ ἀληθὴς καὶ ἁπλοῦς, ὃν καλοῦσιν αὐθέκαστον, μέσος τοῦ εἴρωνος καὶ ἀλαζόνος. ὁ μὲν γὰρ ἐπὶ τὰ χείρω καθ᾽ αὑτοῦ ψευδόμενος μὴ ἀγνοῶν εἴρων, 1234α ὁ δ᾽ ἐπὶ τὰ βελτίω ἀλαζών, ὁ δ᾽ ὡς ἔχει, ἀληθὴς καὶ καθ᾽ Ὅμηρον πεπνυμένος: καὶ ὅλως ὃ μὲν φιλαλήθης, ὃ δὲ φιλοψευδής.

ἔστι δὲ καὶ ἡ εὐτραπελία μεσότης, καὶ ὁ εὐτράπελος μέσος [5] τοῦ ἀγροίκου καὶ δυστραπέλου καὶ τοῦ βωμολόχου. ὥσπερ γὰρ περὶ τροφὴν ὁ σικχὸς τοῦ παμφάγου διαφέρει τῷ ὃ μὲν μηθὲν ἢ ὀλίγα καὶ χαλεπῶς προσίεσθαι, ὃ δὲ πάντα εὐχερῶς, οὕτω καὶ ὁ ἄγροικος ἔχει πρὸς τὸν φορτικὸν καὶ βωμολόχον: ὃ μὲν γὰρ οὐθὲν γελοῖον ἀλλὰ χαλεπῶς [10] προσίεται, ὃ δὲ πάντα εὐχερῶς καὶ ἡδέως. δεῖ δ᾽ οὐδέτερον, ἀλλὰ τὰ μὲν τὰ δὲ μή, καὶ κατὰ τὸν λόγον: οὗτος δ᾽ εὐτράπελος. ἡ δ᾽ ἀπόδειξις ἡ αὐτή: ἥ τε γὰρ εὐτραπελία ἡ τοιαύτη, καὶ μὴ ἣν μεταφέροντες λέγομεν, ἐπιεικεστάτη ἕξις, καὶ ἡ μεσότης ἐπαινετή, τὰ δ᾽ ἄκρα ψεκτά. οὔσης δὲ διττῆς τῆς [15] εὐτραπελίας (ἣ μὲν γὰρ ἐν τῷ χαίρειν ἐστι τῷ γελοίῳ καὶ τῷ εἰς αὐτόν, ἐὰν ᾖ τοιονδί, ὧν ἓν καὶ τὸ σκῶμμα ἐστίν, ἣ δ᾽ ἐν τῷ δύνασθαι τοιαῦτα πορίζεσθαι), ἕτεραι μέν εἰσιν ἀλλήλων, ἀμφότεραι μέντοι μεσότητες. καὶ γὰρ τὸν δυνάμενον τοιαῦτα πορίζεσθαι ἐφ᾽ ὅσοις ἡσθήσεται <ὁ> εὖ κρίνων, [20] κἂν εἰς αὐτὸν ᾖ τὸ γελοῖον, μέσος ἔσται τοῦ φορτικοῦ καὶ τοῦ ψυχροῦ. ὁ δ᾽ ὅρος οὗτος βελτίων ἢ τὸ <μὴ> λυπηρὸν εἶναι τὸ λεχθὲν τῷ σκωπτομένῳ ὄντι ὁποιῳοῦν: μᾶλλον γὰρ δεῖ τῷ ἐν μεσότητι ὄντι ἀρέσκειν: οὗτος γὰρ κρίνει εὖ.

πᾶσαι δ᾽ αὗται αἱ μεσότητες ἐπαινεταὶ μέν, οὐκ εἰσὶ δ᾽ [25] ἀρεταί, οὐδ᾽ αἱ ἐναντίαι κακίαι: ἄνευ προαιρέσεως γάρ. ταῦτα δὲ πάντ᾽ ἐστὶν ἐν ταῖς τῶν καθημάτων διαιρέσεσιν: ἕκαστον γὰρ αὐτῶν πάθος τι ἐστίν. διὰ δὲ τὸ φυσικὰ εἶναι εἰς τὰς φυσικὰς συμβάλλεται ἀρετάς: ἔστι γάρ, ὥσπερ λεχθήσεται ἐν τοῖς ὕστερον, ἑκάστη πως ἀρετὴ καὶ φύσει καὶ ἄλλως μετὰ [30] φρονήσεως. ὁ μὲν οὖν φθόνος εἰς ἀδικίαν συμβάλλεται (πρὸς γὰρ ἄλλον αἱ πράξεις αἱ ἀπ᾽ αὐτοῦ) καὶ ἡ νέμεσις εἰς δικαιοσύνην, ἡ αἰδὼς εἰς σωφροσύνην, διὸ καὶ ὁρίζονται ἐν τῷ γένει τούτῳ τὴν σωφροσύνην: ὁ δ᾽ ἀληθὴς καὶ ψευδὴς ὃ μὲν ἔμφρων, ὃ δ᾽ ἄφρων.

ἔστι δ᾽ ἐναντιώτερον τοῖς ἄκροις τὸ μέσον ἢ ἐκεῖνα ἀλλήλοις, 1234β διότι τὸ μὲν μετ᾽ οὐδετέρου γίνεται αὐτῶν, τὰ δὲ πολλάκις μετ᾽ ἀλλήλων καί εἰσιν ἐνίοτε οἱ αὐτοὶ θρασύδειλοι, καὶ τὰ μὲν ἄσωτοι τὰ δὲ ἀνελεύθεροι, καὶ ὅλως ἀνώμαλοι κακῶς. ὅταν μὲν γὰρ καλῶς ἀνώμαλοι ὦσιν, [5] οἱ μέσοι γίγνονται: ἐν τῷ μέσῳ γὰρ ἐστί πως τὰ ἄκρα.

αἱ δὲ ἐναντιώσεις οὐ δοκοῦσιν ὑπάρχειν τοῖς ἄκροις πρὸς τὸ μέσον ὁμοίως ἀμφότεραι, ἀλλ᾽ ὁτὲ μὲν καθ᾽ ὑπερβολὴν ὁτὲ δὲ κατ᾽ ἔλλειψιν. αἴτια δὲ τά τε πρῶτα ῥηθέντα δύο, ὀλιγότης τε, οἷον τῶν πρὸς τὰ ἡδέα ἀναισθήτων, καὶ ὅτι ἐφ᾽ [10] ὃ ἁμαρτάνομεν μᾶλλον, τοῦτο ἐναντιώτερον εἶναι δοκεῖ: τὸ δὲ τρίτον, ὅτι τὸ ὁμοιότερον ἧττον ἐναντίον φαίνεται, οἷον πέπονθε τὸ θράσος πρὸς τὸ θάρσος καὶ ἀσωτία πρὸς ἐλευθεριότητα.

περὶ μὲν οὖν τῶν ἄλλων ἀρετῶν τῶν ἐπαινετῶν εἴρηται σχεδόν: περὶ δὲ δικαιοσύνης ἤδη λεκτέον.