Ηθικά Ευδήμεια/2
←Βιβλίο 1 | Ἠθικὰ Εὐδήμεια Συγγραφέας: Βιβλίο 2ο |
Βιβλίο 3→ |
Aristotle. Aristotle's Eudemian Ethics, ed. F. Susemihl. Leipzig: Teubner. 1884. |
μετὰ δὲ ταῦτ᾽ ἄλλην λαβοῦσιν ἀρχὴν περὶ τῶν ἑπομένων λεκτέον. πάντα δὴ τὰ ἀγαθὰ ἢ ἐκτὸς ἢ <ἐν> ψυχῇ, καὶ τούτων αἱρετώτερα τὰ ἐν τῇ ψυχῇ, καθάπερ διαιρούμεθα καὶ ἐν τοῖς ἐξωτερικοῖς λόγοις: φρόνησις γὰρ καὶ ἀρετὴ καὶ ἡδονὴ ἐν [35] ψυχῇ, ὧν ἢ ἔνια ἢ πάντα τέλος εἶναι δοκεῖ πᾶσιν. τῶν δὲ ἐν ψυχῇ τὰ μὲν ἕξεις ἢ δυνάμεις εἰσί, τὰ δ᾽ ἐνέργειαι καὶ κινήσεις.
ταῦτα δὴ οὕτως ὑποκείσθω καὶ περὶ ἀρετῆς, ὅτι ἐστὶν ἡ βελτίστη διάθεσις ἢ ἕξις ἢ δύναμις ἑκάστων, ὅσων ἐστί τις χρῆσις ἢ ἔργον. 1219α δῆλον δ᾽ ἐκ τῆς ἐπαγωγῆς. ἐπὶ πάντων γὰρ οὕτω τίθεμεν. οἷον ἱματίου ἀρετὴ ἐστίν: καὶ γὰρ ἔργον τι καὶ χρῆσις ἐστίν: καὶ ἡ βελτίστη ἕξις τοῦ ἱματίου ἀρετὴ ἐστίν. ὁμοίως δὲ καὶ πλοίου καὶ οἰκίας καὶ τῶν [5] ἄλλων. ὥστε καὶ ψυχῆς: ἔστι γάρ τι ἔργον αὐτῆς. καὶ τῆς βελτίονος δὴ ἕξεως ἔστω βέλτιον τὸ ἔργον: καὶ ὡς ἔχουσιν. αἱ ἕξεις πρὸς ἀλλήλας, οὕτω καὶ τὰ ἔργα τὰ ἀπὸ τούτων πρὸς ἄλληλα ἐχέτω. καὶ τέλος ἑκάστου τὸ ἔργον. φανερὸν τοίνυν ἐκ τούτων ὅτι βέλτιον τὸ ἔργον τῆς ἕξεως: [10] τὸ γὰρ τέλος ἄριστον ὡς τέλος: ὑπόκειται γὰρ τέλος τὸ βέλτιστον καὶ τὸ ἔσχατον, οὗ ἕνεκα τἆλλα πάντα. ὅτι μὲν τοίνυν τὸ ἔργον βέλτιον τῆς ἕξεως καὶ τῆς διαθέσεως, δῆλον: ἀλλὰ τὸ ἔργον λέγεται διχῶς. τῶν μὲν γάρ ἐστιν ἕτερόν τι τὸ ἔργον παρὰ τὴν χρῆσιν, οἷον οἰκοδομικῆς οἰκία [15] ἀλλ᾽ οὐκ οἰκοδόμησις καὶ ἰατρικῆς ὑγίεια ἀλλ᾽ οὐχ ὑγίανσις οὐδ᾽ ἰάτρευσις, τῶν δ᾽ ἡ χρῆσις ἔργον, οἷον ὄψεως ὅρασις καὶ μαθηματικῆς ἐπιστήμης θεωρία. ὥστ᾽ ἀνάγκη, ὧν ἔργον ἡ χρῆσις, τὴν χρῆσιν βέλτιον εἶναι τῆς ἕξεως.
τούτων δὲ τοῦτον τὸν τρόπον διωρισμένων, λέγομεν ὅτι <ταὐτὸ> τὸ ἔργον [20] τοῦ πράγματος καὶ τῆς ἀρετῆς, ἀλλ᾽ οὐχ ὡσαύτως. οἷον σκυτοτομικῆς καὶ σκυτεύσεως ὑπόδημα: εἰ δή τίς ἐστιν ἀρετὴ σκυτικῆς καὶ σπουδαίου σκυτέως, τὸ ἔργον ἐστὶ σπουδαῖον ὑπόδημα. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων.
ἔτι ἔστω ψυχῆς ἔργον τὸ ζῆν ποιεῖν, τοῦ δὲ χρῆσις καὶ [25] ἐγρήγορσις: ὁ γὰρ ὕπνος ἀργία τις καὶ ἡσυχία. ὥστ᾽ ἐπεὶ τὸ ἔργον ἀνάγκη ἓν καὶ ταὐτὸ εἶναι τῆς ψυχῆς καὶ τῆς ἀρετῆς, ἔργον ἂν εἴη τῆς ἀρετῆς ζωὴ σπουδαία. τοῦτ᾽ ἄρα ἐστὶ τὸ τέλεον ἀγαθόν, ὅπερ ἦν ἡ εὐδαιμονία. δῆλον δὲ ἐκ τῶν ὑποκειμένων (ἦν μὲν γὰρ ἡ εὐδαιμονία τὸ ἄριστον, τὰ δὲ [30] τέλη ἐν ψυχῇ καὶ τὰ ἄριστα τῶν ἀγαθῶν, αὐτὴ δὲ ἢ ἕξις ἢ ἐνέργεια), ἐπεὶ βέλτιον ἡ ἐνέργεια τῆς διαθέσεως καὶ τῆς βελτίστης ἕξεως ἡ βελτίστη ἐνέργεια, ἡ δ᾽ ἀρετὴ [33] βελτίστη ἕξις, τῆς ἀρετῆς ἐνέργειαν τῆς ψυχῆς ἄριστον εἶναι. ἦν δὲ καὶ ἡ εὐδαιμονία τὸ ἄριστον. ἔστιν ἄρα ἡ [35] εὐδαιμονία ψυχῆς ἀγαθῆς ἐνέργεια. ἐπεὶ δὲ ἦν ἡ εὐδαιμονία τέλεόν τι, καὶ ἔστι ζωὴ καὶ τελέα καὶ ἀτελής, καὶ ἀρετὴ ὡσαύτως (ἣ μὲν γὰρ ὅλη, ἣ δὲ μόριον), ἡ δὲ τῶν ἀτελῶν ἐνέργεια ἀτελής, εἴη ἂν ἡ εὐδαιμονία ζωῆς τελείας ἐνέργεια κατ᾽ ἀρετὴν τελείαν. [40]
ὅτι δὲ τὸ γένος καὶ τὸν ὅρον αὐτῆς λέγομεν καλῶς, μαρτύρια τὰ δοκοῦντα πᾶσιν ἡμῖν. 1219β τό τε γὰρ εὖ πράττειν καὶ τὸ εὖ ζῆν τὸ αὐτὸ τῷ εὐδαιμονεῖν, ὧν ἕκαστον χρῆσίς ἐστι καὶ ἐνέργεια, καὶ ἡ ζωὴ καὶ ἡ πρᾶξις (καὶ γὰρ ἡ πρακτικὴ χρηστικὴ ἐστίν: ὁ μὲν γὰρ χαλκεὺς ποιεῖ χαλινόν, χρῆται δ᾽ ὁ ἱππικός) [5] καὶ τὸ μήτε μίαν ἡμέραν εἶναι εὐδαίμονα μήτε παῖδα μήθ᾽ ἡλικίαν πᾶσαν (διὸ καὶ τὸ Σόλωνος ἔχει καλῶς, τὸ μὴ ζῶντ᾽ εὐδαιμονίζειν, ἀλλ᾽ ὅταν λάβῃ τέλος: οὐθὲν γὰρ ἀτελὲς εὔδαιμον: οὐ γὰρ ὅλον): ἔτι δ᾽ οἱ ἔπαινοι τῆς ἀρετῆς διὰ τὰ ἔργα, καὶ τὰ ἐγκώμια τῶν ἔργων: καὶ στεφανοῦνται οἱ [10] νικῶντες, ἀλλ᾽ οὐχ οἱ δυνάμενοι νικᾶν, μὴ νικῶντες δέ: καὶ τὸ κρίνειν ἐκ τῶν ἔργων ὁποῖός τις ἐστίν: ἔτι διὰ τί ἡ εὐδαιμονία οὐκ ἐπαινεῖται; ὅτι διὰ ταύτην τἆλλα, ἢ τῷ εἰς ταύτην ἀναφέρεσθαι ἢ τῷ μόρια εἶναι αὐτῆς. διὸ ἕτερον εὐδαιμονισμὸς καὶ ἔπαινος καὶ ἐγκώμιον. τὸ μὲν γὰρ [15] ἐγκώμιον λόγος τοῦ καθ᾽ ἕκαστον ἔργου: ὁ δ᾽ ἔπαινος τοιοῦτον εἶναι καθόλου: ὁ δ᾽ εὐδαιμονισμὸς τέλους. καὶ τὸ ἀπορούμενον δ᾽ ἐνίοτε δῆλον ἐκ τούτων, διὰ τί ποτ᾽ οὐθὲν βελτίους οἱ σπουδαῖοι τῶν φαύλων τὸν ἥμισυν τοῦ βίου: ὅμοιοι γὰρ καθεύδοντες πάντες. αἴτιον δ᾽ ὅτι ἀργία ψυχῆς ὁ ὕπνος, ἀλλ᾽ [20] οὐκ ἐνέργεια. διὸ καὶ ἄλλο εἴ τι μόριόν ἐστι ψυχῆς, οἷον τὸ θρεπτικόν, ἡ τούτου ἀρετὴ οὐκ ἔστι μόριον τῆς ὅλης ἀρετῆς, ὥσπερ οὐδ᾽ ἡ τοῦ σώματος: ἐν τῷ ὕπνῳ γὰρ μᾶλλον ἐνεργεῖ τὸ θρεπτικόν, τὸ δ᾽ αἰσθητικὸν καὶ ὀρεκτικὸν ἀτελῆ ἐν τῷ ὕπνῳ. ὅσον δὲ τοῦ πῃ κινεῖσθαι μετέχουσι, καὶ αἱ [25] φαντασίαι βελτίους αἱ τῶν σπουδαίων, ἐὰν μὴ διὰ νόσον ἢ πήρωσιν.
μετὰ ταῦτα περὶ ψυχῆς θεωρητέον: ἡ γὰρ ἀρετὴ ψυχῆς, οὐ κατὰ συμβεβηκός. ἐπεὶ δ᾽ ἀνθρωπίνην ἀρετὴν ζητοῦμεν, ὑποκείσθω δύο μέρη ψυχῆς τὰ λόγου μετέχοντα, οὐ τὸν αὐτὸν δὲ τρόπον μετέχειν λόγου ἄμφω, ἀλλὰ τὸ [30] μὲν τῷ ἐπιτάττειν, τὸ δὲ τῷ πείθεσθαι καὶ ἀκούειν πεφυκέναι: εἰ δέ τί ἐστιν ἑτέρως ἄλογον, ἀφείσθω τοῦτο τὸ μόριον. διαφέρει δ᾽ οὐδὲν οὔτ᾽ εἰ μεριστὴ ἡ ψυχὴ οὔτ᾽ εἰ ἀμερής, ἔχει μέντοι δυνάμεις διαφόρους καὶ τὰς εἰρημένας, ὥσπερ ἐν τῷ καμπύλῳ τὸ κοῖλον καὶ τὸ κυρτὸν ἀδιαχώριστον, [35] καὶ τὸ εὐθὺ καὶ τὸ λευκόν: καίτοι τὸ εὐθὺ οὐ λευκόν, ἀλλὰ κατὰ συμβεβηκὸς καὶ οὐκ οὐσία τοῦ αὐτοῦ. ἀφῄρηται δὲ καὶ εἴ τι ἄλλο ἐστὶ μέρος ψυχῆς, οἷον τὸ φυτικόν. ἀνθρωπίνης γὰρ ψυχῆς τὰ εἰρημένα μόρια ἴδια: διὸ οὐδ᾽ αἱ ἀρεταὶ αἱ τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ ἀνθρώπου: δεῖ γὰρ, εἰ [40] ᾗ ἄνθρωπος, λογισμὸν ἐνεῖναι [καὶ] ἀρχὴν καὶ πρᾶξιν, 1220α ἄρχει δ᾽ ὁ λογισμὸς οὐ λογισμοῦ ἀλλ᾽ ὀρέξεως καὶ παθημάτων, ἀνάγκη ἄρα ταῦτ᾽ ἔχειν τὰ μέρη. καὶ ὥσπερ ἡ εὐεξία σύγκειται ἐκ τῶν κατὰ μόριον ἀρετῶν, οὕτω καὶ ἡ τῆς ψυχῆς ἀρετὴ ᾗ τέλος. [5]
ἀρετῆς δ᾽ εἴδη δύο, ἡ μὲν ἠθικὴ ἡ δὲ διανοητική. ἐπαινοῦμεν γὰρ οὐ μόνον τοὺς δικαίους ἀλλὰ καὶ τοὺς συνετοὺς καὶ τοὺς σοφούς: ἐπαινετὸν γὰρ ὑπέκειτο ἡ ἀρετὴ ἢ τὸ ἔργον, ταῦτα δ᾽ οὐκ ἐνεργεῖ, ἀλλ᾽ εἰσὶν αὐτῶν ἐνέργειαι. ἐπεὶ δ᾽ αἱ διανοητικαὶ μετὰ λόγου, αἱ μὲν τοιαῦται τοῦ λόγον ἔχοντος, ὃ ἐπιτακτικόν ἐστι τῆς [10] ψυχῆς ᾗ λόγον ἔχει, αἱ δ᾽ ἠθικαὶ τοῦ ἀλόγου μέν, ἀκολουθητικοῦ δὲ κατὰ φύσιν τῷ λόγον ἔχοντι: οὐ γὰρ λέγομεν ποῖός τις τὸ ἦθος, ὅτι σοφὸς ἢ δεινός, ἀλλ᾽ ὅτι πρᾶος ἢ θρασύς.
μετὰ ταῦτα σκεπτέον πρῶτον περὶ ἀρετῆς ἠθικῆς, τί ἐστι, καὶ ποῖα μόρια αὐτῆς (εἰς τοῦτο γὰρ ἀνῆκται), καὶ [15] γίνεται διὰ τίνων. δεῖ δὴ ζητεῖν ὥσπερ ἐν τοῖς ἄλλοις ἔχοντές τι ζητοῦσι πάντες, ὥστε ἀεὶ διὰ τῶν ἀληθῶς μὲν λεγομένων οὐ σαφῶς δὲ πειρᾶσθαι λαβεῖν καὶ τὸ ἀληθῶς καὶ σαφῶς. νῦν γὰρ ὁμοίως ἔχομεν ὥσπερ ἂν εἰ καὶ ὑγίειαν, ὅτι ἡ ἀρίστη διάθεσις τοῦ σώματος, καὶ Κορίσκος ὁ [20] τῶν ἐν τῇ ἀγορᾷ μελάντατος: τί μὲν γὰρ ἑκάτερον τούτων οὐκ ἴσμεν, πρὸς μέντοι τὸ εἰδέναι τί ἑκάτερον αὐτῆς πρὸ ἔργου τὸ οὕτως ἔχειν.—ὑποκείσθω δὴ πρῶτον ἡ βελτίστη διάθεσις ὑπὸ τῶν βελτίστων γίγνεσθαι, καὶ πράττεσθαι ἄριστα περὶ ἕκαστον ἀπὸ τῆς ἑκάστου ἀρετῆς, οἷον πόνοι τε ἄριστοι [25] καὶ τροφὴ ἀφ᾽ ὧν γίνεται εὐεξία, καὶ ἀπὸ τῆς εὐεξίας πονοῦσιν ἄριστα: ἔτι πᾶσαν διάθεσιν ὑπὸ τῶν αὐτῶν γίγνεσθαι καὶ φθείρεσθαι πὼς προσφερομένων, ὥσπερ ὑγίεια ὑπὸ τροφῆς καὶ πόνων καὶ ὥρας. ταῦτα δὲ δῆλα ἐκ τῆς ἐπαγωγῆς. καὶ ἡ ἀρετὴ ἄρα ἡ τοιαύτη διάθεσις ἐστίν, ἣ [30] γίνεταί τε ὑπὸ τῶν ἀρίστων περὶ ψυχὴν κινήσεων καὶ ἀφ᾽ ἧς πράττεται τὰ ἄριστα τῆς ψυχῆς ἔργα καὶ πάθη, καὶ ὑπὸ τῶν αὐτῶν πὼς μὲν γίνεται, πὼς δὲ φθείρεται, καὶ πρὸς ταὐτὰ ἡ χρῆσις αὐτῆς ὑφ᾽ ὧν καὶ αὔξεται καὶ φθείρεται, πρὸς ἃ βέλτιστα διατίθησιν. σημεῖον δ᾽ ὅτι περὶ ἡδέα καὶ [35] λυπηρὰ καὶ ἡ ἀρετὴ καὶ ἡ κακία: αἱ γὰρ κολάσεις ἰατρεῖαι οὖσαι καὶ γινόμεναι διὰ τῶν ἐναντίων, καθάπερ ἐπὶ τῶν ἄλλων, διὰ τούτων εἰσίν.
ὅτι μὲν τοίνυν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδέα καὶ λυπηρά ἐστι, δῆλον: ἐπεὶ δ᾽ ἐστὶ τὸ ἦθος, ὥσπερ καὶ τὸ ὄνομα σημαίνει ὅτι ἀπὸ ἔθους ἔχει τὴν ἐπίδοσιν, 1220β ἐθίζεται δὲ τὸ ὑπ᾽ ἀγωγῆς μὴ ἐμφύτου τῷ πολλάκις κινεῖσθαι πώς, οὕτως ἤδη τὸ ἐνεργητικόν, ὃ ἐν τοῖς ἀψύχοις οὐχ ὁρῶμεν (οὐδὲ γὰρ ἂν μυριάκις ῥίψῃς ἄνω τὸν λίθον, οὐδέποτε ποιήσει τοῦτο μὴ [5] βίᾳ), διὸ ἔστω <τὸ> ἦθος τοῦτο ψυχῆς κατὰ ἐπιτακτικὸν λόγον <τοῦ ἀλόγου μέν,> δυναμένου δ᾽ ἀκολουθεῖν τῷ λόγῳ ποιότης. λεκτέον δὴ κατὰ τί τῆς ψυχῆς ποιότης τὰ ἤθη. ἔστι δὲ κατά τε τὰς δυνάμεις τῶν παθημάτων, καθ᾽ ἃς ὡς παθητικοὶ λέγονται, καὶ κατὰ τὰς ἕξεις, καθ᾽ ἃς πρὸς τὰ πάθη ταῦτα λέγονται τῷ [10] πάσχειν πως ἢ ἀπαθεῖς εἶναι. μετὰ ταῦτα ἡ διαίρεσις ἐν τοῖς ἀπηλλαγμένοις τῶν παθημάτων καὶ τῶν δυνάμεων καὶ τῶν ἕξεων. λέγω δὲ πάθη μὲν τὰ τοιαῦτα, θυμὸν φόβον αἰδῶ ἐπιθυμίαν, ὅλως οἷς ἕπεται ὡς ἐπὶ τὸ πολὺ ἡ αἰσθητικὴ ἡδονὴ ἢ λύπη καθ᾽ αὑτά. καὶ κατὰ μὲν ταῦτα οὐκ [15] ἔστι ποιότης, ἀλλὰ πάσχει, κατὰ δὲ τὰς δυνάμεις ποιότης. λέγω δὲ [τὰς] δυνάμεις καθ᾽ ἃς λέγονται κατὰ τὰ πάθη οἱ ἐνεργοῦντες, οἷον ὀργίλος ἀνάλγητος ἐρωτικὸς αἰσχυντηλὸς ἀναίσχυντος. ἕξεις δέ εἰσιν ὅσαι αἴτιαί εἰσι τοῦ ταῦτα ἢ κατὰ λόγον ὑπάρχειν ἢ ἐναντίως, οἷον ἀνδρεία σωφροσύνη [20] δειλία ἀκολασία.
διωρισμένων δὲ τούτων, ληπτέον ὅτι ἐν ἅπαντι συνεχεῖ καὶ διαιρετῷ ἐστιν ὑπεροχὴ καὶ ἔλλειψις καὶ μέσον, καὶ ταῦτα ἢ πρὸς ἄλληλα ἢ πρὸς ἡμᾶς, οἷον ἐν γυμναστικῇ, ἐν ἰατρικῇ, ἐν οἰκοδομικῇ, ἐν κυβερνητικῇ, καὶ ἐν [25] ὁποιᾳοῦν πράξει, καὶ ἐπιστημονικῇ καὶ ἀνεπιστημονικῇ, καὶ τεχνικῇ καὶ ἀτέχνῳ. ἡ μὲν γὰρ κίνησις συνεχές, ἡ δὲ πρᾶξις κίνησις. ἐν πᾶσι δὲ τὸ μέσον τὸ πρὸς ἡμᾶς βέλτιστον: τοῦτο γάρ ἐστιν ὡς ἡ ἐπιστήμη κελεύει καὶ ὁ λόγος. πανταχοῦ δὲ τοῦτο καὶ ποιεῖ τὴν βελτίστην ἕξιν. καὶ τοῦτο [30] δῆλον διὰ τῆς ἐπαγωγῆς καὶ τοῦ λόγου. τὰ γὰρ ἐναντία [31] φθείρει ἄλληλα: τὰ δ᾽ ἄκρα καὶ ἀλλήλοις καὶ τῷ μέσῳ ἐναντία. τὸ γὰρ μέσον ἑκάτερον πρὸς ἑκάτερον ἐστίν, οἷον τὸ ἴσον τοῦ μὲν ἐλάττονος μεῖζον, τοῦ μείζονος δὲ ἔλαττον. ὥστ᾽ ἀνάγκη τὴν ἠθικὴν ἀρετὴν περὶ μέσ᾽ ἄττα εἶναι καὶ [35] μεσότητα τινά. ληπτέον ἄρα ἡ ποία μεσότης ἀρετή, καὶ περὶ ποῖα μέσα. εἰλήφθω δὴ παραδείγματος χάριν, καὶ θεωρείσθω ἕκαστον ἐκ τῆς ὑπογραφῆς.
ὀργιλότης | ἀναλγησία | πραότης |
θρασύτης | δειλία | ἀνδρεία |
ἀναισχυντία | κατάπληξις | αἰδώς. |
ἀκολασία | ἀναισθησία | σωφροσύνη. |
φθόνος | ἀνώνυμον | νέμεσις. |
κέρδος | ζημία | δίκαιον. [5] |
ἀσωτία | ἀνελευθερία | ἐλευθεριότης. |
ἀλαζονεία | εἰρωνεία | ἀλήθεια. |
κολακεία | ἀπέχθεια | φιλία. |
ἀρέσκεια | αὐθάδεια | σεμνότης. |
[τρυφερότης | κακοπάθεια | καρτερία.] [10] |
χαυνότης | μικροψυχία | μεγαλοψυχία. |
δαπανηρία | μικροπρέπεια | μεγαλοπρέπεια. |
[πανουργία | εὐήθεια | φρόνησις]. |
τὰ μὲν πάθη ταῦτα καὶ τοιαῦτα συμβαίνει ταῖς ψυχαῖς, πάντα δὲ λέγεται τὰ μὲν τῷ ὑπερβάλλειν τὰ δὲ τῷ [15] ἐλλείπειν. ὀργίλος μὲν γάρ ἐστιν ὁ μᾶλλον ἢ δεῖ ὀργιζόμενος καὶ θᾶττον καὶ πλείοσιν ἢ οἷς δεῖ, ἀνάλγητος δὲ ὁ ἐλλείπων καὶ οἷς καὶ ὅτε καὶ ὥς: καὶ θρασὺς μὲν ὁ μήτε ἃ χρὴ φοβούμενος μήθ᾽ ὅτε μήθ᾽ ὥς, δειλὸς δὲ ὁ καὶ ἃ μὴ δεῖ καὶ ὅτ᾽ οὐ δεῖ καὶ ὡς οὐ δεῖ: ὁμοίως δὲ καὶ [ὁ] [20] ἀκόλαστος καὶ ὁ ἐπιθυμητικὸς καὶ ὁ ὑπερβάλλων πᾶσιν ὅσοις ἐνδέχεται, ἀναίσθητος δὲ ὁ ἐλλείπων καὶ μηδ᾽ ὅσον βέλτιον καὶ κατὰ τὴν φύσιν ἐπιθυμῶν, ἀλλ᾽ ἀπαθὴς ὥσπερ λίθος: κερδαλέος δὲ ὁ πανταχόθεν πλεονεκτικός, ζημιώδης δὲ ὁ μηδαμόθεν, ἀλλ᾽ ὀλιγαχόθεν: ἀλαζὼν δὲ ὁ πλείω [25] τῶν ὑπαρχόντων προσποιούμενος, εἴρων δὲ ὁ ἐλάττω: καὶ κόλαξ μὲν ὁ πλείω συνεπαινῶν ἢ καλῶς ἔχει, ἀπεχθητικὸς δὲ ὁ ἐλάττω: καὶ τὸ μὲν λίαν πρὸς ἡδονὴν ἀρέσκεια, τὸ δ᾽ ὀλίγα καὶ μόγις εὐθάδεια: [ἔτι δ᾽ ὁ μὲν μηδεμίαν ὑπομένων λύπην, μηδ᾽ εἰ βέλτιον, τρυφερός, ὁ δὲ πᾶσαν [30] ὁμοίως ὡς μὲν ἁπλῶς εἰπεῖν ἀνώνυμος, μεταφορᾷ δὲ λέγεται σκληρὸς καὶ ταλαίπωρος καὶ κακοπαθητικός:] χαῦνος δ᾽ ὁ μειζόνων ἀξιῶν αὑτόν, μικρόψυχος δ᾽ ὁ ἐλαττόνων: ἔτι δ᾽ ἄσωτος ὁ πρὸς ἅπασαν δαπάνην ὑπερβάλλων, ἀνελεύθερος δὲ ὁ πρὸς ἅπασαν ἐλλείπων: ὁμοίως [35] δὲ καὶ ὁ μικροπρεπὴς καὶ ὁ σαλάκων, ὁ μὲν γὰρ ὑπερβάλλει τὸ πρέπον, ὁ δ᾽ ἐλλείπει τοῦ πρέποντος: [καὶ ὁ μὲν πανοῦργος πάντως καὶ πάντοθεν πλεονεκτικός, ὁ δ᾽ εὐήθης οὐδ᾽ ὅθεν δεῖ:] φθονερὸς δὲ τῷ λυπεῖσθαι ἐπὶ πλείοσιν εὐπραγίαις ἢ δεῖ (καὶ γὰρ οἱ ἄξιοι εὖ πράττειν λυποῦσι τοὺς [40] φθονεροὺς εὖ πράττοντες), ὁ δ᾽ ἐναντίος ἀνωνυμώτερος, 1221β ἔστι δ᾽ ὁ ὑπερβάλλων [ἐπὶ] τῷ μὴ λυπεῖσθαι μηδ᾽ ἐπὶ τοῖς ἀναξίοις εὖ πράττουσιν, ἀλλ᾽ εὐχερὴς ὥσπερ οἱ γαστρίμαργοι πρὸς τροφήν, ὃ δὲ δυσχερὴς κατὰ τὸν φθόνον ἐστίν.— τὸ δὲ πρὸς ἕκαστον μὴ κατὰ συμβεβηκὸς οὕτως ἔχειν [5] περίεργον διορίζειν: οὐδεμία γὰρ ἐπιστήμη, οὔτε θεωρητικὴ οὔτε ποιητική, οὔτε λέγει οὔτε πράττει τοῦτο προσδιορίζουσα, ἀλλὰ τοῦτ᾽ ἐστι πρὸς τὰς συκοφαντίας τῶν τεχνῶν τὰς λογικάς. ἁπλῶς μὲν οὖν διωρίσθω τὸν τρόπον τοῦτον, ἀκριβέστερον δ᾽, ὅταν περὶ τῶν ἕξεων λέγωμεν τῶν ἀντικειμένων. [10]
αὐτῶν δὲ τούτων τῶν παθημάτων εἴδη κατονομάζεται τῷ διαφέρειν κατὰ τὴν ὑπερβολὴν ἢ χρόνου ἢ τοῦ μᾶλλον ἢ πρός τι τῶν ποιούντων τὰ πάθη. λέγω δ᾽ οἷον ὀξύθυμος μὲν τῷ θᾶττον πάσχειν ἢ δεῖ, χαλεπὸς δὲ καὶ θυμώδης τῷ μᾶλλον, πικρὸς δὲ τῷ φυλακτικὸς εἶναι τῆς ὀργῆς, πλήκτης δὲ καὶ [15] λοιδορητικὸς ταῖς κολάσεσι ταῖς ἀπὸ τῆς ὀργῆς. ὀψοφάγοι δὲ καὶ γαστρίμαργοι καὶ οἰνόφλυγες τῷ πρὸς ὁποτέρας τροφῆς ἀπόλαυσιν ἔχειν τὴν δύναμιν παθητικὴν παρὰ τὸν λόγον.
οὐ δεῖ δὲ ἀγνοεῖν ὅτι ἔνια τῶν λεγομένων οὐκ ἔστιν ἐν τῷ πῶς λαμβάνειν, ἂν πῶς λαμβάνηται τῷ μᾶλλον πάσχειν. [20] οἷον μοιχὸς οὐ τῷ μᾶλλον ἢ δεῖ πρὸς τὰς γαμετὰς πλησιάζειν (οὐ γὰρ ἐστίν), ἀλλὰ μοχθηρία τις αὐτὴ δὴ ἐστίν. συνειλημμένον γὰρ τό τε πάθος λέγεται καὶ τὸ τοιόνδε εἶναι. ὁμοίως δὲ καὶ ἡ ὕβρις. διὸ καὶ ἀμφισβητοῦσι, συγγενέσθαι μὲν φάσκοντες, ἀλλ᾽ οὐ μοιχεῦσαι: ἀγνοοῦντες γὰρ [25] ἢ ἀναγκαζόμενοι καὶ πατάξαι μέν, ἀλλ᾽ οὐχ᾽ ὑβρίσαι: ὁμοίως δὲ καὶ ἐπὶ τὰ ἄλλα τὰ τοιαῦτα.
εἰλημμένων δὲ τούτων, μετὰ ταῦτα λεκτέον ὅτι ἐπειδὴ δύο μέρη τῆς ψυχῆς, καὶ αἱ ἀρεταὶ κατὰ ταῦτα διῄρηνται, καὶ αἱ μὲν τοῦ λόγον ἔχοντος διανοητικαί, ὧν ἔργον [30] ἀλήθεια, ἢ περὶ τοῦ πῶς ἔχει ἢ περὶ γενέσεως, αἱ δὲ τοῦ ἀλόγου, ἔχοντος δ᾽ ὄρεξιν (οὐ γὰρ ὁτιοῦν μέρος ἔχει τῆς ψυχῆς ὄρεξιν, εἰ μεριστὴ ἐστίν), ἀνάγκη δὴ φαῦλον τὸ ἦθος καὶ σπουδαῖον εἶναι τῷ διώκειν καὶ φεύγειν ἡδονάς τινας καὶ λύπας. δῆλον δὲ τοῦτο ἐκ τῶν διαιρέσεων τῶν περὶ τὰ [35] πάθη καὶ τὰς δυνάμεις καὶ τὰς ἕξεις. αἱ μὲν γὰρ δυνάμεις καὶ αἱ ἕξεις τῶν παθημάτων, τὰ δὲ πάθη λύπῃ καὶ ἡδονῇ διώρισται: ὥστε διά τε ταῦτα καὶ διὰ τὰς ἔμπροσθεν θέσεις συμβαίνει πᾶσαν ἠθικὴν ἀρετὴν περὶ ἡδονὰς εἶναι καὶ λύπας. πᾶσα γὰρ ψυχὴ ὑφ᾽ οἵων πέφυκε γίνεσθαι [40] χείρων καὶ βελτίων, πρὸς ταῦτα καὶ περὶ ταῦτά ἐστιν ἡ ἡδονή. 1222α δι᾽ ἡδονὰς δὲ καὶ λύπας φαύλους εἶναι φαμέν, τῷ διώκειν καὶ φεύγειν ἢ ὡς μὴ δεῖ ἢ ἃς μὴ δεῖ. διὸ καὶ διορίζονται πάντες προχείρως ἀπάθειαν καὶ ἠρεμίαν περὶ ἡδονὰς καὶ λύπας εἶναι τὰς ἀρετάς, τὰς δὲ κακίας ἐκ [5] τῶν ἐναντίων.
ἐπεὶ δ᾽ ὑπόκειται ἀρετὴ εἶναι ἡ τοιαύτη ἕξις ἀφ᾽ ἧς πρακτικοὶ τῶν βελτίστων καὶ καθ᾽ ἣν ἄριστα διάκεινται περὶ τὸ βέλτιστον, βέλτιστον δὲ καὶ ἄριστον τὸ κατὰ τὸν ὀρθὸν λόγον, τοῦτο δ᾽ ἐστὶ τὸ μέσον ὑπερβολῆς καὶ [10] ἐλλείψεως τῆς πρὸς ἡμᾶς: ἀναγκαῖον ἂν εἴη τὴν ἠθικὴν ἀρετὴν καθ᾽ αὑτὸν ἕκαστον μεσότητα εἶναι καὶ περὶ μέσ᾽ ἄττα ἐν ἡδοναῖς καὶ λύπαις καὶ ἡδέσι καὶ λυπηροῖς. ἔσται δ᾽ ἡ μεσότης ὁτὲ μὲν ἐν ἡδοναῖς (καὶ γὰρ ὑπερβολὴ καὶ ἔλλειψις), ὁτὲ δ᾽ ἐν λύπαις, ὁτὲ δ᾽ ἐν ἀμφοτέραις. ὁ γὰρ [15] ὑπερβάλλων τῷ χαίρειν τῷ ἡδεῖ ὑπερβάλλει καὶ ὁ τῷ λυπεῖσθαι τῷ ἐναντίῳ, καὶ ταῦτα ἢ ἁπλῶς ἢ πρός τινα ὅρον, οἷον ὅταν μὴ ὡς οἱ πολλοί: ὁ δ᾽ ἀγαθὸς ὡς δεῖ.—ἐπεὶ δ᾽ ἐστί τις ἕξις ἀφ᾽ ἧς τοιοῦτος ἔσται ὁ ἔχων αὐτὴν ὥστε τοῦ αὐτοῦ πράγματος ὃ μὲν ἀποδέχεσθαι τὴν ὑπερβολὴν ὃ δὲ [20] τὴν ἔλλειψιν, ἀνάγκη, ὡς ταῦτ᾽ ἀλλήλοις ἐναντία καὶ τῷ μέσῳ, οὕτω καὶ τὰς ἕξεις ἀλλήλαις ἐναντίας εἶναι καὶ τῇ ἀρετῇ.
συμβαίνει μέντοι τὰς ἀντιθέσεις ἔνθα μὲν φανερωτέρας εἶναι πάσας, ἔνθα δὲ τὰς ἐπὶ τὴν ὑπερβολήν, ἐνιαχοῦ δὲ τὰς ἐπὶ τὴν ἔλλειψιν. αἴτιον δὲ τῆς ἐναντιώσεως, ὅτι [25] οὐκ ἀεὶ ἐπὶ ταὐτὰ τῆς ἀνισότητος ἢ ὁμοιότητος πρὸς τὸ μέσον, ἀλλ᾽ ὁτὲ μὲν θᾶττον ἂν μεταβαίη ἀπὸ τῆς ὑπερβολῆς ἐπὶ τὴν μέσην ἕξιν, ὁτὲ δ᾽ ἀπὸ τῆς ἐλλείψεως, ἧς <ὃς> πλέον ἀπέχει, οὗτος δοκεῖ ἐναντιώτερος εἶναι, οἷον καὶ περὶ τὸ σῶμα ἐν μὲν τοῖς πόνοις ὑγιεινότερον ἡ ὑπερβολὴ τῆς [30] ἐλλείψεως καὶ ἐγγύτερον τοῦ μέσου, ἐν δὲ τῇ τροφῇ ἡ ἔλλειψις ὑπερβολῆς. ὥστε καὶ αἱ προαιρετικαὶ ἕξεις αἱ φιλογυμναστικαὶ φιλοϋγιεῖς μᾶλλον ἔσονται καθ᾽ ἑκατέραν τὴν αἵρεσιν, ἔνθα μὲν αἱ πολυπονώτεραι, ἔνθα δ᾽ αἱ ὑποστατικώτεραι, καὶ ἐναντίος τῷ μετρίῳ καὶ τῷ ὡς ὁ λόγος ἔνθα [35] μὲν ὁ ἄπονος καὶ οὐκ ἄμφω, ἔνθα δὲ [καὶ] ὁ ἀπολαυστικὸς [36] καὶ οὐχ ὁ πεινητικός. συμβαίνει δὲ τοῦτο, διότι ἡ φύσις εὐθὺς οὐ πρὸς ἅπαντα ὁμοίως ἀφέστηκε τοῦ μέσου, ἀλλ᾽ ἧττον μὲν φιλόπονοι ἐσμέν, μᾶλλον δ᾽ ἀπολαυστικοί. ὁμοίως δὲ ταῦτ᾽ ἔχει καὶ περὶ ψυχῆς. ἐναντίαν δὲ τίθεμεν τὴν [40] ἕξιν ἐφ᾽ ἥν τε ἁμαρτάνομεν μᾶλλον καὶ ἐφ᾽ ἣν οἱ πολλοί (ἡ δ᾽ ἑτέρα ὥσπερ οὐκ οὖσα λανθάνει: διὰ γὰρ τὸ ὀλίγον ἀναίσθητος ἐστίν), οἷον ὀργὴν πραότητι καὶ τὸν ὀργίλον τῷ πράῳ. 1222β καίτοι ἐστὶν ὑπερβολὴ καὶ ἐπὶ τὸ ἵλεων εἶναι καὶ τὸ καταλλακτικὸν εἶναι καὶ μὴ ὀργίζεσθαι ῥαπιζόμενον. ἀλλ᾽ ὀλίγοι οἱ τοιοῦτοι, ἐπ᾽ ἐκεῖνο δὲ πάντες ῥέπουσι μᾶλλον. διὸ καὶ οὐ κολακικὸν ὁ θυμός. [5]
ἐπεὶ δ᾽ εἴληπται ἡ διαλογὴ τῶν ἕξεων καθ᾽ ἕκαστα τὰ πάθη, καὶ αἱ ὑπερβολαὶ καὶ ἐλλείψεις, καὶ τῶν ἐναντίων ἕξεων, καθ᾽ ἃς ἔχουσι κατὰ τὸν ὀρθὸν λόγον (τίς δ᾽ ὁ ὀρθὸς λόγος, καὶ πρὸς τίνα δεῖ ὅρον ἀποβλέποντας λέγειν τὸ μέσον, ὕστερον ἐπισκεπτέον), φανερὸν ὅτι πᾶσαι αἱ ἠθικαὶ ἀρεταὶ καὶ κακίαι [10] περὶ ἡδονῶν καὶ λυπῶν ὑπερβολὰς καὶ ἐλλείψεις εἰσί, καὶ ἡδοναὶ καὶ λῦπαι ἀπὸ τῶν εἰρημένων ἕξεων καὶ παθημάτων γίνονται. ἀλλὰ μὴν ἥ γε βελτίστη ἕξις ἡ περὶ ἕκαστα μέση ἐστίν. δῆλον τοίνυν ὅτι αἱ ἀρεταὶ ἢ πᾶσαι ἢ τούτων τινὲς ἔσονται τῶν μεσοτήτων. [15]
λάβωμεν οὖν ἄλλην ἀρχὴν τῆς ἐπιούσης σκέψεως. εἰσὶ δὴ πᾶσαι μὲν αἱ οὐσίαι κατὰ φύσιν τινὲς ἀρχαί, διὸ καὶ ἑκάστη πολλὰ δύναται τοιαῦτα γεννᾶν, οἷον ἄνθρωπος ἀνθρώπους καὶ ζῷον ὂν ὅλως ζῷα καὶ φυτὸν φυτά. πρὸς δὲ τούτοις ὅ γ᾽ ἄνθρωπος καὶ πράξεών τινών ἐστιν ἀρχὴ μόνον [20] τῶν ζῴων: τῶν γὰρ ἄλλων οὐθὲν εἴποιμεν ἂν πράττειν. τῶν δ᾽ ἀρχῶν ὅσαι τοιαῦται, ὅθεν πρῶτον αἱ κινήσεις, κύριαι λέγονται, μάλιστα δὲ δικαίως ἀφ᾽ ὧν μὴ ἐνδέχεται ἄλλως, ἣν ἴσως ὁ θεὸς ἄρχει. ἐν δὲ ταῖς ἀκινήτοις ἀρχαῖς, οἷον ἐν ταῖς μαθηματικαῖς, οὐκ ἔστι τὸ κύριον, καίτοι λέγεταί γε [25] καθ᾽ ὁμοιότητα: καὶ γὰρ ἐνταῦθα κινουμένης τῆς ἀρχῆς πάντα μάλιστ᾽ ἂν τὰ δεικνύμενα μεταβάλλοι, αὐτὰ δ᾽ αὑτὰ οὐ μεταβάλλει ἀναιρουμένου θατέρου ὑπὸ θατέρου, ἂν μὴ τῷ τὴν ὑπόθεσιν ἀνελεῖν καὶ δι᾽ ἐκείνης δεῖξαι. ὁ δ᾽ ἄνθρωπος ἀρχὴ κινήσεως τινός: ἡ γὰρ πρᾶξις κίνησις. ἐπεὶ δ᾽ [30] ὥσπερ ἐν τοῖς ἄλλοις ἡ ἀρχὴ αἰτία ἐστὶ τῶν δι᾽ αὐτὴν ὄντων ἢ γινομένων, δεῖ νοῆσαι καθάπερ ἐπὶ τῶν ἀποδείξεων. εἰ γὰρ ἔχοντος τοῦ τριγώνου δύο ὀρθὰς ἀνάγκη τὸ τετράγωνον ἔχειν τέτταρας ὀρθάς, φανερὸν ὡς αἴτιον τούτου τὸ δύο ὀρθὰς ἔχειν τὸ τρίγωνον. εἰ δέ γε μεταβάλλει τὸ τρίγωνον, ἀνάγκη [35] καὶ τὸ τετράγωνον μεταβάλλειν, οἷον εἰ τρεῖς, ἕξ, εἰ δὲ τέτταρες, ὀκτώ. κἂν εἰ μὴ μεταβάλλοι, τοιοῦτον δ᾽ ἐστί, κακεῖνο τοιοῦτον ἀναγκαῖον εἶναι. δῆλον δ᾽ ὃ ἐπιχειροῦμεν ὅτι ἀναγκαῖον, ἐκ τῶν ἀναλυτικῶν: νῦν δ᾽ οὔτε μὴ λέγειν οὔτε λέγειν ἀκριβῶς οἷόν τε, πλὴν τοσοῦτον. εἰ γὰρ μηθὲν ἄλλο αἴτιον [40] τοῦ τὸ τρίγωνον οὕτως ἔχειν, ἀρχή τις ἂν εἴη τοῦτο καὶ αἴτιον τῶν ὕστερον. ὥστ᾽ εἴπερ ἐστὶν ἔνια τῶν ὄντων ἐνδεχόμενα ἐναντίως ἔχειν, ἀνάγκη καὶ τὰς ἀρχὰς αὐτῶν εἶναι τοιαύτας. 1223α ἐκ γὰρ τῶν ἐξ ἀνάγκης ἀναγκαῖον τὸ συμβαῖνον ἐστί, τὰ δέ γε ἐντεῦθεν ἐνδέχεται γενέσθαι τἀναντία, καὶ ὃ ἐφ᾽ αὑτοῖς ἐστι τοῖς ἀνθρώποις, πολλὰ τῶν τοιούτων, καὶ ἀρχαὶ τῶν τοιούτων εἰσὶν αὐτοί. ὥστε ὅσων πράξεων ὁ ἄνθρωπός ἐστιν [5] ἀρχὴ καὶ κύριος, φανερὸν ὅτι ἐνδέχεται καὶ γίνεσθαι καὶ μή, καὶ ὅτι ἐφ᾽ αὑτῷ ταῦτ᾽ ἐστι γίνεσθαι καὶ μή, ὧν γε κύριός ἐστι τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι. ὅσα δ᾽ ἐφ᾽ αὑτῷ ἐστι ποιεῖν ἢ μὴ ποιεῖν, αἴτιος τούτων αὐτὸς ἐστίν: καὶ ὅσων αἴτιος, ἐφ᾽ αὑτῷ. ἐπεὶ δ᾽ ἥ τε ἀρετὴ καὶ ἡ κακία καὶ τὰ ἀπ᾽ [10] αὐτῶν ἔργα τὰ μὲν ἐπαινετὰ τὰ δὲ ψεκτά (ψέγεται γὰρ καὶ ἐπαινεῖται οὐ διὰ τὰ ἐξ ἀνάγκης ἢ τύχης ἢ φύσεως ὑπάρχοντα, ἀλλ᾽ ὅσων αὐτοὶ αἴτιοι ἐσμέν: ὅσων γὰρ ἄλλος αἴτιος, ἐκεῖνος καὶ τὸν ψόγον καὶ τὸν ἔπαινον ἔχει), δῆλον ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία περὶ ταῦτ᾽ ἐστιν ὧν αὐτὸς [15] αἴτιος καὶ ἀρχὴ πράξεων. ληπτέον ἄρα ποίων αὐτὸς αἴτιος καὶ ἀρχὴ πράξεων. πάντες μὲν δὴ ὁμολογοῦμεν, ὅσα μὲν ἑκούσια καὶ κατὰ προαίρεσιν τὴν ἑκάστου, ἐκεῖνον αἴτιον εἶναι, ὅσα δ᾽ ἀκούσια, οὐκ αὐτὸν αἴτιον. πάντα δ᾽ ὅσα προελόμενος, καὶ ἑκὼν δῆλον ὅτι. δῆλον τοίνυν ὅτι καὶ ἡ ἀρετὴ καὶ ἡ [20] κακία τῶν ἑκουσίων ἂν εἴησαν.
ληπτέον ἄρα τί τὸ ἑκούσιον καὶ τί τὸ ἀκούσιον, καὶ τί ἐστιν ἡ προαίρεσις, ἐπειδὴ ἡ ἀρετὴ καὶ ἡ κακία ὁρίζεται τούτοις. πρῶτον σκεπτέον τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. τριῶν δὴ τούτων ἕν τι δόξειεν <ἂν> εἶναι, ἤτοι κατ᾽ ὄρεξιν ἢ κατὰ [25] προαίρεσιν ἢ κατὰ διάνοιαν, τὸ μὲν ἑκούσιον κατὰ τούτων τι, τὸ δ᾽ ἀκούσιον παρὰ τούτων τι. ἀλλὰ μὴν ἡ ὄρεξις εἰς τρία διαιρεῖται, εἰς βούλησιν καὶ θυμὸν καὶ ἐπιθυμίαν: ὥστε ταῦτα διαιρετέον, καὶ πρῶτον κατ᾽ ἐπιθυμίαν.
δόξειε δ᾽ ἂν πᾶν τὸ κατ᾽ ἐπιθυμίαν ἑκούσιον εἶναι. τὸ γὰρ [30] ἀκούσιον πᾶν δοκεῖ εἶναι βίαιον, τὸ δὲ βίαιον λυπηρόν, καὶ πᾶν ὃ ἀναγκαζόμενοι ποιοῦσιν ἢ πάσχουσιν, ὥσπερ καὶ Εὔηνος φησί“πᾶν γὰρ ἀναγκαῖον πρᾶγμ᾽ ἀνιαρὸν ἔφυ. ”Evenus of Paros = Theog. 472 ὥστ᾽ εἴ τι λυπηρόν, βίαιον, καὶ εἰ βίαιον, λυπηρόν. τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν πᾶν λυπηρόν (ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος), ὥστε [35] βίαιον καὶ ἀκούσιον. τὸ ἄρα κατ᾽ ἐπιθυμίαν ἑκούσιον: ἐναντία γὰρ ταῦτ᾽ ἀλλήλοις. ἔτι ἡ μοχθηρία ἀδικώτερον πᾶσα ποιεῖ, ἡ δ᾽ ἀκρασία μοχθηρία δοκεῖ εἶναι, ὁ δ᾽ ἀκρατὴς ὁ κατὰ τὴν ἐπιθυμίαν παρὰ τὸν λογισμὸν οἷος πράττειν, ἀκρατεύεται δ᾽ ὅταν ἐνεργῇ κατ᾽ αὐτήν, τὸ δ᾽ ἀδικεῖν ἑκούσιον, 1223β ὥσθ᾽ ὁ ἀκρατὴς ἀδικήσει τῷ πράττειν κατ᾽ ἐπιθυμίαν: ἑκὼν ἄρα πράξει, καὶ ἑκούσιον τὸ κατ᾽ ἐπιθυμίαν: καὶ γὰρ ἄτοπον εἰ δικαιότεροι ἔσονται οἱ ἀκρατεῖς γινόμενοι.—ἐκ μὲν τοίνυν τούτων δόξειεν ἂν τὸ κατ᾽ ἐπιθυμίαν ἑκούσιον εἶναι, ἐκ δὲ [5] τῶνδε τοὐναντίον. ἅπαν γὰρ ὃ ἑκών τις πράττει, βουλόμενος πράττει, καὶ ὃ βούλεται, ἑκών. βούλεται δ᾽ οὐθεὶς ὃ οἴεται εἶναι κακόν. ἀλλὰ μὴν ὁ ἀκρατευόμενος οὐχ ἃ βούλεται ποιεῖ: τὸ γὰρ παρ᾽ ὃ οἴεται βέλτιστον εἶναι πράττειν δι᾽ ἐπιθυμίαν ἀκρατεύεσθαι ἐστίν. ὥστε ἅμα συμβήσεται τὸν αὐτὸν [10] ἑκόντα καὶ ἄκοντα πράττειν: τοῦτο δ᾽ ἀδύνατον. ἔτι δ᾽ ὁ ἐγκρατὴς δικαιοπραγήσει, καὶ μᾶλλον τῆς ἀκρασίας. ἡ γὰρ ἐγκράτεια ἀρετή, ἡ δ᾽ ἀρετὴ δικαιοτέρους ποιεῖ. ἐγκρατεύεται δ᾽ ὅταν πράττῃ παρὰ τὴν ἐπιθυμίαν κατὰ τὸν λογισμόν. ὥστ᾽ εἰ τὸ μὲν δικαιοπραγεῖν ἑκούσιον, ὥσπερ καὶ τὸ [15] ἀδικεῖν (ἄμφω γὰρ δοκεῖ ταῦτα ἑκούσια εἶναι, καὶ ἀνάγκη, εἰ θάτερον ἑκούσιον, καὶ θάτερον), τὸ δὲ παρὰ τὴν ἐπιθυμίαν ἀκούσιον, ἅμα ἄρα ὁ αὐτὸς τὸ αὐτὸ πράξει ἑκὼν καὶ ἄκων.
ὁ δ᾽ αὐτὸς λόγος καὶ περὶ θυμοῦ. ἀκρασία γὰρ καὶ ἐγκράτεια καὶ θυμοῦ δοκεῖ εἶναι, ὥσπερ καὶ ἐπιθυμίας: καὶ [20] τὸ παρὰ τὸν θυμὸν λυπηρόν, καὶ βίαιον ἡ κάθεξις, ὥστ᾽ εἰ τὸ βίαιον ἀκούσιον, τὸ κατὰ τὸν θυμὸν ἑκούσιον ἂν εἴη πᾶν. ἔοικε δὲ καὶ Ἡράκλειτος λέγειν εἰς τὴν ἰσχὺν τοῦ θυμοῦ βλέψας ὅτι λυπηρὰ ἡ κώλυσις αὐτοῦ: "χαλεπὸν γάρ" φησι "θυμῷ μάχεσθαι: ψυχῆς γὰρ ὠνεῖται." εἰ δ᾽ ἀδύνατον τὸ [25] αὐτὸν ἑκόντα καὶ ἄκοντα πράττειν ἅμα τὸ κατὰ τὸ αὐτὸ τοῦ πράγματος, μᾶλλον ἑκούσιον τὸ κατὰ βούλησιν τοῦ κατ᾽ ἐπιθυμίαν καὶ θυμόν. τεκμήριον δέ: πολλὰ γὰρ πράττομεν ἑκόντες ἄνευ ὀργῆς καὶ ἐπιθυμίας. [29]
λείπεται ἄρα, εἰ τὸ βουλόμενον καὶ ἑκούσιον ταὐτό, σκέψασθαι. [30] φαίνεται δὲ καὶ τοῦτο ἀδύνατον. ὑπόκειται γὰρ ἡμῖν καὶ δοκεῖ ἡ μοχθηρία ἀδικωτέρους ποιεῖν, ἡ δ᾽ ἀκρασία μοχθηρία τις φαίνεται: συμβήσεται δὲ τοὐναντίον. βούλεται μὲν γὰρ οὐθεὶς ἃ οἴεται εἶναι κακά, πράττει δ᾽ ὅταν γίνηται ἀκρατής: εἰ οὖν τὸ μὲν ἀδικεῖν ἑκούσιον, τὸ δ᾽ ἑκούσιον τὸ κατὰ βούλησιν, ὅταν [35] ἀκρατὴς γένηται, οὐκέτι ἀδικήσει, ἀλλ᾽ ἔσται δικαιότερος ἢ πρὶν γενέσθαι ἀκρατής. τοῦτο δ᾽ ἀδύνατον.
ὅτι μὲν τοίνυν οὐκ ἔστι τὸ ἑκούσιον τὸ κατὰ ὄρεξιν πράττειν, οὐδ᾽ ἀκούσιον τὸ παρὰ τὴν ὄρεξιν, φανερόν: ὅτι δ᾽ οὐδὲ κατὰ προαίρεσιν, πάλιν ἐκ τῶνδε δῆλον. τὸ μὲν γὰρ κατὰ βούλησιν ὡς οὐκ ἀκούσιον ἀπεδείχθη, 1224α ἀλλὰ μᾶλλον πᾶν ὃ βούλεται καὶ ἑκούσιον (ἀλλ᾽ ὅτι καὶ μὴ βουλόμενον ἐνδέχεται πράττειν ἑκόντα, τοῦτο δέδεικται μόνον): πολλὰ δὲ βουλόμενοι πράττομεν ἐξαίφνης, προαιρεῖται δ᾽ οὐδεὶς οὐδὲν ἐξαίφνης. [5]
εἰ δὲ ἀνάγκη μὲν ἦν τριῶν τούτων ἕν τι εἶναι τὸ ἑκούσιον, ἢ κατ᾽ ὄρεξιν ἢ κατὰ προαίρεσιν ἢ κατὰ διάνοιαν, τούτων δὲ τὰ δύο μὴ ἐστί, λείπεται ἐν τῷ διανοούμενόν πως πράττειν εἶναι τὸ ἑκούσιον. ἔτι δὲ μικρὸν προαγαγόντες τὸν λόγον, ἐπιθῶμεν τέλος τῷ περὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου διορισμῷ. δοκεῖ γὰρ τὸ βίᾳ καὶ [10] μὴ βίᾳ τι ποιεῖν οἰκεῖα τοῖς εἰρημένοις εἶναι: τό τε γὰρ βίαιον ἀκούσιον, καὶ τὸ ἀκούσιον πᾶν βίαιον εἶναι φαμέν. ὥστε περὶ τοῦ βίᾳ σκεπτέον πρῶτον, τί ἐστι καὶ πῶς ἔχει πρὸς τὸ ἑκούσιον καὶ ἀκούσιον. δοκεῖ δὴ τὸ βίαιον καὶ τὸ ἀναγκαῖον ἀντικεῖσθαι, καὶ ἡ βία καὶ ἡ ἀνάγκη, τῷ ἑκουσίῳ καὶ τῇ [15] πειθοῖ ἐπὶ τῶν πραττομένων. καθόλου δὲ τὸ βίαιον καὶ τὴν ἀνάγκην καὶ ἐπὶ τῶν ἀψύχων λέγομεν: καὶ γὰρ τὸν λίθον ἄνω καὶ τὸ πῦρ κάτω βίᾳ καὶ ἀναγκαζόμενα φέρεσθαι φαμέν. ταῦτα δ᾽ ὅταν κατὰ τὴν φύσει καὶ τὴν καθ᾽ αὑτὰ ὁρμὴν φέρηται, οὐ βίᾳ, οὐ μὴν οὐδ᾽ ἑκούσια λέγεται, ἀλλ᾽ ἀνώνυμος [20] ἡ ἀντίθεσις. ὅταν δὲ παρὰ ταύτην, βίᾳ φαμέν. ὁμοίως δὲ καὶ ἐπὶ ἐμψύχων καὶ ἐπὶ τῶν ζῴων ὁρῶμεν βίᾳ πολλὰ καὶ πάσχοντα καὶ ποιοῦντα, ὅταν παρὰ τὴν ἐν αὐτῷ ὁρμὴν ἔξωθέν τι κινῇ. ἐν μὲν τοῖς ἀψύχοις ἁπλῆ ἡ ἀρχή, ἐν δὲ τοῖς ἐμψύχοις πλεονάζει: οὐ γὰρ ἀεὶ ἡ ὄρεξις καὶ ὁ λόγος [25] συμφωνεῖ. ὥστ᾽ ἐπὶ μὲν τῶν ἄλλων ζῴων ἁπλοῦν τὸ βίαιον, ὥσπερ ἐπὶ τῶν ἀψύχων (οὐ γὰρ ἔχει λόγον καὶ ὄρεξιν ἐναντίαν, ἀλλὰ τῇ ὀρέξει ζῇ): ἐν δ᾽ ἀνθρώπῳ ἔνεστιν ἄμφω, καὶ ἔν τινι ἡλικίᾳ, ᾗ καὶ τὸ πράττειν ἀποδίδομεν. οὐ γάρ φαμεν τὸ παιδίον πράττειν, οὐδὲ τὸ θηρίον, ἀλλὰ τὸν ἤδη [30] διὰ λογισμὸν πράττοντα. δοκεῖ δὴ τὸ βίαιον ἅπαν λυπηρὸν εἶναι, καὶ οὐθεὶς βίᾳ μὲν ποιεῖ, χαίρων δέ. διὸ περὶ τὸν ἐγκρατῆ καὶ τὸν ἀκρατῆ πλείστη ἀμφισβήτησις ἐστίν. ἐναντίας γὰρ ὁρμὰς ἔχων αὐτὸς ἕκαστος αὑτῷ πράττει, ὥσθ᾽ ὅ τ᾽ ἐγκρατὴς βίᾳ, φασίν, ἀφέλκει αὑτὸν ἀπὸ τῶν ἡδέων [35] ἐπιθυμιῶν (ἀλγεῖ γὰρ ἀφέλκων πρὸς ἀντιτείνουσαν τὴν ὄρεξιν), ὅ τ᾽ ἀκρατὴς βίᾳ παρὰ τὸν λογισμόν. ἧττον δὲ δοκεῖ λυπεῖσθαι: ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος, ᾗ ἀκολουθεῖ χαίρων, ὥστε ὁ ἀκρατὴς μᾶλλον ἑκὼν καὶ οὐ βίᾳ, ὅτι οὐ λυπηρῶς. ἡ δὲ πειθὼ τῇ βίᾳ καὶ ἀνάγκῃ ἀντιτίθεται. ὁ δ᾽ ἐγκρατὴς ἐφ᾽ ἃ πέπεισται ἄγει, καὶ πορεύεται οὐ βίᾳ, ἀλλ᾽ ἑκών. 1224β ἡ δὲ ἐπιθυμία οὐ πείσασα ἄγει: οὐ γὰρ μετέχει λόγου. ὅτι μὲν οὖν δοκοῦσιν οὗτοι μόνοι βίᾳ καὶ ἄκοντες ποιεῖν, καὶ διὰ τίν᾽ αἰτίαν, ὅτι καθ᾽ ὁμοιότητά τινα τοῦ βίᾳ, καθ᾽ ἣν καὶ [5] ἐπὶ τῶν ἀψύχων λέγομεν, εἴρηται: οὐ μὴν ἀλλ᾽ εἴ τις προσθῇ τὸ ἐν τῷ διορισμῷ προσκείμενον, κἀκεῖ λύεται τὸ λεχθέν. ὅταν μὲν γάρ τι τῶν ἔξωθεν παρὰ τὴν ἐν αὐτῷ ὁρμὴν κινῇ ἢ ἠρεμίζῃ, βίᾳ φαμέν, ὅταν δὲ μή, οὐ βίᾳ: ἐν δὲ τῷ ἀκρατεῖ καὶ ἐγκρατεῖ ἡ καθ᾽ αὑτὸν ὁρμὴ ἐνοῦσα ἄγει [10] (ἄμφω γὰρ ἔχει): ὥστ᾽ οὐ βίᾳ οὐδέτερος, ἀλλ᾽ ἑκὼν διά γε ταῦτα πράττοι ἄν, οὐδ᾽ ἀναγκαζόμενος. τὴν γὰρ ἔξωθεν ἀρχήν, τὴν παρὰ τὴν ὁρμὴν ἢ ἐμποδίζουσαν ἢ κινοῦσαν, ἀνάγκην λέγομεν, ὥσπερ εἴ τις λαβὼν τὴν χεῖρα τύπτοι τινὰ ἀντιτείνοντος καὶ τῷ βούλεσθαι καὶ τῷ ἐπιθυμεῖν: ὅταν [15] δ᾽ ἔσωθεν ἡ ἀρχή, οὐ βίᾳ. ἔτι καὶ ἡδονὴ καὶ λύπη ἐν ἀμφοτέροις ἔνεστι. καὶ γὰρ ὁ ἐγκρατευόμενος λυπεῖται παρὰ τὴν ἐπιθυμίαν πράττων ἤδη, καὶ χαίρει τὴν ἀπ᾽ ἐλπίδος ἡδονήν, ὅτι ὕστερον ὠφεληθήσεται, ἢ καὶ ἤδη ὠφελεῖται ὑγιαίνων: καὶ ὁ ἀκρατὴς χαίρει μὲν τυγχάνων [20] ἀκρατευόμενος οὗ ἐπιθυμεῖ, λυπεῖται δὲ τὴν ἀπ᾽ ἐλπίδος λύπην, οἴεται γὰρ κακὸν πράττειν. ὥστε τὸ μὲν βίᾳ ἑκάτερον φάναι ποιεῖν ἔχει λόγον, καὶ διὰ τὴν ὄρεξιν καὶ διὰ τὸν λογισμὸν ἑκάτερον ἄκοντα ποτὲ πράττειν: κεχωρισμένα γὰρ ὄντα ἑκάτερα ἐκκρούεται ὑπ᾽ ἀλλήλων. ὅθεν καὶ ἐπὶ τὴν [25] ὅλην μεταφέρουσι ψυχήν, ὅτι τῶν ἐν ψυχῇ τι τοιοῦτον ὁρῶσιν. ἐπὶ μὲν οὖν τῶν μορίων ἐνδέχεται τοῦτο λέγειν: ἡ δ᾽ ὅλη ἑκοῦσα ψυχὴ καὶ τοῦ ἀκρατοῦς καὶ τοῦ ἐγκρατοῦς πράττει, βίᾳ δ᾽ οὐδέτερος, ἀλλὰ τῶν ἐν ἐκείνοις τι, ἐπεὶ καὶ φύσει ἀμφότερα ἔχομεν. καὶ γὰρ ὁ λόγος φύσει ὑπάρχει, ὅτι [30] ἐωμένης τῆς γενέσεως καὶ μὴ πηρωθείσης ἐνέσται, καὶ ἡ ἐπιθυμία, ὅτι εὐθὺς ἐκ γενετῆς ἀκολουθεῖ καὶ ἔνεστιν. σχεδὸν δὲ τούτοις δυσὶ τὸ φύσει διορίζομεν, τῷ τε ὅσα εὐθὺς γιγνομένοις ἀκολουθεῖ πᾶσι, καὶ ὅσα ἐωμένης τῆς γενέσεως εὐθυπορεῖν γίγνεται ἡμῖν, οἷον πολιὰ καὶ γῆρας καὶ τἆλλα τὰ [35] τοιαῦτα. ὥστε μὴ κατὰ φύσιν ἑκάτερος πράττει, ἁπλῶς δὲ κατὰ φύσιν ἑκάτερος, οὐ τὴν αὐτήν. αἱ μὲν οὖν περὶ τὸν ἀκρατῆ καὶ ἐγκρατῆ ἀπορίαι <αὗται> περὶ τοῦ βίᾳ πράττειν ἢ ἀμφοτέρους ἢ τὸν ἕτερον, ὥστε ἢ μὴ ἑκόντας ἢ ἅμα βίᾳ καὶ ἑκόντας, εἰ δὲ τὸ βίᾳ ἀκούσιον, ἅμα ἑκόντας καὶ ἄκοντας πράττειν: σχεδὸν δὲ ἐκ τῶν εἰρημένων δῆλον ἡμῖν ὡς ἀπαντητέον. 1225α
λέγονται δὲ κατ᾽ ἄλλον τρόπον βίᾳ καὶ ἀναγκασθέντες πρᾶξαι, οὐ διαφωνοῦντος τοῦ λόγου καὶ τῆς ὀρέξεως, ὅταν πράττωσιν ὃ καὶ λυπηρὸν καὶ φαῦλον ὑπολαμβάνουσιν, [5] ἀλλ᾽ ἂν μὴ τοῦτο πράττωσι, πληγαὶ ἢ δεσμοὶ ἢ θάνατοι ὦσιν. ταῦτα γάρ φασιν ἀναγκασθέντες πρᾶξαι. ἢ οὔ, ἀλλὰ πάντες ἑκόντες ποιοῦσιν αὐτὸ τοῦτο; ἔξεστι γὰρ μὴ ποιεῖν, ἀλλ᾽ ἐκεῖνο ὑπομεῖναι τὸ πάθος. ἔτι ἴσως τούτων τὰ μὲν φαίη τις ἂν τὰ δ᾽ οὔ. ὅσα μὲν γὰρ ἐφ᾽ αὑτῷ τῶν [10] τοιούτων μὴ ὑπάρξαι ἢ ὑπάρξαι, ἀεὶ ὅσα πράττει ἃ μὴ βούλεται, ἑκὼν πράττει, καὶ οὐ βίᾳ: ὅσα δὲ μὴ ἐφ᾽ αὑτῷ τῶν τοιούτων, βίᾳ πώς, οὐ μέντοι γ᾽ ἁπλῶς, ὅτι οὐκ αὐτὸ τοῦτο προαιρεῖται ὃ πράττει, ἀλλ᾽ οὗ ἕνεκα, ἐπεὶ καὶ ἐν τούτοις ἐστί τις διαφορά. εἰ γὰρ ἵνα μὴ λάβῃ ψηλαφῶν [15] ἀποκτείνοι, γελοῖος ἂν εἴη, εἰ λέγοι ὅτι βίᾳ καὶ ἀναγκαζόμενος, ἀλλὰ δεῖ μεῖζον κακὸν καὶ λυπηρότερον εἶναι, ὃ πείσεται μὴ ποιήσας. οὕτω γὰρ ἀναγκαζόμενος καὶ [μὴ] βίᾳ πράξει, ἢ οὐ φύσει, ὅταν κακὸν ἀγαθοῦ ἕνεκα ἢ μείζονος κακοῦ ἀπολύσεως πράττῃ, καὶ ἄκων γε: οὐ γὰρ ἐφ᾽ αὑτῷ ταῦτα. διὸ [20] καὶ τὸν ἔρωτα πολλοὶ ἀκούσιον τιθέασιν, καὶ θυμοὺς ἐνίους καὶ τὰ φυσικά, ὅτι ἰσχυρὰ καὶ ὑπὲρ τὴν φύσιν: καὶ συγγνώμην ἔχομεν ὡς πεφυκότα βιάζεσθαι τὴν φύσιν. καὶ μᾶλλον ἂν δόξειε βίᾳ καὶ ἄκων πράττειν, ἵνα μὴ ἀλγῇ ἰσχυρῶς, ἢ ἵνα μὴ ἠρέμα, καὶ ὅλως ἵνα μὴ ἀλγῇ ἢ ἵνα [25] [μὴ] χαίρῃ. τὸ γὰρ ἐφ᾽ αὑτῷ, εἰς ὃ ἀνάγεται ὅλον, τοῦτ᾽ ἐστιν [26] ὃ ἡ αὐτοῦ φύσις οἵα τε φέρειν: ὃ δὲ μὴ οἵα τε, μήδ᾽ ἐστὶ τῆς ἐκείνου φύσει ὀρέξεως ἢ λογισμοῦ, οὐκ ἐφ᾽ αὑτῷ. διὸ καὶ τοὺς ἐνθουσιῶντας καὶ προλέγοντας, καίπερ διανοίας ἔργον ποιοῦντας, ὅμως οὔ φαμεν ἐφ᾽ αὑτοῖς εἶναι, οὔτ᾽ εἰπεῖν ἃ εἶπον, [30] οὔτε πρᾶξαι ἃ ἔπραξαν. ἀλλὰ μὴν οὐδὲ δι᾽ ἐπιθυμίαν: ὥστε καὶ διάνοιαί τινες καὶ πάθη οὐκ ἐφ᾽ ἡμῖν εἰσίν, ἢ πράξεις αἱ κατὰ τὰς τοιαύτας διανοίας καὶ λογισμούς, ἀλλ᾽ ὥσπερ Φιλόλαος ἔφη εἶναί τινας λόγους κρείττους ἡμῶν.
ὥστ᾽ εἰ τὸ ἑκούσιον καὶ ἀκούσιον καὶ πρὸς τὸ βίᾳ ἔδει [35] σκέψασθαι, τοῦτο μὲν οὕτω διῃρήσθω (οἱ γὰρ μάλιστ᾽ ἐμποδίζοντες τὸ ἑκούσιον ὡς βίᾳ πράττοντες, ἀλλ᾽ ἑκόντες): ἐπεὶ δὲ τοῦτ᾽ ἔχει τέλος, καὶ οὔτε τῇ ὀρέξει οὔτε τῇ προαιρέσει τὸ ἑκούσιον ὥρισται, λοιπὸν δὴ ὁρίσασθαι τὸ κατὰ τὴν διάνοιαν. 1225β δοκεῖ δὴ ἐναντίον εἶναι τὸ ἑκούσιον τῷ ἀκουσίῳ, καὶ τὸ εἰδότα ἢ ὃν ἢ ᾧ ἢ οὗ ἕνεκα (ἐνίοτε γὰρ οἶδε μὲν ὅτι πατήρ, ἀλλ᾽ οὐχ ἵνα ἀποκτείνῃ, ἀλλ᾽ ἵνα σώσῃ, ὥσπερ αἱ Πελιάδες, ἤτοι ὡς τοδὶ μὲν πόμα, ἀλλ᾽ [5] ὡς φίλτρον καὶ οἶνον, τὸ δ᾽ ἦν κώνειον) τῷ ἀγνοοῦντα καὶ ὃν καὶ ᾧ καὶ ὃ δι᾽ ἄγνοιαν, μὴ κατὰ συμβεβηκός: τὸ δὲ δι᾽ ἄγνοιαν, καὶ ὃ καὶ ᾧ καὶ ὅν, ἀκούσιον: τὸ ἐναντίον ἄρ᾽ ἑκούσιον. ὅσα μὲν οὖν ἐφ᾽ ἑαυτῷ ὂν μὴ πράττειν πράττει μὴ ἀγνοῶν καὶ δι᾽ αὑτόν, ἑκούσια ταῦτ᾽ ἀνάγκη εἶναι, καὶ τὸ [10] ἑκούσιον τοῦτ᾽ ἐστίν: ὅσα δ᾽ ἀγνοῶν καὶ διὰ τὸ ἀγνοεῖν, ἄκων. ἐπεὶ δὲ τὸ ἐπίστασθαι καὶ τὸ εἰδέναι διττόν, ἓν μὲν τὸ ἔχειν, ἓν δὲ τὸ χρῆσθαι τῇ ἐπιστήμη, ὁ ἔχων μὴ χρώμενος δὲ ἔστι μὲν ὡς δικαίως <ἂν> ἀγνοῶν λέγοιτο, ἔστι δὲ ὡς οὐ δικαίως, οἷον εἰ δι᾽ ἀμέλειαν μὴ ἐχρῆτο. ὁμοίως δὲ καὶ μὴ ἔχων τις [15] ψέγοιτο ἄν, εἰ ὃ ῥᾴδιον ἢ ἀναγκαῖον ἦν, μὴ ἔχει δι᾽ ἀμέλειαν ἢ ἡδονὴν ἢ λύπην. ταῦτ᾽ οὖν προσδιοριστέον.
περὶ μὲν οὖν τοῦ ἑκουσίου καὶ ἀκουσίου διωρίσθω τοῦτον τὸν τρόπον: περὶ δὲ προαιρέσεως μετὰ τοῦτο λέγωμεν, διαπορήσαντες πρῶτον τῷ λόγῳ περὶ αὐτῆς. διστάσειε γὰρ ἄν τις ἐν [20] τῷ γένει πέφυκε καὶ ἐν ποίῳ θεῖναι αὐτὴν χρή, καὶ πότερον οὐ ταὐτὸν τὸ ἑκούσιον καὶ τὸ προαιρετὸν ἢ ταὐτὸν ἐστίν. μάλιστα δὲ λέγεται παρά τινων, καὶ ζητοῦντι δόξειε δ᾽ ἂν δυοῖν εἶναι θάτερον ἡ προαίρεσις, ἤτοι δόξα ἢ ὄρεξις: ἀμφότερα γὰρ φαίνεται παρακολουθοῦντα. ὅτι μὲν οὖν οὐκ ἔστιν ὄρεξις [25] φανερόν. ἢ γὰρ βούλησις ἂν εἴη ἢ ἐπιθυμία ἢ θυμός: οὐθεὶς γὰρ ὀρέγεται μηθὲν πεπονθὼς τούτων. θυμὸς μὲν οὖν καὶ ἐπιθυμία καὶ τοῖς θηρίοις ὑπάρχει, προαίρεσις δ᾽ οὔ. ἔτι δὲ καὶ οἷς ὑπάρχει ἄμφω ταῦτα, πολλὰ καὶ ἄνευ θυμοῦ καὶ ἐπιθυμίας προαιροῦνται: καὶ ἐν τοῖς πάθεσιν ὄντες οὐ [30] προαιροῦνται, ἀλλὰ καρτεροῦσιν. ἔτι ἐπιθυμία μὲν καὶ θυμὸς ἀεὶ μετὰ λύπης, προαιρούμεθα δὲ πολλὰ καὶ ἄνευ λύπης. ἀλλὰ μὴν οὐδὲ βούλησις καὶ προαίρεσις ταὐτόν. βούλονται μὲν γὰρ ἔνια [ταὐτὸν] καὶ τῶν ἀδυνάτων εἰδότες, οἷον βασιλεύειν τε πάντων ἀνθρώπων καὶ ἀθάνατοι εἶναι, προαιρεῖται δ᾽ οὐθεὶς [35] μὴ ἀγνοῶν ὅτι ἀδύνατον, οὐδ᾽ ὅλως ἃ δυνατὸν μέν, μὴ ἐφ᾽ αὑτῷ δ᾽ οἴεται πρᾶξαι ἢ μὴ πρᾶξαι. ὥστε τοῦτο μὲν φανερόν, ὅτι ἀνάγκη τὸ προαιρετὸν τῶν ἐφ᾽ αὑτῷ τι εἶναι. 1226α ὁμοίως δὲ δῆλον ὅτι οὐδὲ δόξα, οὐδ᾽ ἁπλῶς εἴ τις οἴεταί τι. τῶν γὰρ ἐφ᾽ αὑτῷ τι ἦν τὸ προαιρετόν, δοξάζομεν δὲ πολλὰ καὶ τῶν οὐκ ὄντων ἐφ᾽ ἡμῖν, οἷον τὴν διάμετρον σύμμετρον. ἔτι οὐκ ἔστι προαίρεσις ἀληθὴς ἢ ψευδής. οὐδὲ δὴ ἡ [5] τῶν ἐφ᾽ αὑτῷ ὄντων πρακτῶν δόξα, ᾗ τυγχάνομεν οἰόμενοι δεῖν τι πράττειν ἢ οὐ πράττειν. κοινὸν δὲ περὶ δόξης τοῦτο καὶ βουλήσεως: οὐθεὶς γὰρ τέλος οὐδὲν προαιρεῖται, ἀλλὰ τὰ πρὸς τὸ τέλος: λέγω δ᾽ οἷον οὐθεὶς ὑγιαίνειν προαιρεῖται, ἀλλὰ περιπατεῖν ἢ καθῆσθαι τοῦ ὑγιαίνειν ἕνεκεν, οὐδ᾽ [10] εὐδαιμονεῖν, ἀλλὰ χρηματίζεσθαι ἢ κινδυνεύειν τοῦ εὐδαιμονεῖν ἕνεκα: καὶ ὅλως δηλοῖ ἀεὶ προαιρούμενος τί τε καὶ τίνος ἕνεκα προαιρεῖται, ἔστι δὲ τὸ μὲν τίνος, οὗ ἕνεκα προαιρεῖται ἄλλο, τὸ δὲ τί, ὃ προαιρεῖται ἕνεκα ἄλλου. βούλεται δέ γε μάλιστα τὸ τέλος, καὶ δοξάζει δεῖν καὶ ὑγιαίνειν καὶ εὖ [15] πράττειν. ὥστε φανερὸν διὰ τούτων ὅτι ἄλλο καὶ δόξης καὶ βουλήσεως. βούλεσθαι μὲν <γὰρ> καὶ δόξα μάλιστα τοῦ τέλους, προαίρεσις δ᾽ οὐκ ἔστιν.
ὅτι μὲν οὖν οὐκ ἔστιν οὔτε βούλησις οὔτε δόξα οὔθ᾽ ὑπόληψις ἁπλῶς ἡ προαίρεσις, δῆλον: τί δὲ διαφέρει τούτων, καὶ πῶς [20] ἔχει πρὸς τὸ ἑκούσιον; ἅμα δὲ δῆλον ἔσται, καὶ τί ἐστι προαίρεσις. ἔστι δὴ τῶν δυνατῶν καὶ εἶναι καὶ μὴ τὰ μὲν τοιαῦτα ὥστε ἐνδέχεσθαι βουλεύσασθαι περὶ αὐτῶν: περὶ ἐνίων δ᾽ οὐκ ἐνδέχεται. τὰ μὲν γὰρ δυνατὰ μέν ἐστι καὶ εἶναι καὶ μὴ εἶναι, ἀλλ᾽ οὐκ ἐφ᾽ ἡμῖν αὐτῶν ἡ γένεσις ἐστίν, ἀλλὰ τὰ μὲν διὰ φύσιν τὰ δὲ δι᾽ [25] ἄλλας αἰτίας γίνεται, περὶ ὧν οὐδεὶς ἂν ἐγχειρήσειε βουλεύεσθαι μὴ ἀγνοῶν: περὶ ὧν δ᾽ ἐνδέχεται μὴ μόνον τὸ εἶναι καὶ μή, ἀλλὰ καὶ τὸ βουλεύσασθαι τοῖς ἀνθρώποις, ταῦτα δ᾽ ἐστὶν ὅσα ἐφ᾽ ἡμῖν ἐστι πρᾶξαι ἢ μὴ πρᾶξαι. διὸ οὐ βουλευόμεθα περὶ τῶν ἐν Ἰνδοῖς, οὐδὲ πῶς ἂν ὁ κύκλος [30] τετραγωνισθείη. τὰ μὲν γὰρ οὐκ ἐφ᾽ ἡμῖν: τὸ δ᾽ ὅλως οὐ πρακτόν ἀλλ᾽ οὐδὲ περὶ τῶν ἐφ᾽ ἡμῖν πρακτῶν περὶ ἁπάντων.]8 (ᾗ καὶ δῆλον ὅτι οὐδὲ δόξα ἁπλῶς ἡ προαίρεσις ἐστίν):, τὰ δὲ προαιρετὰ καὶ πρακτὰ τῶν ἐφ᾽ ἡμῖν ὄντων ἐστίν. διὸ καὶ ἀπορήσειεν ἄν τις, τί δή ποθ᾽ οἱ μὲν ἰατροὶ βουλεύονται περὶ ὧν [35] ἔχουσι τὴν ἐπιστήμην, οἱ δὲ γραμματικοὶ οὔ; αἴτιον δ᾽ ὅτι διχῇ γινομένης τῆς ἁμαρτίας (ἢ γὰρ λογιζόμενοι ἁμαρτάνομεν ἢ κατὰ τὴν αἴσθησιν αὐτὸ δρῶντες) ἐν μὲν τῇ ἰατρικῇ ἀμφοτέρως ἐνδέχεται ἁμαρτεῖν, ἐν δὲ τῇ γραμματικῇ κατὰ τὴν αἴσθησιν καὶ πρᾶξιν, 1226β περὶ ἧς ἂν σκοπῶσιν, εἰς ἄπειρον ἥξουσιν. ἐπειδὴ οὖν οὔτε δόξα οὔτε βούλησίς ἐστι προαίρεσίς ἐστιν ὡς ἑκάτερον, οὐδ᾽ ἄμφω (ἐξαίφνης γὰρ προαιρεῖται μὲν οὐθείς, δοκεῖ δὲ πράττειν καὶ βούλονται): ὡς ἐξ ἀμφοῖν ἄρα. [5] ἄμφω γὰρ ὑπάρχει τῷ προαιρουμένῳ ταῦτα. ἀλλὰ πῶς ἐκ τούτων σκεπτέον; δηλοῖ δέ πως καὶ τὸ ὄνομα αὐτό. ἡ γὰρ προαίρεσις αἵρεσις μὲν ἐστίν, οὐχ ἁπλῶς δέ, ἀλλ᾽ ἑτέρου πρὸ ἑτέρου: τοῦτο δὲ οὐχ οἷόν τε ἄνευ σκέψεως καὶ βουλῆς. διὸ ἐκ δόξης βουλευτικῆς ἐστιν ἡ προαίρεσις. [10]
περὶ μὲν δὴ τοῦ τέλους οὐδεὶς βουλεύεται, ἀλλὰ τοῦτο κεῖται πᾶσι, περὶ δὲ τῶν εἰς τοῦτο τεινόντων, πότερον τόδε ἢ τόδε συντείνει, ἢ δεδογμένου τοῦτο πῶς ἔσται. βουλευόμεθα δὲ τοῦτο πάντες, ἕως ἂν εἰς ἡμᾶς ἀναγάγωμεν τῆς γενέσεως τὴν ἀρχήν. εἰ δὴ προαιρεῖται μὲν μηθεὶς μὴ παρασκευασάμενος μηδὲ [15] βουλευσάμενος, εἰ χεῖρον ἢ βέλτιον, βουλεύεται δὲ ὅσα ἐφ᾽ ἡμῖν ἐστι τῶν δυνατῶν καὶ εἶναι καὶ μὴ τῶν πρὸς τὸ τέλος, δῆλον ὅτι ἡ προαίρεσις μέν ἐστιν ὄρεξις τῶν ἐφ᾽ αὑτῷ βουλευτική. ἅπαντες γὰρ βουλευόμεθα ἃ καὶ προαιρούμεθα, οὐ μέντοι γε ἃ βουλευόμεθα, πάντα προαιρούμεθα. λέγω δὲ βουλευτικήν, ἧς ἀρχὴ [20] καὶ αἰτία βούλευσίς ἐστι, καὶ ὀρέγεται διὰ τὸ βουλεύσασθαι. διὸ οὔτε ἐν τοῖς ἄλλοις ζῴοις ἐστὶν ἡ προαίρεσις, οὔτε ἐν πάσῃ ἡλικίᾳ, οὔτε πάντως ἔχοντος ἀνθρώπου. οὐδὲ γὰρ τὸ βουλεύσασθαι, οὐδ᾽ ὑπόληψις τοῦ διὰ τί: ἀλλὰ δοξάσαι μὲν εἰ ποιητέον ἢ μὴ ποιητέον οὐθὲν κωλύει πολλοῖς ὑπάρχειν, τὸ [25] δὲ διὰ λογισμοῦ οὐκέτι. ἔστι γὰρ βουλευτικὸν τῆς ψυχῆς τὸ θεωρητικὸν αἰτίας τινός. ἡ γὰρ οὗ ἕνεκα μία τῶν αἰτιῶν ἐστίν: τὸ μὲν γὰρ διὰ τί αἰτία: οὗ δ᾽ ἕνεκά ἐστιν ἢ γίγνεταί τι, τοῦτ᾽ αἴτιόν φαμεν εἶναι, οἷον τοῦ βαδίζειν ἡ κομιδὴ τῶν χρημάτων, εἰ τούτου ἕνεκα βαδίζει. διὸ οἷς μηθεὶς κεῖται [30] σκοπός, οὐ βουλευτικοί. ὥστ᾽ ἐπεὶ τὸ μὲν ἐφ᾽ αὑτῷ ὂν ἢ πράττειν ἢ μὴ πράττειν, ἐάν τις πράττῃ ἢ ἀπρακτῇ δι᾽ αὑτὸν καὶ μὴ δι᾽ ἄγνοιαν, ἑκὼν πράττει ἢ ἀπρακτεῖ, πολλὰ δὲ τῶν τοιούτων πράττομεν οὐ βουλευσάμενοι οὐδὲ προνοήσαντες, ἀνάγκη τὸ μὲν προαιρετὸν ἅπαν ἑκούσιον εἶναι, τὸ δ᾽ ἑκούσιον [35] μὴ προαιρετόν, καὶ τὰ μὲν κατὰ προαίρεσιν πάντα ἑκούσια εἶναι, τὰ δ᾽ ἀκούσια μὴ πάντα κατὰ προαίρεσιν. ἅμα δ᾽ ἐκ τούτων φανερὸν καὶ ὅτι καλῶς διορίζονται οἳ τῶν παθημάτων τὰ μὲν ἑκούσια τὰ δ᾽ ἀκούσια τὰ δ᾽ ἐκ προνοίας νομοθετοῦσιν: 1227α εἰ γὰρ καὶ μὴ διακριβοῦσιν, ἀλλ᾽ ἅπτονταί γέ πῃ τῆς ἀληθείας. ἀλλὰ περὶ μὲν τούτων ἐροῦμεν ἐν τῇ περὶ τῶν δικαίων ἐπισκέψει: ἡ δὲ προαίρεσις ὅτι οὔτε ἁπλῶς βούλησις οὔτε δόξα ἐστί, δῆλον, ἀλλὰ δόξα τε καὶ ὄρεξις, ὅταν [5] ἐκ τοῦ βουλεύσασθαι συμπερανθῶσιν.
ἐπεὶ δὲ βουλεύεται ἀεὶ ὁ βουλευόμενος ἕνεκα τινός, καὶ ἐστὶ σκοπός τις ἀεὶ τῷ βουλευομένῳ πρὸς ὃν σκοπεῖ τὸ συμφέρον, περὶ μὲν τοῦ τέλους οὐθεὶς βουλεύεται, ἀλλὰ τοῦτ᾽ ἐστιν ἀρχὴ καὶ ὑπόθεσις, ὥσπερ ἐν ταῖς θεωρητικαῖς ἐπιστήμαις ὑποθέσεις [10] (εἴρηται δὲ περὶ αὐτῶν ἐν μὲν τοῖς ἐν ἀρχῇ βραχέως, ἐν δὲ τοῖς ἀναλυτικοῖς δι᾽ ἀκριβείας), περὶ δὲ τῶν πρὸς τὸ τέλος φερόντων ἡ σκέψις καὶ μετὰ τέχνης καὶ ἄνευ τέχνης πᾶσιν ἐστίν, οἷον εἰ πολεμῶσιν ἢ μὴ πολεμῶσιν τοῦτο βουλευομένοις. ἐκ προτέρου δὲ μᾶλλον ἔσται τὸ δι᾽ ὅ, τοῦτ᾽ ἐστι τὸ οὗ ἕνεκα, οἷον πλοῦτος [15] ἢ ἡδονὴ ἤ τι ἄλλο τοιοῦτον ὃ τυγχάνει οὗ ἕνεκα. βουλεύεται γὰρ ὁ βουλευόμενος, εἰ ἀπὸ τοῦ τέλους ἔσκεπται, <ἢ> ὅ τι ἐκεῖ συντείνει ὅπως εἰς αὑτὸν ἀγάγῃ, ἢ αὐτὸς δύναται πρὸς τὸ τέλος. τὸ δὲ τέλος ἐστὶ φύσει μὲν ἀεὶ ἀγαθόν, καὶ περὶ οὗ κατὰ μέρος βουλεύονται, οἷον ἰατρὸς βουλεύσαιτο ἂν εἰ δῴη [20] φάρμακον, καὶ στρατηγὸς ποῦ στρατοπεδεύσηται, οἷς ἀγαθὸν τὸ τέλος τὸ ἁπλῶς ἄριστον ἐστίν: παρὰ φύσιν δὲ καὶ διαστροφὴν οὐ τὸ ἀγαθόν, ἀλλὰ τὸ φαινόμενον ἀγαθόν. αἴτιον δ᾽ ὅτι τῶν ὄντων τὰ μὲν οὐκ ἔστιν ἐπ᾽ ἄλλῳ χρήσασθαι ἢ πρὸς ἃ πέφυκεν, οἷον ὄψει: οὐ γὰρ οἷόν τ᾽ ἰδεῖν οὗ μή ἐστιν [25] ὄψις, οὐδ᾽ ἀκοῦσαι οὗ μή ἐστιν ἀκοή: ἀλλ᾽ ἀπὸ ἐπιστήμης ποιῆσαι καὶ οὗ μή ἐστιν ἡ ἐπιστήμη. οὐ γὰρ ὁμοίως τῆς ὑγιείας ἡ αὐτὴ ἐπιστήμη καὶ νόσου, ἀλλὰ τῆς μὲν κατὰ φύσιν τῆς δὲ παρὰ φύσιν. ὁμοίως δὲ καὶ ἡ βούλησις φύσει μὲν τοῦ ἀγαθοῦ ἐστί, παρὰ φύσιν δὲ καὶ τοῦ κακοῦ, καὶ βούλεται [30] φύσει μὲν τὸ ἀγαθόν, παρὰ φύσιν δὲ καὶ διαστροφὴν καὶ τὸ κακόν.
ἀλλὰ μὴν ἑκάστου γε φθορὰ καὶ διαστροφὴ οὐκ εἰς τὸ τυχόν, ἀλλ᾽ εἰς τὰ ἐναντία καὶ τὰ μεταξύ. οὐ γὰρ ἔστιν ἐκβῆναι ἐκ τούτων, ἐπεὶ καὶ ἡ ἀπάτη οὐκ εἰς τὰ τυχόντα γίνεται, ἀλλ᾽ εἰς τὰ ἐναντία ὅσοις ἐστὶν ἐναντία, καὶ εἰς [35] ταῦτα τῶν ἐναντίων ἃ κατὰ τὴν ἐπιστήμην ἐναντία ἐστίν. ἀνάγκη ἄρα καὶ τὴν ἀπάτην καὶ τὴν προαίρεσιν ἀπὸ τοῦ μέσου ἐπὶ τὰ ἐναντία γίνεσθαι (ἐναντία δὲ τῷ μέσῳ [καὶ] τὸ πλέον καὶ τὸ ἔλαττον).—αἴτιον δὲ τὸ ἡδὺ καὶ τὸ λυπηρόν: οὕτω γὰρ ἔχει ὥστε τῇ ψυχῇ φαίνεσθαι τὸ μὲν ἡδὺ ἀγαθὸν [40] καὶ τὸ ἥδιον ἄμεινον, καὶ τὸ λυπηρὸν κακὸν καὶ τὸ λυπηρότερον χεῖρον. 1227β ὥστε καὶ ἐκ τούτων δῆλον ὅτι περὶ ἡδονὰς καὶ λύπας ἡ ἀρετὴ καὶ ἡ κακία. περὶ μὲν γὰρ τὰ προαιρετὰ τυγχάνουσιν οὖσαι, ἡ δὲ προαίρεσις περὶ τὸ ἀγαθὸν καὶ κακὸν καὶ τὰ φαινόμενα, τοιαῦτα δὲ φύσει ἡδονὴ καὶ λύπη. [5]
ἀνάγκη τοίνυν, ἐπειδὴ ἡ ἀρετὴ μὲν ἡ ἠθικὴ αὐτή τε μεσότης τίς ἐστι καὶ περὶ ἡδονὰς καὶ λύπας πᾶσα, ἡ δὲ κακία ἐν ὑπερβολῇ καὶ ἐλλείψει καὶ περὶ ταὐτὰ τῇ ἀρετῇ, τὴν ἀρετὴν εἶναι τὴν ἠθικὴν ἕξιν προαιρετικὴν μεσότητος τῆς πρὸς ἡμᾶς ἐν ἡδέσι καὶ λυπηροῖς, καθ᾽ ὅσα ποῖός τις [10] λέγεται τὸ ἦθος, ἢ χαίρων ἢ λυπούμενος: ὁ γὰρ φιλόγλυκυς ἢ φιλόπικρος οὐ λέγεται ποῖός τις τὸ ἦθος.
τούτων δὲ διωρισμένων, λέγωμεν πότερον ἡ ἀρετὴ ἀναμάρτητον ποιεῖ τὴν προαίρεσιν καὶ τὸ τέλος ὀρθόν, οὕτως ὥστε οὗ ἕνεκα δεῖ προαιρεῖσθαι, ἢ ὥσπερ δοκεῖ τισί, τὸν [15] λόγον. ἔστι δὲ τοῦτο ἐγκράτεια: αὕτη γὰρ οὐ διαφθείρει τὸν λόγον. ἔστι δ᾽ ἀρετὴ καὶ ἐγκράτεια ἕτερον. λεκτέον δ᾽ ὕστερον περὶ αὐτῶν, ἐπεὶ ὅσοις γε δοκεῖ τὸν λόγον ὀρθὸν παρέχειν ἡ ἀρετή, τοῦτο αἴτιον. ἡ μὲν <γὰρ> ἐγκράτεια τοιοῦτον, τῶν ἐπαινετῶν δ᾽ ἡ ἐγκράτεια. λέγομεν δὲ προαπορήσαντες. ἔστι [20] γὰρ τὸν μὲν σκοπὸν ὀρθὸν εἶναι, ἐν δὲ τοῖς πρὸς τὸν σκοπὸν διαμαρτάνειν: ἔστι δὲ τὸν μὲν σκοπὸν ἡμαρτῆσθαι, τὰ δὲ πρὸς ἐκεῖνον περαίνοντα ὀρθῶς ἔχειν, καὶ μηδέτερον. πότερον δ᾽ ἡ ἀρετὴ ποιεῖ τὸν σκοπὸν ἢ τὰ πρὸς τὸν σκοπόν; τιθέμεθα δὴ ὅτι τὸν σκοπόν, διότι τούτου οὐκ ἔστι συλλογισμὸς οὐδὲ [25] λόγος. ἀλλὰ δὴ ὥσπερ ἀρχὴ τοῦτο ὑποκείσθω. οὔτε γὰρ ἰατρὸς σκοπεῖ εἰ δεῖ ὑγιαίνειν ἢ μή, ἀλλ᾽ εἰ περιπατεῖν ἢ μή, οὔτε ὁ γυμναστικὸς εἰ δεῖ εὖ ἔχειν ἢ μή, ἀλλ᾽ εἰ παλαῖσαι ἢ μή. ὁμοίως δ᾽ οὐδ᾽ ἄλλη οὐδεμία περὶ τοῦ τέλους: ὥσπερ γὰρ ταῖς θεωρητικαῖς αἱ ὑποθέσεις ἀρχαί, οὕτω καὶ ταῖς [30] ποιητικαῖς τὸ τέλος ἀρχὴ καὶ ὑπόθεσις. ἐπειδὴ δεῖ τόδε ὑγιαίνειν, ἀνάγκη τοδὶ ὑπάρξαι, εἰ ἔσται ἐκεῖνο, ὥσπερ ἐκεῖ, εἰ ἔστι τὸ τρίγωνον δύο ὀρθαί, ἀνάγκη τοδὶ εἶναι. τῆς μὲν οὖν νοήσεως ἀρχὴ τὸ τέλος, τῆς δὲ πράξεως ἡ τῆς νοήσεως τελευτή. εἰ οὖν πάσης ὀρθότητος ἢ ὁ λόγος ἢ ἡ ἀρετὴ αἰτία, εἰ μὴ [35] ὁ λόγος, διὰ τὴν ἀρετὴν ἂν ὀρθὸν εἴη τὸ τέλος, ἀλλ᾽ οὐ τὰ πρὸς τὸ τέλος. τέλος δ᾽ ἐστὶ τὸ οὗ ἕνεκα. ἔστι γὰρ πᾶσα προαίρεσις τινὸς καὶ ἕνεκα τινός. οὗ μὲν οὖν ἕνεκα τὸ μέσον ἐστίν, οὗ αἰτία ἡ ἀρετὴ τῷ προαιρεῖσθαι οὗ ἕνεκα. ἔστι μέντοι ἡ προαίρεσις οὐ τούτου, ἀλλὰ τῶν τούτου ἕνεκα. τὸ μὲν οὖν [40] τυγχάνειν τούτων ἄλλης δυνάμεως, ὅσα ἕνεκα τοῦ τέλους δεῖ πράττειν: 1228α τοῦ δὲ τὸ τέλος ὀρθὸν εἶναι τῆς προαιρέσεως [οὗ] ἡ ἀρετὴ αἰτία. καὶ διὰ τοῦτο ἐκ τῆς προαιρέσεως κρίνομεν ποῖός τις: τοῦτο δ᾽ ἐστὶ τὸ τίνος ἕνεκα πράττει, ἀλλ᾽ οὐ τί πράττει. ὁμοίως δὲ καὶ ἡ κακία τῶν ἐναντίων ἕνεκα ποιεῖ [5] τὴν προαίρεσιν. εἰ δή τις, ἐφ᾽ αὑτῷ ὂν πράττειν μὲν τὰ καλὰ ἀπρακτεῖν δὲ τὰ αἰσχρά, τοὐναντίον ποιεῖ, δῆλον ὅτι οὐ σπουδαῖός ἐστιν οὗτος ὁ ἄνθρωπος. ὥστ᾽ ἀνάγκη τήν τε κακίαν ἑκούσιον εἶναι καὶ τὴν ἀρετήν: οὐδεμία γὰρ ἀνάγκη τὰ μοχθηρὰ πράττειν. διὰ ταῦτα καὶ ψεκτὸν ἡ κακία καὶ ἡ [10] ἀρετὴ ἐπαινετόν: τὰ γὰρ ἀκούσια αἰσχρὰ καὶ κακὰ οὐ ψέγεται οὐδὲ τὰ ἀγαθὰ ἐπαινεῖται, ἀλλὰ τὰ ἑκούσια. ἔτι πάντας ἐπαινοῦμεν καὶ ψέγομεν εἰς τὴν προαίρεσιν βλέποντες μᾶλλον ἢ εἰς τὰ ἔργα: καίτοι αἱρετώτερον ἡ ἐνέργεια τῆς ἀρετῆς, ὅτι πράττουσι μὲν φαῦλα καὶ ἀναγκαζόμενοι, [15] προαιρεῖται δ᾽ οὐδείς. ἔτι διὰ τὸ μὴ ῥᾴδιον εἶναι ἰδεῖν τὴν προαίρεσιν ὁποία τις, διὰ ταῦτα ἐκ τῶν ἔργων ἀναγκαζόμεθα κρίνειν ποῖός τις. αἱρετώτερον μὲν οὖν ἡ ἐνέργεια, ἐπαινετώτερον δ᾽ ἡ προαίρεσις. ἔκ τε τῶν κειμένων οὖν συμβαίνει ταῦτα, καὶ ἔτι ὁμολογεῖται τοῖς φαινομένοις.