Μετάβαση στο περιεχόμενο

Ηθικά Ευδήμεια/7

Από Βικιθήκη
Ἠθικὰ Εὐδήμεια
Συγγραφέας:
Βιβλίο 7ο
Aristotle. Aristotle's Eudemian Ethics, ed. F. Susemihl. Leipzig: Teubner. 1884.


1234β [18] περὶ φιλίας, τί ἐστι καὶ ποῖόν τι, καὶ τίς ὁ φίλος, καὶ πότερον ἡ φιλία μοναχῶς λέγεται ἢ πλεοναχῶς, καὶ [20] εἰ πλεοναχῶς, πόσα ἐστίν, ἔτι δὲ πῶς χρηστέον τῷ φίλῳ καὶ τί τὸ δίκαιον τὸ φιλικόν, ἐπισκεπτέον οὐθενὸς ἧττον τῶν περὶ τὰ ἤθη καλῶν καὶ αἱρετῶν. τῆς τε γὰρ πολιτικῆς ἔργον εἶναι δοκεῖ μάλιστα ποιῆσαι φιλίαν, καὶ τὴν ἀρετὴν διὰ τοῦτό φασιν εἶναι χρήσιμον: οὐ γὰρ ἐνδέχεσθαι φίλους ἑαυτοῖς [25] εἶναι τοὺς ἀδικουμένους ὑπ᾽ ἀλλήλων. ἔτι τὸ δίκαιον καὶ τὸ ἄδικον περὶ τοὺς φίλους εἶναι μάλιστα πάντες φαμέν, καὶ ὁ αὐτὸς δοκεῖ ἀνὴρ εἶναι καὶ ἀγαθὸς καὶ φίλος, καὶ φιλία ἠθική τις εἶναι ἕξις, καὶ ἐάν τις βούληται ποιῆσαι ὥστε μὴ ἀδικεῖν, ἀλλ᾽ εἰς φίλους ποιῆσαι: οἱ γὰρ ἀληθινοὶ φίλοι οὐκ [30] ἀδικοῦσιν. ἀλλὰ μὴν καὶ ἐὰν δίκαιοι ὦσιν, οὐκ ἀδικήσουσιν: ἢ ταὐτὸν ἄρα ἢ ἐγγύς τι ἡ δικαιοσύνη καὶ ἡ φιλία. πρὸς δὲ τούτοις τῶν μεγίστων ἀγαθῶν τὸν φίλον εἶναι ὑπολαμβάνομεν, τὴν δὲ ἀφιλίαν καὶ τὴν ἐρημίαν δεινότατον, ὅτι ὁ βίος ἅπας καὶ ἡ ἑκούσιος ὁμιλία μετὰ τούτων: μετ᾽ οἰκείων γὰρ ἢ μετὰ συγγενῶν ἢ μεθ᾽ ἑταίρων συνδιημερεύομεν, 1235α ἢ τέκνων ἢ γονέων ἢ γυναικός. καὶ τὰ ἴδια δίκαια τὰ πρὸς τοὺς φίλους ἐστὶν ἐφ᾽ ἡμῖν μόνον, τὰ δὲ πρὸς τοὺς ἄλλους νενομοθέτηται, καὶ οὐκ ἐφ᾽ ἡμῖν.

ἀπορεῖται δὲ πολλὰ περὶ τῆς φιλίας, πρῶτον μὲν ὡς οἱ [5] ἔξωθεν παραλαμβάνοντες καὶ ἐπὶ πλέον λέγοντες: δοκεῖ γὰρ τοῖς μὲν τὸ ὅμοιον τῷ ὁμοίῳ εἶναι φίλον, ὅθεν εἴρηται“ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον” Hom. Od. 17.218 “καὶ γὰρ κολοιὸς παρὰ κολοιόν:” “ἔγνω δὲ φώρ τε φῶρα, καὶ λύκος λύκον.” [10] οἱ δὲ φυσιολόγοι καὶ τὴν ὅλην φύσιν διακοσμοῦσιν ἀρχὴν λαβόντες τὸ τὸ ὅμοιον ἰέναι πρὸς τὸ ὅμοιον, διὸ Ἐμπεδοκλῆς καὶ τὴν κύν᾽ ἔφη καθῆσθαι ἐπὶ τῆς κεραμῖδος διὰ τὸ ἔχειν πλεῖστον ὅμοιον. οἳ μὲν οὖν οὕτω τὸ φίλον λέγουσιν: οἳ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ φασὶν εἶναι φίλον. τὸ μὲν γὰρ ἐρώμενον καὶ ἐπιθυμητὸν [15] πᾶσιν εἶναι φίλον, ἐπιθυμεῖ δὲ οὐ τὸ ξηρὸν τοῦ ξηροῦ, ἀλλ᾽ ὑγροῦ, ὅθεν εἴρηται “ἐρᾷ μὲν ὄμβρου γαῖα” καὶ τὸ“μεταβολὴ πάντων γλυκύ.” Eur. Orest. 234 ἡ δὲ μεταβολὴ εἰς τοὐναντίον. τὸ δ᾽ ὅμοιον ἐχθρὸν τῷ ὁμοίῳ: καὶ γὰρ“κεραμεὺς κεραμεῖ κοτέει,” Hes. WD 25 καὶ τὰ ἀπὸ τῶν αὐτῶν τρεφόμενα πολέμια ἀλλήλοις ζῷα. [20] αὗται μὲν οὖν αἱ ὑπολήψεις τοσοῦτον διεστᾶσιν. αἳ μὲν γὰρ τὸ ὅμοιον φίλον, τὸ δ᾽ ἐναντίον πολέμιον,“τῷ πλέονι δ᾽ αἰεὶ πολέμιον καθίσταται τοὔλασσον, ἐχθρᾶς θ᾽ ἡμέρας κατάρχεται,” Eur. Phoen. 539 ἔτι δὲ καὶ οἱ τόποι κεχωρισμένοι τῶν ἐναντίων, ἡ δὲ φιλία [25] δοκεῖ συνάγειν: οἳ δὲ τὰ ἐναντία φίλα, καὶ Ἡράκλειτος ἐπιτιμᾷ τῷ ποιήσαντι“ὡς ἔρις ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο,” Hom. Il. 18.107 οὐ γὰρ ἂν εἶναι ἁρμονίαν μὴ ὄντος ὀξέος καὶ βαρέος, οὐδὲ τὰ ζῷα ἄνευ θήλεως καὶ ἄρρενος ἐναντίων ὄντων.

δύο μὲν αὗται [30] δόξαι περὶ φιλίας εἰσί, λίαν τε καθόλου <καὶ> κεχωρισμέναι τοσοῦτον: ἄλλαι δὲ ἤδη ἐγγυτέρω καὶ οἰκεῖαι τῶν φαινομένων. τοῖς μὲν γὰρ οὐκ ἐνδέχεσθαι δοκεῖ τοὺς φαύλους εἶναι φίλους, ἀλλὰ μόνον τοὺς ἀγαθούς: τοῖς δ᾽ ἄτοπον εἰ μὴ φιλοῦσιν αἱ μητέρες τὰ τέκνα (φαίνεται δὲ καὶ ἐν τοῖς θηρίοις ἐνοῦσα φιλία: προαποθνήσκειν [35] γοῦν αἱροῦνται τῶν τέκνων): τοῖς δὲ τὸ χρήσιμον δοκεῖ φίλον εἶναι μόνον. σημεῖον δ᾽ ὅτι καὶ διώκουσι ταῦτα πάντες, τὰ δὲ ἄχρηστα καὶ αὐτοὶ αὑτῶν ἀποβάλλουσιν: ὥσπερ Σωκράτης ὁ γέρων ἔλεγε τὸν πτύελον καὶ τὰς τρίχας καὶ τοὺς ὄνυχας παραβάλλων, καὶ τὰ μόρια ὅτι ῥιπτοῦμεν τὰ ἄχρηστα, καὶ τέλος τὸ σῶμα, ὅταν ἀποθάνῃ: 1235β ἄχρηστος γὰρ ὁ νεκρός. οἷς δὲ χρήσιμον, φυλάττουσιν, ὥσπερ ἐν Αἰγύπτῳ. ταῦτα δὴ πάντα δοκεῖ μὲν ὑπεναντία ἀλλήλοις εἶναι. τό τε γὰρ <ὅμοιον> ἄχρηστον τῷ ὁμοίῳ, καὶ ἐναντιότης ὁμοιότητος ἀπέχει πλεῖστον, [5] καὶ τὸ ἐναντίον ἀχρηστότατον τῷ ἐναντίῳ: φθαρτικὸν γὰρ τοῦ ἐναντίου τὸ ἐναντίον. ἔτι δοκεῖ τοῖς μὲν ῥᾴδιον τὸ κτήσασθαι φίλον: τοῖς δὲ σπανιώτατον γνῶναι, καὶ οὐκ ἐνδέχεσθαι ἄνευ ἀτυχίας (τοῖς γὰρ εὖ πράττουσι βούλονται πάντες δοκεῖν φίλοι εἶναι): οἳ δ᾽ οὐδὲ τοῖς συνδιαμένουσιν ἐν ταῖς ἀτυχίαις [10] ἀξιοῦσι πιστεύειν, ὡς ἐξαπατῶντας καὶ προσποιουμένους, ἵνα κτήσωνται διὰ τῆς τῶν ἀτυχούντων ὁμιλίας πάλιν εὐτυχούντων φιλίαν.

ληπτέος δὴ τρόπος ὅστις ἡμῖν ἅμα τά τε δοκοῦντα περὶ τούτων μάλιστα ἀποδώσει, καὶ τὰς ἀπορίας λύσει καὶ τὰς [15] ἐναντιώσεις. τοῦτο δ᾽ ἔσται, ἐὰν εὐλόγως φαίνηται τὰ ἐναντία δοκοῦντα: μάλιστα γὰρ ὁμολογούμενος ὁ τοιοῦτος ἔσται λόγος τοῖς φαινομένοις. συμβαίνει δὲ μένειν τὰς ἐναντιώσεις, ἐὰν ἔστι <μὲν> ὡς ἀληθὲς ᾖ τὸ λεγόμενον, ἔστι δ᾽ ὡς οὔ.

ἔχει δ᾽ ἀπορίαν καὶ πότερον τὸ ἡδὺ ἢ τὸ ἀγαθόν ἐστι τὸ φιλούμενον. εἰ μὲν γὰρ [20] φιλοῦμεν οὗ ἐπιθυμοῦμεν, καὶ μάλιστα ὁ ἔρως τοιοῦτον (οὐθεὶς γὰρ“ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ, ”Eur. Tro. 1051) ἡ δὲ ἐπιθυμία τοῦ ἡδέος, ταύτῃ μὲν τὸ φιλούμενον τὸ ἡδὺ, εἰ δὲ ὃ βουλόμεθα, τὸ ἀγαθόν: ἔστι δ᾽ ἕτερον τὸ ἡδὺ καὶ τὸ ἀγαθόν.

περὶ δὴ τούτων καὶ τῶν ἄλλων τῶν συγγενῶν τούτοις [25] πειρατέον διορίσαι, λαβοῦσιν ἀρχὴν τήνδε. τὸ γὰρ ὀρεκτὸν καὶ βουλητὸν ἢ τὸ ἀγαθὸν ἢ τὸ φαινόμενον ἀγαθόν. διὸ καὶ τὸ ἡδὺ ὀρεκτόν: φαινόμενον γάρ τι ἀγαθόν. τοῖς μὲν γὰρ δοκεῖ, τοῖς δὲ φαίνεται κἂν μὴ δοκῇ. οὐ γὰρ ἐν ταὐτῷ τῆς ψυχῆς ἡ φαντασία καὶ ἡ δόξα. ὅτι μέντοι φίλον καὶ τὸ ἀγαθὸν καὶ τὸ ἡδύ, δῆλον. [30]

τούτου δὲ διωρισμένου ληπτέον ὑπόθεσιν ἑτέραν. τῶν [31] γὰρ ἀγαθῶν τὰ μὲν ἁπλῶς ἐστιν ἀγαθά, τὰ δὲ τινί, ἁπλῶς δὲ οὔ. καὶ τὰ αὐτὰ ἁπλῶς ἀγαθὰ καὶ ἁπλῶς ἡδέα. τὰ μὲν γὰρ τῷ ὑγιαίνοντί φαμεν σώματι συμφέροντα ἁπλῶς εἶναι σώματι ἀγαθά, τὰ δὲ τῷ κάμνοντι οὔ, [35] οἷον φαρμακείας καὶ τομάς. ὁμοίως δὲ καὶ ἡδέα ἁπλῶς σώματι τὰ τῷ ὑγιαίνοντι καὶ ὁλοκλήρῳ, οἷον τὸ ἐν τῷ φωτὶ ὁρᾶν καὶ οὐ τὸ ἐν τῷ σκότει: καίτοι τῷ ὀφθαλμιῶντι ἐναντίως. καὶ οἶνος ἡδίων οὐχ ὁ τῷ διεφθαρμένῳ τὴν γλῶτταν ὑπὸ οἰνοφλυγίας, ἐπεὶ οὔτε ὄξος παρεγχέουσιν, ἀλλὰ τῇ ἀδιαφθόρῳ αἰσθήσει. 1236α ὁμοίως δὲ καὶ ἐπὶ ψυχῆς, καὶ οὐχ ἃ τοῖς παιδίοις καὶ τοῖς θηρίοις, ἀλλ᾽ ἃ τοῖς καθεστῶσιν. ἀμφοτέρων γοῦν μεμνημένοι ταῦθ᾽ αἱρούμεθα. ὡς δ᾽ ἔχει παιδίον καὶ θηρίον πρὸς ἄνθρωπον καθεστῶτα, οὕτως ἔχει ὁ φαῦλος [5] καὶ ἄφρων πρὸς τὸν ἐπιεικῆ καὶ φρόνιμον. τούτοις δὲ ἡδέα τὰ κατὰ τὰς ἕξεις: ταῦτα δ᾽ ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ καλά.

ἐπεὶ οὖν τὰ ἀγαθὰ πλεοναχῶς (τὸ μὲν γὰρ τῷ τοιόνδ᾽ εἶναι λέγομεν ἀγαθόν, τὸ δὲ τῷ ὠφέλιμον καὶ χρήσιμον), ἔτι δὲ τὸ ἡδὺ τὸ μὲν ἁπλῶς καὶ ἀγαθὸν ἁπλῶς, τὸ δὲ [10] τινὶ καὶ φαινόμενον ἀγαθόν: ὥσπερ καὶ ἐπὶ τῶν ἀψύχων δι᾽ ἕκαστον τούτων ἐνδέχεται ἡμᾶς αἱρεῖσθαί τι καὶ φιλεῖν, οὕτω καὶ ἄνθρωπον. τὸν μὲν γὰρ <τῷ> τοιόνδε καὶ δι᾽ ἀρετήν, τὸν δ᾽ ὅτι ὠφέλιμος καὶ χρήσιμος, τὸν δ᾽ ὅτι ἡδὺς καὶ δι᾽ ἡδονήν. φίλος δὴ γίνεται ὅταν φιλούμενος [15] ἀντιφιλῇ, καὶ τοῦτο μὴ λανθάνῃ πως αὐτούς.

ἀνάγκη ἄρα τρία φιλίας εἴδη εἶναι, καὶ μήτε καθ᾽ ἓν ἁπάσας μηδ᾽ ὡς εἴδη ἑνὸς γένους, μήτε πάμπαν λέγεσθαι ὁμωνύμως. πρὸς μίαν γάρ τινα λέγονται καὶ πρώτην, ὥσπερ τὸ ἰατρικόν. καὶ <γὰρ> ψυχὴν ἰατρικὴν καὶ σῶμα λέγομεν καὶ ὄργανον καὶ [20] ἔργον, ἀλλὰ κυρίως τὸ πρῶτον. πρῶτον δ᾽ οὗ λόγος ἐν ἡμῖν ὑπάρχει. οἷον ὄργανον ἰατρικὸν, ᾧ ἂν ὁ ἰατρὸς χρήσαιτο: ἐν δὲ τῷ τοῦ ἰατροῦ λόγῳ οὐκ ἔστιν ὁ τοῦ ὀργάνου. ζητεῖται μὲν οὖν πανταχοῦ τὸ πρῶτον: διὰ δὲ τὸ καθόλου εἶναι [τὸ] πρῶτον λαμβάνουσιν καὶ πρῶτον καθόλου, τοῦτο δ᾽ ἐστὶ [25] ψεῦδος. ὥστε καὶ περὶ τῆς φιλίας οὐ δύνανται πάντ᾽ ἀποδιδόναι τὰ φαινόμενα. οὐ γὰρ ἐφαρμόττοντος ἑνὸς λόγου οὐκ οἴονται <τὰς> ἄλλας φιλίας εἶναι: αἳ δ᾽ εἰσὶ μέν, ἀλλ᾽ οὐχ ὁμοίως εἰσίν: οἳ δ᾽ ὅταν ἡ πρώτη μὴ ἐφαρμόττῃ, ὡς οὖσαν καθόλου ἄν, εἴπερ ἦν πρώτη, οὐδ᾽ εἶναι φιλίας τὰς ἄλλας φασίν: ἔστι [30] δὲ πολλὰ εἴδη φιλίας. τῶν γὰρ ῥηθέντων ἦν ἤδη, ἐπειδὴ διώρισται τριχῶς λέγεσθαι τὴν φιλίαν. ἣ μὲν γὰρ διώρισται δι᾽ ἀρετήν, ἣ δὲ διὰ τὸ χρήσιμον, ἣ δὲ διὰ τὸ ἡδύ.

τούτων ἡ μὲν διὰ τὸ χρήσιμόν ἐστιν ἡ [διὰ] τῶν πλείστων φιλία (διὰ γὰρ τὸ χρήσιμοι εἶναι φιλοῦσιν ἀλλήλους, καὶ [35] μέχρι τούτου, ὥσπερ ἡ παροιμία “Γλαῦκ᾽ ἐπίκουρος ἀνὴρ τὸν σοφὸν φίλον ἔσκε μάχηται,” “οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας, ”Fr. Eleg. Adespota 6 (Bergk)ἡ δὲ δι᾽ ἡδονὴν τῶν νέων (τούτου γὰρ αἴσθησιν ἔχουσιν: διὸ εὐμετάβολος φιλία ἡ τῶν νέων: μεταβαλλόντων γὰρ τὰ ἤθη κατὰ τὰς ἡλικίας μεταβάλλει καὶ τὸ ἡδύ), ἡ δὲ κατ᾽ ἀρετὴν τῶν βελτίστων. 1236β

φανερὸν δ᾽ ἐκ τούτων ὅτι ἡ πρώτη φιλία ἡ τῶν ἀγαθῶν ἐστιν ἀντιφιλία καὶ ἀντιπροαίρεσις πρὸς ἀλλήλους. φίλον μὲν γὰρ τὸ φιλούμενον τῷ φιλοῦντι, φίλος δὲ τῷ φιλουμένῳ καὶ [5] ἀντιφιλῶν. αὕτη μὲν οὖν ἐν ἀνθρώποις μόνον ὑπάρχει φιλία (μόνον γὰρ αἰσθάνεται προαιρέσεως): αἱ δ᾽ ἄλλαι καὶ ἐν τοῖς θηρίοις, καὶ τὸ χρήσιμον ἐπὶ μικρόν τι φαίνεται ἐνυπάρχον καὶ πρὸς ἄνθρωπον τοῖς ἡμέροις καὶ πρὸς ἄλληλα, οἷον τὸν τροχίλον φησὶν Ἡρόδοτος τῷ κροκοδείλῳ, καὶ ὡς [10] οἱ μάντεις τὰς συνεδρείας καὶ διεδρείας λέγουσιν. καὶ οἱ φαῦλοι ἂν εἶεν φίλοι ἀλλήλοις καὶ διὰ τὸ χρήσιμον καὶ διὰ τὸ ἡδύ. οἳ δ᾽ ὅτι ἡ πρώτη οὐχ ὑπάρχει αὐτοῖς, οὔ φασι φίλους εἶναι: ἀδικήσει γὰρ ὅ γε φαῦλος τὸν φαῦλον, οἱ δ᾽ ἀδικούμενοι οὐ φιλοῦσι σφᾶς αὐτούς. οἳ δὲ φιλοῦσι [15] μέν, ἀλλ᾽ οὐ τὴν πρώτην φιλίαν, ἐπεὶ τάς γε ἑτέρας οὐθὲν κωλύει. δι᾽ ἡδονὴν γὰρ ὑπομένουσιν ἀλλήλους βλαπτόμενοι, ὡς ἂν ὦσιν ἀκρατεῖς: οὐ δοκοῦσι δ᾽ οὐδ᾽ οἱ δι᾽ ἡδονὴν φιλοῦντες ἀλλήλους φίλοι εἶναι, ὅταν κατ᾽ ἀκρίβειαν ζητῶσιν, ὅτι οὐχ ἡ πρώτη. ἐκείνη μὲν γὰρ βέβαιος, αὕτη δὲ ἀβέβαιος. [20] ἣ δ᾽ ἐστὶ μέν, ὥσπερ εἴρηται, φιλία, οὐκ ἐκείνη δέ, ἀλλ᾽ ἀπ᾽ ἐκείνης. τὸ μὲν οὖν ἐκείνως μόνον λέγειν τὸν φίλον βιάζεσθαι τὰ φαινόμενα ἐστί, καὶ παράδοξα λέγειν ἀναγκαῖον: καθ᾽ ἕνα δὲ λόγον πάσας ἀδύνατον. λείπεται τοίνυν οὕτως, ὅτι ἔστι μὲν ὡς μόνη <ἡ> πρώτη φιλία, ἔστι δὲ ὡς πᾶσαι, [25] οὔτε ὡς ὁμώνυμοι καὶ ὡς ἔτυχον ἔχουσαι πρὸς ἑαυτάς, οὔτε καθ᾽ ἓν εἶδος, ἀλλὰ μᾶλλον πρὸς ἕν.

ἐπεὶ δ᾽ ἁπλῶς ἀγαθὸν καὶ ἁπλῶς ἡδὺ τὸ αὐτὸ καὶ ἅμα, ἂν μή τι ἐμποδίζῃ, ὁ δ᾽ ἀληθινὸς φίλος καὶ ἁπλῶς ὁ πρῶτος ἐστίν, ἔστι δὲ τοιοῦτος ὁ δι᾽ αὑτὸν αὐτὸς αἱρετός (ἀνάγκη δ᾽ εἶναι [30] τοιοῦτον: ὡς γὰρ βούλεταί τις δι᾽ αὑτὸν εἶναι τἀγαθά, ἀνάγκη καὶ αὐτὸν αἱρεῖσθαι εἶναι), ὁ δ᾽ ἀληθινὸς φίλος καὶ ἡδύς ἐστιν ἁπλῶς: διὸ δοκεῖ καὶ ὁ ὁπωσοῦν φίλος ἡδύς. ἔτι δὲ διοριστέον περὶ τούτου μᾶλλον: ἔχει ἐπίστασιν, πότερον γὰρ τὸ αὐτῷ ἀγαθὸν ἢ τὸ ἁπλῶς ἀγαθὸν φίλον, καὶ πότερον [35] τὸ κατ᾽ ἐνέργειαν φιλεῖν μεθ᾽ ἡδονῆς, ὥστε καὶ τὸ φιλητὸν ἡδύ, ἢ οὔ. ἄμφω γὰρ εἰς ταὐτὸ συνακτέον: τά τε γὰρ μὴ ἁπλῶς ἀγαθὰ ἀλλὰ κακὰ ἁπλῶς τύχῃ φευκτά: καὶ τὸ μὴ αὐτῷ ἀγαθὸν οὐθὲν πρὸς αὐτόν, ἀλλὰ τοῦτ᾽ ἐστιν ὃ ζητεῖται, τὰ ἁπλῶς ἀγαθὰ οὕτως εἶναι ἀγαθά. ἔστι γὰρ αἱρετὸν μὲν τὸ ἁπλῶς ἀγαθόν, αὐτῷ δὲ τὸ αὑτῷ ἀγαθόν: 1237α ἃ δεῖ συμφωνῆσαι. καὶ τοῦτο ἡ ἀρετὴ ποιεῖ: καὶ ἡ πολιτικὴ ἐπὶ τούτῳ, ὅπως οἷς μήπω ἐστὶ γένηται. εὐθέτως δὲ καὶ πρὸ ὁδοῦ ἄνθρωπος ὤν (φύσει γὰρ αὐτῷ ἀγαθὰ τὰ [5] ἁπλῶς ἀγαθά), ὁμοίως δὲ καὶ ἀνὴρ ἀντὶ γυναικὸς καὶ εὐφυὴς ἀφυοῦς, διὰ τοῦ ἡδέος δὲ ἡ ὁδός: ἀνάγκη εἶναι τὰ καλὰ ἡδέα. ὅταν δὲ τοῦτο διαφωνῇ, οὔπω σπουδαῖον τελέως: ἐνδέχεται γὰρ ἐγγενέσθαι ἀκρασίαν: τῷ γὰρ διαφωνεῖν τἀγαθὸν τῷ ἡδεῖ ἐν τοῖς πάθεσιν ἀκρασία ἐστίν. [10]

ὥστ᾽ ἐπειδὴ ἡ πρώτη φιλία κατ᾽ ἀρετήν, ἔσονται καὶ αὐτοὶ ἁπλῶς ἀγαθοί. τοῦτο δ᾽ οὐχ ὅτι χρήσιμοι, ἀλλ᾽ ἄλλον τρόπον: διχῶς γὰρ ἔχει τὸ τῳδὶ ἀγαθὸν καὶ ἁπλῶς ἀγαθόν. καὶ ὁμοίως ὥσπερ ἐπὶ τοῦ ὠφελίμου, καὶ ἐπὶ τῶν ἕξεων. ἄλλο γὰρ τὸ ἁπλῶς ὠφέλιμον καὶ τὸ καλὸν τοιοῦτον [15] γυμνάζεσθαι πρὸς τὸ φαρμακεύεσθαι. ὥστε καὶ ἡ ἕξις ἡ ἀνθρώπου ἀρετή. ἔστω γὰρ ὁ ἄνθρωπος τῶν φύσει σπουδαίων: ἡ γὰρ τοῦ φύσει σπουδαίου ἀρετὴ ἁπλῶς ἀγαθόν, ἡ δὲ τοῦ μὴ ἐκείνῳ. ὁμοίως δὴ ἔχει καὶ τὸ ἡδύ. ἐνταῦθα γὰρ ἐπιστατέον, καὶ σκεπτέον πότερόν ἐστιν ἄνευ ἡδονῆς [20] φιλία, καὶ τί διαφέρει, καὶ ἐν ποτέρῳ ποτ᾽ ἐστὶ τὸ φιλεῖν, [καὶ] πότερον ὅτι ἀγαθός, κἂν εἰ μὴ ἡδύς, ἀλλ᾽ οὐ διὰ τοῦτο, διχῶς δὴ λεγομένου τοῦ φιλεῖν, πότερον ὅτι ἀγαθὸν τὸ κατ᾽ ἐνέργειαν οὐκ ἄνευ ἡδονῆς φαίνεται. δῆλον δ᾽ ὅτι ὥσπερ ἐπὶ τῆς ἐπιστήμης αἱ πρόσφατοι θεωρίαι καὶ μαθήσεις [25] αἰσθηταὶ μάλιστα τῷ ἡδεῖ, οὕτω καὶ αἱ τῶν συνήθων ἀναγνωρίσεις, καὶ ὁ λόγος ὁ αὐτὸς ἐπ᾽ ἀμφοῖν. φύσει γοῦν τὸ ἁπλῶς ἀγαθὸν ἡδὺ ἁπλῶς, καὶ οἷς ἀγαθόν, τούτοις ἡδύ. διὸ εὐθὺς τὰ ὅμοια ἀλλήλοις χαίρει, καὶ ἀνθρώπῳ ἥδιστον ἄνθρωπος. ὥστ᾽ ἐπεὶ καὶ ἀτελεῖ, δῆλον ὅτι καὶ τελειωθέντι: [30] ὁ δὲ σπουδαῖος τέλειος. εἰ δὲ τὸ κατ᾽ ἐνέργειαν φιλεῖν μεθ᾽ ἡδονῆς ἀντιπροαίρεσις τῆς ἀλλήλων γνωρίσεως, δῆλον ὅτι καὶ ὅλως ἡ φιλία ἡ πρώτη ἀντιπροαίρεσις τῶν ἁπλῶς ἀγαθῶν καὶ ἡδέων, ὅτι ἀγαθὰ καὶ ἡδέα. ἔστι δ᾽ αὕτη ἡ φιλία ἕξις ἀφ᾽ ἧς ἡ τοιαύτη προαίρεσις. τὸ γὰρ ἔργον [35] αὐτῆς ἐνέργεια, αὕτη δ᾽ οὐκ ἔξω, ἀλλ᾽ ἐν αὐτῷ τῷ φιλοῦντι, δυνάμεως δὲ πάσης ἔξω: ἢ γὰρ ἐν ἑτέρῳ ἢ <ᾗ> ἕτερον. διὸ τὸ φιλεῖν χαίρειν, ἀλλ᾽ οὐ τὸ φιλεῖσθαι ἐστίν. τὸ μὲν γὰρ φιλεῖσθαι φιλητοῦ ἐνέργεια, τὸ δὲ καὶ φιλίας, καὶ τὸ μὲν ἐν ἐμψύχῳ, τὸ δὲ καὶ ἐν ἀψύχῳ: φιλεῖται γὰρ καὶ τὰ [40] ἄψυχα. ἐπεὶ δὲ τὸ φιλεῖν τὸ κατ᾽ ἐνέργειαν τὸ φιλούμενον [ὅ] ἐστὶ χρῆσθαι ᾗ φιλούμενον, 1237β ὁ δὲ φίλος φιλούμενον τῷ φίλῳ ᾗ φίλος, ἀλλὰ μὴ ᾗ μουσικὸς ἢ ᾗ ἰατρικός: ἡδονὴ τοίνυν ἡ ἀπ᾽ αὐτοῦ, ᾗ αὐτός, αὕτη φιλική. αὐτὸν γὰρ φιλεῖ, οὐχ ὅτι ἄλλος. ὥστ᾽ ἂν μὴ χαίρῃ ᾗ ἀγαθός, οὐχ η( [5] πρώτη φιλία. οὐδὲ δεῖ ἐμποδίζειν οὐθὲν τῶν συμβεβηκότων μᾶλλον ἢ τὸ ἀγαθὸν εὐφραίνειν. τί γὰρ σφόδρα δυσώδης λείπεται; ἀγαπᾶται γὰρ τῷ εὐνοεῖν, συζῇ δὲ μή.

αὕτη μὲν οὖν ἡ πρώτη φιλία, ἣν πάντες ὁμολογοῦσιν: αἱ δ᾽ ἄλλαι δι᾽ αὐτὴν καὶ δοκοῦσι καὶ ἀμφισβητοῦνται. βέβαιον γάρ [10] τι δοκεῖ ἡ φιλία: μόνη δ᾽ αὕτη βέβαιος. τὸ γὰρ κεκριμένον βέβαιον, τὰ δὲ μὴ ταχὺ γινόμενα μηδὲ ῥᾳδίως [οὐ] ποιεῖ τὴν κρίσιν ὀρθήν. οὐκ ἔστι δ᾽ ἄνευ πίστεως φιλία βέβαιος: ἡ δὲ πίστις οὐκ ἄνευ χρόνου. δεῖ γὰρ πεῖραν λαβεῖν, ὥσπερ λέγει καὶ Θέογνις: [15] “οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐδὲ γυναικός, πρὶν πειραθείης ὥσπερ ὑποζυγίου. ”Theog. 125f. οὐδ᾽ ἄνευ χρόνου φίλος, ἀλλὰ βούλονται φίλοι, καὶ μάλιστα λανθάνει ἡ τοιαύτη ἕξις ὡς φιλία. ὅταν γὰρ προθύμως ἔχωσι φίλοι εἶναι, διὰ τὸ πάνθ᾽ ὑπηρετεῖν τὰ φιλικὰ [20] ἀλλήλοις, οἴονται οὐ βούλεσθαι φίλοι, ἀλλ᾽ εἶναι φίλοι. τὸ δ᾽ ὥσπερ ἐπὶ τῶν ἄλλων συμβαίνει καὶ ἐπὶ τῆς φιλίας: οὐ γὰρ εἰ βούλονται ὑγιαίνειν, ὑγιαίνουσιν, ὥστ᾽ οὐδ᾽ εἰ φίλοι βούλονται, ἤδη καὶ φίλοι εἰσίν. σημεῖον δέ: εὐδιάβλητοι γὰρ οἱ διακείμενοι ἄνευ πείρας τοῦτον τὸν τρόπον: περὶ ὧν μὲν [25] γὰρ πεῖραν δεδώκασιν ἀλλήλοις, οὐκ εὐδιάβλητοι, περὶ ὧν δὲ μή, πεισθεῖεν ἂν ὅταν σύμβολα λέγωσιν οἱ διαβάλλοντες. ἅμα δὲ φανερὸν ὅτι οὐδ᾽ ἐν τοῖς φαύλοις αὕτη ἡ φιλία: ἄπιστος γὰρ ὁ φαῦλος καὶ κακοήθης πρὸς πάντας: αὑτῷ γὰρ μετρεῖ τοὺς ἄλλους. διὸ εὐεξαπατητότεροί εἰσιν [30] οἱ ἀγαθοί, ἂν μὴ διὰ πεῖραν ἀπιστῶσιν. οἱ δὲ φαῦλοι αἱροῦνται τὰ φύσει ἀγαθὰ ἀντὶ τοῦ φίλου, καὶ οὐθεὶς φιλεῖ μᾶλλον ἄνθρωπον ἢ πράγματα. ὥστ᾽ οὐ φίλοι. οὐ γὰρ γίνεται οὕτω κοινὰ τὰ φίλων: προσνέμεται γὰρ ὁ φίλος τοῖς πράγμασιν, οὐ τὰ πράγματα τοῖς φίλοις. οὐ γίνεται ἄρ᾽ [35] ἡ φιλία ἡ πρώτη ἐν πολλοῖς, ὅτι χαλεπὸν πολλῶν πεῖραν λαβεῖν: ἑκάστῳ γὰρ ἂν ἔδει συζῆσαι. οὐδὲ δὴ αἱρετέον ὁμοίως περὶ ἱματίου καὶ φίλου: καίτοι ἐν πᾶσι δοκεῖ τοῦ νοῦν ἔχοντος δυοῖν τὸ βέλτιον αἱρεῖσθαι, καὶ εἰ μὲν τῷ χείρονι πάλαι ἐχρῆτο, τῷ βελτίονι δὲ μηδέπω, τοῦθ᾽ [40] αἱρετέον, ἀλλ᾽ οὐκ ἀντὶ τοῦ πάλαι φίλου τὸν ἀγνῶτα εἰ βελτίων: 1238α οὐ γάρ ἐστιν ἄνευ πείρας οὐδὲ μιᾶς ἡμέρας ὁ φίλος, ἀλλὰ χρόνου δεῖ. διὸ εἰς παροιμίαν ἐλήλυθεν ὁ μέδιμνος τῶν ἁλῶν: ἅμα δὲ δεῖ μὴ μόνον ἁπλῶς ἀγαθὸν εἶναι, ἀλλὰ καὶ σοί, εἰ δὴ φίλος ἔσται σοὶ φίλος. ἀγαθὸς μὲν γὰρ [5] ἁπλῶς ἐστι τῷ ἀγαθὸς εἶναι, φίλος δὲ τῷ ἄλλῳ ἀγαθός, ἁπλῶς <δ᾽> ἀγαθὸς καὶ φίλος, ὅταν συμφωνήσῃ ταῦτ᾽ ἄμφω, ὥστε ὅ ἐστιν ἁπλῶς ἀγαθόν, τὸ τούτου ἄλλῳ, εἰ καὶ μὴ ἁπλῶς μὲν σπουδαίῳ, ἄλλῳ δ᾽ ἀγαθός, ὅτι χρήσιμος. τὸ δὲ πολλοῖς ἅμα εἶναι φίλον καὶ τὸ φιλεῖν κωλύει: οὐ [10] γὰρ οἷόν τε ἅμα πρὸς πολλοὺς ἐνεργεῖν.

ἐκ δὴ τούτων φανερὸν ὅτι ὀρθῶς λέγεται ὅτι ἡ φιλία τῶν βεβαίων, ὥσπερ ἡ εὐδαιμονία τῶν αὐτάρκων. καὶ ὀρθῶς εἴρηται“ἡ γὰρ φύσις βέβαιον, οὐ τὰ χρήματα. ”Eur. El. 941 πολὺ δὲ κάλλιον εἰπεῖν ὅτι ἡ ἀρετὴ τῆς φύσεως, καὶ ὅτι [15] χρόνος λέγεται δεικνύναι τὸν φιλούμενον, καὶ αἱ ἀτυχίαι μᾶλλον τῶν εὐτυχιῶν. τότε γὰρ δῆλον ὅτι κοινὰ <τὰ> τῶν φίλων (οὗτοι γὰρ μόνοι ἀντὶ τῶν φύσει ἀγαθῶν καὶ φύσει κακῶν, περὶ ἃ αἱ εὐτυχίαι καὶ αἱ δυστυχίαι, αἱροῦνται μᾶλλον ἄνθρωπον ἢ τούτων τὰ μὲν εἶναι τὰ δὲ μὴ εἶναι): ἡ δ᾽ ἀτυχία δηλοῖ τοὺς μὴ ὄντως [20] ὄντας φίλους, ἀλλὰ διὰ τὸ χρήσιμον τυχόντας. ὁ δὲ χρόνος δηλοῖ ἀμφοτέρους: οὐδὲ γὰρ ὁ χρήσιμος ταχὺ δῆλος, ἀλλ᾽ ὁ ἡδὺς μᾶλλον. πλὴν οὐδ᾽ ὁ ἁπλῶς ἡδὺς ταχύ. ὅμοιοι γὰρ οἱ ἄνθρωποι τοῖς οἴνοις καὶ ἐδέσμασιν: ἐκείνων τε γὰρ τὸ μὲν ἡδὺ ταχὺ δηλοῖ, πλείω δὲ χρόνον γινόμενον ἀηδὲς [25] καὶ οὐ γλυκύ, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁμοίως. ἔστι γὰρ καὶ τὸ ἁπλῶς ἡδὺ τῷ τέλει ὁριστέον καὶ τῷ χρόνῳ. ὁμολογήσαιεν δ᾽ ἂν καὶ οἱ πολλοί, ὅτι ἐκ τῶν ἀποβαινόντων μόνον, ἀλλ᾽ ὥσπερ ἐπὶ τοῦ πόματος καλοῦσι γλύκιον: τοῦτο γὰρ διὰ τὸ ἀποβαῖνον οὐχ ἡδύ, ἀλλὰ διὰ τὸ μὴ συνεχές, ἀλλὰ τὸ πρῶτον ἐξαπατᾷ. [30]

ἡ μὲν οὖν πρώτη φιλία, καὶ δι᾽ ἣν αἱ ἄλλαι λέγονται, ἡ κατ᾽ ἀρετὴν ἐστί, καὶ δι᾽ ἡδονὴν τὴν ἀρετῆς, ὥσπερ εἴρηται πρότερον: αἱ δ᾽ ἄλλαι ἐγγίνονται φιλίαι καὶ ἐν παισὶ καὶ θηρίοις καὶ τοῖς φαύλοις. ὅθεν λέγεται, “ἥλιξ ἥλικα τέρπει” καὶ“κακὸς κακῷ <δὲ> συντέτηκεν ἡδονῇ. ”Eur. Fr. 298 Bellerophontes [35] ἐνδέχεται γὰρ καὶ ἡδεῖς ἀλλήλοις εἶναι τοὺς φαύλους, οὐχ ᾗ φαῦλοι ἢ μηδέτεροι, ἀλλ᾽ οἷον ᾠδικοὶ ἄμφω, ἢ ὃ μὲν φιλῳδὸς ὁ δ᾽ ᾠδικὸς ἐστίν, καὶ ᾗ πάντες ἔχουσιν ἀγαθὸν καὶ ταύτῃ συναρμόττουσιν ἀλλήλοις: ἔτι χρήσιμοι ἂν εἶεν ἀλλήλοις καὶ ὠφέλιμοι, οὐχ ἁπλῶς ἀλλὰ πρὸς τὴν προαίρεσιν, ἢ <ᾗ> οὐδέτεροι. 1238β ἐνδέχεται δὲ καὶ τὸν ἐπιεικῆ φαύλῳ εἶναι φίλον. καὶ γὰρ χρήσιμος ἂν εἴη πρὸς τὴν προαίρεσιν, ὁ μὲν φαῦλος πρὸς τὴν ὑπάρχουσαν τῷ σπουδαίῳ, ὃ δὲ τῷ μὲν ἀκρατεῖ πρὸς τὴν ὑπάρχουσαν, τῷ δὲ [5] φαύλῳ πρὸς τὴν κατὰ φύσιν: καὶ βουλήσεται τὰ ἀγαθά, ἁπλῶς μὲν τὰ ἁπλῶς, τὰ δ᾽ ἐκείνῳ ἐξ ὑποθέσεως, ᾗ πενία συμφέρει ἢ νόσος, <καὶ> ταῦτα τῶν ἁπλῶς ἀγαθῶν ἕνεκα, ὥσπερ καὶ αὐτὸ τὸ φάρμακον πιεῖν: οὐ γὰρ βούλεται, ἀλλὰ τοῦδ᾽ ἕνεκα βούλεται. ἔτι καθ᾽ οὓς τρόπους καὶ [10] ἀλλήλοις οἱ μὴ σπουδαῖοι εἶεν ἂν φίλοι. εἴη γὰρ ἂν ἡδὺς οὐχ ᾗ φαῦλος, ἀλλ᾽ ᾗ τῶν κοινῶν τινος μετέχει, οἷον εἰ μουσικός. ἔτι ᾗ ἔνι τι πᾶσιν ἐπιεικές: διὸ ἔνιοι ὁμιλητικοὶ εἶεν ἂν καὶ σπουδαίῳ. ἢ ᾗ προσαρμόττουσιν ἑκάστῳ: ἔχουσι γάρ τι πάντες τοῦ ἀγαθοῦ. [15]

τρία μὲν οὖν εἴδη ταῦτα φιλίας: ἐν πᾶσι δὲ τούτοις κατ᾽ ἰσότητά πως λέγεται ἡ φιλία. καὶ γὰρ οἱ κατ᾽ ἀρετὴν φίλοι ἐν ἰσότητί πώς εἰσιν ἀρετῆς φίλοι ἀλλήλοις. ἄλλη δὲ διαφορὰ τούτων ἡ καθ᾽ ὑπερβολήν, ὥσπερ θεοῦ ἀρετὴ πρὸς ἄνθρωπον. τοῦτο γὰρ ἕτερον εἶδος φιλίας, καὶ [20] ὅλως ἄρχοντος καὶ ἀρχομένου, καθάπερ καὶ τὸ δίκαιον ἕτερον: κατ᾽ ἀναλογίαν γὰρ ἴσον, κατ᾽ ἀριθμὸν δ᾽ οὐκ ἴσον. ἐν τούτῳ τῷ γένει πατὴρ πρὸς υἱὸν καὶ ὁ εὐεργέτης πρὸς τὸν εὐεργετηθέντα. αὐτῶν δὲ τούτων διαφοραὶ εἰσίν: ἄλλη πατρὸς πρὸς υἱὸν καὶ ἀνδρὸς πρὸς γυναῖκα, αὕτη μὲν ὡς [25] ἄρχοντος καὶ ἀρχομένου, ἣ δὲ εὐεργέτου πρὸς εὐεργετηθέντα. ἐν ταύταις δὲ ἢ οὐκ ἔνεστιν ἢ οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι. γελοῖον γάρ, εἴ τις ἐγκαλοίη τῷ θεῷ, ὅτι οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι ὡς φιλεῖται, ἢ τῷ ἄρχοντι καὶ ἀρχομένῳ. [29] φιλεῖσθαι γάρ, οὐ φιλεῖν, τοῦ ἄρχοντος, ἢ φιλεῖν ἄλλον [30] τρόπον. καὶ ἡδονὴ διαφέρει οὐδὲν ἥ τε τοῦ αὐτάρκους ἐπὶ τῷ αὑτοῦ κτήματι ἢ παιδί, καὶ τοῦ ἐνδεοῦς ἐπὶ τῷ γινομένῳ. ὡς δ᾽ αὕτως καὶ ἐπὶ τῶν διὰ τὴν χρῆσιν φίλων καὶ ἐπὶ τῶν δι᾽ ἡδονὴν οἳ μὲν κατ᾽ ἰσότητα εἰσίν, οἳ δὲ καθ᾽ ὑπεροχήν. διὸ καὶ οἱ ἐκείνως οἰόμενοι ἐγκαλοῦσιν, ἐὰν μὴ ὁμοίως [35] χρήσιμοι καὶ εὖ ποιῶσιν, καὶ ἐπὶ τῆς ἡδονῆς. δῆλον δ᾽ ἐν τοῖς ἐρωτικοῖς: τοῦτο γὰρ αἴτιον τοῦ μάχεσθαι ἀλλήλοις πολλάκις. ἀγνοεῖ γὰρ ὁ ἐρῶν ὅτι οὐχ ὁ αὐτὸς λόγος αὐτοῖς ἐπὶ τὴν προθυμίαν. διὸ εὑρηκέναι νεῖκος ὁ ἐρώμενος: τοιαῦτ᾽ ἂν οὐκ ἐρῶν λέγοι. οἳ δὲ νομίζουσι τὸν αὐτὸν εἶναι λόγον. 1239α

ὥσπερ οὖν εἴρηται, τριῶν ὄντων εἰδῶν φιλίας, κατ᾽ ἀρετὴν κατὰ τὸ χρήσιμον καὶ κατὰ τὸ ἡδύ, αὗται πάλιν διῄρηνται εἰς δύο: αἳ μὲν γὰρ κατὰ τὸ ἴσον αἳ δὲ καθ᾽ ὑπεροχὴν εἰσίν. φιλίαι μὲν οὖν ἀμφότεραι, φίλοι δ᾽ οἱ [5] κατὰ τὴν ἰσότητα: ἄτοπον γὰρ ἂν εἴη εἰ ἀνὴρ παιδίῳ φίλος, φιλεῖ δέ γε καὶ φιλεῖται. ἐνιαχοῦ δὲ φιλεῖσθαι μὲν δεῖ τὸν ὑπερέχοντα, ἐὰν δὲ φιλῇ, ὀνειδίζεται ὡς ἀνάξιον φιλῶν. τῇ γὰρ ἀξίᾳ τῶν φίλων μετρεῖται καί τινι ἴσῳ. τὰ μὲν οὖν δι᾽ ἡλικίας ἔλλειψιν ἀνάξια ὁμοίως [10] φιλεῖσθαι, τὰ δὲ κατ᾽ ἀρετὴν ἢ γένος ἢ κατὰ ἄλλην τοιαύτην ὑπεροχήν. ἀεὶ δὲ τὸν ὑπερέχοντα ἢ ἧττον ἢ μὴ φιλεῖν ἀξιοῦν, καὶ ἐν τῷ χρησίμῳ καὶ ἐν τῷ ἡδεῖ καὶ κατ᾽ ἀρετήν. ἐν μὲν οὖν ταῖς μικραῖς ὑπεροχαῖς εἰκότως γίνονται ἀμφισβητήσεις (τὸ γὰρ μικρὸν ἐνιαχοῦ οὐδὲν ἰσχύει, ὥσπερ [15] ἐν ξύλου σταθμῷ, ἀλλ᾽ ἐν χρυσίῳ: ἀλλὰ τὸ μικρὸν κακῶς κρίνουσιν: φαίνεται γὰρ τὸ μὲν οἰκεῖον ἀγαθὸν διὰ τὸ ἐγγὺς μέγα, τὸ δ᾽ ἀλλότριον διὰ τὸ πόρρω μικρόν): ὅταν δὲ ὑπερβολὴ ᾖ, οὐδ᾽ αὐτοὶ ἐπιζητοῦσιν ὡς δεῖ ἢ ἀντιφιλεῖσθαι ἢ ὁμοίως ἀντιφιλεῖσθαι, οἷον εἴ τις ἀξιοῖ τὸν θεόν. φανερὸν [20] δὴ ὅτι φίλοι μέν, ὅταν ἐν τῷ ἴσῳ, τὸ ἀντιφιλεῖν δ᾽ ἔστιν ἄνευ τοῦ φίλους εἶναι. δῆλον δὲ καὶ διὰ τί ζητοῦσι μᾶλλον οἱ ἄνθρωποι τὴν καθ᾽ ὑπεροχὴν φιλίαν τῆς κατ᾽ ἰσότητα: ἅμα γὰρ ὑπάρχει οὕτως αὐτοῖς τό τε φιλεῖσθαι καὶ ἡ ὑπεροχή. διὸ ὁ κόλαξ παρ᾽ ἐνίοις ἐντιμότερος τοῦ φίλου: [25] ἄμφω γὰρ φαίνεσθαι ποιεῖ ὑπάρχειν τῷ κολακευομένῳ. μάλιστα δ᾽ οἱ φιλότιμοι τοιοῦτοι: τὸ γὰρ θαυμάζεσθαι ἐν ὑπεροχῇ. φύσει δὲ γίνονται οἳ μὲν φιλητικοὶ οἳ δὲ φιλότιμοι. φιλητικὸς δὲ ὁ τῷ φιλεῖν χαίρων μᾶλλον ἢ τῷ φιλεῖσθαι: ἐκεῖνος δὲ φιλότιμος μᾶλλον. ὁ μὲν οὖν χαίρων [30] τῷ θαυμάζεσθαι καὶ φιλεῖσθαι τῆς ὑπεροχῆς φίλος: ὁ δὲ τῇ ἐν τῷ φιλεῖν ἡδονῇ ὁ φιλητικός. ἔνεστι γὰρ ἀνάγκη ἐνεργοῦντα: τὸ μὲν γὰρ φιλεῖσθαι συμβεβηκός: ἔστι γὰρ λανθάνειν φιλούμενον, φιλοῦντα δ᾽ οὔ. ἔστι δὲ καὶ κατὰ τὴν φιλίαν τὸ φιλεῖν μᾶλλον ἢ τὸ φιλεῖσθαι, τὸ δὲ [35] φιλεῖσθαι κατὰ τὸ φιλητόν. σημεῖον δέ: ἕλοιτ᾽ ἂν ὁ φίλος μᾶλλον, εἰ μὴ ἐνδέχοιτ᾽ ἄμφω, γιγνώσκειν ἢ γιγνώσκεσθαι, οἷον ἐν ταῖς ὑποβολαῖς αἱ γυναῖκες ποιοῦσι, καὶ ἡ Ἀνδρομάχη ἡ Ἀντιφῶντος. καὶ γὰρ ἔοικε τὸ μὲν ἐθέλειν γινώσκεσθαι αὑτοῦ ἕνεκα, καὶ τοῦ πάσχειν τι ἀγαθὸν ἀλλὰ μὴ ποιεῖν, [40] τὸ δὲ γινώσκειν τοῦ ποιεῖν καὶ τοῦ φιλεῖν ἕνεκα. 1239β διὸ καὶ τοὺς ἐμμένοντας τῷ φιλεῖν πρὸς τοὺς τεθνεῶτας ἐπαινοῦμεν: γινώσκουσι γάρ, ἀλλ᾽ οὐ γινώσκονται.

ὅτι μὲν οὖν πλείονες τρόποι φιλίας, καὶ πόσοι τρόποι, ὅτι τρεῖς, καὶ ὅτι τὸ φιλεῖσθαι καὶ ἀντιφιλεῖσθαι καὶ οἱ φί [5] λοι διαφέρουσιν, οἵ τε κατ᾽ ἰσότητα καὶ οἱ καθ᾽ ὑπεροχήν, εἴρηται: ἐπεὶ δὲ τὸ φίλον λέγεται καὶ καθόλου μᾶλλον, ὥσπερ καὶ κατ᾽ ἀρχὰς ἐλέχθη, ὑπὸ τῶν ἔξωθεν συμπαραλαμβανόντων (οἳ μὲν γὰρ τὸ ὅμοιόν φασιν εἶναι φίλον, οἳ δὲ τὸ ἐναντίον), λεκτέον καὶ περὶ τούτων πῶς εἰσι πρὸς τὰς [10] εἰρημένας φιλίας. ἀνάγεται δὲ τὸ μὲν ὅμοιον καὶ εἰς τὸ ἡδὺ καὶ εἰς τὸ ἀγαθόν. τό τε γὰρ ἀγαθὸν ἁπλοῦν, τὸ δὲ κακὸν πολύμορφον: καὶ ὁ ἀγαθὸς μὲν ὅμοιος ἀεὶ καὶ οὐ μεταβάλλεται τὸ ἦθος, ὁ δὲ φαῦλος καὶ ὁ ἄφρων οὐθὲν ἔοικεν ἕωθεν καὶ ἑσπέρας. διὸ ἐὰν μὴ συμβάλλωσιν οἱ [15] φαῦλοι, οὐ φίλοι ἑαυτοῖς, ἀλλὰ διίστανται: ἡ δ᾽ οὐ βέβαιος φιλία οὐ φιλία. ὥστε οὕτως μὲν τὸ ὅμοιον φίλον, ὅτι <τὸ> ἀγαθὸν ὅμοιον, ἔστι δὲ ὡς καὶ κατὰ τὸ ἡδύ: τοῖς γὰρ ὁμοίοις ταὔθ᾽ ἡδέα, καὶ ἕκαστον δὲ φύσει αὐτὸ αὑτῷ ἡδύ. διὸ καὶ φωναὶ καὶ αἱ ἕξεις καὶ συνημερεύσεις τοῖς ὁμογενέσιν [20] ἥδισται ἀλλήλοις, καὶ τοῖς ἄλλοις ζῴοις: καὶ ταύτῃ ἐνδέχεται καὶ τοὺς φαύλους ἀλλήλους φιλεῖν. “κακὸς κακῷ δὲ συντέτηκεν ἡδονῇ.” τὸ δ᾽ ἐναντίον τῷ ἐναντίῳ φίλον ὡς τὸ χρήσιμον: αὐτὸ γὰρ αὑτῷ τὸ ὅμοιον ἄχρηστον. διὸ δεσπότης δούλου δεῖται [25] καὶ δοῦλος δεσπότου, καὶ γυνὴ καὶ ἀνὴρ ἀλλήλων, καὶ ἡδὺ καὶ ἐπιθυμητὸν τὸ ἐναντίον ὡς χρήσιμον, καὶ οὐχ ὡς ἐν τέλει ἀλλ᾽ ὡς πρὸς τὸ τέλος. ὅταν γὰρ τύχῃ οὗ ἐπιθυμεῖ, ἐν τῷ τέλει μὲν ἐστίν, οὐκ ὀρέγεται δὲ τοῦ ἐναντίου, οἷον τὸ θερμὸν τοῦ ψυχροῦ καὶ τὸ ξηρὸν τοῦ ὑγροῦ. ἔστι δέ πως καὶ [30] ἡ τοῦ ἐναντίου φιλία τοῦ ἀγαθοῦ. ὀρέγεται γὰρ ἀλλήλων διὰ τὸ μέσον: ὡς σύμβολα γὰρ ὀρέγεται ἀλλήλων διὰ τὸ οὕτω γίνεσθαι ἐξ ἀμφοῖν ἓν μέσον. ἔτι κατὰ συμβεβηκός ἐστι τοῦ ἐναντίου, καθ᾽ αὑτὸ δὲ τῆς μεσότητος. ὀρέγονται γὰρ οὐκ ἀλλήλων τἀναντία, ἀλλὰ τοῦ μέσου. ὑπερψυχθέντες γάρ, [35] ἐὰν θερμανθῶσιν, εἰς τὸ μέσον καθίστανται, καὶ ὑπερθερμανθέντες, ἐὰν ψυχθῶσιν: ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ δὲ μή, ἀεὶ ἐν ἐπιθυμίᾳ, οὐκ ἐν τοῖς μέσοις. ἀλλὰ χαίρει ὁ ἐν τῷ μέσῳ ἄνευ ἐπιθυμίας τοῖς φύσει ἡδέσιν, οἳ δὲ πᾶσι τοῖς ἐξιστᾶσι τῆς φύσει ἕξεως. τοῦτο μὲν οὖν [40] τὸ εἶδος καὶ ἐπὶ τῶν ἀψύχων ἐστίν: τὸ φιλεῖν δὲ γίνεται, ὅταν ᾖ ἐπὶ τῶν ἐμψύχων. 1240α διὸ ἐνίοτε ἀνομοίοις χαίρουσιν, οἷον αὐστηροὶ εὐτραπέλοις καὶ ὀξεῖς ῥαθύμοις. εἰς τὸ μέσον γὰρ καθίστανται ὑπ᾽ ἀλλήλων. κατὰ συμβεβηκὸς οὖν, ὥσπερ ἐλέχθη, τὰ ἐναντία φίλα, καὶ διὰ τὸ ἀγαθόν. [5]

πόσα μὲν οὖν εἴδη φιλίας, καὶ τίνες διαφοραὶ καθ᾽ ἃς λέγονται οἱ τε φίλοι καὶ οἱ φιλοῦντες καὶ οἱ φιλούμενοι, καὶ οὕτως ὥστε φίλοι εἶναι καὶ ἄνευ τούτου, εἴρηται: περὶ δὲ αὐτὸν αὑτῷ φίλον εἶναι ἢ μή, πολλὴν ἔχει ἐπίσκεψιν. δοκεῖ γὰρ ἐνίοις μάλιστα ἕκαστος αὐτὸς αὑτῷ [10] φίλος εἶναι, καὶ τούτῳ χρώμενοι κανόνι κρίνουσι τὴν πρὸς τοὺς ἄλλους φίλους φιλίαν: κατὰ δὲ τοὺς λόγους καὶ τὰ δοκοῦνθ᾽ ὑπάρχειν τοῖς φίλοις τὰ μὲν ὑπεναντιοῦται, τὰ δ᾽ ὅμοια φαίνεται ὄντα. ἔστι γάρ πως κατὰ ἀναλογίαν αὕτη ἡ φιλία, ἁπλῶς δ᾽ οὔ. ἐν δυσὶ γὰρ διῃρημένοις τὸ [15] φιλεῖσθαι καὶ φιλεῖν: δι᾽ ἃ μᾶλλον οὕτως αὐτὸς αὑτῷ φίλος, <ὡς> ἐπὶ τοῦ ἀκρατοῦς καὶ ἐγκρατοῦς εἴρηται πῶς ἑκὼν ἢ ἄκων, τῷ τὰ μέρη ἔχειν πως πρὸς ἄλληλα τὰ τῆς ψυχῆς, καὶ ὅμοιον τὰ τοιαῦτα πάντα, εἰ φίλος αὐτὸς αὑτῷ καὶ ἐχθρός, καὶ εἰ ἀδικεῖ τις αὐτὸς αὑτόν. πάντα γὰρ ἐν δυσὶ [20] ταῦτα καὶ διῃρημένοις: ᾗ δὴ δύο πως καὶ ἡ ψυχή, ὑπάρχει πως ταῦτα, ᾗ δ᾽ οὐ διῃρημένα, οὐχ ὑπάρχει.

ἀπὸ δὲ τῆς πρὸς αὑτὸν ἕξεως [ὡς] οἱ λοιποὶ τρόποι τοῦ φιλεῖν διωρισμένοι, καθ᾽ οὓς ἐν τοῖς λόγοις ἐπισκοπεῖν εἰώθαμεν. δοκεῖ γὰρ φίλος εἶναι ὁ βουλόμενός τινι τἀγαθὰ ἢ οἷα [25] οἴεται ἀγαθά, μὴ δι᾽ αὑτὸν, ἀλλ᾽ ἐκείνου ἕνεκα: ἄλλον δὲ τρόπον ᾧ τὸ εἶναι βούλεται δι᾽ ἐκεῖνον καὶ μὴ δι᾽ αὑτὸν, κἂν εἰ [27] μὴ διανέμων τἀγαθά, μὴ τῷ τὸ εἶναι τούτῳ ἂν δόξειε μάλιστα φιλεῖν: ἄλλον δὲ τρόπον ᾧ συζῆν αἱρεῖται δι᾽ αὐτὴν τὴν ὁμιλίαν καὶ μὴ δι᾽ ἕτερόν τι, οἷον οἱ πατέρες [30] τὸ μὲν εἶναι τοῖς τέκνοις, συζῶσι δ᾽ ἑτέροις. μάχεται δὴ ταῦτα πάντα πρὸς ἄλληλα. οἳ μὲν γὰρ ἂν μὴ τὸ ἑαυτοῖς, οἳ δὲ ἂν μὴ τὸ εἶναι, οἳ δὲ τὸ συζῆν, οὐκ οἴονται φιλεῖσθαι. ἔτι τὸ ἀλγοῦντι συναλγεῖν μὴ δι᾽ ἕτερόν τι ἀγαπᾶν θήσομεν—οἷον οἱ δοῦλοι πρὸς τοὺς δεσπότας, ὅτι [35] χαλεποὶ ἀλγοῦντες, ἀλλ᾽ οὐ δι᾽ αὐτούς, ὥσπερ αἱ μητέρες τοῖς τέκνοις καὶ οἱ συνωδίνοντες ὄρνιθες. βούλεται γὰρ μάλιστά γε οὐ μόνον συλλυπεῖσθαι ὁ φίλος τῷ φίλῳ, ἀλλὰ καὶ τὴν αὐτὴν λύπην, οἷον διψῶντι συνδιψῆν, εἰ ἐνεδέχετο, ὅτι [μὴ] ἐγγύτατα. ὁ δ᾽ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ χαίρειν: <τὸ γὰρ χαίρειν> μὴ δι᾽ ἕτερόν τι, ἀλλὰ δι᾽ ἐκεῖνον, ὅτι χαίρει, φιλικόν. 1240β ἔτι τὰ τοιάδε λέγεται περὶ τῆς φιλίας, ὡς ἰσότης φιλότης, καὶ [μὴ] μίαν ψυχὴν εἶναι τοὺς ἀληθῶς φίλους. ἅπαντα ταῦτα ἐπαναφέρεται πρὸς τὸν ἕνα. καὶ γὰρ βούλεται τἀγαθὰ αὐτῷ [5] τοῦτον τὸν τρόπον. οὐθεὶς γὰρ αὐτὸς αὑτὸν εὖ ποιεῖ διά τι ἕτερον, οὐδὲ χάριτος. οὐ δὲ λέγει ὅτι ἐποίησεν ᾗ εἷς: δοκεῖ γὰρ φιλεῖσθαι βούλεσθαι ὁ δῆλον ποιῶν ὅτι φιλεῖ, ἀλλ᾽ οὐ φιλεῖν. καὶ τὸ εἶναι μάλιστα καὶ τὸ συζῆν καὶ τὸ συγχαίρειν καὶ τὸ συναλγεῖν, καὶ μία δὴ ψυχή, καὶ τὸ μὴ [10] δύνασθαι ἄνευ ἀλλήλων μηδὲ ζῆν, ἀλλὰ συναποθνήσκειν.— οὕτω γὰρ ἔχει ὁ εἷς, καὶ ἴσως ὁμιλεῖ αὐτὸς αὑτῷ.—πάντα δὲ ταῦτα τῷ ἀγαθῷ ὑπάρχει πρὸς αὑτόν. ἐν γὰρ τῷ πονηρῷ διαφωνεῖ, οἷον ἐν τῷ ἀκρατεῖ. καὶ διὰ τοῦτο δοκεῖ καὶ ἐχθρὸν ἐνδέχεσθαι αὐτὸν αὑτῷ εἶναι: ᾗ δ᾽ εἷς καὶ [15] ἀδιαίρετος, ὀρεκτὸς αὐτὸς αὑτοῦ. τοιοῦτος ὁ ἀγαθὸς καὶ ὁ κατ᾽ ἀρετὴν φίλος, ἐπεὶ ὅ γε μοχθηρὸς οὐχ εἷς ἀλλὰ πολλοί, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερος καὶ ἔμπληκτος. ὥστε καὶ ἡ αὐτοῦ πρὸς αὑτὸν φιλία ἀνάγεται πρὸς τὴν τοῦ ἀγαθοῦ. ὅτι γάρ πῃ ὁμοιοῖ καὶ εἷς καὶ αὐτὸς αὑτῷ ἀγαθός, [20] ταύτῃ αὐτὸς αὑτῷ φίλος καὶ ὀρεκτός: φύσει δὲ τοιοῦτος, ἀλλ᾽ ὁ πονηρὸς παρὰ φύσιν. ὁ δ᾽ ἀγαθὸς οὔθ᾽ ἅμα λοιδορεῖται ἑαυτῷ, ὥσπερ ὁ ἀκρατής, οὔτε ὁ ὕστερος τῷ πρότερον, ὥσπερ ὁ μεταμελητικός, οὔτε ὁ ἔμπροσθεν τῷ ὕστερον, ὥσπερ ὁ ψεύστης. ὅλως τε εἰ δεῖ ὥσπερ οἱ σοφισταὶ διορίζουσιν, [25] ὥσπερ τὸ Κορίσκος καὶ Κορίσκος σπουδαῖος. δῆλον γὰρ ὡς τὸ αὐτὸ πόσον σπουδαῖον αὐτῶν, ἐπεὶ ὅταν ἐγκαλέσωσιν αὑτοῖς, ἀποκτιννύασιν αὑτούς: ἀλλὰ δοκεῖ πᾶς αὐτὸς αὑτῷ ἀγαθός. ζητεῖ δὲ ὁ ἁπλῶς ὢν ἀγαθὸς εἶναι καὶ αὐτὸς αὑτῷ φίλος, ὥσπερ εἴρηται, ὅτι δύ᾽ ἔχει ἐν αὑτῷ ἃ φύσει [30] βούλεται εἶναι φίλα καὶ διασπάσαι ἀδύνατον. διὸ ἐπ᾽ ἀνθρώπου μὲν δοκεῖ ἕκαστος αὐτὸς αὑτῷ φίλος, ἐπὶ δὲ τῶν ἄλλων ζῴων <οὔ>, οἷον ἵππος αὐτὸς αὑτῷ . . . , οὐκ ἄρα φίλος. ἀλλ᾽ οὐδὲ τὰ παιδία, ἀλλ᾽ ὅταν ἤδη ἔχῃ προαίρεσιν: ἤδη γὰρ τότε διαφωνεῖ ὁ νοῦς πρὸς τὴν ἐπιθυμίαν. ἔοικε δ᾽ ἡ [35] φιλία ἡ πρὸς αὑτὸν τῇ κατὰ συγγένειαν: οὐθέτερον γὰρ ἐφ᾽ αὑτοῖς λῦσαι, ἀλλὰ κἂν διαφέρωνται, ὅμως οὗτοι μὲν ἔτι συγγενεῖς, ὃ δὲ ἔτι εἷς, ἕως ἂν ζῇ.

ποσαχῶς μὲν οὖν τὸ φιλεῖν λέγεται, καὶ ὅτι πᾶσαι αἱ φιλίαι ἀνάγονται πρὸς τὴν πρώτην, δῆλον ἐκ τῶν εἰρημένων: 1241α οἰκεῖον δὲ τῇ σκέψει θεωρῆσαι καὶ περὶ ὁμονοίας καὶ εὐνοίας. δοκεῖ γὰρ τοῖς μὲν εἶναι ταὐτά, τοῖς δ᾽ οὐκ ἄνευ ἀλλήλων. ἔστι δ᾽ ἡ εὔνοια τῆς φιλίας οὔτε πάμπαν ἕτερον οὔτε ταὐτόν. διῃρημένης γὰρ τῆς φιλίας κατὰ τρεῖς τρόπους, [5] οὔτ᾽ ἐν τῇ χρησίμῃ οὔτ᾽ ἐν τῇ καθ᾽ ἡδονὴν ἐστίν. εἴτε γὰρ ὅτι χρήσιμον, βούλεται αὐτῷ τἀγαθά, οὐ δι᾽ ἐκεῖνον ἀλλὰ δι᾽ αὑτὸν βούλοιτ᾽ ἄν, δοκεῖ δὲ ὥσπερ . . . καὶ ἡ εὔνοια οὐκ αὐτοῦ εὔνοια τοῦ εὐνοϊζομένου εἶναι, ἀλλὰ τοῦ ᾧ εὐνοεῖ: εἰ δὴ ἦν ἐν τῇ τοῦ ἡδέος φιλίᾳ, κἂν τοῖς ἀψύχοις εὐνόουν. ὥστε [10] δῆλον ὅτι περὶ τὴν ἠθικὴν φιλίαν ἡ εὔνοια ἐστίν. ἀλλὰ τοῦ μὲν εὐνοοῦντος βούλεσθαι μόνον ἐστί, τοῦ δὲ φίλου καὶ πράττειν ἃ βούλεται. ἔστι γὰρ ἡ εὔνοια ἀρχὴ φιλίας: ὁ μὲν γὰρ φίλος πᾶς εὔνους, ὁ δ᾽ εὔνους οὐ πᾶς φίλος. ἀρχομένῳ γὰρ ἔοικεν ὁ εὐνοῶν μόνον, διὸ ἀρχὴ φιλίας, ἀλλ᾽ οὐ φιλία. [15]

δοκοῦσι γὰρ οἵ τε φίλοι ὁμονοεῖν καὶ οἱ ὁμονοοῦντες φίλοι εἶναι. ἔστι δ᾽ οὐ περὶ πάντα ἡ ὁμόνοια ἡ φιλική, ἀλλὰ περὶ τὰ πρακτὰ τοῖς ὁμονοοῦσι, καὶ ὅσα εἰς τὸ συζῆν συντείνει, οὔτε μόνον κατὰ διάνοιαν ἢ κατὰ ὄρεξιν (ἔστι γὰρ τἀναντία τὸ κινοῦν ἐπιθυμεῖν, ὥσπερ ἐν τῷ [20] ἀκρατεῖ διαφωνεῖ τοῦτο), οὐ δεῖ κατὰ τὴν προαίρεσιν ὁμονοεῖν καὶ κατὰ τὴν ἐπιθυμίαν. ἐπὶ δὲ τῶν ἀγαθῶν ἡ ὁμόνοια: οἵ γε φαῦλοι ταῦτα προαιρούμενοι καὶ ἐπιθυμοῦντες βλάπτουσιν ἀλλήλους. ἔοικε δὲ καὶ ἡ ὁμονοία οὐχ ἁπλῶς λέγεσθαι, ὥσπερ οὐδ᾽ ἡ φιλία: ἀλλ᾽ ἣ μὲν πρώτη καὶ φύσει [25] σπουδαία, διὸ οὐκ ἔστι τοὺς φαύλους ὁμονοεῖν, ἑτέρα δὲ καθ᾽ ἣν καὶ οἱ φαῦλοι ὁμονοοῦσιν, ὅταν τῶν αὐτῶν τὴν προαίρεσιν καὶ τὴν ἐπιθυμίαν ἔχωσιν. οὕτω δὲ δεῖ τῶν αὐτῶν ὀρέγεσθαι, ὥστε ἐνδέχεσθαι ἀμφοτέροις ὑπάρχειν οὗ ὀρέγονται. ἂν γὰρ τοιούτου ὀρέγωνται, ὃ μὴ ἐνδέχεται ἀμφοῖν, [30] μαχοῦνται: οἱ ὁμονοοῦντες δ᾽ οὐ μαχοῦνται. ἔστι δ᾽ ἡ ὁμόνοια, ὅταν περὶ τοῦ ἄρχειν καὶ ἄρχεσθαι ἡ αὐτὴ προαίρεσις ᾖ, μὴ τοῦ ἑκάτερον, ἀλλὰ τοῦ τὸν αὐτόν. καὶ ἔστιν ἡ ὁμόνοια φιλία πολιτική.

περὶ μὲν οὖν ὁμονοίας καὶ εὐνοίας εἰρήσθω τοσαῦτα: [35] ἀπορεῖται δὲ διὰ τί μᾶλλον φιλοῦσιν οἱ ποιήσαντες εὖ τοὺς παθόντας ἢ οἱ παθόντες εὖ τοὺς ποιήσαντας. δοκεῖ δὲ δίκαιον εἶναι τοὐναντίον. τοῦτο δ᾽ ὑπολάβοι μὲν ἄν τις διὰ τὸ χρήσιμον καὶ τὸ αὐτῷ ὠφέλιμον συμβαίνειν: τῷ μὲν γὰρ ὀφείλεται, τὸν δ᾽ ἀποδοῦναι δεῖ. οὐκ ἔστι δὲ τοῦτο [40] μόνον, ἀλλὰ καὶ φυσικόν. ἡ γὰρ ἐνέργεια αἱρετώτερον, 1241β τὸν αὐτὸν δὲ λόγον ἔχει τὸ ἔργον καὶ ἡ ἐνέργεια, ὁ δ᾽ εὖ παθὼν ὥσπερ ἔργον τοῦ εὖ ποιήσαντος. διὸ καὶ ἐν τοῖς ζῴοις ἡ περὶ τὰ τέκνα σπουδὴ ἐστί, καὶ τοῦ γεννῆσαι καὶ <τὰ> γεννώμενα σῴζειν. καὶ φιλοῦσι δὴ μᾶλλον οἱ πατέρες τὰ [5] τέκνα (καὶ αἱ μητέρες τῶν πατέρων) ἢ φιλοῦνται: καὶ οὗτοι πάλιν τὰ αὑτῶν ἢ τοὺς γεννήσαντας, διὰ τὸ τὴν ἐνέργειαν εἶναι τὸ ἄριστον: καὶ αἱ μητέρες τῶν πατέρων, ὅτι μᾶλλον οἴονται αὑτῶν εἶναι ἔργον τὰ τέκνα: τὸ γὰρ ἔργον τῷ χαλεπῷ διορίζουσι, πλείω δὲ λυπεῖται περὶ τὴν γένεσιν μήτηρ. [10]

καὶ περὶ μὲν φιλίας τῆς πρὸς αὑτὸν καὶ τῆς ἐν πλείοσι διωρίσθω τὸν τρόπον τοῦτον: δοκεῖ δὲ τό τε δίκαιον εἶναι ἴσον τι καὶ ἡ φιλία ἐν ἰσότητι, εἰ μὴ μάτην λέγεται ἰσότης [ἡ] φιλότης. αἱ δὲ πολιτεῖαι πᾶσαι δικαίου τι εἶδος: κοινωνία γάρ, τὸ δὲ κοινὸν πᾶν διὰ τοῦ δικαίου [15] συνέστηκεν, ὥστε ὅσα εἴδη φιλίας, καὶ δικαίου καὶ κοινωνίας, καὶ πάντα ταῦτα σύνορα ἀλλήλοις, καὶ ἐγγὺς ἔχει τὰς διαφοράς. ἐπεὶ δ᾽ ὁμοίως ἔχει ψυχὴ πρὸς σῶμα καὶ τεχνίτης πρὸς ὄργανον καὶ δεσπότης πρὸς δοῦλον, τούτων μὲν οὐκ ἔστι κοινωνία. οὐ γὰρ δύ᾽ ἐστίν, [20] ἀλλὰ τὸ μὲν ἕν, τὸ δὲ τοῦ ἑνός [οὐδέν]. οὐδὲ διαιρετὸν τὸ ἀγαθὸν ἑκατέρῳ, ἀλλὰ τὸ ἀμφοτέρων τοῦ ἑνὸς οὗ ἕνεκα ἐστίν. τό τε γὰρ σῶμά ἐστιν ὄργανον σύμφυτον, καὶ τοῦ δεσπότου ὁ δοῦλος ὥσπερ μόριον καὶ ὄργανον ἀφαιρετόν, τὸ δ᾽ ὄργανον ὥσπερ δοῦλος ἄψυχος. αἱ δ᾽ ἄλλαι κοινωνίαι [25] εἰσὶν [ἢ] μόριον τῶν τῆς πόλεως κοινωνιῶν, οἷον ἡ τῶν [26] φρατέρων ἢ τῶν ὀργίων, ἢ αἱ χρηματιστικαὶ ἔτι πολιτεῖαι. αἱ δὲ πολιτεῖαι πᾶσαι ἐν οἰκείοις συνυπάρχουσι, καὶ αἱ ὀρθαὶ καὶ αἱ παρεκβάσεις (ἔστι γὰρ τὸ αὐτὸ ὥσπερ καὶ ἐπὶ τῶν ἁρμονιῶν καὶ τῶν ἐν ταῖς πολιτείαις): βασιλικὴ μὲν ἡ τοῦ [30] γεννήσαντος, ἀριστοκρατικὴ δ᾽ ἡ ἀνδρὸς καὶ γυναικός, πολιτεία δ᾽ ἡ τῶν ἀδελφῶν: παρέκβασις δὲ τούτων τυραννὶς ὀλιγαρχία δῆμος. καὶ τὰ δίκαια δὴ τοσαῦτα.

ἐπεὶ δὲ τὸ ἴσον τὸ μὲν κατ᾽ ἀριθμὸν τὸ δὲ κατ᾽ ἀναλογίαν, καὶ τοῦ δικαίου εἴδη ἔσται καὶ τῆς φιλίας καὶ τῆς κοινωνίας. [35] κατ᾽ ἀριθμὸν μὲν γὰρ ἡ <δημοκρατικὴ> κοινωνία καὶ ἡ ἑταιρικὴ φιλία, τῷ γὰρ αὐτῷ ὅρῳ μετρεῖται: κατ᾽ ἀναλογίαν δὲ ἡ ἀριστοκρατικὴ ἀρίστη καὶ βασιλική. οὐ γὰρ ταὐτὸν δίκαιον τῷ ὑπερέχοντι καὶ ὑπερεχομένῳ, ἀλλὰ τὸ ἀνάλογον. καὶ ἡ φιλία δὲ ὁμοίως πατρὸς καὶ παιδός, καὶ ἐν ταῖς κοινωνίαις [40] ὁ αὐτὸς τρόπος. 1242α

λέγονται δὲ φιλίαι συγγενικὴ ἑταιρικὴ κοινωνικὴ ἡ λεγομένη πολιτική. ἔστι μὲν συγγενικὴ πολλὰ ἔχουσα εἴδη, ἣ μὲν ὡς ἀδελφῶν, ἣ δ᾽ ὡς πατρὸς καὶ υἱῶν (καὶ γὰρ κατ᾽ ἀναλογίαν, οἷον ἡ πατρική, καὶ κατ᾽ ἀριθμόν, [5] οἷον ἡ τῶν ἀδελφῶν: ἐγγὺς γὰρ αὕτη τῆς ἑταιρικῆς: ἐπιλαμβάνουσι γὰρ καὶ ἐνταῦθα πρέσβειον): ἡ δὲ πολιτικὴ συνέστηκε μὲν κατὰ τὸ χρήσιμον καὶ μάλιστα. διὰ γὰρ τὸ μὴ αὐταρκεῖν δοκοῦσι συνελθεῖν, ἐπεὶ συνῆλθόν γ᾽ ἂν καὶ τοῦ συζῆν χάριν. μόνη δ᾽ ἡ πολιτικὴ καὶ ἡ παρ᾽ αὐτὴν [10] παρέκβασις οὐ μόνον φιλίαι, ἀλλὰ καὶ ὡς φίλοι κοινωνοῦσιν: αἱ δ᾽ ἄλλαι καθ᾽ ὑπεροχήν. μάλιστα δὲ δίκαιον τὸ ἐν τῇ τῶν χρησίμων φιλίᾳ, διὰ τὸ τοῦτ᾽ εἶναι τὸ πολιτικὸν δίκαιον. ἄλλον γὰρ τρόπον συνῆλθον πρίων καὶ τέχνη, οὐχ ἕνεκα κοινοῦ τινος (οἷον γὰρ ὄργανον καὶ ψυχή) ἀλλὰ τοῦ χρωμένου [15] ἕνεκεν. συμβαίνει δὲ καὶ τοῦτο ὄργανον ἐπιμελείας τυγχάνειν, ἧς δίκαιον πρὸς τὸ ἔργον: ἐκείνου γὰρ ἕνεκεν ἐστίν. καὶ τὸ τρυπάνῳ εἶναι διττόν, ὧν τὸ κυριώτερον ἡ ἐνέργεια, ἡ τρύπησις. καὶ ἐν τούτῳ τῷ εἴδει σῶμα καὶ δοῦλος, ὥσπερ εἴρηται πρότερον.

τὸ δὴ ζητεῖν πῶς δεῖ τῷ φίλῳ ὁμιλεῖν, τὸ ζητεῖν [20] δίκαιόν τι ἐστίν. καὶ γὰρ ὅλως τὸ δίκαιον ἅπαν πρὸς φίλον. τό τε γὰρ δίκαιόν τισι καὶ κοινωνοῖς, καὶ ὁ φίλος κοινωνός, ὃ μὲν γένους, ὃ δὲ βίου. ὁ γὰρ ἄνθρωπος οὐ μόνον πολιτικὸν ἀλλὰ καὶ οἰκονομικὸν ζῷον, καὶ οὐχ ὥσπερ τἆλλά ποτε συνδυάζεται καὶ τῷ τυχόντι [καὶ] θήλει καὶ [25] ἄρρενι ἀλλ᾽ αἱ διὰ δύμον αὐλικόν, ἀλλὰ κοινωνικὸν ἄνθρωπος ζῷον πρὸς οὓς φύσει συγγένεια ἐστίν: καὶ κοινωνία τοίνυν καὶ δίκαιόν τι, καὶ εἰ μὴ πόλις εἴη: οἰκία δ᾽ ἐστί τις φιλία. δεσπότου μὲν οὖν καὶ δούλου ἥπερ καὶ τέχνης καὶ ὀργάνων καὶ ψυχῆς καὶ σώματος, αἱ δὲ [30] τοιαῦται οὔτε φιλίαι οὔτε δικαιοσύναι, ἀλλ᾽ ἀνάλογον, ὥσπερ καὶ τὸ ὑγιεινὸν οὐ δίκαιον, ἀλλ᾽ ἀνάλογον: γυναικὸς δὲ καὶ ἀνδρὸς φιλία ὡς χρήσιμον καὶ κοινωνία: πατρὸς δὲ καὶ υἱοῦ ἡ αὐτὴ ἥπερ θεοῦ πρὸς ἄνθρωπον καὶ τοῦ εὖ ποιήσαντος πρὸς τὸν παθόντα καὶ ὅλως τοῦ φύσει [35] ἄρχοντος πρὸς τὸν φύσει ἀρχόμενον: ἣ δὲ τῶν ἀδελφῶν πρὸς ἀλλήλους ἑταιρικὴ μάλιστα ἡ κατ᾽ ἰσότητα.“οὐ γάρ τι νόθος τῷδ᾽ ἀπεδείχθην: ἀμφοῖν δὲ πατὴρ αὑτὸς ἐκλήθη Ζεὺς ἐμὸς ἄρχων. ” Soph. Fr. 755 (Jebb and Pearson) 684 (Nauck) [40] ταῦτα γὰρ ὡς τὸ ἴσον ζητούντων λέγεται. 1242β διὸ ἐν οἰκίᾳ πρῶτον ἀρχαὶ καὶ πηγαὶ φιλίας καὶ πολιτείας καὶ δικαίου.

ἐπεὶ δὲ φιλίαι τρεῖς, κατ᾽ ἀρετήν, κατὰ τὸ χρήσιμον, κατὰ τὸ ἡδύ, τούτων δὲ ἑκάστης δύο διαφοραί (ἣ μὲν γὰρ καθ᾽ ὑπεροχὴν ἣ δὲ κατ᾽ ἰσότητά ἐστιν ἑκάστη αὐτῶν, [5] τὸ δὲ δίκαιον τὸ περὶ αὐτὰς ἐκ τῶν ἀμφισβητησάντων δῆλον), ἐν μὲν τῇ καθ᾽ ὑπεροχὴν ἀξιοῦται τὸ ἀνάλογον, ἀλλ᾽ οὐχ ὡσαύτως, ἀλλ᾽ ὁ μὲν ὑπερέχων ἀνεστραμμένως τὸ ἀνάλογον, ὡς αὐτὸς πρὸς τὸν ἐλάττω, οὕτω τὸ παρὰ τοῦ ἐλάττονος γινόμενον πρὸς τὸ παρ᾽ αὐτοῦ, διακείμενος ὥσπερ [10] ἄρχων πρὸς ἀρχόμενον: εἰ δὲ μὴ τοῦτο, ἀλλὰ τὸ ἴσον κατ᾽ ἀριθμὸν ἀξιοῖ. καὶ γὰρ δὴ καὶ ἐπὶ τῶν ἄλλων κοινωνιῶν οὕτω συμβαίνει. ὁτὲ μὲν γὰρ ἀριθμῷ τοῦ ἴσου μετέχουσιν, ὁτὲ δὲ λόγῳ. εἰ μὲν γὰρ ἴσον ἀριθμῷ εἰσήνεγκον ἀργύριον, ἴσον καὶ τῷ ἴσῳ ἀριθμῷ διαλαμβάνουσιν, εἰ δὲ [15] μὴ ἴσον, ἀνάλογον. ὁ δ᾽ ὑπερεχόμενος τοὐναντίον στρέφει τὸ ἀνάλογον, καὶ κατὰ διάμετρον συζεύγνυσιν. δόξειε δ᾽ ἂν οὕτως ἐλαττοῦσθαι ὁ ὑπερέχων καὶ λειτουργία ἡ φιλία καὶ ἡ κοινωνία. δεῖ ἄρα τινὶ ἑτέρῳ ἀνισάσαι καὶ ποιῆσαι ἀνάλογον. τοῦτο δ᾽ ἐστὶν ἡ τιμή, ὅπερ καὶ τῷ ἄρχοντι [20] φύσει καὶ θεῷ πρὸς τὸ ἀρχόμενον. δεῖ δὲ ἰσασθῆναι τὸ κέρδος πρὸς τὴν τιμήν.

ἡ δὲ κατ᾽ ἴσα φιλία ἐστὶν ἡ πολιτική. ἡ δὲ πολιτική ἐστι μὲν κατὰ τὸ χρήσιμον, καὶ ὥσπερ αἱ πόλεις ἀλλήλαις φίλαι, οὕτω καὶ οἱ πολῖται, καὶ ὁμοίως [25] “οὐκέτι γιγνώσκουσιν Ἀθηναῖοι Μεγαρῆας ” Fr. Eleg. Adespota 6 (Bergk) καὶ οἱ πολῖται, ὅταν μὴ χρήσιμοι ἀλλήλοις, ἀλλ᾽ ἐκ χειρὸς εἰς χεῖρα ἡ φιλία: ἔστι δὲ ἐνταῦθα καὶ ἄρχον καὶ ἀρχόμενον οὔτε τὸ φυσικὸν οὔτε τὸ βασιλικόν, ἀλλὰ τὸ ἐν τῷ μέρει, οὐδὲ τούτου ἕνεκα ὅπως εὖ ποιῇ ὁ θεός, ἀλλ᾽ [30] ἵνα ἴσον ᾖ τοῦ ἀγαθοῦ καὶ τῆς λειτουργίας. κατ᾽ ἰσότητα δὴ βούλεται εἶναι ἡ πολιτικὴ φιλία. ἔστι δὲ τῆς χρησίμου φιλίας εἴδη δύο, ἣ μὲν νομικὴ ἣ δ᾽ ἠθική. βλέπει δ᾽ ἡ μὲν πολιτικὴ εἰς τὸ ἴσον καὶ εἰς τὸ πρᾶγμα, ὥσπερ οἱ πωλοῦντες καὶ οἱ ὠνούμενοι. διὸ εἴρηται“μισθὸς ἀνδρὶ φίλῳ. ”Hes. WD 371 [35] ὅταν μὲν οὖν καθ᾽ ὁμολογίαν <ᾖ> ἡ πολιτικὴ αὕτη φιλία, [καὶ] νομική: ὅταν δ᾽ ἐπιτρέπωσιν αὐτοῖς, ἠθικὴ βούλεται εἶναι φιλία καὶ ἑταιρική. διὸ μάλιστα ἔγκλημα ἐν ταύτῃ τῇ φιλίᾳ: αἴτιον δ᾽ ὅτι παρὰ φύσιν. ἕτεραι γὰρ φιλίαι ἡ κατὰ τὸ χρήσιμον καὶ ἡ κατὰ τὴν ἀρετήν: οἳ δ᾽ [40] ἀμφότερα βούλονται ἅμα ἔχειν, καὶ ὁμιλοῦσι μὲν τοῦ χρησίμου ἕνεκα, 1243α ἠθικὴν δὲ ποιοῦσιν ὡς ἐπιεικεῖς, διὸ ὡς πιστεύοντες οὐ νομικὴν ποιοῦσιν. ὅλως μὲν γὰρ ἐν τῇ χρησίμῃ τῶν τριῶν πλεῖστα ἐγκλήματα (ἡ μὲν γὰρ ἀρετὴ ἀνέγκλητον, οἱ δ᾽ ἡδεῖς ἔχοντες καὶ δόντες ἀπαλλάττονται: οἱ δὲ χρήσιμοι [5] οὐκ εὐθὺς διαλύονται, ἂν μὴ νομικῶς καὶ ἑταιρικῶς προσφέρωνται): ὅμως δὲ τῆς χρησίμου ἡ νομικὴ ἀνέγκλητος. ἔστι δ᾽ ἡ μὲν νομικὴ διάλυσις πρὸς νόμισμα (μετρεῖται γὰρ τούτῳ τὸ ἴσον), ἡ δ᾽ ἠθικὴ ἑκούσιος. διὸ ἐνιαχοῦ νόμος ἐστὶ τοῖς οὕτως ὁμιλοῦσι φιλικῶς μὴ εἶναι δίκας τῶν [10] ἑκουσίων συναλλαγμάτων, ὀρθῶς: τοῖς γὰρ ἀγαθοῖς οὐ πέφυκε δίκαιον εἶναι, οἳ δ᾽ ὡς ἀγαθοὶ καὶ πιστοὶ συναλλάττουσιν. ἔστι δὲ ἐν ταύτῃ τῇ φιλίᾳ τὰ ἐγκλήματα ἀμφιβάλλοντα αὐτοῖς ἀμφότερα, πῶς ἑκάτερος ἐγκαλεῖ, ὅταν ἠθικῶς ἀλλὰ μὴ νομικῶς πιστεύσωσιν. καὶ ἔχει δὴ ἀπορίαν ποτέρως δεῖ [15] κρίνειν τὸ δίκαιον, πότερα πρὸς τὸ πρᾶγμα βλέποντα τὸ ὑπηρετηθὲν, πόσον, ἢ ποῖον ἦν τῷ πεπονθότι. ἐνδέχεται γὰρ ὅπερ λέγει Θέογνις:“σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα. ”Theog. 14 ἐνδέχεται δὲ καὶ τοὐναντίον γενέσθαι, ὥσπερ ἐν τῷ λόγῳ, [20] σοὶ μὲν παιδιὰν τοῦτ᾽ εἶναι, ἐμοὶ δὲ θάνατον. ἐντεῦθεν δ᾽ εἴρηται τὰ ἐγκλήματα. ὃ μὲν γὰρ ἀξιοῖ ἀντιπαθεῖν ὡς μέγα ὑπηρετήσας, ὅτι δεομένῳ ἐποίησιν, ἤ τι ἄλλο τοιοῦτο, λέγων πρὸς τὴν ἐκείνου ὠφέλειαν πόσον ἠδύνατο, ἀλλ᾽ οὐ τί ἦν αὐτῷ: ὃ δὲ τοὐναντίον ὅσον ἐκείνῳ, ἀλλ᾽ οὐχ ὅσον [25] αὐτῷ. ὁτὲ δὲ καὶ μεταλαμβάνων καὶ ἀμφιβάλλει. ὃ μὲν γὰρ ὅσον αὐτῷ μικρὸν ἀπέβη, ὃ δ᾽ ὅσον αὐτῷ μέγα ἐδύνατο, οἷον εἰ κινδυνεύσας δραχμῆς ἄξιον ὠφέλησεν, ὃ [28] μὲν τὸ τοῦ κινδύνου μέγεθος ὃ δὲ τὸ τοῦ ἀργυρίου, ὥσπερ ἐν τῇ τῶν νομισμάτων ἀποδόσει. καὶ γὰρ ἐνταῦθα περὶ [30] τούτων ἡ ἀμφισβήτησις: ὃ μὲν γὰρ ἀξιοῖ πῶς τότ᾽ ἦν, ὃ δὲ πῶς νῦν, ἂν μὴ διείπωνται. ἡ μὲν οὖν πολιτικὴ βλέπει εἰς τὴν ὁμολογίαν καὶ εἰς τὸ πρᾶγμα, ἡ δ᾽ ἠθικὴ εἰς τὴν προαίρεσιν. ὥστε καὶ δίκαιον τοῦτο μᾶλλον ἐστί, καὶ δικαιοσύνη φιλική. αἴτιον δὲ τοῦ μάχεσθαι, διότι καλλίων μὲν [35] ἡ ἠθικὴ φιλία, ἀναγκαιοτέρα δὲ ἡ χρησίμη. οἳ δ᾽ ἄρχονται μὲν ὡς οἱ ἠθικοὶ φίλοι καὶ δι᾽ ἀρετὴν ὄντες: ὅταν δ᾽ ἄντικρυς ᾖ τι τῶν ἰδίων, δῆλοι γίνονται ὅτι ἕτεροι ἦσαν. ἐκ περιουσίας γὰρ διώκουσιν οἱ πολλοὶ τὰ καλόν: διὸ καὶ τὴν καλλίω φιλίαν. 1243β ὥστε φανερὸν πῶς διαιρετέον περὶ τούτων. εἰ μὲν γὰρ ἠθικοὶ φίλοι, εἰς τὴν προαίρεσιν βλεπτέον εἰ ἴση, καὶ οὐθὲν ἄλλο ἀξιωτέον θατέρῳ παρὰ θατέρου: εἰ δ᾽ ὡς χρήσιμοι καὶ πολιτικοί, ὡς ἂν ἐλυσιτέλει [5] ὁμολογοῦσιν: ἂν δ᾽ ὃ μὲν φῇ ὧδε ὃ δὲ ἐκείνως, οὐ καλὸν μὲν ἀντιποιῆσαι, δέον τοὺς καλοὺς λέγειν λόγους, ὁμοίως δὲ καὶ ἐπὶ θατέρου, ἀλλ᾽ ἐπεὶ οὐ διείποντο ὡς ἠθικῶς, δεῖ κρίνειν τίνα, μηδ᾽ ὑποκρινόμενον μηδέτερον αὐτῶν ἐξαπατᾶν. ὥστε δεῖ στέργειν αὐτὸν τὴν τύχην. ὅτι δ᾽ ἐστὶν ἡ ἠθικὴ κατὰ [10] προαίρεσιν, δῆλον, ἐπεὶ κἂν εἰ μεγάλα παθὼν μὴ ἀποδῴη δι᾽ ἀδυναμίαν, ἀλλ᾽ ὡς ἠδύνατο, καλῶς: καὶ ὁ θεὸς ἀνέχεται κατὰ δύναμιν λαμβάνων τὰς θυσίας. ἀλλὰ τῷ πωλοῦντι οὐχ ἱκανῶς ἕξει, ἂν μὴ φήσῃ δύνασθαι πλέον δοῦναι, οὐδὲ τῷ δανείσαντι. [15]

πολλὰ ἐγκλήματα γίνεται ἐν ταῖς φιλίαις τοῖς μὴ κατ᾽ εὐθυωρίαν, καὶ τὸ δίκαιον ἰδεῖν οὐ ῥᾴδιον. χαλεπὸν γὰρ μετρῆσαι ἑνὶ τῷδε τὸ μὴ κατ᾽ εὐθυωρίαν, οἷον συμβαίνει ἐπὶ τῶν ἐρωτικῶν. ὃ μὲν γὰρ διώκει ὡς [τὸν] ἡδὺν ἐπὶ τὸ συζῆν, ὃ δ᾽ ἐκεῖνον ἐνίοτε ὡς χρήσιμον: ὅταν δὲ παύσηται τοῦ ἐρᾶν, ἄλλου [20] γινομένου ἄλλος γίνεται, καὶ τότε λογίζονται παντί τινος, καὶ ὡς Πύθων καὶ Παμμένης διεφέροντο καὶ ὡς διδάσκαλος καὶ μαθητής (ἐπιστήμη γὰρ καὶ χρήματα οὐχ ἑνὶ μετρεῖται), καὶ ὡς Ἡρόδικος ὁ ἰατρὸς πρὸς τὸν ἀποδιδόντα μικρὸν τὸν μισθόν, καὶ ὡς ὁ κιθαρῳδὸς καὶ ὁ βασιλεύς. ὃ μὲν γὰρ ὡς ἡδεῖ, [25] ὃ δ᾽ ὡς χρησίμῳ ὡμίλει: ὃ δ᾽ ἐπεὶ ἔδει ἀποδιδόναι, αὐτὸν αὑτὸν ὡς ἡδὺν ἐποίησεν, καὶ ἔφη, ὥσπερ ἐκεῖνον ᾁσαντα εὐφρᾶναι, οὕτω καὶ αὐτὸς ὑποσχόμενος ἐκείνῳ. ὅμως δὲ φανερὸν καὶ ἐνταῦθα πῶς γνωριστέον: ἑνὶ μὲν γὰρ μετρητέον καὶ ἐνταῦθ᾽, ἀλλ᾽ οὐχ ὅρῳ, ἀλλὰ λόγῳ: τῷ ἀνάλογον γὰρ [30] μετρητέον, ὥσπερ καὶ ἡ πολιτικὴ μετρεῖται κοινωνία. πῶς γὰρ κοινωνήσει γεωργῷ σκυτοτόμος, εἰ μὴ τῷ ἀνάλογον ἰσασθήσεται τὰ ἔργα; τοῖς δὲ μὴ κατ᾽ εὐθυωρίαν τὸ ἀνάλογον μέτρον, οἷον εἰ ὃ μὲν σοφίαν δοῦναι ἐγκαλεῖ, ὃ δ᾽ ἐκείνῳ ἀργύριον, τῇ σοφίᾳ πρὸς τὸ πλούσιον, εἶτα τί δοθὲν πρὸς [35] ἑκάτερον. εἰ γὰρ ὃ μὲν τοῦ ἐλάττονος ἥμισυ ἔδωκεν, ὃ δὲ τοῦ μείζονος μὴ πολλοστὸν μέρος, δῆλον ὅτι οὗτος ἀδικεῖ. ἔστι δὲ κἀνταῦθα ἐν ἀρχῇ ἀμφισβήτησις, ἂν φῇ ὃ μὲν ὡς χρησίμους συνελθεῖν αὐτούς, ὃ δὲ μή, ἀλλ᾽ ὡς κατ᾽ ἄλλην τινὰ φιλίαν. 1244α

περὶ δὲ τοῦ ἀγαθοῦ καὶ κατ᾽ ἀρετὴν φίλου, σκεπτέον πότερον δεῖ ἐκείνῳ τὰ χρήσιμα ὑπηρετεῖν καὶ βοηθεῖν ἢ τῷ ἀντιποιοῦντι καὶ δυναμένῳ. τοῦτο δὲ τὸ αὐτὸ πρόβλημα ἐστί, πότερον τὸν φίλον ἢ τὸν σπουδαῖον εὖ ποιητέον μᾶλλον. ἂν [5] μὲν γὰρ <ὁ> φίλος καὶ σπουδαῖος, ἴσως οὐ λίαν χαλεπόν, ἂν μή τις τὸ μὲν αὐξήσῃ τὸ δὲ ταπεινώσῃ, φίλον μὲν σφόδρα ποιῶν, ἐπιεικῆ δὲ ἠρέμα: εἰ δὲ μή, πολλὰ προβλήματα γίνεται, οἷον εἰ ὃ μὲν ἦν, οὐκ ἔσται δέ, ὃ δὲ ἔσται, οὔπω δέ, ἢ ὃ μὲν ἐγένετο, ἔστι δ᾽ οὔ, ὃ δὲ ἔστιν, οὐκ ἦν δὲ οὐδὲ ἔσται, ἀλλ᾽ [10] ἐκεῖνο ἐργωδέστερον. μὴ γάρ τι λέγει Εὐριπίδης, ποιήσας“λόγων δίκαιον μισθὸν ἂν λόγους φέροις, ἔργον δ᾽ ἐκεῖνος ἔργον <ὃς> παρέσχετο. ”Eur. Fr. 882 (Nauck) καὶ οὐ πάντα δεῖ τῷ πατρί, ἀλλ᾽ ἔστιν ἄλλ᾽ ἃ δεῖ τῇ μητρί: καίτοι βελτίων ὁ πατήρ. οὐδὲ γὰρ τῷ Διὶ πάντα θύεται, οὐδ᾽ ἔχει [15] πάσας τὰς τιμὰς ἀλλὰ τινάς: ἴσως οὖν ἔστιν ἃ δεῖ τῷ χρησίμῳ, ἄλλα δὲ τῷ ἀγαθῷ. οἷον οὐχ εἰ σῖτον δίδωσι καὶ τὰ ἀναγκαῖα, καὶ συζῆν τούτῳ δεῖ: οὐδ᾽ ᾧ τοίνυν τὸ συζῆν, τούτῳ ἃ μὴ οὗτος δίδωσιν, ἀλλὰ χρήσιμος. ἀλλ᾽ οἳ τοῦτο ποιοῦντες τούτῳ πάντα τῷ ἐρωμένῳ διδόασιν οὐ δέον, οὐδενός εἰσιν ἄξιοι. [20]

καὶ οἱ ἐν τοῖς λόγοις ὅροι τῆς φιλίας πάντες μέν πώς εἰσι φιλίας, ἀλλ᾽ οὐ τῆς αὐτῆς. τῷ μὲν γὰρ χρησίμῳ τὸ βούλεσθαι τὰ κείνῳ ἀγαθὰ καὶ τῷ εὖ ποιήσαντι καὶ τῷ ὁποῖος δεῖ (οὐ γὰρ ἐπισημαίνει οὗτος ὁ ὁρισμὸς τῆς φιλίας), ἄλλῳ δὲ τὸ εἶναι καὶ ἄλλῳ τὸ συζῆν, τῷ δὲ καθ᾽ ἡδονὴν [25] τὸ συναλγεῖν καὶ συγχαίρειν: πάντες δ᾽ οὗτοι οἱ ὅροι κατὰ φιλίαν μὲν λέγονται τινά, οὐ πρὸς μίαν δ᾽ οὐδείς. διὸ πολλοὶ εἰσί, καὶ ἕκαστος μιᾶς εἶναι δοκεῖ φιλίας, οὐκ ὤν, οἷον ἡ τοῦ εἶναι προαίρεσις. καὶ γὰρ ὁ καθ᾽ ὑπεροχὴν καὶ ποιήσας εὖ βούλεται τῷ ἔργῳ τῷ αὑτοῦ ὑπάρχειν, καὶ τῷ δόντι τὸ εἶναι δεῖ [30] καὶ ἀνταποδιδόναι, ἀλλὰ συζῆν οὐ τούτῳ, ἀλλὰ τῷ ἡδεῖ.

ἀδικοῦσιν οἱ φίλοι ἀλλήλους ἔνιοι: τὰ γὰρ πράγματα μᾶλλον, ἀλλ᾽ οὐ φιλοῦσι τὸν ἔχοντα: διὸ φιλεῖ κἀκείνους οἷον διότι ἡδὺς τὸν οἶνον εἵλετο, καὶ ὅτι χρήσιμος τὸν πλοῦτον εἵλετο: χρησιμώτερος γάρ. διὸ <οὐ> δεῖ ἀγανακτεῖν, ὥσπερ ἂν εἰ μᾶλλον [35] εἵλετο ἀντὶ ἥττονος. οἳ δ᾽ ἐγκαλοῦσιν: ἐκεῖνον γὰρ νῦν ζητοῦσι τὸν ἀγαθόν, πρότερον ζητήσαντες τὸν ἡδὺν ἢ τὸν χρήσιμον. 1244β

σκεπτέον δὲ καὶ περὶ αὐταρκείας καὶ φιλίας, πῶς ἔχουσι πρὸς τὰς ἀλλήλων δυνάμεις. ἀπορήσειε γὰρ ἄν τις πότερον, εἴ τις εἴη κατὰ πάντα αὐτάρκης, ἔσται τούτῳ φίλος. εἰ κατ᾽ ἔνδειαν ζητεῖται φίλος καὶ ἔσται ἀγαθὸς [5] αὐταρκέστατος, εἰ ὁ μετ᾽ ἀρετῆς εὐδαίμων, τί ἂν δέοι φίλου; οὔτε γὰρ τῶν χρησίμων δεῖσθαι αὐτάρκους οὔτε τῶν εὐφρανούντων οὔτε τοῦ συζῆν: αὐτὸς γὰρ αὑτῷ ἱκανὸς συνεῖναι. μάλιστα δὲ τοῦτο φανερὸν ἐπὶ θεοῦ: δῆλον γὰρ ὡς οὐδενὸς προσδεόμενος οὐδὲ φίλου δεήσεται, οὐδ᾽ ἔσται αὐτῷ οὔτε μηθὲν [10] δεσπότου. ὥστε καὶ ἄνθρωπος ὁ εὐδαιμονέστατος ἥκιστα δεήσεται φίλου, ἀλλ᾽ ἢ καθ᾽ ὅσον ἀδύνατον εἶναι αὐτάρκη. ἀνάγκη ἄρα ἐλαχίστους εἶναι φίλους τῷ ἄριστα ζῶντι, καὶ ἀεὶ ἐλάττους γίνεσθαι, καὶ μὴ σπουδάζειν ὅπως ὦσι φίλοι, ἀλλ᾽ ὀλιγωρεῖν μὴ μόνον τῶν χρησίμων, ἀλλὰ καὶ εἰς τὸ [15] συζῆν αἱρετῶν. ἀλλὰ μὴν καὶ τότε φανερὸν ἂν εἶναι δόξειεν ὡς οὐ χρήσεως ἕνεκα ὁ φίλος οὐδ᾽ ὠφελείας, ἀλλὰ δι᾽ ἀρετὴν φίλος μόνος. ὅταν γὰρ μηθενὸς ἐνδεεῖς ὦμεν, τότε τοὺς συναπλαυσομένους ζητοῦσι πάντες, καὶ τοὺς εὖ πεισομένους μᾶλλον ἢ τοὺς ποιήσοντας. ἀμείνω δ᾽ ἔχομεν [20] κρίσιν αὐτάρκεις ὄντες ἢ μετ᾽ ἐνδείας, ὅτε μάλιστα τῶν συζῆν ἀξίων δεόμεθα φίλων. περὶ δὲ τῆς ἀπορίας ταύτης σκεπτέον, μή ποτε τὸ μέν τι λέγεται καλῶς, τὸ δὲ λανθάνει διὰ τὴν παραβολήν. δῆλον δὲ λαβοῦσι τί τὸ ζῆν τὸ κατ᾽ ἐνέργειαν, καὶ ὡς τέλος. φανερὸν οὖν ὅτι τὸ αἰσθάνεσθαι [25] καὶ τὸ γνωρίζειν, ὥστε καὶ τὸ συζῆν τὸ συναισθάνεσθαι καὶ τὸ συγγνωρίζειν ἐστίν. ἔστι δὲ τὸ αὑτοῦ αἰσθάνεσθαι καὶ τὸ αὑτὸν γνωρίζειν αἱρετώτατον ἑκάστῳ, καὶ διὰ τοῦτο τοῦ ζῆν πᾶσιν ἔμφυτος ἡ ὄρεξις: τὸ γὰρ ζῆν δεῖ τιθέναι γνῶσιν τινά. εἰ οὖν τις ἀποτέμοι καὶ ποιήσειε τὸ γινώσκειν αὐτὸ [30] καθ᾽ αὑτὸ καὶ μὴ (ἀλλὰ τοῦτο μὲν λανθάνει, ὥσπερ ἐν τῷ [31] λόγῳ γέγραπται, τῷ μέντοι πράγματι ἔστι μὴ λανθάνειν), οὐθὲν ἂν διαφέροι ἢ τὸ γινώσκειν ἄλλον ἀνθ᾽ αὑτοῦ: τὸ δ᾽ ὅμοιον τοῦ ζῆν ἀνθ᾽ αὑτοῦ ἄλλον. εὐλόγως δὴ τὸ ἑαυτοῦ αἰσθάνεσθαι καὶ γνωρίζειν αἱρετώτερον. δεῖ γὰρ ἅμα [35] συνθεῖναι δύο ἐν τῷ λόγῳ, ὅτι τε τὸ ζῆν [καὶ] αἱρετόν, καὶ ὅτι τὸ ἀγαθόν, καὶ ἐκ τούτων ὅτι τὸ αὐτὸ τοῖς ὑπάρχειν τὴν τοιαύτην φύσιν. 1245α εἰ οὖν ἐστιν ἀεὶ τῆς τοιαύτης συστοιχίας ἡ ἑτέρα ἐν τῇ τοῦ αἱρετοῦ τάξει, καὶ τὸ γνωστὸν καὶ τὸ αἰσθητόν ἐστιν ὡς ὅλως εἰπεῖν τῷ κοινωνεῖν τῆς ὡρισμένης φύσεως: ὥστε τὸ αὑτοῦ βούλεσθαι αἰσθάνεσθαι τὸ αὑτὸν εἶναι τοιονδὶ [5] βούλεσθαι ἐστίν. ἐπεὶ οὖν οὐ κατ᾽ αὐτούς ἐσμεν ἕκαστον τούτων, ἀλλὰ κατὰ μετάληψιν τῶν δυνάμεων ἐν τῷ αἰσθάνεσθαι ἢ γνωρίζειν (αἰσθανόμενος μὲν γὰρ αἰσθητὸς γίνεται ταύτῃ καὶ κατὰ τοῦτο, καθὰ πρότερον αἰσθάνεται, καὶ ᾗ καὶ οὗ, γνωστὸς δὲ γινώσκων): ὥστε διὰ τοῦτο καὶ ζῆν ἀεὶ βούλεται, ὅτι [10] βούλεται ἀεὶ γνωρίζειν, τοῦτο δὲ ὅτι αὐτὸς εἶναι τὸ γνωστόν. τὸ δὴ συζῆν αἱρεῖσθαι δόξειε μὲν ἂν εἶναι σκοπουμένοις πως εὔηθες (ἐπὶ τῶν κοινῶν πρῶτον καὶ τοῖς ἄλλοις ζῴοις, οἷον τοῦ συνεσθίειν ἢ τοῦ συμπίνειν: τί γὰρ διαφέρει τὸ πλησίον οὖσι ταῦτα συμβαίνειν ἢ χωρίς, ἂν ἀφέλῃς τὸν λόγον; [15] ἀλλὰ μὴν καὶ τοῦ λόγου κοινωνεῖν τοῦ τυχόντος ἕτερον τοιοῦτον: ἅμα τε οὔτε διδάσκειν οὔτε μανθάνειν τοῖς αὐταρκέσι φίλοις οἷόν τε: μανθάνων μὲν γὰρ αὐτὸς οὐκ ἔχει ὡς δεῖ, διδάσκοντος δ᾽ ὁ φίλος, ἡ δ᾽ ὁμοιότης φιλία): ἀλλὰ μὴν φαίνεταί γε, καὶ πάντες ἥδιον τῶν ἀγαθῶν μετὰ τῶν [20] φίλων κοινωνοῦμεν, καθ᾽ ὅσον ἐπιβάλλει ἕκαστον καὶ οὗ δύναται ἀρίστου, ἀλλὰ τούτων τῷ μὲν ἡδονῆς σωματικῆς, τῷ δὲ θεωρίας μουσικῆς, τῷ δὲ φιλοσοφίας. καὶ τὸ ἅμα δεῖ εἶναι τῷ φίλῳ. διό φησι "μόχθος οἱ τηλοῦ φίλοι", ὥστ᾽ οὐ δεῖ γενέσθαι ἀπ᾽ ἀλλήλων τούτου γινομένου. ὅθεν καὶ ὁ ἔρως [25] δοκεῖ φιλίᾳ ὅμοιον εἶναι: τοῦ γὰρ συζῆν ὀρέγεται ὁ ἐρῶν, ἀλλ᾽ οὐχ ᾗ μάλιστα δεῖ, ἀλλὰ κατ᾽ αἴσθησιν.

ὁ μὲν τοίνυν λόγος ἐκεῖνά φησι διαπορῶν, τὸ δ᾽ ἔργον οὕτω φαίνεται γινόμενον, ὥστε δῆλον ὅτι παρακρούεταί πως ἡμᾶς ὁ διαπορῶν. σκεπτέον ἔνθεν τἀληθές. ὁ γὰρ φίλος βούλεται εἶναι, [30] ὥσπερ ἡ παροιμία φησίν, ἄλλος Ἡρακλῆς, ἄλλος αὐτός. διέσπασται δὲ καὶ χαλεπὸν τὰ ἐφ᾽ ἑνὸς γενέσθαι: ἀλλὰ κατὰ μὲν τὴν φύσιν τὸ συγγενέστατον, κατὰ δὲ τὸ σῶμα ὅμοιος ἕτερος, ἄλλος δὲ κατὰ τὴν ψυχήν, καὶ τούτων κατὰ μόριον ἕτερος ἕτερον. ἀλλ᾽ οὐθέν τε ἧττον βούλεται ὥσπερ [35] αὐτὸς διαιρετὸς εἶναι ὁ φίλος. τὸ οὖν τοῦ φίλου αἰσθάνεσθαι τὸ αὑτοῦ πως ἀνάγκη αἰσθάνεσθαι εἶναι, καὶ τὸ <τὸν φίλον γνωρίζειν τὸ> αὑτόν πως γνωρίζειν. ὥστε καὶ τὰ φορτικὰ μὲν συνήδεσθαι καὶ συζῆν τῷ φίλῳ ἡδὺ εὐλόγως (συμβαίνει γὰρ ἐκείνου ἅμα αἴσθησις ἀεί), μᾶλλον δὲ τὰς θειοτέρας ἡδονάς. αἴτιον δ᾽ ὅτι ἀεὶ ἥδιον ἑαυτὸν θεωρεῖν ἐν τῷ βελτίονι ἀγαθῷ. 1245β τοῦτο δ᾽ ἐστὶν ὁτὲ μὲν πάθος, ὁτὲ δὲ πρᾶξις, ὁτὲ δὲ ἕτερόν τι. εἰ δ᾽ αὐτὸν εὖ ζῆν, καὶ οὕτω καὶ τὸν φίλον, ἐν δὲ τῷ συζῆν συνεργεῖν, ἡ κοινωνία τῶν ἐν τέλει μάλιστά γε. διὸ <δεῖ> [5] συνθεωρεῖν καὶ συνευωχεῖσθαι, οὐ τὰ διὰ τροφὴν καὶ τὰ ἀναγκαῖα: αἱ τοιαῦται ὁμιλίαι δοκοῦσιν εἶναι, ἀλλὰ ἀπολαύσεις. ἀλλ᾽ ἕκαστος οὗ δύναται τυγχάνειν τέλους, ἐν τούτῳ βούλεται συζῆν: εἰ δὲ μή, καὶ ποιεῖν εὖ καὶ πάσχειν ὑπὸ τῶν φίλων αἱροῦνται μάλιστα. ὅτι μὲν τοίνυν [10] καὶ δεῖ συζῆν, καὶ ὅτι μάλιστα βούλονται πάντες, καὶ ὅτι ὁ εὐδαιμονέστατος καὶ ἄριστος μάλιστα τοιοῦτος, φανερόν: ὅτι δὲ κατὰ τὸν λόγον οὐκ ἐφαίνετο, καὶ τοῦτ᾽ εὐλόγως συνέβαινε λέγοντος ἀληθῆ. κατὰ τὴν σύνθεσιν γὰρ τῆς παραβολῆς ἀληθοῦς οὔσης ἡ λύσις <οὐκ> ἔστιν. ὅτι γὰρ ὁ θεὸς οὐ [15] τοιοῦτος οἷος δεῖσθαι φίλου, καὶ τὸν ὅμοιον ἀξιοῦμεν. καίτοι κατὰ τοῦτον τὸν λόγον οὐδὲ νοήσει ὁ σπουδαῖος: οὐ γὰρ οὕτως ὁ θεὸς εὖ ἔχει, ἀλλὰ βέλτιον ἢ ὥστε ἄλλο τι νοεῖν παρ᾽ αὐτὸς αὑτόν. αἴτιον δ᾽ ὅτι ἡμῖν μὲν τὸ εὖ καθ᾽ ἕτερον, ἐκείνῳ δὲ αὐτὸς αὑτοῦ τὸ εὖ ἐστίν. [20]

καὶ τὸ ζητεῖν ἡμῖν καὶ εὔχεσθαι πολλοὺς φίλους, ἅμα δὲ λέγειν ὡς οὐθεὶς φίλος ᾧ πολλοὶ φίλοι, ἄμφω λέγεται ὀρθῶς. ἐνδεχομένου γὰρ πολλοῖς συζῆν ἅμα καὶ συναισθάνεσθαι ὡς πλείστοις αἱρετώτατον: ἐπεὶ δὲ χαλεπώτατον, ἐν ἐλάττοσιν ἀνάγκη τὴν ἐνέργειαν τῆς συναισθήσεως εἶναι, ὥστ᾽ οὐ μόνον χαλεπὸν τὸ [25] πολλοὺς κτήσασθαι (πείρας γὰρ δεῖ), ἀλλὰ καὶ οὖσι χρήσασθαι.

καὶ ὁτὲ μὲν ἀπεῖναι εὖ πράττοντα τὸν φιλούμενον βουλόμεθα, ὁτὲ δὲ μετέχειν τῶν αὐτῶν, καὶ τὸ ἅμα βούλεσθαι εἶναι φιλικόν. ἐνδεχομένου μὲν γὰρ ἅμα καὶ εὖ, τοῦτο πάντες αἱροῦνται: μὴ ἐνδεχομένου δέ, ἀλλ᾽ ὥσπερ τὸν [30] Ἡρακλῆ ἴσως ἂν ἡ μήτηρ εἵλετο θεὸν εἶναι μᾶλλον ἢ μετ᾽ αὐτῆς ὄντα τῷ Εὐρυσθεῖ θητεύειν. ὁμοίως γὰρ ἂν εἴπειεν καὶ ὃν ὁ Λάκων ἔσκωψεν, ἐπεί τις ἐκέλευσεν αὐτὸν χειμαζόμενον ἐπικαλέσασθαι τοὺς Διοσκόρους. δοκεῖ δὲ τοῦ μὲν φιλοῦντος τὸ ἀπείργειν εἶναι τῆς συμμεθέξεως τῶν [35] χαλεπῶν, τοῦ δὲ φιλουμένου τὸ βούλεσθαι συμμετέχειν, καὶ ταῦτα ἀμφότερα συμβαίνει εὐλόγως. δεῖ γὰρ τῷ φίλῳ μηθὲν εἶναι οὕτω λυπηρὸν ὡς <μὴ> ἰδεῖν τὸν φίλον: δοκεῖ δὲ δεῖν αἱρεῖσθαι μὴ τὸ αὑτοῦ. διὸ κωλύουσι συμμετέχειν: ἱκανοὶ γὰρ αὐτοὶ κακοπαθοῦντες, ἵνα μὴ φαίνωνται τὰ αὑτῶν σκοποῦντες καὶ αἱρεῖσθαι τὸ χαίρειν λυπουμένου τοῦ φίλου. 1246α ἔτι δὲ τὸ κουφότεροι εἶναι μὴ μόνοι φέροντες τὰ κακά. ἐπεὶ δ᾽ αἱρετὸν τό τ᾽ εὖ καὶ τὸ ἅμα, δῆλον ὅτι τὸ ἅμα εἶναι μετ᾽ ἐλάττονος ἀγαθοῦ αἱρετώτερόν πως ἢ χωρὶς μετὰ μείζονος. [5] ἐπεὶ δὲ ἄδηλον τὸ πόσον δύναται τὸ ἅμα, ἤδη διαφέρονται καὶ οἴονται τὸ μετέχειν ἅμα πάντων φιλικόν, [καὶ] ὥσπερ συνδειπνεῖν ἅμα φασὶν ἥδιον ταὐτὰ ἔχοντας: οἳ δ᾽ ἂν μέντοι οὐ βούλονται. ἐπεὶ δ᾽ εἴ γέ τις ὑπερβολὰς ποιήσει, ὁμολογῶσιν ἅμα κακῶς πράττοντας σφόδρα ἢ εὖ σφόδρα [10] χωρίς. παραπλήσιον δὲ τούτῳ καὶ περὶ τὰς ἀτυχίας. ὁτὲ μὲν γὰρ βουλόμεθα τοὺς φίλους ἀπεῖναι οὐδὲ λυπεῖν, ὅταν μηθὲν μέλλωσι ποιήσειν πλέον: ὁτὲ δὲ αὐτοὺς ἥδιστον παρεῖναι. τὸ δὲ τῆς ὑπεναντιώσεως ταύτης καὶ μάλ᾽ εὔλογον. διὰ γὰρ τὰ προειρημένα τοῦτο συμβαίνει, καὶ ὅτι μὲν τὸ [15] λυπούμενον ἢ ἐν φαύλῃ ὄντα ἕξει τὸν φίλον θεωρεῖν φεύγομεν ἁπλῶς, ὥσπερ καὶ ἡμᾶς αὐτούς, τὸ δ᾽ ὁρᾶν τὸν φίλον ἡδύ, ὥσπερ ἄλλο τι τῶν ἡδίστων, διὰ τὴν εἰρημένην αἰτίαν, καὶ μὴ κάμνοντα, εἰ αὐτός: ὥστε ὁπότερον ἂν τούτων ᾖ μᾶλλον ἡδύ, ποιεῖ τὴν ῥοπὴν τοῦ βούλεσθαι παρεῖναι ἢ μή. [20] καὶ τοῦτο ἐπὶ τῶν χειρόνων συμβαίνει καὶ διὰ τὴν αὐτὴν αἰτίαν γίνεσθαι: μάλιστα γὰρ φιλοτιμοῦνται τοὺς φίλους μὴ πράττειν εὖ μηδ᾽ εἶναι ἀνάγκαι αὐτοῖς κακῶς. διὸ ἐνίοτε τοὺς ἐρωμένους συναποτιννύασι. μᾶλλον γὰρ τοῦ οἰκείου αἰσθάνεσθαι κακοῦ, ὥσπερ ἂν εἰ καὶ μεμνημένος ὅτι ποτὲ [25] εὖ ἔπραττε μᾶλλον, ἢ εἰ ᾤετο ἀεὶ κακῶς πράττειν.