Επιτομή Ιστοριών/2
←Βιβλίο 1 | Επιτομή Ιστοριών Συγγραφέας: Βιβλίο 2: Ο Δαβίδ προς τον Ναβουχοδονόσορα |
Βιβλίο 3→ |
ed. Ludwig Dindorf. Teubner. 1868-1871. vol. 1., pp. 101-175 |
Κεφάλαιο 1
[Επεξεργασία]- Πηγές: Iosephi Ant. 7,1−2. Regum 2,1−5.
Ἄρτι δ' ἐπανῆλθε Δαβὶδ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς καί τις ἀνὴρ προσῆλθεν αὐτῷ ἀπαγγέλλων τὴν ἧτταν τῶν Ἰσραηλιτῶν καὶ τὸν θάνατον τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν. ἀνακρινόμενος δὲ εἰ ἀληθῆ ἀπαγγέλλει, εἶπε καιρίαν πληγῆναι τὸν Σαούλ, καὶ μὴ οἷόν τε ὄντα δι' ἀσθένειαν ἑαυτὸν ἀνελεῖν παρακαλέσαι αὐτόν, ἵνα μὴ ζῶν τοῖς πολεμίοις ἁλῷ, ἐπιρρῶσαι αὐτῷ τὴν πληγὴν ἐπιπεσόντι τῇ ἰδίᾳ ῥομφαίᾳ· καὶ ποιῆσαι κατὰ τὸ ἐπίταγμα, καὶ τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰς πίστιν τῶν λόγων προέτεινε τὸν ἐπὶ τῆς κεφαλῆς ἐκείνου βασίλειον στέφανον καὶ τὸν ἐπὶ τοῖς βραχίοσι χρυσόν, καὶ ἐδίδου Δαβίδ. ἐθρήνησεν οὖν Δαβὶδ καὶ οἱ μετ' αὐτοῦ τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν, τὸν δὲ τὸν Σαοὺλ ἀνελόντα ἐκόλασεν, ὅτι τῷ χριστῷ κυρίου τὴν χεῖρα ἐπήνεγκε. καὶ μετὰ ταῦτα τοῦ θεοῦ κελεύσαντος εἰς Χεβρὼν ἀνέβη, πόλιν Ἰούδα, μετὰ ἀμφοῖν τῶν γυναικῶν αὐτοῦ Ἀχινοὸμ καὶ Ἀβιγαίας, καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ πανοικί· ἔνθα βασιλεὺς αἱρεῖται παρὰ τῆς Ἰούδα φυλῆς. εὐλόγησε δὲ Δαβὶδ τοὺς ἄνδρας Ἰαβεὶς ὡς θάψαντας τοὺς τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν νεκρούς.
Ὁ δὲ τοῦ Σαοὺλ ἀρχιστράτηγος Ἀβεννὴρ λαβὼν τὸν περίλοιπον υἱὸν τοῦ κυρίου αὐτοῦ τὸν Ἰεβοσθέ, βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ, τοῦ Ἰούδα χωρίς, ἀνηγόρευσεν. ἦν δὲ τεσσαράκοντα ἐτῶν, ὅτε ἐβασίλευσεν ὁ Ἰεβοσθέ, καὶ δύο ἔτη τῆς βασιλείας ἐκράτησεν. ὁ δὲ Ἀβεννὴρ δι' ὀργῆς ἐποιεῖτο τὴν Ἰούδα φυλὴν ὡς βασιλεύσασαν τὸν Δαβίδ, καὶ ὥρμησε κατ' αὐτῆς. ἀπήντησε δ' αὐτῷ μετὰ δυνάμεως [102] Ἰωάβ, ὃς ἦν τοῦ Δαβὶδ ἀρχιστράτηγος. καὶ πρῶτον μὲν δώδεκα ἐξ ἑκάστης ἐμονομάχησαν στρατιᾶς· πάντων δὲ πεπτωκότων ἐκείνων, καὶ ἄμφω αἱ στρατιαὶ ἀλλήλαις προσέβαλον, καὶ ἡττήθησαν οἱ τοῦ Ἀβεννήρ. Ἀβεσὰ δὲ καὶ Ἀσαὴλ ἀδελφοὶ Ἰωάβ. ὁ δὲ Ἀσαὴλ ἐπὶ ποδῶν ὠκύτητι σεμνυνόμενος ἐδίωκεν ὄπισθεν Ἀβεννήρ. ὁ δὲ ἀναστρέφειν παρῄνει· ἐπεὶ δὲ μὴ ἔπειθε, πλήξας αὐτὸν ἐξόπισθεν καιρίως ἀπέκτεινε. τοῦ τεθνεῶτος δ' οἱ σύγγονοι διὰ τὴν τοῦ ἀδελφοῦ σφαγὴν ὀργιζόμενοι μετέθεον τὸν Ἀβεννήρ. ἐκεῖνος δὲ στὰς ἐπὶ κορυφῆς ἑνὸς τῶν βουνῶν ἐβόησε πρὸς Ἰωὰβ λέγων "μὴ παρόξυνε πρὸς μάχην ἄνδρας ὁμοεθνεῖς· καὶ Ἀσαὴλ γὰρ ἡμάρτηκε μὴ πεισθείς μοι συμβουλεύοντι ἀναστρέφειν, κἀντεῦθεν τέτρωταί τε καὶ τέθνηκε." παράκλησιν οὖν τοὺς λόγους τούτους ὁ Ἰωὰβ ἡγησάμενος ἀνακλητικὸν ἠχῆσαι κελεύει τὴν σάλπιγγα καὶ τὴν δίωξιν ἔστησεν. ἀρχὴν δ' ἐξ ἐκείνου παρ' Ἑβραίοις ἔλαβεν ὁ ἐμφύλιος πόλεμος, καὶ διέμεινεν ἐπὶ πλεῖστον, τῶν μὲν τοῦ Δαβὶδ κραταιουμένων, ἀσθενούντων δέ γε τῶν τοῦ Σαούλ.
Ἐτέχθησαν δὲ τῷ Δαβὶδ ἐν Χεβρὼν ὄντι ἐκ γυναικῶν διαφόρων υἱοὶ ἕξ, ὧν ἦν πρωτότοκος ὁ Ἀμνών. τοῦ δὲ Ἀβεννὴρ παλλακῇ μιχθέντος Σαούλ, ἠγανάκτησεν Ἰεβοσθὲ κατ' αὐτοῦ διὰ τὴν παλλακὴν τοῦ πατρὸς αὐτοῦ. τοῦτο γέγονεν αἴτιον τοῦ προσρυῆναι τὸν Ἀβεννὴρ τῷ Δαβίδ. ὁ δὲ Δαβὶδ στείλας πρὸς τὸν Ἰεβοσθὲ τὴν ἰδίαν γυναῖκα ἐζήτει Μελχόλ. ὁ δὲ ἀποσπάσας αὐτὴν τοῦ ἀνδρός, ᾧ μετὰ τὴν φυγὴν τοῦ Δαβὶδ ἡρμόσατο αὐτὴν ὁ Σαούλ, ἀπέστειλε τῷ Δαβίδ. Ἀβεννὴρ δὲ τοῖς γηραιοῖς τοῦ πλήθους τῶν Ἰσραηλιτῶν καὶ τοῖς ταξιάρχαις διαλεχθεὶς μεταθέσθαι συνῄνεσε πρὸς Δαβίδ, τοῦτο καὶ πάντων προθυμουμένων.
[103] τοῦτο δὲ ποιήσας ἧκε πρὸς τὸν Δαβὶδ ἐνόρκους πίστεις ληψόμενος. καὶ δεχθεὶς ἀσμένως, ἀπῄει συναθροίσων τὸ πλῆθος, ἵνα παρὰ πάντων ἀναρρηθῇ ὁ Δαβίδ. ἐλθὼν δὲ πρὸς Χεβρὼν Ἰωὰβ καὶ μαθὼν τὰ περὶ Ἀβεννήρ, δείσας μὴ ὑπερέξει ἐκεῖνος αὐτοῦ, κατεῖπε μὲν πολλὰ τοῦ ἀνδρὸς πρὸς Δαβίδ, μὴ πείθων δὲ στέλλει λάθρᾳ τὸν καλέσοντα τὸν Ἀβεννὴρ ὡς ἐκ τοῦ Δαβίδ· κἀκεῖνος ἀνέστρεψε. καὶ ὑπαντήσας αὐτῷ Ἰωάβ, καὶ ὥς τι μυστικώτερον αὐτῷ διαλεξόμενος πόρρω τῶν οἰκείων ἀπαγαγὼν αὐτὸν κτείνει, ξίφει πατάξας ὑπὸ λαγόνα. Δαβὶδ δὲ τοῦτο μαθὼν ἤλγησε σφόδρα καὶ τῷ τὸν ἄνδρα κτείναντι κατηράσατο, καὶ ἐθρήνησε τὸν θανόντα καὶ φιλοτίμως ἐνεταφίασεν. Ἰεβοσθὲ δὲ μετὰ μικρὸν ἐπιβουλευθεὶς ἐσφάγη κοιμώμενος. καὶ οἱ τοῦτον ἀνελόντες, δύο ὄντες, τὴν κεφαλὴν λαβόντες αὐτοῦ τῷ Δαβὶδ ἀπεκόμισαν. ὁ δὲ οὐ μόνον μὴ κεχαρισμένα πρᾶξαι αὐτῷ τοὺς ἄνδρας ἡγήσατο, ἀλλὰ καὶ ἀναιρεθῆναι προσέταξε, δίκας τοῦ φόνου πραττόμενος. εἶτα πᾶς Ἰσραὴλ πορεύεται πρὸς Δαβίδ, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα πασῶν τῶν φυλῶν. ἦν δὲ τριακονταέτης Δαβὶδ ὅτε ἐπὶ τὸν Ἰούδαν ἐβασίλευσεν, καὶ ἦρξεν ἐν Χεβρὼν τῆς τοῦ Ἰούδα μόνης φυλῆς ἐνιαυτοὺς ἑπτά, τριάκοντα δὲ καὶ τρεῖς τοῦ παντὸς Ἰσραήλ.
Κεφάλαιο 2
[Επεξεργασία]- Iosephi Ant. 7,3−5. Regum 2,5−9.
Ἀπῆρε δ' ἐκ Χεβρὼν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ, καὶ παραγέγονεν εἰς Ἱεροσόλυμα. κατῴκουν δὲ τότε τὴν πόλιν καὶ τὴν γῆν ἐκείνην Ἰεβουσαῖοι, ὅθεν Ἰεβοῦς ἐκαλεῖτο ἡ πόλις· Χαναναίοις δ' ἦσαν κατὰ γένος προσήκοντες. οἳ τοὺς τυφλοὺς καὶ χωλοὺς καὶ [104] ἄλλως πεπηρωμένους στήσαντες ἐπὶ τῶν ἐπάλξεων ἐπὶ χλεύῃ, μὴ παραχωρεῖν αὐτοὺς ἔλεγον τῷ Δαβὶδ τῆς εἰς τὴν πόλιν εἰσόδου. ὀργισθεὶς δὲ διὰ ταῦτα Δαβὶδ πολιορκίᾳ τὴν πόλιν εἷλε, καὶ τοὺς Ἰεβουσαίους ἐκεῖθεν ὠσάμενος καὶ ἀνοικοδομήσας αὐτὴν εἰς ὄνομα οἰκεῖον πόλιν Δαβὶδ ἐπωνόμασεν, ἐπὶ Ἀβραὰμ Σόλυμα καλουμένην. καὶ διέτριβεν ἐν αὐτῇ βασίλεια δομησάμενος. ἐγένοντο δὲ ἔτι παῖδες αὐτῷ ἐκ γυναικῶν πλειόνων καὶ παλλακῶν. καὶ οἱ ἀλλόφυλοι ἐστράτευσαν κατὰ τοῦ Δαβίδ, ὁ δὲ τοῦ θεοῦ ἐπινεύσαντος ἔξεισι κατ' αὐτῶν μετὰ τῆς ἑαυτοῦ στρατιᾶς καὶ νικᾷ. οἱ δὲ πολὺ πλείους συναθροισθέντες πάλιν ἐπῄεσαν. ἐρομένου δὲ καὶ αὖθις τὸν θεὸν τοῦ Δαβίδ, ἐν τοῖς ἄλσεσι τοῦ Κλαυθμῶνος προσέταξεν ὁ θεὸς αὐλίζεσθαι σὺν τῇ στρατιᾷ, καὶ μὴ ἄλλως προσβάλλειν τοῖς ἐναντίοις πρὶν ἂν τὰ ἄλση σαλεύεσθαι ἄρξωνται. καὶ οὕτω ποιήσας τρέπει τοὺς πολεμίους, καὶ ἄχρι τῶν ὁρίων αὐτῶν διώκων αὐτοὺς ἔκτεινε. μετὰ ταῦτα συνεκάλεσε Δαβὶδ τοὺς ἱερεῖς καὶ Λευίτας καὶ ἅπαντα τὸν λαὸν εἰς Καριαθιαρείμ. καὶ ἐπεβίβασαν οἱ ἱερεῖς τὴν κιβωτὸν κυρίου ἐφ' ἅμαξαν καινήν, κατάγοντες αὐτὴν εἰς Ἱεροσόλυμα. καὶ ὁ λαὸς καὶ ὁ βασιλεὺς ᾖδον ἔμπροσθεν αὐτῆς πορευόμενοι. ἀνατραπῆναι δὲ κινδυνευούσης τῆς κιβωτοῦ, Ὀζὰν ὁ υἱὸς τοῦ Ἀμιναδὰβ ἐκτείνας τὴν χεῖρα κατέσχεν αὐτὴν καὶ ἐπεστήριξε μὴ πεσεῖν. θνήσκει οὖν αὐτίκα, ὀργισθέντος τοῦ θεοῦ ὅτι ἥψατο τῆς κιβωτοῦ, ἐπεὶ μὴ ἱέρωτο· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος ἐντεῦθεν Διακοπή. καὶ ηὐλαβήθη Δαβὶδ εἰσαγαγεῖν εἰς τὴν πόλιν τὴν κιβωτόν, κατέθετο δὲ αὐτὴν εἰς τὸν οἶκον Ἀβεδδαρὰ Λευίτου ἀνδρός· καὶ ἦν ἐκεῖ μῆνας τρεῖς, καὶ ἀπήλαυσεν ὁ οἶκος τοῦ ἀνδρὸς [105] ἐκείνου πολλῶν ἀγαθῶν. καὶ ἀκούσας Δαβὶδ μετεκόμισεν ἐκεῖθεν τὴν κιβωτὸν εἰς τὴν πόλιν τὴν ἑαυτοῦ, ἑπτὰ χορῶν προαγόντων. καὶ αὐτὸς τὴν κινύραν ἔκρουε καὶ ἐχόρευε παίζων. ἰδοῦσα δὲ αὐτὸν ὀρχούμενον καὶ σκιρτῶντα ἡ γυνὴ αὐτοῦ Μελχὸλ ἐμέμψατο αὐτῷ ὡς ἀσχημονοῦντι· ὁ δὲ οὐκ αἰδεῖσθαι εἶπεν, ἐπεὶ μὴ ἀσχημοσύνη ταῦτα, γινόμενα εἰς θεόν. εἰσήνεγκαν δὲ τὴν κιβωτὸν καὶ κατέθεντο εἰς τὴν σκηνὴν ἣν ἔπηξεν αὐτῇ ὁ Δαβίδ. εἶτα οἶκον δομήσασθαι τῇ κιβωτῷ ἠβουλήθη. καὶ ὁ θεὸς τῷ προφήτῃ Νάθαν ἐντέλλεται εἰπεῖν τῷ Δαβὶδ ὅτι "οὐ σὺ οἰκοδομήσεις μοι οἶκον, ἀλλ' ὁ υἱός σου, ὃς σοῦ θανόντος τὴν βασιλείαν σου διαδέξεται." ταῦτα τοῦ προφήτου τῷ Δαβὶδ ἀπαγγείλαντος ἐκεῖνος εἰς εὐχαριστίαν ἐτράπετο. καὶ μετὰ ταῦτα ἐπάταξε τοὺς ἀλλοφύλους καὶ κατετροπώσατο αὐτοὺς καὶ τοὺς συμμάχους αὐτῶν, καὶ τὴν Συρίαν ὑπόφορον ἐποιήσατο, φρουρὰν ἐν Δαμασκῷ καταστήσας. καὶ ἐν τῷ ἐπαναζευγνύειν ἐπάταξε τὴν Ἰδουμαίαν, καὶ ἐγένοντο πάντες Ἰδουμαῖοι δοῦλοι τῷ Δαβίδ. μνησθεὶς δὲ ὁ Δαβὶδ τῶν πρὸς Ἰωνάθαν τὸν τοῦ Σαοὺλ συνθηκῶν, ἐζήτησεν εἴ τις ἐκ τοῦ γένους τοῦ Σαοὺλ ὑπολέλειπται· καὶ μαθὼν περιεῖναι τοῦ Ἰωνάθαν υἱὸν βεβλαμμένον τοὺς πόδας, Μεμφιβοσθὲ κεκλημένον, μετεκαλέσατο αὐτὸν καὶ ἐχαρίσατο τὴν τοῦ πάππου πᾶσαν ὕπαρξιν τῷ ἀνδρί, καὶ ὁμοδίαιτον ἑαυτῷ διόλου εἶναι ἐκέλευσε, καὶ τοὺς πατρῴους οἰκέτας αὐτῷ προσαπένειμεν· ὧν ἑνὶ Σιβὰ καλουμένῳ ἐπιτροπεύειν τῶν δεδωρημένων τῷ αὐτοῦ κυρίῳ ἐπέτρεψε καὶ προσάγειν ἐκείνῳ τὴν ἐκεῖθεν ὠφέλειαν. ὁ δὲ Μεμφιβοσθὲ ἐν Ἱεροσολύμοις ᾤκει καὶ συνειστιᾶτο τῷ βασιλεῖ.
Κεφάλαιο 3
[Επεξεργασία]- Iosephi Ant. 7,6−7. Regum 2,10−12.
[106] Κατὰ δὲ τὸν τότε χρόνον τέθνηκεν ὁ τῶν Ἀμμανιτῶν βασιλεύς, φίλος ὢν τῷ Δαβίδ, ἐπὶ υἱῷ Ἀννών, ὃς τὴν πατρικὴν ἀρχὴν διεδέξατο. ἔπεμψεν οὖν πρὸς Ἀννὼν ὁ Δαβὶδ τοὺς παρηγορήσοντας τὴν ἐπὶ τῷ πατρὶ λύπην αὐτοῦ καὶ τηρεῖν τὴν φιλίαν ἀπαγγελοῦντας καὶ ἐπ' αὐτῷ τὸν Δαβίδ. ὁ δὲ κατασκόπους εἶναι τοὺς πεμφθέντας ὑπειληφώς, ξυρήσας αὐτῶν παρὰ μέρος τοὺς πώγωνας καὶ περιτεμὼν τὰ ἡμίση τῶν ἐπωμίδων αὐτῶν, ἐξαπέστειλε τοὺς ἄνδρας. οὓς οὕτω διακειμένους ἰδὼν ὁ Δαβὶδ τὸ τῆς στρατιᾶς ἀκμαιότατον τῷ ἀρχιστρατήγῳ δοὺς Ἰωὰβ κατὰ τῶν Ἀμμανιτῶν ἐξαπέστειλε. καὶ συμβαλὼν ἐκείνοις ὁ Ἰωὰβ αὐτούς τε καὶ τοὺς συμμάχους Σύρους ἡττᾷ· καὶ τρέπονται εἰς φυγήν. οἱ δὲ καὶ πάλιν συμμάχους προσειληφότες πρὸς πόλεμον ᾔεσαν. καὶ ὁ Δαβὶδ σὺν πάσῃ τῇ στρατιᾷ συμβαλὼν αὐτοῖς πολλοὺς μὲν ἀνεῖλεν, ὁ δ' ἐξάρχων τῆς τῶν ἐναντίων δυνάμεως Σωβὰκ τρωθεὶς καιρίως ἐν τῷ πολέμῳ τέθνηκεν ἐκ τοῦ τραύματος. οἱ σύμμαχοι δὲ τῶν Ἀμμανιτῶν, Σύροι ὄντες ἐκ Μεσοποταμίας, ἑαυτοὺς παρέδωκαν τῷ Δαβίδ. αὖθις δὲ τὸν Ἰωὰβ ἐκπέπομφε κατὰ τῶν Ἀμμανιτῶν· ὃς συγκλείσας αὐτοὺς εἰς τὴν τῆς χώρας αὐτῶν μητρόπολιν ἐπολιόρκει.
Δαβὶδ δὲ ἐν Ἱεροσολύμοις διάγων καὶ ἐκ τῶν βασιλείων ἰδὼν γυναῖκα κατ' οἶκον λουομένην, Βηρσαβεὲ καλουμένην, ἠράσθη αὐτῆς. καὶ μεταστειλάμενος τὴν γυναῖκα ἐμίγη αὐτῇ. συλλαβοῦσα δὲ τῷ βασιλεῖ τὸ πρᾶγμα ἐδήλωσεν. ὁ δὲ τὸν ἄνδρα αὐτῆς ἐκ τῆς πολιορκίας ἐκάλεσεν, Οὐρίαν ὠνομασμένον, καὶ ἐρωτήσας περὶ τῆς στρατιᾶς, καὶ ἐκ τοῦ δείπνου [107] αὐτῷ παρασχών, εἰς τὸν οἶκον αὐτοῦ ἐκέλευσεν ἀπελθεῖν. ὁ δὲ οὐκ ἀπῆλθε, μὴ δίκαιον εἶναι φήσας τὸν στρατηγὸν καὶ τοὺς συστρατιώτας ταλαιπωρεῖσθαι ἐν τῇ παρεμβολῇ, αὐτὸν δὲ μετὰ τῆς γυναικὸς συνευνάζεσθαι. πάλιν δὲ τοῦ βασιλέως προτρεπομένου αὐτὸν οἴκαδε ἀπελθεῖν, καὶ δεξιωσαμένου αὐτὸν προπόσεσιν, ὡς καὶ εἰς μέθην σχεδὸν προαχθῆναι, ἐκεῖνος πρὸ τῶν θυρῶν τῶν βασιλείων κατέδαρθεν. ἀπέστειλεν οὖν πάλιν εἰς τὸ στρατόπεδον τὸν Οὐρίαν ὁ βασιλεύς, γραφὴν αὐτῷ ἐγχειρίσας πρὸς Ἰωὰβ ἐντελλομένην στῆσαι τὸν Οὐρίαν ἔνθα τῶν πολεμίων τὸ δυσμαχώτατον, καὶ ἀποστραφῆναι τοὺς σὺν αὐτῷ, μόνον λιπόντας ἐκεῖ, ἵν' οὕτως ἀναιρεθῇ. καὶ γέγονε κατὰ τὸ τοῦ βασιλέως ἐπίταγμα, καὶ ὁ Οὐρίας ἀπέθανεν. ἡ δὲ γυνὴ αὐτοῦ ἐπένθησεν ἐπὶ τῷ ἀνδρί, παυσαμένην δὲ τοῦ πένθους ὁ Δαβὶδ αὐτὴν ἔλαβεν εἰς γυναῖκα· καὶ ἔτεκεν αὐτῷ υἱόν. ὁ δὲ θεὸς ὠργίσθη, καὶ τὸν Νάθαν ἔστειλε πρὸς Δαβίδ. ὁ δὲ πρὸς τὸν βασιλέα ἐλθὼν ἔφη "δύο ἦσαν ἄνδρες, ὁ μὲν ἔχων ποίμνια καὶ βουκόλια, ὁ δὲ μίαν ἀμνάδα ἐκέκτητο. ξενισθέντος δέ τινος τῷ πλουσίῳ, οὐκ ἐκ τῶν οἰκείων ἔθυσεν, ἀλλὰ τὴν μίαν λαβὼν ἀμνάδα τοῦ πένητος ἔσφαξε καὶ τὸν φίλον εἱστίασεν." καὶ ὁ Δαβὶδ τὸν τοῦτο ποιήσαντα τὴν μὲν ἀμνάδα εἰς τετραπλοῦν ἀποδοῦναι, ἐκεῖνον δὲ θανεῖν κατεδίκασε. Νάθαν δέ "καθ' ἑαυτοῦ τὴν ψῆφον" εἶπεν "ἤνεγκας, βασιλεῦ· σὺ γὰρ εἶ ὁ εἰργασμένος τουτὶ τὸ ἀνόμημα." καὶ τὴν μοιχείαν αὐτῷ καὶ τὸν φόνον κατέλεγε, καὶ τὴν διὰ ταῦτα ὀργὴν τοῦ θεοῦ, καὶ ὅσα πείσεται προκατήγγειλε, θανεῖσθαι δὲ καὶ τὸν υἱὸν τὸν ἐκ τῆς μοιχείας αὐτῷ γεννηθέντα. ὁ δὲ Δαβίδ "ἡμάρτηκα τῷ κυρίῳ" περιπαθῶς ἀνεβόησε, καὶ ὁ Νάθαν παραβιβασθῆναι [108] αὐτῷ παρὰ τοῦ θεοῦ τὸ ἁμάρτημα ἀπεκρίνατο. ἐνόσει μετέπειτα ὁ ἐκ τῆς Βηρσαβεὲ γεννηθείς. καὶ ἤλγει σφόδρα Δαβίδ, ἐφ' ἡμέραν τε ἑβδόμην ἀπόσιτος ἦν καὶ μελανειμονήσας, καὶ ἐπὶ σάκκου πεσὼν ἐδέετο τοῦ θεοῦ ὑπὲρ τῆς ζωῆς τοῦ παιδός. τῇ δ' ἑβδόμῃ τέθνηκε μὲν ὁ παῖς, αὐτὸς δὲ τοῦτο μαθὼν ἐξανίσταται καὶ λουσάμενος καὶ μεταμφιασάμενος τῷ θεῷ τε ηὐχαρίστησε καὶ τράπεζαν αὐτῷ ἑτοιμασθῆναι ἐκέλευσεν. ὡς δ' ἐθαύμαζον ἐπὶ τοῖς γενομένοις οἱ τοῦ βασιλέως θεράποντες, ἐκεῖνος "ἔτι μὲν ζῶντος τοῦ παιδός" εἶπεν, "ἐλπίζων παρακληθήσεσθαι τὸν θεὸν ἐταπείνουν ἑαυτὸν καὶ ἱκέτευον," ἤδη δὲ θανόντος εἰς μάτην τὴν λύπην καὶ τὴν περὶ ἐκείνου γίνεσθαι δέησιν. ἔτι δὲ ἔτεκε Βηρσαβεὲ τῷ Δαβὶδ υἱόν, καὶ ἐκάλεσεν αὐτὸν Σολομῶντα.
Ἰωὰβ δὲ πολιορκῶν τοὺς Ἀμμανίτας ἐν στενῷ κομιδῇ τὴν ἅλωσιν εἶχε τῆς πόλεως, καὶ δηλοῖ τοῦτο τῷ βασιλεῖ. ὁ δὲ ἀπῆλθεν ἐκεῖ καὶ τὴν πόλιν παρέλαβε καὶ εἰς διαρπαγὴν τῇ στρατιᾷ ἀφῆκεν αὐτήν, τὸν δὲ τοῦ βασιλέως αὐτῆς στέφανον αὐτὸς λαβὼν ἐφόρει, ἕλκοντα χρυσίου τάλαντον καὶ λίθον ἔχοντα τῶν πολυτίμων· τὸ δὲ τῆς πόλεως πλῆθος διέφθειρεν. οὕτως δὲ καὶ ταῖς ἄλλαις πόλεσι πεποίηκε τῶν Ἀμμανιτῶν, καὶ εἰς Ἱερουσαλὴμ ἐπανέζευξεν.
Κεφάλαιο 4
[Επεξεργασία]- Iosephi Ant. 7,8−9. Regum 2,13−16.
Ἦν δὲ τῷ Δαβὶδ θυγάτηρ Θάμαρ ὠνομασμένη, ὁμομήτριος ἀδελφὴ τῷ Ἀβεσαλώμ· ταύτης ἤρα Ἀμνὼν ὁ πρωτότοκος υἱὸς τοῦ Δαβίδ, καὶ ἦν ὁ ἔρως πολὺς ὡς καὶ νοσῆσαι τὸν ἐρῶντα. ἀφικομένου δὲ τοῦ πατρὸς πρὸς ἐπίσκεψιν αὐτοῦ, ἠξίωσεν αὐτὸν παραγενέσθαι τὴν Θάμαρ εἰς ὑπηρεσίαν αὐτοῦ· ὁ δὲ κατένευσεν.
[109] ἧκεν οὖν ἡ Θάμαρ καὶ ἡτοίμασεν αὐτῷ κολλυρίδας. ὁ δὲ πάντας ἐξέπεμψε, μόνην δὲ τὴν ἀδελφὴν ὑπηρετήσασθαι ἠξίου αὐτῷ. τῆς δὲ κόρης μόνης περιλειφθείσης βιάζεται αὐτήν, καὶ διακορήσας αὐτὴν μῖσος αὐτίκα ἔσχεν ἀντίθετον τοῦ πρὶν ἔρωτος, καὶ ἀπιέναι παραχρῆμα ἐκέλευε, καὶ κελεύει τῷ οἰκέτῃ αὐτὴν ἐκβαλεῖν. ἐκείνη δὲ διά τε τὴν βίαν καὶ τὴν ὕβριν περιαλγήσασα διαρρήγνυσι τὸν χιτῶνα, καὶ κόνιν καταπασσομένη τῆς κεφαλῆς ἐπορεύετο θρηνοῦσα. ὁ δὲ ἀδελφὸς Ἀβεσαλὼμ ἡσυχάσαι αὐτῇ συνεβούλευσεν, ἐμηνία δὲ τῷ Ἀμνὼν διὰ τὴν ἀδελφήν. ὁ δὲ βασιλεὺς μαθὼν τὸ συμβὰν ἤχθετο μέν, λυπῆσαι δὲ τὸν Ἀμνὼν οὐκ ἤθελεν, ὅτι πρωτότοκος ἦν αὐτῷ. διετηρίδος δὲ παρελθούσης κείρειν ἔμελλεν ἄρτι τὰ ἴδια ποίμνια ὁ Ἀβεσαλώμ, καὶ εἰς πότον τοὺς ἀδελφοὺς συνεκάλεσεν. ἐνετείλατο δὲ τοῖς ὑπηρετουμένοις αὐτῷ προχωροῦντος τοῦ πότου πατάξαι τὸν Ἀμνὼν καὶ ἀποκτεῖναι. καὶ ἐποίησαν οὕτως οἱ παῖδες Ἀβεσαλώμ. ἰδόντες δὲ οἱ λοιποὶ τοῦ βασιλέως υἱοὶ τὸ γενόμενον ἔφυγον. φήμης δὲ προελθούσης ὡς ἔκτεινε πάντας τοὺς τοῦ βασιλέως υἱοὺς ὁ Ἀβεσαλώμ, διέρρηξε τὴν ἐσθῆτα αὐτοῦ ὁ Δαβὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν θρηνῶν. ἐν τοσούτῳ δ' ἥκασιν οἱ τοῦ βασιλέως υἱοὶ καὶ τὸν φόνον τοῦ Ἀμνὼν πενθοῦντες ἀπήγγειλαν. Ἀβεσαλὼμ δὲ ἀπέδρα πρὸς τὸν πάππον τὸν πρὸς μητρός, τὸν βασιλέα τῆς Γέθ, καὶ ἐπὶ τριετίαν ἦν διάγων ἐκεῖ. τῆς ὀργῆς δὲ τῷ χρόνῳ λωφησάσης καταλλαγῆναι τὸν βασιλέα τῷ Ἀβεσαλὼμ ἐσοφίσατο ὁ Ἰωάβ. γύναιον γάρ τι παρεσκεύασεν ὡς πενθοῦν τῷ βασιλεῖ προσελθεῖν καὶ ἀποδύρεσθαι, ὅτι δύο παίδων ὄντων αὐτῇ, καὶ θατέρου τὸν ἕτερον κτείναντος, οἱ συγγενεῖς ἀνελεῖν ζητοῦσι τὸν περιόντα [110] διὰ τὸν φόνον τοῦ ἀδελφοῦ· καὶ δέεσθαι τοῦ βασιλέως χαρίσασθαι αὐτῇ τὴν τοῦ παιδὸς σωτηρίαν. ἡ μὲν οὖν προσελθοῦσα τῷ βασιλεῖ περιπαθῶς εἶπε ταῦτα, ὁ δὲ βασιλεὺς τὴν ζωὴν αὐτῇ χαρίσασθαι τοῦ παιδὸς ἐπηγγείλατο. καὶ ἡ γυνὴ χάριτας ὡμολόγει αὐτῷ· "ἵνα δ' ἐχέγγυον εἴη μοι τῶν ὑπεσχημένων" εἶπε, "πρῶτος αὐτὸς τῷ οἰκείῳ υἱῷ διαλλάγηθι, καὶ μὴ τῷ φόνῳ τοῦ παρὰ γνώμην σου θανόντος υἱοῦ προσθήσεις ἑκούσιον ἕτερον." συνῆκεν ὁ βασιλεὺς σκῆψιν εἶναι τοὺς λόγους τῆς γυναικός, καὶ τούτους σοφισθῆναι παρ' Ἰωάβ, καὶ κατάγειν αὐτῷ ἐπέτρεψε τὸν Ἀβεσαλώμ. καὶ πορευθεὶς Ἰωὰβ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήμ· εἰς ὄψιν δ' ἐλθεῖν οὐ συγκεχώρητο τῷ πατρί.
Μετὰ δὲ ταῦτα κατηλλάγη ὁ βασιλεὺς τῷ Ἀβεσαλώμ, καὶ καλέσας αὐτὸν συγγνώμην αἰτήσαντι δέδωκε καὶ ἀμνηστίαν τοῦ ἁμαρτήματος ἐπηγγείλατο. ἵππους δὲ καὶ ἅρματα προσκτησάμενος ὁ Ἀβεσαλὼμ καὶ πολλοὺς ὀπαδούς, καθ' ἑκάστην ἀπῄει πρὸς τὰ βασίλεια, καὶ πρὸς χάριν τοῖς πλήθεσιν ὁμιλῶν εὐνοεῖν αὐτῷ πολλοὺς παρεσκεύασεν. ἤδη δὲ τετραετίας παραρρυείσης μετὰ τὴν κάθοδον σκήπτεται θυσίας χάριν εἰς Χεβρὼν ἀπελθεῖν, ὡς εὐχὴν τοῦτο πεποιηκὼς τυγχάνων ἐν τῇ φυγῇ· καὶ ἀφείθη πρὸς τοῦ πατρός. ἀπελθὼν δὲ πρὸς πολλοὺς διεπέμψατο, καὶ πλεῖστοι πρὸς αὐτὸν συνερρύησαν, πρὸς δὲ τοῖς ἄλλοις καὶ Ἀχιτόφελ ὁ τοῦ πατρὸς αὐτοῦ σύμβουλος. καὶ ὑπὸ πάντων βασιλεὺς ἀνερρήθη. τοῦτο γνοὺς ὁ Δαβὶδ ἀπῆρε μετὰ τῶν περὶ αὐτὸν ἐξ Ἱερουσαλήμ· καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐπὶ Σαοὺλ συνόντες αὐτῷ αὖθις αὐτῷ συνεξώρμησαν. ἠγγέλθη δὲ καὶ Ἀχιτόφελ προσρυεὶς τῷ Ἀβεσαλώμ· ὃ καὶ τὸν φόβον αὐτῷ μείζονα [111] καὶ πλείονα τὴν λύπην ἐποίησεν. ἐπεκαλεῖτο δὲ τὸν θεόν, καὶ τὴν κρίσιν ἐπὶ πᾶσιν ἐκείνῳ ἐπέτρεπε. Χουσὶ δ' ἑταῖρος ὢν τοῦ Δαβίδ, κατὰ γνώμην αὐτοῦ ψευδαυτομολεῖ πρὸς Ἀβεσαλώμ. πρόσεισι δὲ τῷ Δαβὶδ ἀπιόντι ὁ δοῦλος τοῦ Μεμφιβοσθὲ Σιβά, ζεῦγος ἄγων ὄνων φερόντων τὰ ἐπιτήδεια, καὶ τοῦ δεσπότου κατηγορῶν ὡς μείναντος ἐν Ἱεροσολύμοις καὶ προσδοκῶντος αὐτῷ τὴν βασιλείαν περιελεύσεσθαι, οἷα τοῦ πλήθους αἱρησομένου αὐτόν. ἠγανάκτησεν ἐπὶ τούτοις Δαβίδ, καὶ πάντα ὅσα τῷ Μεμφιβοσθὲ πρὶν ἐδωρήσατο τῷ Σιβὰ ἐχαρίσατο. εἶτα ἔπεισιν αὐτῷ κατὰ τὴν ὁδὸν Σεμεεί, ἀνὴρ ἐκ τῆς συγγενείας Σαούλ, καὶ λίθους κατὰ τοῦ βασιλέως ἠκόντιζε καὶ κατηρᾶτο αὐτῷ καὶ ἄνδρα αἱμάτων ὠνόμαζε καὶ παράνομον. τῶν δὲ μετὰ Δαβὶδ ὁρμώντων ἀνελεῖν τὸν Σεμεεὶ ὁ βασιλεὺς οὐκ ἀφῆκεν, εἰπών "κύριος εἶπεν αὐτῷ ταῦτα ποιεῖν, ἄφετε αὐτόν." καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην ἐκεῖ τοὺς μετ' αὐτοῦ κεκοπιακότας ἀνέψυξεν.
Κεφάλαιο 5
[Επεξεργασία]- Iosephi Ant. 7,9−11. Regum 2,16−19.
Ἀβεσαλὼμ δὲ παραγενόμενος εἰς Ἱεροσόλυμα, ἐλθόντι πρὸς αὐτὸν τῷ Χουσὶ ἔφη "ἵνα τί ἑταῖρος ὢν τοῦ πατρός μου πρὸς ἐμὲ ἥκεις ἐκεῖνον λιπών;" ὁ δέ "τῷ ἐκλελεγμένῳ παρὰ θεοῦ συνέσομαι" εἶπε, "καὶ συνέψομαι τῷ ᾑρετισμένῳ παρὰ παντὸς τοῦ λαοῦ." τί δὲ δεῖ πράττειν τὸν Ἀχιτόφελ ἤρετο ὁ Ἀβεσαλώμ. καὶ ὃς συνεβούλευσε ταῖς τοῦ πατρὸς μίσγεσθαι παλλακαῖς, ἵν' οὕτω γνοῖεν πάντες ἄσπονδον εἶναί σοι τὴν ἔχθραν πρὸς τὸν πατέρα σου. καὶ ἐποίησε κατὰ τὴν συμβουλὴν ταύτην Ἀβεσαλώμ. αἰτήσαντος δὲ τοῦ Ἀχιτόφελ μυρίους ἄνδρας, ὡς ἂν αὐτίκα καταδιώξῃ [112] ὄπισθεν τοῦ βασιλέως Δαβὶδ καὶ τῶν μετ' αὐτοῦ ἐκλελυμένων ὄντων ὑπὸ τοῦ κόπου, καὶ τὸν μὲν πατάξῃ, τοὺς δὲ ἐπιστρέψῃ, ὁ Ἀβεσαλὼμ ἠρώτησε τὸν Χουσὶ περὶ τῆς συμβουλῆς. ὁ δὲ οὐκ ἀγαθὴν αὐτὴν ἀπεφήνατο, λέγων ὡς "οὐκ ἠγνόηταί σοι ἡ τοῦ πατρὸς καὶ τῶν μετ' αὐτοῦ ἀνδρεία καὶ ἐμπειρία. δεῖν δὲ νομίζω ἐκ πάσης τῆς χώρας στρατιὰν συλλεξάμενον οὕτως αὐτόν σε κατὰ τοῦ πατρὸς ὁρμῆσαι καὶ στρατηγῆσαι τὸν πόλεμον, καὶ πάντως νικήσεις, πρὸς βραχεῖς μετὰ πολλῶν συρρηγνύμενος." καὶ εἶπεν Ἀβεσαλὼμ καὶ οἱ σὺν αὐτῷ "ἀγαθὴ ἡ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ." πάντα δὲ ταῦτα Χουσὶ τῷ Σαδὼκ καὶ τῷ Ἀβιάθαρ τοῖς ἱερεῦσι δηλῶσαι τῷ Δαβὶδ ἐνετείλατο. οἱ δὲ ἐστάλκασι πρὸς Δαβὶδ ἄνδρας τοὺς γνωριοῦντας αὐτῷ τὰ γενόμενα. ἀπηγγέλη δὲ τῷ Ἀβεσαλὼμ περὶ τῶν ἀνδρῶν, καὶ κατεδίωκεν αὐτούς. ὃ γνόντες ἐκεῖνοι προσφεύγουσιν ἐν οἰκίᾳ τινός, καὶ εἰς φρέαρ καταδύντες ἐκρύβησάν τε καὶ ἔλαθον, καὶ τῷ Δαβὶδ ἐκεῖθεν ἐξελθόντες τὰ μηνυθέντα ἀπήγγειλαν. ὁ δὲ νυκτὸς σὺν τοῖς μετ' αὐτοῦ διέβη τὸν Ἰορδάνην. Ἀχιτόφελ μέντοι παρευδοκιμηθείς, καὶ γνοὺς ὅτι κακὰ συναντήσεται τῷ Ἀβεσαλώμ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπήγξατο.
Ἀριθμήσας δὲ τοὺς μετ' αὐτοῦ ὁ Δαβὶδ τετρακισχιλίους εὗρε. καὶ εἰς τρεῖς διεῖλε μοίρας τὴν στρατιάν, ἑκάστῃ τε ἐπέστησε στρατηγόν· αὐτὸς δὲ συνεκστρατεῦσαι παρὰ τῶν φίλων οὐ συγκεχώρητο, λεγόντων ὡς εἰ μετ' αὐτοῦ τραπεῖεν, πάσης ἐλπίδος ἐκπίπτουσιν, αὐτοῦ δὲ σωζομένου ἔτι σφίσιν ἐλπὶς περιλέλειπται. ἔπεμψεν οὖν τὸν λαὸν αὐτοῦ μαχησόμενον, καὶ παρεκάλει φείσασθαι τοῦ Ἀβεσαλώμ, εἰ [113] νικήσειαν. μάχης δὲ συρραγείσης κρατοῦσιν οἱ τοῦ Δαβίδ, καὶ τὸν Ἀβεσαλὼμ ἐδίωκον φεύγοντα. φερόμενος δ' ἐφ' ἡμιόνου, καὶ εἰς δρυμὸν εἰσελθών, δρυῒ μεγάλῃ τῆς τριχὸς αὐτοῦ ἐμπλακείσης, ἔτρεφε γὰρ τὴν κόμην σφόδρα πολλήν, ἀπῃώρητο τῆς δρυός· ἡ δ' ἡμίονος παρελήλυθε. καί τις ἀνηρτημένον οὕτω τὸν Ἀβεσαλὼμ θεασάμενος καταμηνύει τῷ Ἰωάβ. ὁ δὲ βέλεσιν αὐτὸν τρισὶ κατὰ τῆς καρδίας βαλὼν ἐθανάτωσε, καὶ τὸν τὴν νίκην ἀπαγγελοῦντα τῷ βασιλεῖ ἐξαπέστειλε. μηνυθείσης δὲ τῆς νίκης αὐτῷ, εἰ ζῇ ὁ υἱὸς ἐπυνθάνετο· ἀκούσας δὲ τεθνάναι αὐτόν, ἀπωδύρετο. ἐλθὼν δὲ πρὸς τὸν βασιλέα ὁ Ἰωὰβ ἔπεισεν οἷς εἶπε παύσασθαι τοῦ θρηνεῖν· παυσάμενός τε καὶ τοῖς στρατιώταις ἐμφανισθεὶς ἐπῄνεσεν αὐτούς. πάντες δ' ὡς πρὶν αὐτῷ ὑπετάγησαν. καὶ ἀπῆλθεν εἰς Ἱεροσόλυμα· ἀπιόντι δὲ συνήντησε Σεμεεὶ συγγνώμην αἰτῶν ἐφ' οἷσπερ ἡμάρτηκεν. ὁ δὲ κἀκείνῳ τὴν ἁμαρτίαν ὤμοσεν ἀφιέναι καὶ πᾶσι τοῖς εἰς αὐτὸν πλημμελήσασιν. ἀπήντησε δὲ καὶ Μεμφιβοσθέ. καὶ ὁ βασιλεὺς τί δή ποτε μὴ τῆς φυγῆς αὐτῷ κεκοινώνηκεν ἤρετο. ὁ δὲ τούτου τὸν Σιβὰ αἰτιώτατον ἔλεγε, μὴ ἑτοιμάσαντά οἱ τὰ πρὸς τὴν ἔξοδον· αὐτὸν δὲ τὰς βάσεις ὄντα βεβλαμμένον μὴ οἷόν τ' εἶναι συνέπεσθαι· τὸν δὲ καὶ προσδιαβαλεῖν αὐτὸν κακούργως καὶ καταψεύσασθαι. πρὸς ταῦτα Δαβὶδ καὶ συγγνώμην αὐτῷ παρεῖχε καὶ τὰ ἡμίση τῆς ὑποστάσεως αὐτῷ ἀποκαταστῆναι ἐκέλευσε.
Κεφάλαιο 6
[Επεξεργασία]- Iosephi Ant. 7,11−12. Regum 2,19−21.
Παραγενομένου δὲ τοῦ βασιλέως εἰς Γάλγαλα, συνήχθη ἐκεῖ πᾶς ὁ λαὸς Ἰσραήλ, αἰτιώμενοι τὴν Ἰούδα φυλὴν λάθρᾳ πρὸς αὐτὸν ἐλθοῦσαν. οἱ δὲ μὴ [114] δεῖν κακίζειν αὐτοὺς ἔλεγον διὰ τοῦτο, οἰκείους ὄντας πρὸς γένος τῷ βασιλεῖ. τῷ δὲ λαῷ σκληρὸς ὁ λόγος οὗτος ἐφάνη. καί τις ἀνὴρ Βενιαμίτης στασιώδης καὶ πονηρός, Σαβεὲ κεκλημένος, "οὐκ ἔστι μερὶς ἡμῖν ἐν Δαβὶδ οὐδὲ κληρονομία ἐν τῷ υἱῷ Ἰεσσαί" ἀνεβόησε, καὶ σαλπίσας ἐν κέρατι ἀπέστησε πάντας ἀπὸ Δαβίδ, μόνης τῆς Ἰούδα φυλῆς παραμεινάσης αὐτῷ. ὁ βασιλεὺς δὲ στρατηγὸν τὸν Ἀμεσὰ προβαλόμενος συλλέξαι στρατιὰν ἐκ τῆς Ἰούδα φυλῆς ἐξαπέστειλε, καὶ μετὰ τρεῖς ἡμέρας ἐπανελθεῖν. χρονίζοντος δὲ τοῦ Ἀμεσά, τῷ Ἰωὰβ ἐγκελεύεται τὴν ἐκεῖσε παροῦσαν λαβόντα δύναμιν ἐξορμῆσαι κατὰ τοῦ Σαβεέ, "ἵνα μὴ ὑπερτιθεμένων ἡμῶν" φησι "μᾶλλον ὁ ἐχθρὸς παρασκευασθῇ." καὶ αὐτίκα ὁ Ἰωὰβ ἐχώρει πρὸς πόλεμον. ἀπιόντι δὲ μετὰ μεγάλης δυνάμεως συνηντήκει αὐτῷ Ἀμεσά· καὶ Ἰωάβ, προσιόντος αὐτῷ τοῦ Ἀμεσά, τὸ ξίφος ὃ περιέζωστο πεποίηκε τοῦ κουλεοῦ ἐκπεσεῖν, καὶ ἦρε τοῦτο ἀπὸ τῆς γῆς, καὶ ἀσπάσασθαι προσεγγίσας τῷ Ἀμεσὰ ὦσε κατὰ τῆς γαστρὸς ἐκείνου τὴν μάχαιραν καὶ ἀπέκτεινε. προσλαβόμενος δὲ καὶ τὸν ἐκείνου λαὸν τὸν Σαβεὲ κατεδίωκεν· ὁ δὲ εἰς πόλιν κατέφυγεν ὀχυράν. καὶ ἐπολιόρκει τὴν πόλιν ὁ Ἰωάβ, καί τις ἀπὸ τοῦ τείχους γυνὴ συνετὴ ἐβόησε πρὸς αὐτόν "ἵνα τί καταβαλεῖν ἐθέλεις μητρόπολιν Ἰσραήλ;" ὁ δέ "διὰ τὸν Σαβεέ" ἀπεκρίνατο. ἡ δὲ πρὸς τοὺς πολίτας ἐλθοῦσα πείθει τεμόντας τὴν κεφαλὴν Σαβεὲ ῥῖψαι εἰς τὸ στρατόπεδον. καὶ τούτου γεγονότος ὁ Ἰωὰβ τὴν πολιορκίαν λύσας ἀπῆλθεν εἰς Ἱερουσαλήμ, καὶ ἀπεδείχθη πάλιν πάσης τῆς δυνάμεως ἀρχιστράτηγος.
Ἐγένετο δὲ μετὰ ταῦτα λιμὸς καὶ ἐπὶ ἔτη τρία ἐπίεζε τὸν λαόν. ζητήσαντος δὲ τοῦ βασιλέως περὶ [115] τούτου, δεδήλωκεν ὁ θεὸς διὰ τοὺς Γαβαωνίτας γίνεσθαι τὸν λιμόν, καὶ δεῖν αὐτοὺς ἐκδικίας τυχεῖν ἀνθ' ὧν ὁ Σαοὺλ ἀπέκτεινεν ἐξ αὐτῶν, μὴ τηρήσας τοὺς παρὰ Ἰησοῦ καὶ τῆς γερουσίας γεγονότας ὅρκους αὐτοῖς. ἐκάλεσεν οὖν τοὺς Γαβαωνίτας ὁ βασιλεύς, καὶ τί ἂν βούλοιντο γενέσθαι αὐτοῖς ἐπύθετο εἰς ἐξίλασμα· οἱ δὲ ἑπτὰ ἄνδρας ᾔτησαν δοθῆναι αὐτοῖς ἐκ τοῦ οἴκου Σαούλ. καὶ ἔδωκεν αὐτοῖς ὁ βασιλεὺς τοὺς ἑπτὰ ἄνδρας, ὡς ᾔτησαν, τοῦ Μεμφιβοσθὲ φεισάμενος· οἱ δὲ λαβόντες τοὺς ἄνδρας ἀπέκτειναν. καὶ κατήνεγκεν ὁ θεὸς ἐπὶ τὴν γῆν ὑετόν.
Πολέμου δὲ μετὰ ταῦτα γενομένου πρὸς ἀλλοφύλους ὁ Δαβὶδ μετὰ τῆς οἰκείας στρατιᾶς κατεδίωξε τοὺς πολεμίους. καὶ κατάκοπος γεγονὼς παρεῖτο ἐκλυθείς· καί τις τῶν ἐναντίων οὕτως ἔχοντα ἰδὼν ὥρμησε πατάξαι αὐτόν, Ἀβεσὰ δὲ ὁ ἀδελφὸς Ἰωὰβ ὑπερασπίσας τοῦ βασιλέως τὸν ἀλλόφυλον ἔκτεινε. καὶ διὰ τοῦτο ὤμοσαν οἱ περὶ Δαβὶδ μηκέτι παραχωρῆσαι εἰς πόλεμον αὐτὸν ἐξελθεῖν. καὶ πάλιν δὲ τῶν ἀλλοφύλων στρατευσαμένων στείλας ὁ βασιλεὺς στρατὸν ἐπ' αὐτοὺς πολλοὺς μὲν κτανθῆναι πεποίηκε, τοὺς δὲ περιλειφθέντας φυγεῖν. διαλιπόντες δὲ μικρὸν οἱ ἀλλόφυλοι ἐπῆλθον ἔτι κατὰ τῆς χώρας τῶν Ἰσραηλιτῶν. καὶ ἦν παρ' αὐτοῖς γιγαντιαῖος ἀνήρ, ἓξ δακτύλους ἔχων ἐν ἑκατέρᾳ χειρὶ καὶ ὁμοίως ἐν τοῖς ποσίν· ᾧ συμπλακεὶς ὁ Ἰωνάθαν ἀδελφιδοῦς τοῦ Δαβὶδ κατέβαλεν αὐτὸν καὶ ἐσκύλευσε καὶ ῥοπὴν πρὸς νίκην τοῖς ὁμοφύλοις παρέσχετο. οὐκέτι γοῦν προσέθεντο οἱ ἀλλόφυλοι τοῖς Ἑβραίοις μαχέσασθαι.
Κεφάλαιο 7
[Επεξεργασία]- Iosephi Ant. 7,12−15. Regum 2,22−3,2. Paralip. 1,21−29.
Εἰρήνης δ' ἔκτοτε τυχὼν ὁ Δαβὶδ ᾠδὰς συνέθετο [116]πρὸς θεόν, καὶ ὄργανα κατασκευάσας μετ' αὐτῶν ἐδίδαξε τοὺς Λευίτας τοὺς ὕμνους ᾄδειν. τοιαῦτα δ' ἦσαν τὰ ὄργανα· ἡ μὲν κινύρα δεκάχορδος ἦν καὶ πλήκτρῳ ἐκρούετο, ἡ δὲ νάβλα δώδεκα φθόγγους ἔχουσα τοῖς δακτύλοις ἐπλήττετο· κύμβαλά τε ὑπῆρχον χάλκεα, μεγάλα τε καὶ πλατέα. ἦν δὲ περὶ τὸν Δαβὶδ καὶ σύστημα γενναίων ἀνδρῶν. οἱ δὲ τούτων ἐπισημότατοι τριάκοντα ἐτύγχανον καὶ ἑπτά, οἳ πολλάκις ἠρίστευσαν. καί ποτε ἀλλοφύλων ἐπὶ Βηθλεὲμ ἐστρατοπεδευκότων ὁ βασιλεὺς ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος ὕδωρ πιεῖν ἐπεθύμησε. καὶ τρεῖς ἐκ τῶν περὶ αὐτὸν ἀνδρείων δραμόντες καὶ μέσην τὴν τῶν ἐναντίων διελθόντες παρεμβολὴν ὑδρεύσαντο ἐξ ἐκείνου τοῦ φρέατος, καὶ αὖθις διὰ τῶν πολεμίων διελθόντες καταπλαγέντων τὸ θράσος αὐτῶν καὶ ἠρεμούντων, τῷ βασιλεῖ τὸ ὕδωρ προσκεκομίκασιν. ὁ δέ "ἵλεώς μοι κύριος" εἶπεν, "οὐ πίομαι τοῦτο, αἵματι τῶν ἀνδρῶν καὶ κινδύνῳ τῶν ψυχῶν αὐτῶν κομισθέν." οὐκ ἔπιεν οὖν, ἀλλ' ἔσπεισεν αὐτὸ τῷ θεῷ.
Ἀπαριθμῆσαι δὲ τὸν λαὸν ἅπαντα βουληθεὶς ἐκέλευσε τῷ Ἰωὰβ ποιῆσαι τὴν ἀπαρίθμησιν. τοῦ δὲ μὴ ἐπαινέσαντος τὴν βουλὴν καὶ τὴν πρᾶξιν οὐκ ἀγαθὴν λέγοντος, ὁ βασιλεὺς οὐκ ἐπείθετο. καὶ ἀπῆλθεν Ἰωὰβ καὶ ἠρίθμησε τὸν λαόν, καὶ ἦν ὁ ἀριθμὸς Ἰσραὴλ ὀκτακοσίων χιλιάδων ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν, καὶ πεντακοσίων χιλιάδων ἀνδρῶν μαχητῶν τῶν ἐξ Ἰούδα φυλῆς. εἶτα μετεμέλετο ὁ Δαβὶδ καὶ ὡμολόγει ἡμαρτηκέναι. Γὰδ δὲ ὁ προφήτης κελεύσαντος τοῦ θεοῦ ἐπορεύθη πρὸς τὸν Δαβὶδ καί φησιν "ἐκ τριῶν τούτων ἔκλεξαι ὃ πρὸς βουλῆς σοί ἐστι, πότερον αἱρῇ ἐπὶ ἔτη ἑπτὰ λιμὸν ἔσεσθαί [117] σοι κατὰ τὴν χώραν, ἢ τρεῖς μῆνας ὑπὸ πολεμίων διώκεσθαι, ἢ θάνατον ἐπὶ τρεῖς ἡμέρας ἐνσκῆψαί σου τῷ λαῷ." ὁ δέ "στενά μοι πάντοθεν" ἔφη, "ἀλλὰ βέλτιόν μοι εἰς τὰς χεῖρας τοῦ θεοῦ ἐμπεσεῖν." καὶ ἐπῆλθε θάνατος τῷ λαῷ πρωίθεν ἕως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἐκ παντὸς τοῦ λαοῦ χιλιάδες ἑβδομήκοντα. καὶ Δαβὶδ ἱκέτευε τὸν θεόν. καὶ ὁ ὀλοθρεύων ἄγγελος τὸν λαὸν ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐπὶ Ἱερουσαλήμ. εἶπεν οὖν ὁ βασιλεύς "ἐγὼ ἡμάρτηκα, κύριε, ὁ ποιμήν, τὰ δὲ ποίμνια ὁ λαὸς οὐχ ἡμάρτοσαν· ἐγώ εἰμι κολάσεως ἄξιος καὶ οὐχ οὗτοι." δυσωπηθεὶς δὲ τὴν τοῦ βασιλέως κατάνυξιν ὁ θεὸς ἔπαυσε τὴν φθοράν, καὶ διὰ τοῦ προφήτου Γὰδ ἐν τῇ ἅλωνι τοῦ Ἰεβουσαίου Ὀρνᾶ θυσιαστήριον ἐκέλευσε πήξασθαι καὶ θῦσαι ἐκεῖ. καὶ ἐποίησεν οὕτως Δαβίδ, ὠνησάμενος τὴν ἅλω ἐκ τοῦ Ὀρνᾶ. ὡς δὲ Ἰώσηπος ἔγραψεν, ἐν ἐκείνῳ τῷ τόπῳ λέγεται ἀγαγεῖν Ἀβραὰμ τὸν Ἰσαὰκ ὥστε ὁλοκαυτῶσαι αὐτόν. ἠβούλετο δὲ καὶ ναὸν οἰκοδομῆσαι Δαβὶδ ἐκεῖ τῷ θεῷ, ἀλλ' ἀπείρχθη πρὸς θεοῦ.
Πρεσβύτης δὲ σφόδρα γενόμενος ὁ Δαβὶδ δύσριγος ὑπὸ τοῦ γήρως ἐτύγχανε. διὸ νεάνιδα ἐξελέξαντο· Ἀβισὰκ ὄνομα αὐτῇ· καὶ ἦν ἡ κόρη συγκοιταζομένη τῷ βασιλεῖ καὶ θάλπουσα αὐτόν. καὶ οὐκ ἔγνω αὐτήν· ἀφροδισιάζειν γὰρ διὰ γῆρας οὐκ ἠδύνατο. Ἀδωνίας δὲ τέταρτος ὢν ἐν τοῖς τοῦ βασιλέως υἱοῖς, ὡραῖος πάνυ, ὁρῶν τὸν πατέρα γεγηρακότα, τῆς βασιλείας ἀντεποιεῖτο, συναντιλαμβανομένου αὐτῷ Ἰωὰβ τοῦ ἀρχιστρατήγου καὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως. καί ποτε θυσίαν δαψιλῆ παρασκευασάμενος τοὺς ἀδελφοὺς συνεκάλεσε καὶ τοὺς προέχοντας τῆς Ἰούδα φυλῆς καὶ Ἀβιάθαρ καὶ Ἰωάβ· Σολομῶντα δὲ καὶ τὸν [118] προφήτην Νάθαν καὶ Βαναίαν τὸν ἄρχοντα τῶν σωματοφυλάκων οὐ κέκληκεν. εἶπεν οὖν πρὸς Βηρσαβεὲ Νάθαν "ἀκήκοας ὅτι ἐβασίλευσεν Ἀδωνίας;" ἡ δὲ πρὸς τὸν βασιλέα εἰσελθοῦσα "σὺ ὤμοσας" εἶπε, "κύριέ μου βασιλεῦ, ὡς Σολομὼν ὁ υἱός σου βασιλεύσει μετὰ σέ, καὶ ἰδοὺ ἐβασίλευσεν Ἀδωνίας, σὺ δὲ ἠγνόηκας." ἔτι ταῦτα λεγούσης Βηρσαβεὲ καὶ ὁ προφήτης Νάθαν εἰσελθὼν ἠρώτα τὸν βασιλέα εἰ κατὰ γνώμην αὐτοῦ βεβασίλευκεν Ἀδωνίας. ὁ δὲ τὸν θεὸν ὤμοσεν ὡς "σήμερον βασιλεὺς ἔσται ὁ Σολομών." καλέσας δὲ τὸν ἀρχιερέα Σαδὼκ καὶ Βαναίαν κελεύει συμπαρειληφότας τὸν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν τὴν βασιλικὴν ὁπλίτας ἀναθέσθαι τὸν Σολομῶντα ἐπὶ τὴν τοῦ βασιλέως ἡμίονον, καὶ ἀπαγαγόντας ἔξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν τὴν καλουμένην Σιὼν χρῖσαι τῷ ἁγίῳ ἐλαίῳ, καὶ βασιλέα ἀναγορεῦσαι σαλπίζοντας ἐν τοῖς κέρασι, καὶ διὰ μέσης τῆς πόλεως παραπέμψαι αὐτόν. οἱ δὲ αὐτίκα καθὼς ἐνετάλθησαν πεποιήκασι· καὶ διεβοήθη πανταχοῦ ἡ τοῦ Σολομῶντος ἀνάρρησις. ὡς δ' ἐγνώσθη καὶ τῷ Ἀδωνίᾳ καὶ τοῖς συνευωχουμένοις αὐτῷ, οἱ μὲν ἄλλοι πρὸς ἑαυτοὺς ἀπῆλθον, Ἀδωνίας δὲ μᾶλλον δεδιὼς τῷ θυσιαστηρίῳ προσπέφευγε καὶ πίστεις τῆς σωτηρίας ᾔτει παρὰ τοῦ Σολομῶντος. ὁ δὲ τῆς μὲν τότε ἁμαρτίας ἀφῆκεν αὐτόν, "εἰ δ' εἰσαῦθις" ἔφη "κακόν τι ποιῶν εὑρεθῇ, θανατωθήσεται."
Ὁρῶν δὲ Δαβὶδ ἐγγίζοντά οἱ τὸν θάνατον, προσκαλεῖται τὸν Σολομῶντα καὶ ἐντέλλεται αὐτῷ φυλάττειν τὰς τοῦ θεοῦ ἐντολὰς καὶ κατὰ τοὺς νόμους αὐτοῦ πολιτεύεσθαι, "ἵνα τὸ σπέρμα ἡμῶν" φησι, "καθὼς ἐπηγγείλατό μοι ὁ κύριος, ἕως τοῦ αἰῶνος εἴη ἐπὶ τοῦ θρόνου μου." καὶ προστίθησι μὴ ἐᾶσαι [119] τὸν Ἰωὰβ ἀτιμώρητον, ἀνελόντα τὸν Ἀβεννὴρ καὶ τὸν Ἀμεσίαν· μηδὲ μέντοι τὸν Σεμεεί, ὃς αὐτῷ κατηράσατο φεύγοντι. καὶ ἄλλα αὐτῷ ἐντειλάμενος, καὶ ναὸν ἐπισκήψας οἰκοδομῆσαι κυρίῳ, καὶ τὴν διαγραφὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ παρέσχεν αὐτῷ, καὶ πρὸς τὸ ἔργον λόγοις διήγειρε καὶ αὐτὸν καὶ τοὺς ἄρχοντας καὶ τὴν φυλὴν Λευί, πολλὰ φήσας καταλιπεῖν εἰς τὴν κατασκευὴν τοῦ ναοῦ, τάλαντα μὲν χρυσοῦ μύρια, μυριάδας δὲ ταλάντων ἀργύρου δέκα, σμάραγδόν τε καὶ ἄλλους λίθους πολυτελεῖς, χαλκὸν δὲ καὶ σίδηρον ἀριθμὸν ὑπερβαίνοντα, καὶ ὕλην ἑτέραν ἄφθονον· καὶ νῦν δὲ προστιθέναι τοῖς ἤδη συνειλεγμένοις χρυσοῦ καθαροῦ τρισχίλια τάλαντα εἰς τὸ ἄδυτον, καὶ μυρίους στατῆρας, ἀργύρου δὲ μύρια τάλαντα. καὶ εἴ τινι δὲ λίθος ἦν τῶν τιμίων, ἐκόμισεν ἕκαστος καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς. μετ' ὀλίγον δὲ ἐτελεύτησεν ὁ Δαβίδ, βιώσας ἐνιαυτοὺς ἑβδομήκοντα, βασιλεύσας ἐν Χεβρὼν μὲν ἔτη ἑπτά, ἐν Ἱερουσαλὴμ δὲ τρία πρὸς τριάκοντα, ἀνὴρ πᾶσαν ἀρετὴν κατωρθωκὼς προσήκουσαν βασιλεῖ. ἔθαψε δὲ αὐτὸν ὁ παῖς Σολομὼν ἐν Ἱεροσολύμοις βασιλικῶς, καὶ πλοῦτον ἄφθονον αὐτῷ συνεκήδευσεν.
Κεφάλαιο 8
[Επεξεργασία]- Iosephi Ant. 8,1−2. Regum 3,2−4. Paralip. 2,1.
Σολομὼν δὲ ὅτε τὴν βασιλείαν παρέλαβε νεώτατος ἦν, δωδέκατον ἔτος ἄγων τῆς ἡλικίας αὐτοῦ. ὁ μέντοι Ἀδωνίας πορευθεὶς πρὸς Βηρσαβεὲ τὴν μητέρα τοῦ Σολομῶντος "οἶδας" εἶπε "τὴν βασιλείαν ἐμοὶ προσήκειν καὶ διὰ πρεσβυγένειαν καὶ διὰ τὴν αἵρεσιν τοῦ λαοῦ, μετέβη δὲ πρὸς Σολομῶντα τὸν ἀδελφόν μου, καί μοι στερκτέον τὸ γεγονὸς ὡς γνώμῃ θεοῦ γεγονός. μίαν δ' αἰτῶ αἴτησιν, δοθῆναί μοι [120] πρὸς γάμον τὴν τῷ πατρὶ συγκοιμωμένην κόρην τὴν Ἀβισάκ, ἐπεὶ μηδ' ἔγνω ταύτην ὁ πατὴρ διὰ γῆρας, ἀλλ' ἔτι παρθένος ἐστίν." ἡ δὲ Βηρσαβεὲ κομίσειν τοὺς λόγους ὑπέσχετο τῷ υἱῷ καὶ καταπράξασθαι τὸν γάμον αὐτῷ σπουδαιότατα. καὶ πορευθεῖσα πρὸς τὸν υἱὸν δοῦναι τῷ ἀδελφῷ Ἀδωνίᾳ τὴν Ἀβισὰκ παρεκάλει. ὁ δὲ ὀργισθεὶς ἐπὶ τῷ λόγῳ θαυμάζειν εἶπεν εἰ μὴ καὶ τῆς βασιλείας παραχωρῆσαι Ἀδωνίᾳ ὡς πρεσβυτέρῳ αὐτὸν ἀξιοῖ. καὶ αὐτίκα τῷ ἐπὶ τῶν σωματοφυλάκων Βαναίᾳ κτεῖναι τὸν Ἀδωνίαν προσέταξε. τῷ δὲ Ἀβιάθαρ εἰς τὴν ἐνεγκαμένην πορευθῆναι ἐπέταξε καὶ διάγειν ἐν τοῖς ἀγροῖς. "θανάτου γάρ" φησι "ῥύεταί σε ὁπόσα μου συνέκαμες τῷ πατρί." καθὼς οὖν τῷ Ἠλεὶ προείρηκεν ὁ θεός, ἀφῄρητο ἡ τῆς ἱερωσύνης τιμὴ ἐξ οἴκου Ἰθάμαρ καὶ πρὸς Σαδὼκ μεταπέπτωκεν, ἐκ τοῦ γένους ὄντα τοῦ Φινεές. ὁ δὲ στρατηγὸς Ἰωὰβ ταῦτα μαθὼν καὶ περιδεὴς γεγονὼς τῷ θυσιαστηρίῳ προσπέφευγε, καὶ καλούμενος οὐκ ἄν ποτε ἐξελθεῖν εἶπεν, ἀλλ' αὐτοῦ τεθνήξεσθαι καὶ οὐκ ἄλλοθι. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν πέπεικε στεῖλαι κἀκεῖ τὸν Ἰωὰβ ἀνελεῖν. ἐντεῦθεν Βαναίας μὲν πάσης τῆς δυνάμεως προκεχείριστο στρατηγός, Σαδὼκ δὲ τῆς ἀρχιερωσύνης ἠξίωτο. τὸν δέ γε Σεμεεὶ ὁ βασιλεὺς ἐν Ἱερουσαλὴμ περιώρισεν ὥστε ταύτης μὴ ἐξιέναι· εἰ δ' οὔ, θάνατον αὐτῷ τὸ ἐπιτίμιον ἔταξεν. ὁ δὲ μετὰ ἔτη τρία δούλων αὐτοῦ φυγόντων ἐπὶ ζήτησιν αὐτῶν ἐξελήλυθε· καὶ τοῦτο γνοὺς Σολομὼν ἀναιρεθῆναι τὸν ἄνδρα ἐκέλευσεν.
Ἄγεται δὲ Σολομὼν εἰς γυναῖκα θυγατέρα Φαραώ, καὶ τὰ τείχη τῶν Ἱεροσολύμων ἐπὶ μεῖζον ἦρε καὶ ὀχυρώτερα κατεσκεύασε. καθ' ὕπνους δὲ χρηματίσας [121] αὐτῷ ὁ θεὸς εἶπεν αὐτῷ αἰτῆσαι ὃ βούλοιτο· ὁ δὲ σύνεσιν καὶ φρόνησιν ᾔτησε δοθῆναι αὐτῷ. καὶ ὁ θεὸς ἀποδεξάμενος αὐτὸν τῆς αἰτήσεως, καὶ σοφίαν δώσειν αὐτῷ καὶ μέγαν νοῦν ἐπηγγείλατο ὡς οὐχ ἑτέρῳ πρὸ αὐτοῦ ἤ τινι τῶν μετ' αὐτόν, προσθεῖναι δὲ καὶ ἅπερ οὐκ ᾔτησε, πλοῦτον καὶ νίκην καὶ εὔκλειαν, εἰ φυλάξει τὰς αὐτοῦ ἐντολὰς καὶ τὰ δικαιώματα.
Μετὰ ταῦτα δύο προσῆλθον αὐτῷ γυναῖκες· ὧν ἡ μία "βασιλεῦ" ἔφη, "ἀλλήλαις ἡμεῖς συνῳκοῦμεν καὶ οὐδεὶς μεθ' ἡμῶν. ἐτέκομεν δὲ ἄμφω κατὰ τὸν αὐτὸν καιρὸν ἄρρενα. καὶ μετὰ μικρὸν αὕτη τῷ αὐτῆς ἐπιπεσοῦσα υἱῷ νεκρὸν διυπνισθεῖσα εὗρεν αὐτόν. καὶ τὸ μὲν τεθνηκὸς ὑπνούσης ἐμοῦ ὑποτίθησι ταῖς ἀγκάλαις μου, τὸ δὲ ζῶν ἐξ ἐμοῦ ἀφελοῦσα ὡς ἑαυτῆς ᾠκειώσατο. καὶ γνοῦσα τὸ δρᾶμα ζητῶ τὸν παῖδα· ἡ δέ μοι οὐ δίδωσιν." ἡ δ' ἑτέρα τὸ ζῶν εἶναι τὸ ἑαυτῆς παιδίον ἀπισχυρίζετο, τῆς δ' ἀντιδίκου τὸ τεθνηκός· καὶ ἐπὶ τοσοῦτον κακουργίας μὴ προβῆναι διώμνυτο. ἀπορούντων δὲ τῶν περιεστηκότων πῶς ἂν διευκρινηθείη τὸ ἀληθές, ὁ βασιλεὺς διχῇ τμηθῆναι μαχαίρᾳ τὸ παιδίον τὸ ζῶν ἐκέλευσε καὶ ἀνὰ μέρος δοθῆναι ἑκατέρᾳ τῶν γυναικῶν. τοῦτο ἡ μὲν ἀληθὴς τοῦ βρέφους μήτηρ βαρέως ἤνεγκε, καὶ παρῃτεῖτο τὴν ψῆφον, καὶ δοθῆναι ζῶν τὸ παιδίον τῇ ἀντιδίκῳ ἱκέτευεν· ἡ δὲ ψευδῶς ἑαυτὴν μητέρα τοῦ παιδὸς ὀνομάζουσα καὶ ἐπῄνει τὴν κρίσιν καὶ ἐπέσπευδε τὴν διαίρεσιν. καὶ ὁ βασιλεὺς δοθῆναι ζῶν τὸ παιδίον προσέταξε τῇ παραιτουμένῃ τὴν ἐκείνου διαίρεσιν, "αὕτη" φήσας "ἡ τούτου μήτηρ ἐστίν, ἣ τοῦ παιδὸς σφαγῆναι μέλλοντος ὑπερήλγησε." τοῦτο πᾶς ὁ λαὸς ἀκριβὲς τεκμήριον ἔσχηκε τῆς τοῦ βασιλέως φρονήσεως.
[122] Πάντας δὲ τοὺς πρὶν εἰς σοφίαν καὶ φρόνησιν ὑπερβέβηκε. συνέταξε δὲ τρισχιλίας παραβολὰς καὶ πεντακισχιλίας ᾠδάς, καὶ ἀπὸ τῆς κέδρου ἕως ὑσσώπου συνεγράψατο, καὶ περὶ φύσεως ζῴων τῶν τε πεζῶν καὶ ἀερίων καὶ τῶν νηκτῶν καὶ τῶν ἰδιωμάτων αὐτῶν ἐξήτασε καὶ ἐφιλοσόφησε, καὶ κατὰ τῶν δαιμόνων ἐξεύρηκεν ἐπῳδὰς εἰς ἀνθρώπων ὠφέλειαν· καὶ τρόπους κατέλιπεν ἐξορκώσεων, αἷς τὰ δαιμόνια ἐδιώκοντο. καὶ ταύτην τὴν θεραπείαν φησὶν ὁ Ἰώσηπος μέχρις ἐκείνου ἰσχύειν· καί τι διηγεῖται τοιοῦτον, τὸν λόγον πιστούμενος. Ἐλεάζαρ τῶν ὁμοφύλων λέγει κεκτῆσθαί τινα δακτύλιον ἔχοντα ὑπὸ τὴν σφραγῖδα ῥίζαν ἐξ ὧν ὑπέδειξε Σολομών. καὶ τοῦτον ταῖς ῥισὶ τοῦ δαιμονῶντος προσφέρειν, καὶ τῇ ὀσφρήσει διὰ τῶν μυκτήρων τοῦ πάσχοντος ἐξέλκεσθαι τὸ δαιμόνιον. εἶτα τοῦ Σολομῶντος μεμνημένον ἐπῳδάς τε λέγειν ἐξ ὧν ἐκεῖνος συνέθετο καὶ ἐξορκοῦν τὸ δαιμόνιον μηκέτι ἐπανελθεῖν εἰς τὸν ἄνθρωπον. τοῦτο καὶ Οὐεσπασιανοῦ καὶ τῶν υἱῶν ἐκείνου ἐνώπιον λέγει ποιῆσαι τὸν Ἐλεάζαρ· καὶ διδόντα τῆς κατὰ τῶν δαιμόνων ἰσχύος ἀπόδειξιν τιθέναι ποτήριον πλῆρες ὕδατος, καὶ ἐπιτάσσειν τῷ δαίμονι ἐξερχομένῳ τοῦ πάσχοντος ἀνατρέψαι αὐτό· καὶ ἀνατρέπεσθαι τὸ ποτήριον μηδενὸς ὁρῶντος τὸν ἀνατρέποντα.
Κεφάλαιο 9
[Επεξεργασία]- Iosephi Ant. 8,3−6. Regum 3,6−10. Paralip. 2,3−9.
Ἤρξατο δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας αὐτοῦ, μετὰ ἔτη τῆς ἐξ Αἰγύπτου ὑποχωρήσεως τοῦ λαοῦ τετρακόσια τεσσαράκοντα. περὶ δὲ τῶν μέτρων τοῦ ὕψους αὐτοῦ καὶ [123] τοῦ μήκους καὶ τῆς τούτου κατασκευῆς οὐχ ὁμοφωνοῦσιν ἥ τε τρίτη τῶν Βασιλειῶν καὶ Ἰώσηπος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς Ἀρχαιολογίας περὶ τοῦ ναοῦ συγγραφόμενος, ἀλλ' ἐν τοῖς πλείοσι διαφέρονται. ᾧ δὲ τὰ περὶ τῆς διαφορᾶς πρὸς βουλῆς ἀκριβώσασθαι, καὶ περὶ τῶν δύο Χερουβὶμ ἃ χρυσοῦ ποιήσας κατὰ τὸ ἄδυτον ἔστησε, καὶ περὶ τῆς κιβωτοῦ καὶ τῆς χαλκῆς θαλάσσης καὶ τῶν λουτήρων, καὶ πηλίκον ἦν τὸ χάλκεον θυσιαστήριον, οἵα δ' ἡ τράπεζα ἡ χρυσῆ, καὶ ὅσα σκεύη ἀργύρεά τε καὶ χρύσεα Σολομὼν ἀνέθετο τῷ ναῷ, καὶ περὶ τῶν ἄλλων, ἡ τρίτη τῶν Βασιλειῶν βίβλος καὶ ἀρχαιολογῶν ὁ Ἰώσηπος ἀρκέσουσι παραστήσασθαι τὴν ἐφ' ἑκάστῳ ἀκρίβειαν. ἐν ἔτεσι δὲ ἑπτὰ συντελέσας ὁ βασιλεὺς τόν τε ναὸν καὶ ὅσα περὶ ἐκεῖνον συνεκάλεσε τὸν λαὸν εἰς Ἱεροσόλυμα. καὶ ἄραντες τὴν κιβωτὸν οἱ ἱερεῖς καὶ τὴν σκηνὴν ἣν ἐπήξατο Μωυσῆς καὶ τὰ ἐν ταῖς θυσίαις ὑπηρετούμενα σκεύη πρὸς τὸν ναὸν μετεκόμιζον, τοῦ βασιλέως προάγοντος καὶ τοῦ πλήθους παντός, καὶ τῶν Λευιτῶν σπενδόντων καὶ θυμιώντων. καὶ κατετέθη ἡ κιβωτὸς εἰς τὸ ἄδυτον μεταξὺ τῶν δύο Χερουβίμ, τὰς δύο λιθίνας πλάκας ἔχουσα ἔνδοθεν. ἐξελθόντων δ' ἐκ τοῦ ἀδύτου τῶν ἱερέων, δόξης κυρίου ὁ οἶκος ἐπέπληστο καὶ νεφέλη τὸν ναὸν ὅλον περιεκέχυτο· ἐξ ἧς ἐπιδημῆσαι τῷ ναῷ τὸν θεὸν ἐφαντάζοντο σκηνώσαντα ἐν αὐτῷ. ὁ δὲ βασιλεὺς ἡσθεὶς ἐπὶ τούτοις εὐχαριστίαν τε πρὸς τὸν θεὸν ἐποιήσατο καὶ τὸν λαὸν εὐλόγησε καὶ ἱκέτευσεν ἐπήκοον γίνεσθαι τὸ θεῖον πᾶσι τοῖς ἐν αὐτῷ εὐχομένοις. εἶτα τῷ βωμῷ θυσίας προσήγαγε. καὶ ὁ θεὸς δεικνὺς ὡς εὐμενῶς αὐτὰς προσεδέξατο, πῦρ ἐκλάμψαι δι' ἀέρος πεποίηκεν ἐπενεχθῆναί τε τῷ βωμῷ καὶ τὴν θυσίαν [124] ἅπασαν καταδαίσασθαι. ταῦθ' ὁ λαὸς ἰδὼν εὐλόγησε τὸν θεόν, καὶ ὁ βασιλεὺς ηὐχαρίστησε, καὶ πολυτελῶς ἑορτάσαντες τὸν σύλλογον διελύσαντο. ὄνειρος δὲ γεγονὼς τῷ βασιλεῖ ἐπακοῦσαι τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐδήλου, καὶ τὸν ναόν τε συντηρηθῆναι καὶ αὐτὸν εἰς ἄκρον εὐδαιμονίας ἀναχθῆναι, καὶ τῆς χώρας ἄρξειν τοὺς ἐξ αὐτοῦ, εἰ αὐτός τε κἀκεῖνοι καὶ ὁ λαὸς τὰ θεῖα μὴ παραβαῖεν ἐντάλματα· εἰ δ' οὔ, πρόρριζον ἐκκόψειν ἠπείλει τὸ γένος αὐτοῦ, καὶ τὸν λαὸν δουλείᾳ καὶ κακώσεσι μυρίαις ὑποβαλεῖν, καὶ τὸν ναὸν παραδώσειν εἰς ἐμπρησμὸν καὶ διαρπαγήν, καὶ τὴν πόλιν εἰς κατασκαφήν τε καὶ προνομήν.
Οὕτω μὲν οὖν τὰ τοῦ ναοῦ τῷ Σολομῶντι τετέλεστο· μετὰ δὲ ταῦτα βασίλεια ἑαυτῷ ᾠκοδόμησε πολυτελῆ καὶ λαμπρά, καὶ τὰ τῶν Ἱεροσολύμων δὲ τείχη προσεπεσκεύασε, καὶ πόλεις ἄλλας προσῳκοδόμησε, καὶ τοὺς ἐν τῷ Λιβάνῳ ὄρει τῶν Χαναναίων ὑφ' ἑαυτὸν ποιησάμενος, μὴ πρὶν ὑποταγέντας, ὑποφόρους κατέστησε. σοφίσματα δὲ καὶ λόγους αἰνιγματώδεις Χειρὰμ ὁ τῶν Τυρίων βασιλεὺς αὐτῷ πέπομφεν, ἀξιῶν σαφηνίσαι αὐτά· καὶ πάντα διέλυσε καὶ τὸν νοῦν ἐκείνων δεδήλωκε. μεμνῆσθαι τούτων ἱστορεῖ ὁ Ἰώσηπος καὶ συγγραφεῖς ἀρχαίους, τόν τε Δῖον καὶ πρὸς τούτῳ τὸν Μένανδρον. διαβοηθείσης δὲ πανταχοῦ τῆς σοφίας τοῦ Σολομῶντος καὶ τῆς φρονήσεως, βασίλισσά τις Αἰγύπτου καὶ Αἰθιόπων σοφίαν φιλοῦσα καὶ ζητοῦσα εἰς Ἱεροσόλυμα παραγέγονε. καὶ ὁ βασιλεὺς φιλοτίμως αὐτὴν προσεδέξατο, καὶ τὰ σοφίσματα ἃ προετίθει ἐκείνη ῥᾳδίως ἐπέλυεν, ὡς ἐκπλήττεσθαι τὴν βασίλισσαν καὶ πλέον λέγειν τῶν ἠκουσμένων ὁρᾶν. ἐθαύμαζε δὲ καὶ τὰ βασίλεια καὶ τῶν δείπνων τὴν πολυτέλειαν καὶ τὴν ὑπηρεσίαν ἅπασαν [125] τὴν βασίλειον καὶ τὰς ἐν τῷ ναῷ θυσίας καὶ τῶν θυόντων τὸ εὔτακτον. ἐδωρήσατο δὲ τὸν βασιλέα χρυσίῳ καὶ λίθοις τῶν πολυτίμων καὶ ἀμυθήτοις ἀρώμασι καὶ βαλσάμου ῥίζαις, ὡς ἐξ ἐκείνης ἐν Παλαιστίνῃ φυῆναι τὸ βάλσαμον. καὶ Σολομὼν δὲ πολλοῖς ἀγαθοῖς τὴν βασίλισσαν ἀντημείψατο. καὶ ἡ μὲν εἰς τὰ ἑαυτῆς ὑπενόστησεν·
Κεφάλαιο 10
[Επεξεργασία]- Iosephi Ant. 8,7−8. Regum 3,11.
ὁ δὲ βασιλεὺς πάντων τῶν πρὸ αὐτοῦ γενόμενος ἐνδοξότατος καὶ φρονήσει καὶ πλούτῳ διενεγκὼν οὐκ ἐνέμεινε τοῖς θείοις θεσμοῖς, ἀκρασίαν δὲ νοσήσας περὶ τὰ ἀφροδίσια καὶ περὶ γυναῖκας ἐκμανεὶς οὐ ταῖς ὁμογενέσιν ἠρκεῖτο, ἀλλὰ καὶ ἀλλοφύλους ἔγημε πλείστας, καὶ χαριζόμενος ἐκείναις διὰ τὸν ἔρωτα ἐθρήσκευε καὶ τοὺς ἐκείνων θεούς. ἔγημε γὰρ θυγατέρας ἀρχόντων διασήμων ἑπτακοσίας καὶ παλλακὰς τριακοσίας καὶ τὴν θυγατέρα τοῦ βασιλέως τῶν Αἰγυπτίων. εἶπεν οὖν ὁ κύριος πρὸς τὸν Σολομῶντα "ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετειλάμην σοι, διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. οὐ σὲ δὲ ζῶντα τὴν ἀρχὴν ἀφαιρήσομαι διὰ τὸν πατέρα σου, θανόντος δέ σου ταῦτα ἐπὶ τῷ υἱῷ σου ποιήσω. καὶ οὐδὲ πᾶσαν ἐξ αὐτοῦ τὴν βασιλείαν ἀφελοῦμαι, δύο δὲ φυλὰς αὐτῷ καταλελοιπὼς καὶ τὴν Ἱερουσαλὴμ διὰ τὸν πάππον Δαβίδ, τὰς δέκα τῷ δούλῳ δώσω αὐτοῦ."
Οὐ συχνὸς καιρὸς διελήλυθε καὶ Ἄδερ εἰς πόλεμον κατέστη τῷ Ἰσραήλ. ἦν δὲ ὁ Ἄδερ Ἰδουμαῖος ἐκ βασιλείου σπορᾶς, ὃς τοῦ Ἰωὰβ καταστρεψαμένου τὴν Ἰδουμαίαν κατὰ τοὺς χρόνους Δαβὶδ παιδάριον ὢν ἀπέδρα εἰς Αἴγυπτον, καὶ φιλοφρόνως δεχθεὶς παρὰ Φαραὼ ἠγαπήθη καὶ τὴν ἀδελφὴν ἔγημε τῆς [126] γυναικὸς Φαραώ. οὗτος οὖν ἀνδρωθεὶς καὶ θανόντας μαθὼν τὸν Δαβὶδ καὶ τὸν Ἰωάβ, ἐπανελθεῖν ἐζήτει πρὸς τὴν πατρῴαν ἀρχήν· ἀλλ' οὐ παρεχωρεῖτο πρὸς Φαραώ. ἤδη δὲ τῷ Σολομῶντι τῶν πραγμάτων κακῶς ἐχόντων παρεχωρήθη καὶ Ἄδερ καὶ εἰς τὴν Ἰδουμαίαν ἐπανελήλυθε. ταύτης δ' ἀσφαλῶς φρουρουμένης εἰς τὴν Συρίαν ἀφίκετο, καὶ σύστημά τι σχὼν περὶ αὐτὸν λῃστρικὸν ταύτην τε κατέσχε καὶ τὴν τῶν Ἑβραίων ἐληίζετο χώραν.
Ἱεροβοὰμ δὲ υἱὸς Ναβὰτ παιδάριον ὢν ὑπηρέτει τῷ βασιλεῖ. ἰδὼν δὲ Σολομὼν αὐτὸν γενναῖον τὸ φρόνημα, ὅτε τῇ Ἱερουσαλὴμ περίβολον ᾠκοδόμει ἐπέστησεν αὐτὸν τῆς οἰκοδομῆς ἐπιμελητήν. ἀπερχομένῳ δέ που τῷ Ἱεροβοὰμ συνήντησε προφήτης ὁ Σηλωνίτης Ἀχιά, καὶ ἐκκλίνας αὐτὸν τῆς ὁδοῦ διέρρηξε τὸ οἰκεῖον ἱμάτιον εἰς δώδεκα ῥήγματα καὶ δέδωκεν ἐκείνῳ τὰ δέκα, εἰπὼν ὡς "οὕτως διαρρήξει τὴν βασιλείαν Σολομῶντος ὁ κύριος, καὶ τῷ μὲν ἐκείνου υἱῷ δύο καταλείψει φυλὰς διὰ τὸν πάππον, σοὶ δὲ τὰς δέκα δώσει καὶ βασιλεύσει σε ἐν αὐταῖς. σὺ δὲ ἀλλὰ τῶν νόμων ἀντέχου κυρίου καὶ γίνου δίκαιος." τούτοις μέγα φρονήσας Ἱεροβοὰμ νεωτερίζειν ἐπεχείρει. καὶ γνοὺς τὸ πρᾶγμα ὁ βασιλεὺς ἀνελεῖν ἐζήτει αὐτόν. ὁ δὲ φεύγει εἰς Αἴγυπτον κἀκεῖ διῆγεν ἕως Σολομὼν ἐτελεύτησε. τέθνηκε δὲ ὁ βασιλεὺς Σολομών, ὡς μὲν ἡ βίβλος τῶν Βασιλειῶν ἱστορεῖ, ζήσας ἐνιαυτοὺς πεντήκοντα πρὸς δυσί, δωδεκαέτης γὰρ τῆς βασιλείας ἐπιβῆναι ἱστόρηται, βασιλεῦσαι δὲ ἔτη τεσσαράκοντα, ὡς δ' ὁ Ἰώσηπος συνεγράψατο, τέσσαρας μὲν ἐνιαυτοὺς ἐβίω καὶ ἐνενήκοντα, ὀγδοήκοντα δὲ βεβασίλευκεν, εὐτυχῶς μὲν ζήσας καὶ εὐκλεῶς, παρανομήσας μέντοι περὶ τὸ [127] γῆρας, ὑπ' ἐρώτων οὐκ εὐαγῶν ἀλλογενέσι πεισθεὶς γυναιξὶ καὶ τοῖς ἐκείνων ἀκολουθήσας θρησκεύμασι.
Κεφάλαιο 11
[Επεξεργασία]- Iosephi Ant. 8,8−9. Regum 3,12−13. Paralip. 2,10.
Διάδοχον δ' ἔσχε τῆς βασιλείας τὸν υἱὸν Ῥοβοάμ. καὶ ὁ λαὸς συνήχθη πᾶς πρὸς αὐτόν, καὶ ἱκέτευον ἐλαφρῦναι αὐτοῖς τὸν τῆς δουλείας ζυγόν, ὃς παρὰ τοῦ Σολομῶντος αὐτοῖς ἐπενήνεκτο, καὶ τοῦ πατρὸς φανῆναι χρηστότερον. ὁ δὲ σκέψασθαι εἶπε καὶ μετὰ τρεῖς ἡμέρας εἰπεῖν. καλέσας οὖν τοὺς γηραιοτέρους τῶν πατρῴων θεραπόντων τί ἂν ἀποκριθείη τῷ λαῷ ἐπυνθάνετο· κἀκεῖνοι διαλεχθῆναι αὐτοῖς συνεβούλευον ἠπιώτερον μηδ' ὑπερηφάνως καὶ ὀγκηρῶς. μετὰ δὲ τὴν γερουσίαν τοῖς μειρακίσκοις, οἵπερ αὐτῷ συνετρέφοντο, τοῦ σκέμματος κεκοινώνηκε, καὶ τὴν τῶν πρεσβυτέρων εἰπὼν συμβουλήν. οἱ δὲ τραχύτερον αὐτῷ προσομιλῆσαι τῷ λαῷ συνεβούλευσαν καὶ τοὺς λόγους ἀναλόγους τῷ τῆς ἀρχῆς ὄγκῳ ποιήσασθαι καὶ τῷ βασιλικῷ ἀξιώματι. καὶ ὃς τούτοις προσέθετο, καὶ ἐπεὶ τὸ πλῆθος αὖθις συνεληλύθει "εἰ τὸν ζυγὸν ὑμῖν ἐσκλήρυνεν ὁ πατήρ μου" ἔφη, "τοῦτον αὐτὸς ἐπάξω βαρύτερον· καὶ εἰ μάστιξιν ἐκεῖνος ἐκέχρητο καθ' ὑμῶν, σκορπίοις ὑμᾶς κολάσω αὐτός· καί μου τῆς σμικρότητος παχυτέρας τῆς ὀσφύος τοῦ πατρὸς πειραθήσεσθε." τούτων τὸ πλῆθος ἀκοῦσαν "τίς ἡμῖν μερὶς ἐν Δαβίδ;" ἐξεβόησαν, καὶ ἀποδυσπετήσαντες ἀπῄεσαν. πέμψαντος δὲ Ῥοβοὰμ τῶν οἰκείων ἕνα διαλεχθῆναι αὐτοῖς καὶ πραῧναι, ἔκτειναν ὑπ' ὀργῆς τὸν ἄνδρα λιθολευστήσαντες. Ῥοβοὰμ δὲ δείσας εἰς Ἱεροσόλυμα πέφευγε, παραμεινάσης αὐτῷ τῆς Ἰούδα φυλῆς καὶ σὺν αὐτῇ τῆς Βενιαμίτιδος. αἱ [128] δέ γε λοιπαί, ἤδη τοῦ Ἱεροβοὰμ ἐπανελθόντος ἐκ τῆς Αἰγύπτου μετὰ τελευτὴν Σολομῶντος, καλέσασαι αὐτὸν εἵλοντο βασιλέα. Ῥοβοὰμ δὲ ἡτοιμάζετο περὶ τῆς βασιλείας μαχέσασθαι τοῖς Ἰσραηλίταις καὶ τῷ Ἱεροβοάμ, ἐκωλύθη δὲ παρὰ τοῦ θεοῦ διὰ τοῦ προφήτου Σαμαία.
Καὶ Ἱεροβοὰμ δείσας μὴ τὸ πλῆθος εἰς Ἱεροσόλυμα ἀπιὸν καὶ τοῖς ἐκεῖ συναναμιγνύμενον ἐπιστραφῇ πρὸς τὸν πρότερον αὐτοῦ βασιλέα καὶ καταλείψει αὐτόν, δύο δαμάλεις εἰργάσατο ἐκ χρυσοῦ, καὶ ἔθετο τὴν μὲν ἐν Βαιθήλ, τὴν δ' ἑτέραν ἐν Δάν. καὶ ἐκκλησιάσας τὸ πλῆθος "πανταχοῦ ὁ θεός ἐστιν" εἶπεν, "ὦ ἄνδρες, ἀλλ' οὐ μόνον ἐν Ἱεροσολύμοις. ἰδοὺ οὖν δύο δαμάλεις πεποίηκα εἰς ὄνομα τοῦ θεοῦ, καὶ οὐκέτι ὑμῖν ἀνάγκη πορεύεσθαι εἰς Ἱεροσόλυμα. ἀπερχόμενοι δ' εἰς αὐτὰς προσκυνεῖτε καὶ θύετε· καὶ ἱερεῖς γὰρ ἐξ ὑμῶν αὐτῶν ἀποδείξω." τούτοις ἐξαπατηθεὶς ὁ λαὸς τά τε πάτρια παραβέβηκε καὶ παρώργισε τὸν θεόν, ὡς καὶ εἰς αἰχμαλωσίαν παραδοθῆναι τοῖς ἀλλοφύλοις τὸν Ἰσραήλ. ποιήσας δὲ ἱερεῖς ὁ Ἱεροβοὰμ καὶ θυσιαστήριον ἑώρτασε, καὶ ἀνέβη αὐτὸς ἐπὶ τὸν βωμὸν καὶ περὶ αὐτὸν οἱ ἱερεῖς. καὶ ἤδη μέλλοντι θύειν παρέστη προφήτης σταλεὶς ἐκ θεοῦ καὶ εἶπε "τάδε λέγει κύριος. θυσιαστήριον, ἐκ Δαβὶδ ἔσται τις Ἰωσίας καλούμενος, ὃς θύσει τοὺς ἱερεῖς σου ἐπὶ σὲ καὶ κατακαύσει τὰ ὀστᾶ αὐτῶν. ἵνα δὲ δῆλον εἴη ὡς οἱ λόγοι μου ἀληθεύοιεν, ἰδοὺ ῥαγήσεται τὸ θυσιαστήριον, καὶ ἡ ἐπ' αὐτὸ πιότης χεθήσεται κατὰ γῆς." καὶ αὐτίκα τό τε θυσιαστήριον διερράγη καὶ ἡ πιότης τῶν θυμάτων ἐκκέχυτο. ἐξέτεινε δὲ τὴν χεῖρα Ἱεροβοάμ, συσχεθῆναι τὸν προφήτην ἐγκελευόμενος. ἡ δὲ ξηρανθεῖσα ἀκίνητος ἔμεινε. [129] δεηθεὶς γοῦν Ἱεροβοὰμ τοῦ προφήτου ἔσχεν αὖθις τὴν χεῖρα κινουμένην καὶ ἐνεργόν. καὶ ἠξίου αὐτὸν συνδειπνῆσαι αὐτῷ. ὁ δὲ οὐ κατένευσε, λέγων παρὰ τοῦ θεοῦ κωλυθῆναι ἄρτον ἐν τῇ πόλει ἐκείνῃ φαγεῖν ἢ ὕδωρ πιεῖν ἢ ὑποστρέψαι δι' ἧς ὁδοῦ εἰς τὴν πόλιν ἐλήλυθε· καὶ ἀπῄει ἑτέραν τραπόμενος. ψευδοπροφήτης δέ τις ἦν ἐν τῇ πόλει ἐκείνῃ τὸν Ἱεροβοὰμ ἀπατῶν καὶ πρὸς χάριν αὐτῷ ὁμιλῶν. οὗτος μαθὼν ὅσα ὁ τοῦ θεοῦ προφήτης καὶ εἴρηκε καὶ πεποίηκε καὶ ὡς ἄπεισι, κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἠξίου ἀναστρέψαι καὶ παρ' αὐτῷ ξενισθῆναι. τοῦ δὲ ἀπαναινομένου, ὡς ἀπαγορεύσαντος τοῦ θεοῦ, "ἀλλὰ κἀγὼ προφήτης εἰμί" ὁ πονηρὸς ἐκεῖνος εἶπεν ἀνήρ, "καὶ ἥκω κατ' ἐντολὴν τοῦ θεοῦ ἐπιστρέψων σε τραπέζης μοι κοινωνήσοντα." ἐπίστευσεν ὁ προφήτης τοῖς τοῦ ψευδοπροφήτου λόγοις καὶ ὑπενόστησε. ξενισθέντι δ' ἐκεῖ τῷ προφήτῃ λόγος ἐγένετο κυρίου, ἀνθ' ὧν οὐκ ἐτήρησε τὰ ἐνταλθέντα αὐτῷ ἀναιρεθήσεσθαι κατὰ τὴν ὁδὸν παρὰ λέοντος. καὶ ὑποστρέφοντα λέων αὐτὸν ἔκτεινε καὶ παρακαθήμενος ἐφύλαττε τὸν νεκρὸν καὶ τὸ ὑποζύγιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ ψευδοπροφήτης συνεκόμισε τὸ σῶμα τοῦ τεθνεῶτος καὶ ἔθαψε, καὶ τοῖς ἑαυτοῦ παισὶν ἐνετείλατο τῷ προφήτῃ συγκηδεῦσαι καὶ αὐτοῦ τὸ σῶμα θανόντος· τί τοῦτο μηχανησάμενος; ἵν' ὅτε κατὰ τὴν ἐκείνου προφητείαν κατασκαφῇ τὸ θυσιαστήριον, καὶ τῶν ἱερέων καὶ ψευδοπροφητῶν πυρὶ παραδοθῇ τὰ ὀστᾶ, αὐτὸς διαφύγῃ τὴν ὕβριν, εἰ τῷ ἀνθρώπῳ τοῦ θεοῦ συγκατατεθῇ.
Κεφάλαιο 12
[Επεξεργασία]- Iosephi Ant. 8,9−12. Regum 3,13−16. Paralip. 2,12−17.
Ταῦτα μὲν οὖν οὕτως ἐγένετο· Ἱεροβοὰμ δὲ τῆς [130]αὐτῆς εἴχετο ἀσεβείας, ᾗ καὶ ἐπεδίδου καθ' ἑκάστην παρανομῶν, καὶ χρημάτων τὴν ψευδῆ τῶν ὑψηλῶν ἱερωσύνην παρεῖχε τοῖς θέλουσιν ὤνιον. καὶ εἰς ἁμαρτίαν ἡ πρᾶξις αὕτη ἐλογίσθη αὐτῷ, καὶ εἰς ἀφανισμὸν τοῦ οἴκου αὐτοῦ γέγονε καὶ εἰς ὄλεθρον. εἰ δὲ τὸ τὴν ἀνίερον ἐκείνην ἱερωσύνην ἀποδίδοσθαι χρημάτων ἁμαρτία λελόγιστο, τί ἄν τις εἴποι περὶ τῶν πωλούντων καὶ ὠνουμένων τὴν θείαν ὄντως ἱερωσύνην, τὴν τῆς φρικτῆς καὶ ἀναιμάκτου θυσίας τελεστικήν;
Ἐνόσησε δὲ Ἀβιὰ ὁ υἱὸς Ἱεροβοάμ· καὶ ἔστειλε τὴν γυναῖκα αὐτοῦ ὁ βασιλεὺς πρὸς Ἀχιὰ τὸν προφήτην, εἰ ζήσεται ἐρωτήσουσαν. ἡ δὲ ἰδιωτικὴν μεταμφιασαμένη στολὴν ἀπῆλθε. καὶ ὁ προφήτης τὸ δρᾶμα γνοὺς "μὴ κρύπτε σαυτήν, γύναι Ἱεροβοάμ" ἔφη, "ἄπιθι δὲ καὶ τῷ ἀνδρί σου εἰπὲ ὅτι, ἐπεὶ καταλιπὼν τὸν θεὸν σεαυτῷ θεοὺς ἐποίησας χωνευτούς, προσδόκα τήν τε βασιλείαν ἀφαιρεθήσεσθαι καὶ αὐτὸς παγγενῆ ἐξολοθρευθήσεσθαι. ὅτι δέ σοι ἀσεβήσαντι καὶ τὸ πλῆθος ἐπηκολούθησεν, οὐδ' ἐκεῖνο μένει ἀτιμώρητον. σὺ δὲ ἄπιθι, γύναι, καὶ θανόντα εὑρήσεις τὸν παῖδά σου, ὃς καὶ ταφήσεται θρηνηθείς· μόνος γὰρ ἐξ Ἱεροβοὰμ οὗτος ἦν ἀγαθός." ἀπελθοῦσα δὲ ἡ γυνὴ τὸν μὲν παῖδα εὗρε θανόντα, τῷ δὲ ἀνδρὶ τὰ παρὰ τοῦ προφήτου ἀπήγγειλεν. ὁ δ' οὐδὲν ἐξ ἐκείνων ἐβελτιώθη, τυγχάνων ἀσύνετος.
Ῥοβοὰμ δὲ τοῦ υἱοῦ Σολομῶντος βασιλεύοντος ἐν Ἱερουσαλὴμ οἱ παρὰ τοῖς Ἰσραηλίταις ἱερεῖς καὶ Λευῖται καὶ ὅσοι τοῦ πλήθους ἦσαν συνιέντες τὸ ἀγαθόν, ἀποστάντες τῶν ἰδίων πόλεων εἰς Ἱεροσόλυμα παραγίνονται· κἀντεῦθεν ἡ βασιλεία τοῦ Ῥοβοὰμ ηὔξητο. ὁ δὲ καὶ αὐτὸς ἠσέβησεν εἰς θεόν, καὶ πᾶς ὁ [131] οἶκος Ἰούδα τῆς τοῦ θεοῦ θρησκείας κατωλιγώρησε. διὸ καὶ ἀνέβη Σουσακὶμ ὁ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ μετὰ βαρείας δυνάμεως ἐν ἔτει πέμπτῳ τῆς βασιλείας τοῦ Ῥοβοάμ. συγκλείσας δὲ αὐτὸν Ῥοβοὰμ ἐν τῇ πόλει καὶ τὸν λαόν, ἐδέετο τοῦ θεοῦ δοῦναι σωτηρίαν αὐτοῖς, καὶ ἃ ἥμαρτον εἰς θεὸν ἐξωμολογοῦντο. παρακληθεὶς δὲ ὁ θεὸς οὐκ ἀπολέσειν αὐτούς, ἀλλὰ δώσειν εἶπεν ὑποχειρίους τοῖς πολεμίοις. δεξαμένου τοίνυν ἐν τῇ πόλει Ῥοβοὰμ τὸν Αἰγύπτιον ἐπὶ συνθήκαις, παρασπονδήσας ἐκεῖνος τοὺς τοῦ θεοῦ τε θησαυροὺς ἐσύλησε καὶ τοὺς βασιλικοὺς ἐξεκένωσε, καὶ τὰ χρυσᾶ ὅπλα ἃ ἐποίησε Σολομὼν καὶ τὰ δόρατα τὰ χρυσᾶ ἃ ὁ Δαβὶδ ἀνέθετο πάντα ἀφείλετο. ἐτελεύτησε δὲ Ῥοβοὰμ ζήσας ἔτη πεντήκοντα καὶ ἑπτά, ἐξ ὧν ἑπτακαίδεκα βεβασίλευκε, διάδοχον τὸν υἱὸν καταλιπὼν Ἀβιού. καθ' οὗ Ἱεροβοὰμ ἐξεστράτευσεν, ἀεὶ καὶ τῷ Ῥοβοὰμ πολεμῶν. Ἀβιοὺ δὲ οὐκ ἔπτηξε τὴν ἔφοδον, ἀλλ' ἀντιτάξας αὐτῷ τοὺς οἰκείους νίκην νικᾷ περιβόητον, ὡς μηκέτι θαρσῆσαι τὸν Ἱεροβοὰμ ἀντιπαρατάξασθαι. τελευτᾷ δὲ Ἀβιοὺ βασιλεύσας ἐν Ἱερουσαλὴμ ἔτη τρία, ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐβασίλευσεν Ἀσὰ ὁ υἱὸς αὐτοῦ, τοὺς θείους θεσμοὺς τηρήσας κατὰ Δαβὶδ τὸν οἰκεῖον προπάτορα.
Τέθνηκε δὲ καὶ Ἱεροβοὰμ ἀνύσας ἐν τῇ ἀρχῇ ἔτη δύο καὶ εἴκοσι. καὶ διεδέξατο αὐτὸν Ναβὰτ ὁ υἱὸς αὐτοῦ, κἀκεῖνος ἀσεβὴς κατὰ τὸν πατέρα γενόμενος. ὃς πόλιν τῶν ἀλλοφύλων πολιορκῶν Γαβαθὼν ἐπεβουλεύθη παρὰ Βαασὰν υἱοῦ Ἀχιά, καὶ τέθνηκε δύο ἄρξας ἐνιαυτούς. Βαασὰν δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἐγκρατὴς γεγονὼς πᾶν τὸ γένος τοῦ Ἱεροβοὰμ ἐξωλόθρευσε. καὶ οὗτος δὲ ὡς Ἱεροβοὰμ παρηνόμησε [132] καὶ τὸν λαὸν ὁμοίως πεποίηκεν ἁμαρτεῖν. καὶ ἠπείλησεν αὐτῷ ὁ θεὸς διὰ Ἰηοὺ τοῦ προφήτου διαφθερεῖν τὸν οἶκον αὐτοῦ ὡς τὸν οἶκον Ἱεροβοάμ. τέθνηκε δὲ καὶ οὗτος, ἐπὶ τὸν Ἰσραὴλ βασιλεύσας ἔτη ἐπὶ τέσσαρσιν εἴκοσι. καὶ Ἠλὰ ὁ υἱὸς αὐτοῦ γέγονε τῆς πατρικῆς βασιλείας διάδοχος. ὃν Ζαμβρὴ ὁ ἄρχων τῆς ἵππου αὐτοῦ μεθύοντα κτείνας ἐπὶ δύο ἐνιαυτοὺς βασιλεύσαντα τήν τε βασιλείαν ἀφείλετο καὶ τὸ γένος ἅπαν τοῦ Βαασὰν ἐξωλόθρευσεν. ἡ δὲ τῶν Ἰσραηλιτῶν στρατιὰ πολιορκοῦσα τὴν Γαβαθών, μαθοῦσα ὅτι Ζαμβρὴ κτείνας τὸν Ἠλὰ ἐβασίλευσε, τὸν οἰκεῖον στρατάρχην Ζαμβρὴν ἐν τῇ παρεμβολῇ ἀνηγόρευσε, καὶ τὴν πόλιν Θερσὰ μετ' αὐτοῦ προκαταλαβοῦσα κρατεῖ ταύτης. Ζαμβρὴ δὲ ὁ πρότερος εἰς τὸ μυχαίτατον τῶν βασιλείων εἰσδὺς καὶ ἐμπρήσας αὐτό, συνδιέφθειρεν ἐκείνῳ καὶ ἑαυτόν, ἑπτὰ ἡμέρας τὴν ἀρχὴν κατασχών. εἶτα μερίζεται ὁ λαός, καὶ τὸ μὲν αὐτοῦ τὸν Ζαμβρὴν ᾑρεῖτο, τὸ δ' ἕτερον τὸν Θαμνί. ἀλλ' ὑπερισχύσαντες οἱ τοῦ Ζαμβρῆ, καὶ ἀνελόντες τὸν Θαμνί, ἀστασίαστον τὴν ἀρχὴν τῷ Ζαμβρῇ περιεποιήσαντο. ὃς πρότερον μὲν ἐν Θερσὰ διῆγεν βασιλεύων, ἔπειτα δ' ἐν Μαρεώνῃ τῷ ὄρει, ἐν ᾧ πόλιν ἐδομήσατο ἣ Σαμάρεια κέκληται, αὐτοῦ Σαμαραιὸν τὸ ὄρος καλέσαντος εἰς ὄνομα Σεμηρών, ἀφ' οὗ τοῦτο ἐπρίατο· χείρων τῶν πρὸ αὐτοῦ γεγονώς. καὶ κατέστρεψε τὴν ζωὴν ἐν Σαμαρείᾳ, δώδεκα βασιλεύσας ἐνιαυτούς. ἡ δὲ βασιλεία περιῆλθεν εἰς Ἀχαὰβ τὸν υἱὸν αὐτοῦ.
Οἱ μὲν οὖν τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπ' ἄλλῳ διὰ τὴν παρανομίαν αὐτῶν ἐν ὀλίγῳ χρόνῳ διεφθάρησαν, Ἀσὰ δὲ ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς θεοφιλὴς ἦν. οὗ τῷ δεκάτῳ τῆς βασιλείας ἔτει ὁ βασιλεὺς [133] Αἰθιόπων στρατεύει κατ' αὐτοῦ μετὰ βαρείας δυνάμεως. ὁ δὲ τὸν θεὸν σύμμαχον ἐπεκέκλητο· καὶ συμπλακεὶς τοῖς Αἰθίοψι πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ λοιποὺς φυγόντας ἐδίωξε καὶ τὴν παρεμβολὴν ἐκείνων διήρπασε, καὶ πολλὰ αὐτὸς καὶ ὁ λαὸς ἐκομίσαντο λάφυρα. ἀναζευγνύντι δὲ τῷ βασιλεῖ καὶ τῇ στρατιᾷ ὁ προφήτης Ἀζαρίας ὑπαντήσας τῆς νίκης τὸν θεὸν εἶναι αὐτῷ δοτῆρα εἶπε καὶ τῷ λαῷ, δικαιοσύνης ἐπιμελουμένοις. καὶ μετιοῦσι μὲν ἀρετὴν εὐδαιμονίαν καὶ εἰσέπειτα ἐπηγγέλλετο, τῶν δὲ τοῦ θεοῦ ἐντολῶν κατολιγωρήσασι πολλὰ συμβήσεσθαι λυπηρά. Ἀσὰ τοίνυν ἐν εὐσεβείᾳ τὴν ζωὴν ἀνύσας καὶ εἰς γῆρας καταντήσας βαθὺ τέθνηκε, βασιλεύσας ἐνιαυτοὺς ἐφ' ἑνὶ τεσσαράκοντα, Ἰωσαφὰτ οἰκείῳ υἱῷ τὴν ἡγεμονίαν καταλιπών.
Κεφάλαιο 13
[Επεξεργασία]- Iosephi Ant. 8,13. Regum 3,16−20.
Ἀχαὰβ δὲ ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασίλεια, τοὺς πρὸ αὐτοῦ παραδραμὼν εἰς ἀσέβειαν, καὶ ὑπὸ τῆς γυναικὸς Ἰεζάβελ μᾶλλον εἰς κακίαν προβιβασθείς, ἣ τοῦ βασιλέως μὲν Τύρου καὶ Σιδῶνος θυγάτηρ ἦν, ἰταμὸν δὲ καὶ τολμηρὸν γύναιον. αὕτη ναὸν τῷ οἰκείῳ θεῷ Βὴλ ἐδομήσατο καὶ ἄλσος ἐφύτευσε καὶ ἱερεῖς αὐτῷ καὶ ψευδοπροφήτας κατέστησεν. Ἠλιοὺ δὲ ὁ προφήτης ἐκ πόλεως Θέσβης, ζηλώσας ἐπὶ ταῖς ἀσεβείαις τοῦ βασιλέως καὶ τοῦ λαοῦ, εἶπε πρὸς Ἀχαάβ "ζῇ κύριος, εἰ ἔσται ὑετὸς εἰ μὴ διὰ λόγου μου." καὶ ταῦτα εἰπὼν ἀπῆλθεν ἐν τῷ χειμάρρῳ Χορὰθ κατ' ἐντολὴν τοῦ θεοῦ· ἔνθα παρὰ κοράκων ἐτρέφετο ἄρτους αὐτῷ κομιζόντων πρωὶ καὶ κρέας τὸ δειλινόν, τὴν δὲ πόσιν αὐτῷ ἐχορήγει ὁ χείμαρρος. οὗ ξηρανθέντος εἰς Σαρεφθὰ πόλιν οὖσαν μεταξὺ [134] Σιδῶνος καὶ Τύρου τῷ θεῷ πειθόμενος ἄπεισι. καὶ πρὸ τῆς πόλεως γυναικί τινι ἐντυχών, ὕδωρ αὐτῷ κομίσαι ἱκέτευεν. ὡς δ' ἐπορεύετο ἡ γυνή, καὶ ἄρτον αὐτῷ ἐνεγκεῖν ἠξίου. ἡ δὲ μιᾶς δρακὸς ἀλεύρου ἐξώμνυτο εὐπορεῖν καὶ βραχυτάτου ἐλαίου, καὶ συλλέξασα ξυλάρια ἀπιέναι ποιήσουσα μικρὰν τροφὴν ἑαυτῇ καὶ τοῖς παισίν, ἧς ἐκλιπούσης καὶ αὐτοὺς λιμῷ ἐκλιπεῖν. ὁ δὲ προφήτης θαρρεῖν αὐτῇ ἐγκελεύεται· μηδὲ γὰρ ἐκλείψειν ἄλευρον ἐκ τοῦ ἀγγείου τοῦ τοῦτο φέροντος, μηδ' ἔλαιον ἐκ τῆς ληκύθου, ἕως γένηται ὑετός. ἡ δὲ πορευθεῖσα τόν τε προφήτην παρ' αὐτῇ ξενισθέντα καὶ ἑαυτὴν καὶ τὰ τέκνα ἐκ τοῦ βραχίστου ἐκείνου ἀλεύρου ἔτρεφεν ἕως ὁ λιμὸς παρελήλυθε. νοσήσαντος δὲ τοῦ υἱοῦ τῆς γυναικὸς ταύτης καὶ θανόντος, ἐβλασφήμει κατὰ τοῦ προφήτου ἐκείνη. ὁ δὲ δοθῆναι αὐτῷ τὸ τεθνηκὸς παιδίον ᾔτησε. καὶ λαβὼν εἰς τὸ ὑπερῷον ἔνθα ᾤκει ἀνήνεγκε καὶ ἔθετο ἐπὶ τῆς κλίνης αὐτοῦ· καὶ τὸν θεὸν ἱκετεύσας τρισσάκις ἐνεφύσησε τῷ νεκρῷ, καὶ ἀνέζησε. καὶ ἔδωκε τὸν παῖδα ζῶντα τῇ γειναμένῃ· ἡ δ' ηὐχαρίστει. καὶ μετὰ ταῦτα ἐνετείλατο τῷ Ἠλιοὺ ὁ θεὸς πορευθῆναι καὶ προειπεῖν Ἀχαὰβ ὡς ἔσται ὑετός. ὁ δὲ λιμὸς ἐπὶ Σαμάρειαν καὶ τὴν χώραν ἅπασαν κεκραταίωτο. Ἀχαὰβ δὲ τὸν οἰκονόμον αὐτοῦ Ἀβδιοὺ ἄνδρα χρηστὸν παραλαβὼν ἀπῄει, εἰ εὕροι τοῖς ἵπποις χιλόν. καὶ ὁ μὲν ἄλλην ἀπῄει ὁδόν, ἑτέραν δὲ Ἀβδιού, ἐρευνῶντες ποῦ ἂν εὕροιεν χόρτον ἐν πηγαῖς ἢ χειμάρροις. συναντᾷ τοίνυν τῷ Ἀβδιοὺ ὁ Ἠλίας καὶ ᾔτει τῷ βασιλεῖ μηνύειν αὐτόν. ὁ δὲ καὶ μάλα ζητεῖσθαι παρὰ τοῦ Ἀχαὰβ αὐτὸν ἔλεγεν, ἵν' ἀνέλῃ, εἰ εὕροι, καὶ κρύπτεσθαι συνεβούλευεν, ἔλεγέ τε καὶ αὐτὸς ἑκατὸν προφήτας κρύπτειν καὶ τρέφειν [135] καὶ σώζειν οὕτω, τοὺς ἄλλους πάντας τῆς Ἰεζάβελ ἀνῃρηκυίας. ὁ δὲ ὤμοσε κατ' ἐκείνην ὀφθήσεσθαι τὴν ἡμέραν τῷ Ἀχαάβ. ἀπῆλθεν οὖν Ἀβδιοὺ καὶ ἀπήγγειλε περὶ τοῦ Ἠλία τῷ βασιλεῖ. καὶ ἰδὼν τὸν προφήτην ἐκεῖνος, εἰ αὐτός ἐστιν ἤρετο ὁ διαστρέφων τὸν Ἰσραήλ. Ἠλίας δέ "σὺ μᾶλλον" εἶπε "καὶ ὁ οἶκος τοῦ πατρός σου διαστρέφετε τὸν λαόν, καταλιπόντες τὸν κύριον καὶ ψευδεῖς τιμῶντες θεούς. ἀλλ' ἄθροισον εἰς τὸ Καρμήλιον τὸν λαὸν καὶ τοὺς σοὺς προφήτας καὶ τοὺς τῆς γυναικός." πάντων δὲ συνελθόντων εἶπεν Ἠλίας ὡς "ἐγὼ μόνος ὑπολέλειμμαι τοῦ θεοῦ προφήτης, οἱ δὲ ψευδοπροφῆται σφόδρα πολλοί. δότε οὖν μοι μόνῳ βοῦν, καὶ αὐτοῖς ἅπασιν ἕτερον, καὶ θύσαντες τοὺς βόας ἐπιθῶμεν ξύλοις τὰ θύματα, πῦρ δέ γε μὴ ἐπενέγκωμεν· καὶ ἕκαστος ἐπικαλείσθω τὸν οἰκεῖον θεόν, καὶ ὑφ' οὗ ἂν αὐτόματον πῦρ ἐκλάμψῃ καὶ κατακαύσῃ τὰ ξύλα τε καὶ τὰ θύματα, ἐκεῖνος λογιζέσθω θεὸς ἀληθής." ἐπῄνεσε τὸ πλῆθος τοὺς λόγους, καὶ ἐποίησαν οὕτως οἱ ἱερεῖς τῆς αἰσχύνης, καὶ θύσαντες τὸν μόσχον καὶ ἐπιθέντες ξύλοις ἄνευ πυρός, ἐπεκαλοῦντο τὸν Βάαλ πρωίθεν εἰς μεσημβρίαν. μυκτηρίζων δὲ αὐτοὺς ὁ προφήτης μέγα βοᾶν αὐτοῖς συνεβούλευε, μήποτε καθεύδῃ αὐτοῖς ὁ θεὸς ἤ τις ἀσχολία αὐτῷ ἐστιν. ὡς δ' οὐδὲν ἐκείνοις δεομένοις πολλὰ ἐπεραίνετο, ὁ προφήτης δώδεκα λίθους λαβὼν καθ' ἑκάστην φυλὴν ᾠκοδόμησε θυσιαστήριον, ὤρυξε δεξαμενήν, ἐστοίβασε τὰς σχίδακας ἐπὶ τοῦ βωμοῦ, καὶ αὐταῖς τὰ ἱερεῖα ἐπενεγκὼν ὕδωρ ἐπιχεθῆναι τῷ θυσιαστηρίῳ ἐκέλευσεν, ὥστε καὶ τὴν δεξαμενὴν πληρωθῆναι. καὶ ἐπὶ τούτοις ἐπεκαλέσατο τὸν θεόν, καὶ πῦρ οὐρανόθεν ἐπὶ τὸν βωμὸν κατενήνεκτο πάντων ὁρώντων, καὶ τὴν [136] θυσίαν καὶ τὰ ξύλα καὶ τοὺς λίθους κατέφαγε, τὸ ὕδωρ τε καὶ τὸν χοῦν. ὁ λαὸς δ' ἐκπλαγεὶς ἔπεσεν ἐπὶ τὴν γῆν, ἕνα θεὸν ἀληθῆ τε καὶ μέγαν ὁμολογοῦντες. καὶ συλλαβόντες τοὺς ψευδοπροφήτας ἀπέκτειναν τοῦ προφήτου κελεύσαντος. εἶπε δὲ τῷ βασιλεῖ ὡς ὕσει μετὰ μικρὸν ὁ θεός, καὶ γέγονε κατὰ τὴν πρόρρησιν αὐτοῦ ῥαγδαῖος ὄμβρος. ἀπειλησάσης δὲ τῆς Ἰεζάβελ ἀνελεῖν τὸν Ἠλίαν, φοβηθεὶς ἐκεῖνος ἔφυγεν, καὶ ἐν τῇ ἐρήμῳ γενόμενος ἀθυμῶν ἀποθανεῖν ἱκέτευε τὸν θεόν. κοιμηθεὶς δὲ διυπνίσθη παρά τινος ἀναστῆναι καὶ φαγεῖν αὐτῷ ἐπιτρέποντος. ὁρᾷ δὲ ὀλυρίτην ἄρτον ἐκεῖ καὶ ὕδωρ. καὶ φαγὼν ἐκοιμήθη πάλιν, καὶ αὖθις ὁ ἄγγελος φαγεῖν αὐτῷ ἐγκελεύεται, ὡς πολλῆς αὐτῷ προκειμένης ὁδοῦ. καὶ πάλιν δὲ φαγὼν καὶ ἐνισχύσας ἐκ τῆς τροφῆς ἐκείνης, ἐπορεύθη ἡμέρας τεσσαράκοντα. καὶ γενόμενος ἐν τῷ ὄρει Χωρὴβ εἰσῆλθεν εἰς σπήλαιον, καὶ φωνῆς ἤκουσε "τί παραγέγονας ἐνταῦθα;" ὁ δὲ ἔφη "ὅτι ζηλώσας ἔκτεινα τοὺς προφήτας τῆς Ἰεζάβελ, ἡ δὲ ζητεῖ με κτανεῖν." ὁ δὲ χρηματίζων εἶπεν αὖθις αὐτῷ "ἔξελθε αὔριον καὶ στῆθι ἐνώπιον κυρίου." καὶ ἐποίησεν οὕτως, καὶ αἰσθάνεται πνεύματός τε καὶ συσσεισμοῦ, καὶ ὁρᾷ καιόμενον πῦρ. εἶτα λεπτῆς γενομένης αὔρας ἀκούει φωνῆς ἐκεῖθεν ἀναστρέψαι κελευούσης αὐτῷ καὶ χρῖσαι βασιλέα τῆς Συρίας τὸν Ἀζαήλ, καὶ τὸν Ἰηοὺ βασιλέα τῷ Ἰσραήλ, καὶ τὸν Ἐλισσαιὲ εἰς προφήτην ἀνθ' ἑαυτοῦ, οἳ τοὺς ἀσεβεῖς ὀλοθρεύσουσιν. ὑποστρέψας δὲ Ἠλίας ὡς ἐκελεύσθη εὗρε τὸν Ἐλισσαῖον ἀροτριοῦντα, καὶ ἐπέρριψεν αὐτῷ τὴν μηλωτὴν αὐτοῦ. ὁ δὲ καταλιπὼν πάντα ἠκολούθησεν αὐτῷ προφητεύειν ἀξιωθείς.
Κεφάλαιο 14
[Επεξεργασία]- Iosephi Ant. 8,13−15. Regum 3,21−22. Paralip. 2,17−18.
[137] Ἀμπελῶνα δὲ πλησίον τῶν ἀγρῶν τοῦ βασιλέως Ἀχαὰβ κεκτημένος ὁ Ναβουθαὶ ἠξιοῦτο πωλῆσαι αὐτὸν τῷ βασιλεῖ ἢ ἀνταλλάξαι· ὁ δὲ οὐκ ἐπείθετο. καὶ ὁ βασιλεὺς διὰ τοῦτο λελύπητο. μαθοῦσα δὲ Ἰεζάβελ τῆς λύπης τὸ αἴτιον γραφὴν ἐποιήσατο ὡς ἐξ Ἀχαὰβ πρὸς τοὺς προέχοντας τῆς χώρας, ἐν ᾗ κατῴκει ὁ Ναβουθαί, ἐγκελευομένην αὐτοῖς κατηγορῆσαι τοῦ ἀνδρὸς ὡς βλασφημήσαντος κατὰ τοῦ θεοῦ καὶ τοῦ βασιλέως, καί τινας παρασκευάσαι καταμαρτυρῆσαι αὐτοῦ, καὶ καταλιθάσαι αὐτόν. ταύτην τὴν γραφὴν τῇ σφραγῖδι τοῦ βασιλέως ἐπισημηναμένη ἔστειλε πρὸς τοὺς ἄνδρας. κἀκείνων ποιησάντων ὡς ἐνετάλθησαν, ὁ μὲν Ναβουθαὶ κατελεύσθη καὶ τέθνηκεν, ἡ δ' Ἰεζάβελ κληρονομῆσαι τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ τῷ Ἀχαὰβ ἐνετέλλετο θανόντος ἐκείνου. ὁ δὲ ἐλυπήθη διὰ τὸν φόνον, τὸν ἀμπελῶνα δὲ ᾠκειώσατο. καὶ Ἠλίας κελεύσαντος τοῦ θεοῦ ἀπῄει πρὸς Ἀχαὰβ λέγων "ὅτι ἐφόνευσας τὸν Ναβουθαὶ διὰ τὸ σχεῖν τὸν ἀμπελῶνα αὐτοῦ, διὰ τοῦτο τάδε λέγει κύριος. ἔνθα οἱ κύνες τὸ ἐκείνου ἔλειξαν αἷμα, ἐκεῖ καὶ τὸ σὸν αἷμα καὶ τὸ τῆς γυναικός σου λείξουσι, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου, καὶ ἅπαν τὸ γένος σου ἐξολοθρευθήσεται." Ἀχαὰβ δ' ἐπὶ τούτοις κατανυγεὶς ἔκλαυσε καὶ σάκκον περιεβάλετο καὶ ἐνήστευσεν ἐπὶ τοῖς πεπραγμένοις μεταμελόμενος. καὶ ὁ θεὸς διὰ τὴν μετάνοιαν αὐτοῦ μὴ ἐπάξειν αὐτῷ τὰ ἠπειλημένα ἐδήλωσε τῷ προφήτῃ, ἀλλ' ἐν ταῖς ἡμέραις τοῦ παιδὸς αὐτοῦ ταῦτα τελέσειν.
Ὁ δὲ τοῦ Ἄδερ υἱὸς βασιλεὺς Συρίας ἐστράτευσεν [138] ἐπὶ τὴν Σαμάρειαν μετὰ βαρείας δυνάμεως καὶ συμμάχων πολλῶν. καὶ πολιορκῶν αὐτὴν ἔπεμψε πρὸς Ἀχαὰβ λέγων ὅτι "ὁ πλοῦτός σου καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι· λήψομαι γὰρ πολέμῳ αὐτά. ἂν δ' ὅσα βούλωμαι παραχωρήσῃς μοι λήψεσθαι, λύσω τὴν πολιορκίαν καὶ ἀπελεύσομαι." Ἀχαὰβ δέ "κἀγώ" ἔφη "καὶ οἱ ἐμοὶ πάντες σοί ἐσμεν." καὶ συναθροίσας τοὺς πρεσβυτέρους τῆς γῆς, ὅσα πρὸς αὐτὸν διεπέμψατο ὁ πολέμιος ἀνεδίδαξε. τὸ δὲ πλῆθος μὴ πεισθῆναι αὐτῷ συνεβούλευσεν. ὁ δὲ τοῖς πρέσβεσι τῶν πολεμίων εἶπε μὴ δύνασθαι ποιῆσαι τὸ ἀπαιτούμενον. τοῦτο ἀγγελθὲν τῷ βασιλεῖ τῆς Συρίας εἰς ὀργὴν ἐκεῖνον ἐκίνησε, καὶ χάρακα βαλεῖν περὶ τὴν πόλιν καὶ χώματα ἐγείρειν ἐκέλευσε. προφήτου δέ τινος τῷ Ἀχαὰβ φήσαντος παραδιδόναι τὸν θεὸν τοὺς πολεμίους αὐτῷ μετὰ τῶν παιδαρίων τῶν ἡγεμόνων ἐπιόντι αὐτοῖς, ἠρίθμησε τὰ παιδάρια, καὶ εὗρε διακόσια τριάκοντα δύο. τῶν δὲ πολεμίων εὐωχουμένων καὶ μεθυόντων κατὰ μεσημβρίαν ἐξῆλθεν ὁ Ἀχαὰβ παραλαβὼν τὰ παιδάρια. ὁ βασιλεὺς δὲ Συρίας ἰδὼν αὐτούς, δεδεμένους τοὺς προσιόντας παραστῆσαι αὐτῷ τισι τῶν οἰκείων προσέταξεν. οἱ δὲ παῖδες τοῖς ἐπιοῦσι προσμίξαντες πολλοὺς ἀνεῖλον. ἑπομένη δ' ὄπισθεν τῶν παίδων ἡ πᾶσα δύναμις τοῦ Ἰσραὴλ ἐξαίφνης κατὰ τῶν Σύρων ὁρμήσασα εἰς φυγὴν αὐτοὺς ἔτρεψεν, ὡς καὶ τὸν βασιλέα σφῶν μόλις φυγόντα σωθῆναι. καὶ ἀναστρέψας ἐκ τῆς διώξεως Ἀχαὰβ τὸ στρατόπεδον τῶν πολεμίων διήρπασε, καὶ ἐπανῆλθε πρὸς τὴν Σαμάρειαν. ὁ δὲ προφήτης αὖθις τοῦ Σύρου αὐτῷ προεῖπεν ἐπέλευσιν. ἤδη δὲ ἐπιστάντος τοῦ ἔαρος ἐπεστράτευσεν αὖθις ὁ Σύρος κατὰ τοῦ Ἰσραήλ, καὶ ἐν [139] πεδίῳ ἐσκήνωσεν. εἶπον γὰρ αὐτῷ οἱ περὶ αὐτὸν ἐν ὄρεσι τὸν θεὸν τῶν Ἑβραίων τὴν δύναμιν ἔχειν, οὐ μέντοι καὶ ἐν κοιλάσι. τοῦ δὲ προφήτου νίκην ἐπαγγελλομένου τῷ Ἀχαάβ, ἵνα, φησί, καὶ ἐν κοιλάσι τὴν ἰσχὺν ἐπιδείξηται ὁ θεός, τὰς μὲν ἄλλας ἡμέρας ἡσύχαζον τὰ στρατόπεδα, τῇ δ' ἑβδόμῃ μάχης συρραγείσης φεύγουσιν οἱ Σύροι· καὶ Ἀχαὰβ ἐδίωκε καὶ ἀνῄρει αὐτούς. πολλοὶ δὲ περισωθέντες εἰς Ἄφεκκα τὴν πόλιν ἐκεῖ διεφθάρησαν τοῦ τείχους ἐπιπεσόντος αὐτοῖς. ὁ δὲ τοῦ Ἄδερ υἱὸς μετά τινων ὀλίγων φυγὼν ἐκρύβη. οἱ δὲ περὶ ἐκεῖνον σάκκους ἐνδύντες καὶ σχοίνους ταῖς κεφαλαῖς περιδήσαντες προσῆλθον τῷ Ἀχαάβ, καὶ σώζειν τὸν ἑαυτῶν ἱκέτευον κύριον· ὁ δὲ κατένευσε. κἀκεῖνοι προσήγαγον τὸν ἀρχηγὸν ἑαυτῶν ἐφ' ἅρματος ὀχουμένῳ τῷ Ἀχαάβ. ὁ δὲ ἐπὶ τὸ ἅρμα λαμβάνει αὐτὸν καὶ ἀσπάζεται καὶ θαρρεῖν ἐγκελεύεται. εἶτα ἐπὶ συνθήκαις ἀφῆκεν αὐτὸν ἀπελθεῖν, πολλὰ δωρησάμενος. ὁ προφήτης δὲ Μιχαίας τινὰ τῶν ὁμοφύλων ἠξίου πατάξαι αὐτὸν κατὰ κεφαλῆς. τοῦ δὲ μὴ πειθομένου, ὑπὸ λέοντος αὐτὸν παταχθῆναι προέφη· καὶ γέγονεν εἰς ἔργον ἡ πρόρρησις. εἶθ' ἑτέρῳ τὴν αὐτὴν προσῆγεν ἀξίωσιν· πλήξαντος δ' ἐκείνου, καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ Ἀχαάβ, λέγων ἐπὶ φυλακῇ παραλαβεῖν παρὰ τοῦ ταξιάρχου αἰχμάλωτον, φυγόντος δ' ἐκείνου τὸν ταξιάρχην ζητεῖν αὐτὸν ἀνελεῖν. ὡς δὲ δίκαιον εἶναι τοῦτο εἶπεν ὁ Ἀχαάβ, λύσας ἐκεῖνος τὴν κεφαλὴν ἐπεγνώσθη ὡς ὁ προφήτης Μιχαίας ἦν. καὶ ἔφη τῷ Ἀχαάβ "ἐπεὶ τὸν βασιλέα Συρίας ἄνδρα ὀλέθριον ἀτιμώρητον ἀφῆκας, αὐτὸς ἀντ' ἐκείνου ἀποθανῇ, καὶ ὁ σὸς λαὸς ἀντὶ τοῦ λαοῦ ἐκείνου." ἐλυπήθη τούτων ἀκούσας ὁ Ἀχαάβ. [140] ἐπὶ δὲ τριετίαν εἰρήνην ἀγαγών, εἶτα βουληθεὶς τὴν πόλιν Ῥεμμὰθ ὡς αὐτῷ διαφέρουσαν ἀφελέσθαι τῶν Σύρων, ἠξίου καὶ τὸν βασιλέα τῆς Ἱερουσαλὴμ τὸν Ἰωσαφὰτ συνεκστρατεῦσαι αὐτῷ. κἀκεῖνος κατένευσε, καὶ συνεβούλευεν ἐρωτῆσαι τὸν θεὸν διὰ προφήτου εἰ εὐδοκεῖ. Ἀχαὰβ δὲ τοὺς ἑαυτοῦ προφήτας συγκαλεσάμενος εἰ πορεύσεται πρὸς πόλεμον ἤρετο. τῶν δὲ νίκην ἐπαγγελλομένων ὁ βασιλεὺς Ἰωσαφὰτ προφήτην ἐζήτησε τοῦ κυρίου. Ἀχαὰβ δὲ εἶναι μὲν ἔφη, προσωχθικέναι δ' ἐκείνῳ κακὰ προαγορεύοντι. καὶ ὁ Ἰωσαφὰτ κληθῆναι αὐτὸν ἠξίου. κληθέντα δὲ τὸν Μιχαίαν ἠρώτα ὁ Ἀχαὰβ εἰ μαχήσεται ἢ μή. ὁ δέ "ἑώρακα τὸν Ἰσραήλ" ἔφη "διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ἀποίμαντον. ὁ δὲ κύριος εἶπέ μοι τοὺς μὲν σωθήσεσθαι καὶ ἀναστρέψαι, σὲ δὲ μόνον πεσεῖσθαι ἐν Ῥεμμάθ." ταῦτα τοῦ Μιχαίου εἰπόντος ὁ Ἀχαὰβ πρὸς Ἰωσαφὰτ ἔφη "οὐκ εἶπόν σοι ὡς κακά μοι ἀεὶ προφητεύει;" Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν ἐρράπισε τὴν σιαγόνα Μιχαίου. ὁ δὲ ἔφη αὐτῷ "μετ' ὀλίγον ταμεῖον ἐκ ταμείου ἀμείψεις κρυπτόμενος." ὁ δὲ βασιλεὺς Ἀχαὰβ καθειρχθῆναι αὐτὸν καὶ φυλάττεσθαι μέχρις ἂν αὐτὸς ὑποστρέψῃ προσέταξε. καὶ ὁ Μιχαίας "ἐὰν ὑποστρέψῃς ἐν εἰρήνῃ σύ" εἶπεν, "οὐκ ἐλάλησε κύριος ἐν ἐμοί." ἤδη δὲ πορευθέντων τῶν βασιλέων καὶ ὁ τῶν Σύρων βασιλεὺς αὐτοῖς ἀντιπαρετάξατο, ἐντειλάμενος τοῖς στρατιώταις αὐτοῦ μηδενὶ πολεμεῖν τῶν ἄλλων ἀλλ' ἢ μόνῳ τῷ Ἀχαάβ. ὁ δὲ τὴν βασιλικὴν ἀμείψας στολὴν ἐνεδύσατο ἰδιωτικήν. ἰδόντες δὲ οἱ τῶν Σύρων στρατάρχαι τὸν Ἰωσαφὰτ κεκοσμημένον βασιλικῶς, ᾠήθησαν εἶναι τὸν Ἀχαὰβ καὶ ἐκύκλωσαν αὐτόν. ὡς δ' ἔγνωσαν μὴ ὄντα τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀνεχώρησαν. εἷς [141] δέ τις τὸ τόξον ἐντείνας βάλλει τὸν Ἀχαάβ. γνοὺς δὲ καιρίως πληγῆναι, τῷ ἡνιόχῳ ἐκέλευσε τὸ ἅρμα τῆς μάχης ἐξαγαγεῖν· καὶ περὶ δύσιν ἡλίου ἐξέλιπε. καὶ οἱ μὲν Σύροι γνόντες τεθνηκότα τὸν Ἀχαὰβ ἀπῆλθον πρὸς ἑαυτούς, ὁ δὲ τοῦ βασιλέως νεκρὸς κομισθεὶς εἰς Σαμάρειαν θάπτεται. τὸ δὲ ἅρμα καθῃμαγμένον τῷ φόνῳ τοῦ βασιλέως ἀπέρρυψαν ἐν τῇ κρήνῃ τῆς Σαμαρείας, καὶ οἵ τε κύνες τὸ αἷμα ἔλειξαν, αἵ τε πόρναι παρὰ τῇ κρήνῃ ἐλούοντο, ὡς Ἠλίας προείρηκεν. ἀπέθανε δὲ Ἀχαὰβ ὅπου ὁ Μιχαίας προηγόρευσε, τὸν ὄλεθρον μὴ φυγὼν καίτοι προρρηθέντα αὐτῷ, βασιλεύσας ἔτη δύο καὶ εἴκοσι. τὴν δὲ βασιλείαν ὁ παῖς αὐτοῦ Ὀχοζίας μετ' ἐκεῖνον παρέλαβεν.
Κεφάλαιο 15
[Επεξεργασία]- Iosephi Ant. 9,1−4. Regum 4,1−3. Paralip. 2,20−21.
Ἰωσαφὰτ δὲ τῷ βασιλεῖ Ἱερουσαλὴμ ἀπὸ τῆς πρὸς Ἀχαὰβ συμμαχίας ἐπανελθόντι Ἰηοὺ ὁ προφήτης ἐπενεκάλει ὅτι ἀνθρώπῳ συνεμάχησεν ἀσεβεῖ· ῥυσθῆναι δ' αὐτὸν ἔλεγε παρὰ τοῦ θεοῦ, καίτοι τῷ ἔργῳ αὐτοῦ προσοχθίσαντος. ὁ δὲ βασιλεὺς ηὐχαρίστει. εἶτα τὴν ὑπ' αὐτὸν περιερχόμενος χώραν τοὺς νόμους τηρεῖν ἐνετέλλετο, καὶ κριτὰς πανταχοῦ καταστήσας δικαίως κρίνειν προσέταττε. Μωαβιτῶν δὲ καὶ Ἀμμανιτῶν προσλαβομένων καὶ Ἄραβας ἐπελθόντων αὐτῷ, ἐπεκαλεῖτο τὸν θεὸν εἰς βοήθειαν. προφήτης δέ τις ὑπερμαχῆσαι αὐτοῦ τὸν θεὸν εἶπε, καὶ κελεύει ἐξαγαγεῖν μὲν τὴν στρατιάν, μὴ συμμίξαι μέντοι τοῖς πολεμίοις, ἑστῶτας δ' ὁρᾶν τὴν θεόθεν ἐπικουρίαν. ἕωθεν δ' ἐξελθὼν μετὰ τῆς στρατιᾶς ὁ βασιλεὺς τῇ μὲν ἵστασθαι ἐνετέλλετο, τοὺς ἱερεῖς [142] δὲ προεστάναι τοῦ στρατεύματος μετὰ τῶν σαλπίγγων, καὶ τοὺς Λευίτας καὶ τοὺς ὑμνῳδοὺς ᾄδειν εὐχαριστήριον τῷ θεῷ. οἱ δὲ πολέμιοι κατ' ἀλλήλων κινηθέντες ἀλλήλους ἀπέκτεινον, ὡς μηδένα σωθῆναι. Ἰωσαφὰτ δὲ εἰς διαρπαγὴν ἀφῆκε τῇ στρατιᾷ τὴν τῶν ἐναντίων παρεμβολήν. ἐντεῦθεν ὡς τὸ θεῖον ἔχοντα σύμμαχον δείσαντες αὐτὸν οἱ ἀλλόφυλοι ἠρέμουν.
Ὀχοζίας δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῖς ἑαυτοῦ γονεῦσιν εἰς πονηρίαν ὡμοίωτο. περὶ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ ἐπέσχον οἱ Μωαβῖται τοὺς φόρους, οὓς εἰσέφερον τῷ πατρὶ αὐτοῦ. νοσήσας δὲ πρὸς τὴν Ἀκκαρῶν θεόν, Μυῖαν ὠνομασμένην, ἔπεμψεν ἐρωτῶν εἰ ἀναρρωσθήσεται. Ἠλίας δὲ τοῖς ἐσταλμένοις ὑπαντήσας ἀναστρέφειν ἐκέλευε καὶ λέγειν τῷ πέμψαντι πρὸς τὸν τῶν ἀλλοφύλων θεόν, ὡς τῷ Ἰσραὴλ μὴ ὄντος θεοῦ, ὅτι ἐκ τῆς κλίνης οὐκ ἀναστήσεται. καὶ οἱ ἄνδρες ἐπανελθόντες εἶπον ἃ ἤκουσαν. Ὀχοζίας δὲ τίς ὁ ταῦτα εἰρηκὼς εἴη ἠρώτα. τῶν δὲ μὴ εἰδέναι φησάντων, τὸ εἶδος τοῦ ἀνδρὸς ἐκείνου λέγειν ἀπῄτει αὐτούς. εἰπόντων δὲ δασὺν εἶναι καὶ ζώνην δερματίνην περιεζῶσθαι, συνῆκεν ὡς Ἠλίας ἦν. καὶ πέμψας πεντηκόνταρχον σὺν τοῖς ὑπ' αὐτὸν ἀχθῆναι τὸν προφήτην ἐκέλευσε. καὶ ὁ σταλεὶς ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους εὑρὼν αὐτὸν ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα. εὐξαμένου δὲ Ἠλιοὺ πῦρ οὐρανόθεν ῥυὲν διέφθειρε τὸν πεντηκόνταρχον καὶ τοὺς σὺν αὐτῷ. καὶ ὁ βασιλεὺς ἕτερον ἔστειλε πεντηκόνταρχον μετὰ τῶν πεντήκοντα· κἀκείνους ὁμοίως πῦρ οὐράνιον ἐδαπάνησε. καὶ αὖθις τρίτος ἐπέμφθη ταξίαρχος σὺν τοῖς ὑπ' αὐτόν. ὃς ἐπὶ τὸν προφήτην ἐλθών, πεσὼν προσεκύνησε καὶ παρῃτεῖτο [143] τὴν ἐξ αὐτοῦ τιμωρίαν, λέγων ἄκων ἥκειν βασιλικῷ πεπεισμένος κελεύσματι, καὶ παρεκάλει αὐτὸν ἀπελθεῖν πρὸς τὸν βασιλέα. Ἠλιοὺ δέ, ἀγγέλου αὐτῷ πορευθῆναι εἰπόντος καὶ μὴ πτοεῖσθαι, κατῆλθεν ἐκ τοῦ ὄρους, καὶ ἀπελθὼν τῷ βασιλεῖ ἔφη "ἐπεὶ πρὸς ἀλλότριον θεὸν ἔστειλας ζητῶν εἰ ζήσεις, ἴσθι ὡς οὐκ ἀναστήσῃ ἐκ τῆς νόσου, ἀλλὰ τεθνήξῃ." ἀπέθανεν οὖν Ὀχοζίας κατὰ τὴν τοῦ προφήτου πρόρρησιν, τῷ ἀδελφῷ Ἰωρὰμ τὴν βασιλείαν καταλιπών. ὃς τὰς μὲν στήλας τοῦ Βάαλ, ἃς ἔστησεν Ἀχαὰβ ὁ πατὴρ αὐτοῦ, συνέτριψε, τἄλλα δὲ ἀσεβὴς καὶ πονηρὸς ἦν καὶ τοῖς γονεῦσι προσεοικώς.
Ἠλιοὺ δὲ ἀναλαμβάνεσθαι μέλλων ἐπορεύθη μετὰ Ἐλισσαιέ. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην τῇ μηλωτῇ αὐτοῦ τὸ ὕδωρ ἐπάταξε, καὶ διῃρέθη τὸ ὕδωρ, καὶ διῆλθον ἄμφω ἐπὶ ξηρᾶς. εἶτα "αἴτησαι" εἶπε τῷ Ἐλισσαιέ "τί ποιήσω σοι." ὁ δὲ διπλῆν τὴν ἐν αὐτῷ τοῦ πνεύματος χάριν γενέσθαι ᾔτησεν ἐπ' αὐτόν. Ἠλίας δὲ φορτικὸν εἶπεν εἶναι τὸ αἴτημα, "πλὴν εἰ ὄψει με ἀναλαμβανόμενον, γενήσεταί σοι." ἔτι δὲ λαλούντων αὐτῶν ἅρμα ἔμπυρον σὺν ἵπποις ὁμοίοις ἐπέστη καὶ ἥρπασε τὸν Ἠλίαν. ἀναφερόμενος δὲ τὴν μηλωτὴν αὐτοῦ ἐπέρριψε τῷ Ἐλισσαιέ. καὶ ὃς λαβὼν αὐτὴν μηκέτι τὸν Ἠλίαν ὁρῶν ὑπέστρεψε. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην ἀπόπειραν ἐποιεῖτο εἰ ἔλαβε τὴν χάριν ὡς ᾔτησε, καὶ ἐπάταξε τὸ ὕδωρ τῇ μηλωτῇ· τὸ δὲ οὐ διῄρητο. καὶ εἶπε "ποῦ ὁ θεὸς Ἠλίου;" καὶ ἐπάταξε πάλιν· καὶ διέστη τὸ ὕδωρ, καὶ διῆλθεν. ἰδόντες δὲ αὐτὸν υἱοὶ τῶν προφητῶν πεντήκοντα εἶπον "ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἐλισσαιέ," καὶ ἠκολούθησαν αὐτῷ. καὶ ἐζήτουν πορευθῆναι, ἐρευνήσοντες μήποτε ἦρε τὸν Ἠλίαν [144] πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ἢ τῶν βουνῶν· Ἐλισσαιὲ δὲ οὐκ ἐπέτρεπεν· ἐγκειμένων δ' ἐκείνων κατένευσε. καὶ ἐπορεύθησαν πεντήκοντα ἄνδρες καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον. Ἐλισσαιὲ δὲ ἐν Ἱεριχῷ ἦν. καὶ ἦλθον οἱ ἄνδρες τῆς πόλεως πρὸς αὐτὸν δεόμενοι μεταβληθῆναι παρ' αὐτοῦ τὰ ὕδατα τοῦ τόπου ἐκείνου πονηρὰ ὄντα καὶ ἀτεκνοῦντα. ὁ δὲ ἐν ἀγγείῳ καινῷ ἅλας αὐτῷ κομισθῆναι ἐζήτησε, καὶ κομισθέντος εἰς τὴν πηγὴν τῶν ὑδάτων καθῆκεν ἅλας ἐπικαλούμενος τὸν θεόν, καὶ τὰ ὕδατα ἐκ πικρίας εἰς γλυκύτητα μετεβλήθησαν καὶ οὐδὲν αὐτοῖς ἐναπέμεινε βλαβερόν. ἀπιόντος δέ που τοῦ προφήτου Ἐλισσαιὲ παιδάρια μικρὰ κατέπαιζον αὐτοῦ βοῶντα "ἀνάβαινε, φαλακρέ." ἀλγήσας δ' ἐπὶ τούτῳ κατηύξατο αὐτῶν. καὶ ἐξῆλθον ἄρκτοι ἀπὸ τοῦ ὄρους καὶ ἀπέκτειναν ἐκ τῶν παιδίων δύο καὶ τεσσαράκοντα.
Ἰωρὰμ δὲ ὁ υἱὸς Ἀχαὰβ μέλλων κατὰ Μωαβιτῶν ἐκστρατεύειν, Ἰωσαφὰτ τὸν βασιλέα τῆς Ἰουδαίας ἠξίου συμμαχῆσαι αὐτῷ. ὁ δὲ καὶ τὸν Ἰδουμαίων βασιλέα ὑπείκοντα αὐτῷ προσλαβέσθαι σύμμαχον ἐπηγγείλατο. ἑνωθέντες δ' οἱ τρεῖς βασιλεῖς διὰ τῆς ἐρήμου ἀπῄεσαν ἐπὶ ἡμέρας ἑπτά. καὶ τὸ ὕδωρ ἐπέλειψε τοῖς στρατεύμασιν. ἦλθον οὖν πρὸς Ἐλισσαιὲ οἱ τρεῖς βασιλεῖς καὶ ἐδέοντο σώζειν αὐτοὺς καὶ τὴν στρατιάν. ὁ δὲ τῷ Ἰωρὰμ ἔφη "πρὸς τοὺς τοῦ πατρός σου καὶ τῆς μητρός σου ἄπιθι προφήτας," καὶ ὤμοσε μὴ ἂν ἀποκριθῆναι αὐτῷ εἰ μὴ διὰ Ἰωσαφάτ. εἶτα ψάλλοντά τινα κληθῆναι ἐκέλευσε. ψάλλοντος δ' ἐκείνου πνεῦμα κυρίου ἐνέπνευσε τῷ προφήτῃ, καὶ ἐπέταξε βόθρους πολλοὺς ὀρύξαι παρὰ τὸν χείμαρρον· "ὄψεσθε γάρ" ἔφη "πλήρη τὸν χείμαρρον οὔτε πνεύματος [145] πνεύσαντος οὔθ' ὑετοῦ γεγονότος, καὶ πίεσθε εἰς κόρον, καὶ τῶν ἐχθρῶν κυριεύσετε." καὶ ὁ μὲν οὕτως προείρηκεν· ἕωθεν δὲ τῇ ἐπαύριον ὁ χείμαρρος ὑδάτων ἐπέπληστο, καὶ πλημμύρας γενομένης ἅπαν τὸ πρόσωπον τῆς γῆς ἐκείνης τὸ ὕδωρ ἐκάλυψεν. ἀνατείλαντος δὲ τοῦ ἡλίου πυρώδους καὶ προσβαλόντος τοῖς ὕδασιν, ἐρυθρὰ ταῦτα πρὸς τὴν αὐγὴν τοῦ ἡλίου ἐφαίνοντο. οἱ οὖν Μωαβῖται ἐν τοῖς ὄρεσιν ἐστρατοπεδευκότες καὶ ὑψόθεν κατασκοποῦντες, αἷμα τὸ ὕδωρ ὑπολαβόντες, καὶ νομίσαντες τοὺς βασιλεῖς πρὸς ἀλλήλους μαχέσασθαι καὶ ἀποκτεῖναι ἀλλήλους τοὺς στρατιώτας αὐτῶν, ὥρμησαν ἀσυντάκτως εἰς τὴν τῶν σκύλων διαρπαγήν. καὶ τῶν ἐχθρῶν περιστάντων αὐτούς, οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἔφυγον. οἱ δὲ Ἰσραηλῖται διώκοντες εἰς τὴν Μωαβῖτιν ἐνέβαλον καὶ τάς τε πόλεις καθεῖλον καὶ τὴν χώραν ἠρήμωσαν. ὁ βασιλεὺς δὲ Μωὰβ εἰς τὴν πόλιν ἐπανελθών, τὸν πρωτότοκον υἱὸν αὐτοῦ ἐπὶ τὸ τεῖχος ἀναγαγὼν ἐξ ἀπογνώσεως ἔθυσε καὶ ὡλοκαύτωσε τῷ θεῷ. τοῦτο οἱ βασιλεῖς ἰδόντες καὶ τῆς ἀπογνώσεως ἐκεῖνον οἰκτείραντες ἔλυσαν τὴν πολιορκίαν. Ἰωσαφὰτ δὲ ἐπανελθὼν εἰς Ἱεροσόλυμα τελευτᾷ, ζήσας μὲν ἔτη ἑξήκοντα, βασιλεύσας δ' ἐκ τούτων πέντε καὶ εἴκοσιν, ἀνὴρ γενόμενος θεοσεβής τε καὶ δίκαιος. πολλοὺς δὲ παῖδας λιπών, διάδοχον τῆς βασιλείας τὸν πρεσβύτατον ἐποιήσατο, Ἰωρὰμ κεκλημένον ὁμωνύμως τῷ Ἰσραηλιτῶν βασιλεῖ μητραδέλφῳ ὄντι αὐτοῦ.
Κεφάλαιο 16
[Επεξεργασία]- Iosephi Ant. 9,4. Regum 4,4−6.
Ἐν Σαμαρείᾳ δὲ τῷ Ἐλισσαίῳ διάγοντι πρόσεισι γυνή τις χήρα, ἀποκλαιομένη ὅτι χρεωστοῦσα καὶ μὴ ἔχουσα τὸ χρέος ἀποδοῦναι τοὺς υἱοὺς ἀφαιρεῖται παρὰ τοῦ δανειστοῦ, εἰς δούλους αὐτῷ ἐσομένους. [146] ὁ δὲ προφήτης τί ἐν τῷ οἴκῳ ἔχει ἠρώτα αὐτήν· ἡ δὲ οὐδὲν ἕτερον ἔφη ἢ βραχύτατον ἔλαιον. καὶ ἐνετείλατο αὐτῇ χρήσασθαι ἀγγεῖα πολλὰ καὶ ἐπιχεῖν ἐκ τοῦ ἐλαίου ἐν ἅπασι. πεποίηκε τὰ κελευσθέντα τὸ γύναιον, καὶ πάντα ἐλαίου ἐπλήσθησαν· καὶ ἀνήγγειλε τῷ προφήτῃ τὸ γεγονός. κἀκεῖνος ἀποδόσθαι τὸ ἔλαιον συνεβούλευσε καὶ ἀποτῖσαι τὸ χρέος καὶ τῷ περισσῷ εἰς διοίκησιν χρήσασθαι. ξενισθεὶς δὲ παρὰ τῆς Σουμανίτιδος καὶ ἐν τῇ οἰκίᾳ αὐτῆς ἀναπαυόμενος μὴ ἐχούσης παῖδα, προεῖπεν αὐτῇ συλλήψεσθαι καὶ τεκεῖν υἱόν. καὶ κατὰ τὴν τοῦ προφήτου πρόρρησιν ἔτεκεν. ἁδρυνθὲν δὲ τὸ παιδίον τέθνηκεν· ἡ δὲ γυνὴ πρὸς τὸν Ἐλισσαῖον εἰς τὸ Καρμήλιον ἀπελήλυθεν, καὶ πεσοῦσα παρὰ τοὺς πόδας αὐτοῦ τὴν συμφορὰν ἀπεκλαίετο. ὁ δὲ τῷ φοιτητῇ αὐτοῦ Γιεζὶ ἐνετείλατο ἀπελθεῖν, δοὺς αὐτῷ τὴν ἑαυτοῦ βακτηρίαν, ἵνα ἐπίθηται αὐτὴν τῷ τεθνεῶτι παιδί. καὶ ἡ γυνὴ ὤμοσε μὴ ὑποστρέψαι, εἰ μὴ αὐτὸς αὐτῇ συμπορεύσεται. ἐπείσθη οὖν ὁ προφήτης, καὶ ἀπελθὼν εὗρε τὸ παιδάριον ἀνακεκλιμένον ἐν τῇ κλίνῃ αὐτοῦ· καὶ προσευξάμενος ἀνέβη ἐπὶ τὴν κλίνην καὶ συνανεκλίθη τῷ παιδαρίῳ καὶ ἐνεφύσησεν εἰς αὐτό. καὶ ἑπτάκις οὕτω τοῦ προφήτου ποιήσαντος ἀνεζωώθη ὁ τεθνηκώς, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ζῶντα. ἐκεῖθεν ἀπῆλθεν εἰς Γάλγαλα. καὶ ἦν λιμός, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἥκασι πρὸς αὐτόν. ὁ δὲ τῷ διακόνῳ αὐτοῦ ἐπέταξεν ἑτοιμάσαι αὐτοῖς ἕψημα. καὶ συνέλεξεν ἐκεῖνος ἐκ τοῦ ἀγροῦ λάχανα, οἷς καὶ τολύπη συναναμέμικτο· ἡ δὲ βοτάνη ἐστὶ δηλητήριος· καὶ ἑψήσας προσήγαγε τοῖς ἀνδράσιν. ἐσθίοντες δὲ ἐπέγνων τὴν τολύπην, καὶ πρὸς τὸν προφήτην ὡς τεθνηξόμενοι ἐξεβόησαν. ὁ δὲ ἄλευρον κελεύσας ἐμβαλεῖν εἰς τὸν λέβητα ἐπέτρεψε φαγεῖν, [147] καὶ οὐδενί τι γέγονεν ἐκ τῆς τροφῆς πονηρόν. ἐνεγκόντος δ' αὐτῷ τινος ἄρτους εἴκοσι καὶ παλάθας, ἐνετείλατο τῷ ὑπηρέτῃ αὐτοῦ παραθεῖναι τῷ λαῷ ταῦτα. τοῦ δέ, τί ἂν γένοιτο ταῦτα πρὸς ἄνδρας ἑκατόν, εἰρηκότος, "δός" εἶπε "ταῦτα, καὶ ἐσθιέτωσαν· κορεσθήσονται γὰρ καὶ καταλείψουσι περισσεύματα." καὶ εἰς ἔργον ὁ λόγος ἐγένετο.
Νεεμὰν δὲ μέγας ὢν παρὰ τῷ βασιλεῖ Συρίας λελέπρωτο. καὶ νεάνιδος αἰχμαλωτισθείσης Ἰσραηλίτιδος ἡ γυνὴ Νεεμὰν δούλην ἔσχεν αὐτήν. ἥτις ἔφη πρὸς τὴν κυρίαν αὐτῆς ὡς "εἰ ἀπῆλθεν ὁ κύριός μου πρὸς τὸν προφήτην Ἐλισσαιέ, ἀπηλλάγη ἂν τῆς νόσου αὐτοῦ." ἡ δὲ τῷ ἀνδρὶ τοὺς λόγους ἀπήγγειλε τῆς νεάνιδος, καὶ Νεεμὰν τὰ λαληθέντα τῷ βασιλεῖ Συρίας ἀνήνεγκε. καὶ ὁ βασιλεὺς ἐπιστολὴν ἐκτίθεται περὶ τοῦ θεραπευθῆναι τὸν Νεεμὰν πρὸς τὸν βασιλέα τοῦ Ἰσραήλ. Νεεμὰν δὲ λαβὼν δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς, ἐπορεύθη ἐπὶ Σαμάρειαν καὶ τὴν ἐπιστολὴν τῷ βασιλεῖ ἐνεχείρισεν. ὁ δὲ ἀναγνοὺς αὐτὴν διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι "πρόφασιν καθ' ἡμῶν ὁ βασιλεὺς Συρίας ζητεῖ." Ἐλισσαιὲ δὲ ταῦτα μαθών "ἐλθέτω πρός με ὁ Νεεμάν" μεμήνυκε τῷ βασιλεῖ Ἰσραήλ. καὶ ἐλθόντι στείλας δεδήλωκεν ἀπελθεῖν εἰς τὸν Ἰορδάνην καὶ λούσασθαι ἑπτάκις, καὶ οὕτω τῆς λέπρας ἀπαλλαγήσεσθαι. ὠργίσθη δὲ Νεεμὰν ὅτι μὴ ἐξῆλθε πρὸς αὐτὸν ὁ προφήτης καὶ ηὔξατο καὶ ἐπέθετο αὐτῷ τὴν χεῖρα, καὶ ἀγανακτῶν ὑπεχώρει, λέγων "οὐκ εἰσὶ παρ' ἡμῖν ποταμοὶ ὑπὲρ τὸν Ἰορδάνην; πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι." ὑποχωροῦντι δὲ εἶπον αὐτῷ οἱ θεράποντες "ποίησον τὸν τοῦ προφήτου [148] λόγον, ῥᾴδιον ὄντα." καὶ κατέβη Νεεμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐκαθαρίσθη· καὶ ἀναστρέψας ηὐχαρίστει τῷ προφήτῃ, καὶ μὴ εἶναι θεὸν ἕτερον ὡμολόγει παρὰ τὸν ἐν τῷ Ἰσραήλ, καὶ ἠξίου αὐτὸν λαβεῖν τι ἐξ ὧν ἐκόμιζεν· ὁ δὲ ἀπηνήνατο. καὶ ὑπέστρεψε Νεεμάν. Γιεζὶ δὲ κατεδίωξεν αὐτὸν καὶ εἶπεν "ὁ προφήτης ἀπέστειλέ με λήψεσθαι ἀπὸ σοῦ τάλαντον ἀργυρίου καὶ δύο στολάς, δοθησόμενα δεομένοις τισὶν ἄρτι προσελθοῦσιν αὐτῷ." καὶ ἔδωκεν αὐτῷ Νεεμάν· καὶ ὑπέστρεψε Γιεζὶ πρὸς Ἐλισσαιέ. ἔγνω δὲ ὁ προφήτης ὃ εἴργαστο τῷ Γιεζί, καὶ εἶπεν αὐτῷ "ὅτι ἔλαβες τὸ ἀργύριον καὶ τὰ ἱμάτια ἀπὸ τοῦ Νεεμάν, ἡ λέπρα ἐκείνου κολληθήσεται σοὶ καὶ τῷ σπέρματί σου." καὶ ἐξῆλθε λελεπρωμένος.
Οἱ υἱοὶ δὲ τῶν προφητῶν οἱ μετὰ Ἐλισσαίου ἐπορεύθησαν εἰς τὸν Ἰορδάνην τεμεῖν ξύλα, ὡς ἂν ποιήσωσιν ἑαυτοῖς σκηνάς· καὶ ὁ Ἐλισσαῖος αὐτοῖς συμπεπόρευτο. τεμνόντων δὲ τὰ ξύλα ἑνὸς τὸ τῆς ἀξίνης σιδήριον ἐνέπεσεν εἰς τὸν ποταμόν. καὶ ὁ τῆς ἀξίνης κύριος τὸν προφήτην ἐπεκαλέσατο, καὶ τὸν τόπον ὑπέδειξεν αὐτῷ ἐν ᾧ κατέδυ ὁ σίδηρος. ὁ δὲ ξύλον λαβὼν ἐνέβαλεν ἐκεῖ. καὶ ἀνέδυ τὸ σιδήριον, καὶ ἐπιπολάσαν ἔλαβεν αὐτὸ ὁ ἀπολέσας αὐτό.
Ὁ δὲ βασιλεὺς Συρίας ἐνέδραν ἐκάθισεν, ἵν' ἕλῃ τὸν βασιλέα τὸν Ἰωράμ. ἀπέστειλε δὲ ὁ προφήτης πρὸς Ἰωρὰμ φυλάττεσθαι αὐτῷ ἐντελλόμενος καὶ μὴ ἀπιέναι πρὸς θήραν. καὶ ὁ μὲν οὐκ ἐξῄει, Ἄδερ δὲ τῆς ἐπιβουλῆς ἁμαρτὼν τοὺς οἰκείους ὑπώπτευε γίνεσθαι προδότας τῶν βεβουλευμένων αὐτῷ. φησάντων δ' ἐκείνων οὐκ αὐτούς, ἀλλὰ τὸν προφήτην Ἐλισσαῖον μηνύειν αὐτῷ τὰ ἀπόρρητα, στέλλει ἐν Δοθαῒν στράτευμα, ἵν' αὐτὸν λάβοιεν. ἰδὼν δὲ τὸν λαὸν κύκλῳ [149] τῆς πόλεως ὁ τοῦ προφήτου διάκονος, περιδεὴς ἀφίκετο πρὸς αὐτὸν ἀπαγγέλλων τὸ πρᾶγμα. ὁ δέ "μὴ δέδιθι" ἔφη, καὶ ἱκέτευσε τὸν θεὸν δεῖξαι τῷ διακόνῳ αὐτοῦ ὅπως φυλάττεται παρ' αὐτοῦ. καὶ δέδωκεν ὁ θεὸς τῷ θεράποντι τοῦ προφήτου χάριν ἰδεῖν αὐτὸν ἅρμασι καὶ ἵπποις πυρίνοις κεκυκλωμένον. ἠμαύρωσε δὲ προσευξάμενος ὁ προφήτης καὶ τὰ ὄμματα τῶν ἐχθρῶν, καὶ ἐξελθὼν πρὸς αὐτοὺς ἔφη "ἀκολουθεῖτέ μοι καὶ δώσω τὸν Ἐλισσαῖον ὑμῖν." οἱ δὲ εἵποντο καὶ τὰς ὄψεις βεβλαμμένοι καὶ τὴν διάνοιαν. ἀπαγαγὼν δὲ αὐτοὺς εἰς Σαμάρειαν περιστῆσαι αὐτοῖς τὴν αὐτοῦ δύναμιν τῷ βασιλεῖ ἐνετείλατο. καὶ τὸν θεὸν ᾔτει περιαιρεθῆναι τὴν ἀχλὺν ἐκ τῶν ὀμμάτων αὐτῶν. περιαιρεθείσης δὲ εἶδον ἑαυτοὺς οἱ Σύροι μέσον περιειλημμένους τῶν πολεμίων. Ἐλισσαῖος δὲ οὐδένα ἐπιθέσθαι αὐτοῖς παρεχώρησε, ξενίσαι δὲ μᾶλλον καὶ ἀπολῦσαι ἀπαθεῖς συνεβούλευσε. φιλοτίμως οὖν ὁ Ἰωρὰμ ἑστιάσας αὐτοὺς κατὰ τὸν τοῦ προφήτου λόγον ἀφῆκεν. οἱ δὲ ἀπῆλθον καὶ τὰ γεγονότα τῷ ἑαυτῶν βασιλεῖ διηγήσαντο· καὶ ἐξεπλάγη.
Κεφάλαιο 17
[Επεξεργασία]- Iosephi Ant. 9,4. Regum 4,4−6.
Μετὰ ταῦτα δὲ πανστρατιᾷ παρελθὼν εἰς Σαμάρειαν ὁ βασιλεὺς Συρίας ἐπολιόρκει αὐτήν. καὶ ἐγένετο λιμὸς σφοδρότατος ἐν αὐτῇ, ὥστε κεφαλὴν ὄνου πεντήκοντα νομισμάτων ἀργύρου πραθῆναι, καὶ ξέστην κόπρου περιστερῶν πέντε νομισμάτων ὁμοίων. τοῦ δὲ βασιλέως Ἰωρὰμ περιιόντος τὸ τεῖχος ἐβόησε γύναιον "σῶσον, ὦ βασιλεῦ." ὁ δὲ νομίσας τροφὴν αἰτεῖν τὴν γυναῖκα "πόθεν σε σώσω" βλασφημήσας αὐτὴν ἔφη "μήτε ἅλωνός μοι μήτε ληνοῦ [150] ὑπαρχούσης;" τῆς δὲ κρίσιν αἰτεῖν εἰπούσης, λέγειν ἐπέτρεψε. καὶ ἡ γυνή "συνθήκας" εἶπεν "ἐθέμην μεθ' ἑτέρας γυναικὸς γειτνιώσης μοι θῦσαι τὰ τέκνα ἡμῶν καὶ ἀνὰ μίαν ἡμέραν ἀλλήλας θρέψαι. κἀγὼ μὲν τὸ ἐμὸν ἔθυσα, ἡ δὲ παραβαίνει τὰ ὡμολογημένα." τούτων ἀκούσας ὁ βασιλεὺς ὑπερήλγησε καὶ τὴν ἐσθῆτα διέρρηξε, καὶ κατὰ τοῦ προφήτου ἐξώργιστο, ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι τὴν κάκωσιν, καὶ τὸν ἀποκτενοῦντα αὐτὸν ἔπεμψεν. Ἐλισσαῖος δὲ τοῖς φοιτηταῖς ὁμιλῶν προεῖπεν αὐτοῖς ὅτι "ὁ τοῦ φονέως υἱὸς κτανεῖν με ἀπέστειλεν, ἀλλ' ὑμεῖς τὴν θύραν κλείσαντες κωλύσατε τὴν εἴσοδον τῷ σφαγεῖ· ἕψεται γὰρ μεταμεμελημένος ὁ βασιλεύς." καὶ οἱ μὲν κατὰ τὸν τοῦ προφήτου λόγον ἐποίησαν, Ἰωρὰμ δὲ μεταβουλευσάμενος σπεύδων πρὸς τὸν προφήτην ἀφίκετο καὶ ᾐτιᾶτο αὐτὸν ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι σφίσι τὰ λυπηρά. ὁ δέ "αὔριον" ἔφη "δύο σάτα κριθῆς πραθήσεται σίκλου, καὶ σεμιδάλεως σάτον σίκλου." καί τις τῶν ἑπομένων τῷ βασιλεῖ "ἄπιστα" ἔφη "λέγεις, προφῆτα." ὁ δέ "ὄψει μέν" ἔφη "τὰ ἐπηγγελμένα, οὐκ ἀπολαύσεις δὲ αὐτῶν διὰ τὴν ἀπιστίαν." κατὰ δὲ τὴν νύκτα ἐκείνην κτύπον ἁρμάτων, ἵππων τε καὶ ὅπλων, καὶ πλήθους ἀλαλαγμὸν ἐνεποίησεν ὁ θεὸς τῶν Σύρων ταῖς ἀκοαῖς. οἱ δὲ συμμαχικὸν προσλαβέσθαι πολὺ τὸν Ἰωρὰμ οἰηθέντες καὶ ἐπέρχεσθαι σφίσι, λιπόντες τὸ στρατόπεδον περιδεῶς ἀπεδίδρασκον. λεπροὶ δὲ τέσσαρες ἄνδρες ἔξω τῆς πόλεως ἦσαν, τοῦ νόμου τοὺς λεπροὺς κελεύοντος ἐξωθεῖσθαι τῶν πόλεων. οἱ γοῦν λεπροὶ ἐκεῖνοι ἤδη φθειρόμενοι τῷ λιμῷ προσελθεῖν τῇ τῶν Σύρων παρεμβολῇ ἐβουλεύσαντο, λέγοντες ὡς "ἢ φείσονται ἡμῶν καὶ τραφέντες ζησόμεθα, ἢ ἀναιρεθέντες τῶν [151] κακῶν ἀπαλλαγησόμεθα." ἧκον οὖν ὄρθρου πρὸς τὸ τῶν Σύρων στρατόπεδον, καὶ οὐδεὶς αὐτοῖς ἑωρᾶτο· παρῆλθον εἰς μίαν σκηνήν, καὶ κενὴν ἀνθρώπων κατέλαβον· ἐξ ἐκείνης εἰς ἑτέραν μετέβησαν, κἀκείνην ἔρημον οὖσαν εὑρήκασι· καὶ εἰς πλείους δὲ μεταβάντες ὡς οὐδενὶ ἐνετύγχανον, πρῶτον μὲν ἔφαγόν τε καὶ ἔπιον, εἶτα χρυσίον τε καὶ ἀργύριον καὶ ἱμάτια λαβόντες ἐκεῖθεν ἔκρυψαν, καὶ οὕτως εἰς τὴν πόλιν ἐλθόντες τὸ γεγονὸς ἀνεκήρυττον. ὁ δὲ βασιλεὺς ἀκούσας ἐνέδραν εἶπεν εἶναι τοῦτο τῶν πολεμίων, καὶ μὴ προϊέναι διεκελεύετο, τοὺς δὲ κατασκοπήσοντας ἔπεμψεν. οἳ ἀπελθόντες ἐνέτυχον μὲν οὐδενὶ παρὰ τὴν ὁδόν, πλήρη δὲ αὐτὴν ἱματίων καὶ σκευῶν εὕρισκον. ταῦτα μαθὼν ὁ βασιλεὺς διαρπάσαι τὴν παρεμβολὴν τῷ πλήθει ἐπέτρεψεν. ὅθεν τοσαύτη ἀφθονία ἐγένετο τῶν ἀναγκαίων ὡς δύο σάτα κριθῆς σίκλου πωλεῖσθαι, σάτον δὲ σεμιδάλεως· τὸ δὲ σάτον ἐστὶν Ἰταλικὸν ἡμιμέδιμνον. μόνος δὲ τῆς ἀφθονίας ἐκείνης οὐκ ἀπώνατο ὁ τοῦ βασιλέως τριστάτης, κατὰ τὸν τοῦ προφήτου λόγον, ὃς τῇ αὐτοῦ προρρήσει ἠπίστησε· συρρεύσαντος γὰρ τοῦ πλήθους ἐπὶ τὴν πύλην τῆς πόλεως συνεπατήθη καὶ τέθνηκεν.
Ὁ δὲ βασιλεὺς Δαμασκοῦ μετὰ ταῦτα ἐνόσησε. καὶ ὁ Ἐλισσαῖος ἀπῆλθε τότε πρὸς Δαμασκόν· καὶ ἤκουσεν ὁ νοσῶν περὶ τοῦ προφήτου, καὶ ἀπέστειλεν Ἀζαὴλ τὸν ἐντιμότερον τῶν θεραπόντων αὐτοῦ πρὸς αὐτόν, ἐρωτῶντα εἰ ζήσεται. ἔπεμψε δὲ αὐτῷ καὶ δῶρα πολλά. ἐρωτηθεὶς δὲ ὁ προφήτης τεθνήξεσθαι μὲν τὸν νοσοῦντα βασιλέα προεῖπε, τῷ δὲ Ἀζαὴλ ἐνετέλλετο μηδὲν ἐκείνῳ εἰπεῖν· αὐτὸς δὲ ἔκλαιε. καὶ ἐρωτηθεὶς παρὰ τοῦ Ἀζαὴλ τοῦ κλαυθμοῦ τὴν αἰτίαν, [152] θρηνεῖν ἔφη προορῶν ὅσα ἐκ σοῦ συμβήσεται τοῖς Ἰσραηλίταις δεινά· σὺ γὰρ βασιλεὺς ἔσῃ Συρίας. ὑποστρέψας δὲ Ἀζαὴλ πρὸς τὸν κύριον αὐτοῦ ἀπήγγειλε φάναι τὸν προφήτην ὡς ζήσεται. τῇ δ' ἐπιούσῃ δίκτυον αὐτῷ ἐπιβαλὼν διάβροχον, τὸν μὲν ἀπέπνιξεν, αὐτὸς δὲ τῆς βασιλείας ἐπείληπτο.
Κεφάλαιο 18
[Επεξεργασία]- Iosephi Ant. 9,5−6. Regum 4,8−10. Paralip. 2,21−22.
Ὁ δὲ τοῦ Ἰούδα βασιλεὺς Ἰωράμ, ἡ γὰρ αὐτὴ κλῆσις ἀμφοῖν τοῖν βασιλέοιν προσῆν, εἰς ἀσέβειαν ἐξεκυλίσθη παρὰ τῆς γυναικὸς αὐτοῦ Γοθολίας, θυγατρὸς οὔσης τοῦ Ἀχαάβ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀνεῖλε καὶ τοὺς πατρῴους θεράποντας, καὶ τὸν λαὸν συνασεβεῖν αὐτῷ κατηνάγκαζεν. οὕτω δὲ βιοῦντι ὁ προφήτης ἐπέστειλε, μηνύων αὐτῷ τὸν ἐσόμενον ὄλεθρον καὶ τὴν τῶν γυναικῶν αὐτοῦ καὶ τῶν τέκνων φθορὰν διὰ τὴν ἀσέβειαν καὶ τὴν τοῦ λαοῦ κάκωσιν· ἃ καὶ εἰς ἔργον ἐξέβησαν, Ἀράβων ἐπιστρατευσάντων τῇ Ἰουδαίᾳ, ἑνὸς τῶν υἱῶν αὐτοῦ περισωθέντος τοῦ Ὀχοζίου. Ἰωρὰμ δὲ μετὰ ταῦτα νοσήσας, ὡς ὁ προφήτης προείρηκε, βιαίως ἐξέψυξε, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ ὀκτώ. ἡ δ' ἀρχὴ τῷ υἱῷ αὐτοῦ Ὀχοζίᾳ περιελήλυθεν.
Ἰωρὰμ δὲ τῷ ἑτέρῳ, τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, κατὰ τῶν Σύρων στρατεύσαντι συνέβη τοξευθῆναι ἐν τῷ πολέμῳ. καὶ ὁ μὲν ἀνεχώρησε θεραπευθησόμενος τὴν πληγήν, ἡγεμόνα τῆς στρατιᾶς καταλείψας Ἰηοῦν τὸν τοῦ Ἀμασῆ· Ἐλισσαῖος δ' ἕνα τῶν μαθητῶν ἔπεμψε χρίσοντα εἰς βασιλέα τὸν Ἰηοῦν, ὡς τοῦ θεοῦ αὐτὸν ᾑρημένου. ὁ δ' ἐλθὼν ἰδίᾳ τῶν ἄλλων ἀπολαβὼν τὸν Ἰηοῦν, ὡς δή τι λέξων αὐτῷ μυστικώτερον, [153] εἰς τὸ ταμιεῖον εἰσδὺς τὸ ἔλαιον κατέχεε τῆς αὐτοῦ κεφαλῆς, φήσας αἱρεῖσθαι τὸν θεὸν εἰς βασιλέα αὐτόν, ἵν' ἀφανίσῃ τὸ γένος τοῦ Ἀχαάβ. καὶ ὁ μὲν ἅμα τε εἶπε καὶ ἐκ τοῦ ταμιείου σπουδαίως ἐξέδραμε, πυνθανομένων δὲ τῶν σὺν αὐτῷ τί ἂν βούλοιτο ὁ καλέσας αὐτόν, καὶ μεμηνότι παρεικαζόντων ἐκεῖνον, "ὀρθῶς ἐκρίνατε" ἔφη, "ἐπεὶ καὶ λόγους μοι μεστοὺς μανίας ἀπήγγειλεν· εἴρηκε γὰρ βασιλέα με χειροτονεῖν τὸν θεόν." καὶ ὁ λαὸς ἀκούσας ταῦτα σαλπίζων ἀνηγόρευε βασιλέα τὸν Ἰηοῦν. ὁ δὲ αὐτίκα τοὺς λογάδας τῶν ἱππέων παραλαβὼν ἐξώρμησεν, ἵν' ἀθρόον ἐπέλθῃ τοῖς περὶ τὸν Ἰωράμ. τοῦ δὲ σκοποῦ τῷ Ἰωρὰμ ἱππεῖς ἥκειν φήσαντος, ἔστειλέ τινα ἐκεῖνος ἐρωτῶντα τί ἂν βούλοιντο. Ἰηοῦς δὲ μηδὲν ἀποκριθεὶς ἕπεσθαι αὐτῷ προετρέπετο. εἶτα καὶ δεύτερον ἔστειλεν· οὐδ' ἐκείνου δὲ ἀναστρέψαντος, αὐτὸς ὁ Ἰωρὰμ τοῦ ἅρματος ἐπιβάς, σὺν Ὀχοζίᾳ ἐλθόντι πρὸς ἐπίσκεψιν αὐτοῦ, ἀδελφῆς αὐτοῦ ὄντι υἱῷ, συνήντησεν ἐν ἀγρῷ Ναβουθαὶ τῷ Ἰηοῦ, καὶ ἤρετο περὶ τῆς στρατιᾶς ὅπως ἔχει· ὁ δὲ βλασφημίας αὐτοῦ κατέχεεν. Ἰωρὰμ δὲ στραφεὶς ἀπεδίδρασκε δεδιώς. καὶ Ἰηοῦς τὸ τόξον ἐντείνας βάλλει αὐτόν. καὶ τοῦ ἅρματος ἐκπεσὼν τέθνηκε, καὶ ἐρρίφη εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρὸν κατὰ τὴν πρόρρησιν Ἠλιού, ἣν πρὸς Ἀχαὰβ ἐποιήσατο. καὶ Ὀχοζίαν δὲ φεύγοντα ἐτόξευσεν Ἰηού, καὶ ἐκ τῆς πληγῆς μετὰ μικρὸν ἐτελεύτησεν, ἕνα βασιλεύσας ἐνιαυτόν. Ἰεζάβελ δ' ἐκ τοῦ πύργου προκύπτουσα, κεκαλλωπισμένη πρὸς τὸ ἐπαγωγότερον, "ἀγαθός" εἶπε "δοῦλος ὃς τὸν δεσπότην ἀνεῖλεν." Ἰηοὺ δὲ ἄνωθεν αὐτὴν ῥῖψαι τοῖς εὐνούχοις προσέταξε. καὶ καταφερομένης αὐτῆς περιερράνθη τὸ τεῖχος τῷ αἵματι· ἡ δὲ τέθνηκεν. Ἰηοὺ δὲ [154] ταφῆναι αὐτὴν προστάξαντος διὰ τὸ γένος αὐτῆς τὸ βασίλειον, οἱ προσταγέντες οὐδὲν εὗρον ἐκ τοῦ σώματος αὐτῆς ἢ μόνα ὀστᾶ· ὑπὸ γὰρ κυνῶν διεσπάρακτο, ὡς Ἠλιοὺ προεφήτευσεν.
Ἦσαν δ' ἐν Σαμαρείᾳ τῷ Ἀχαὰβ υἱοὶ ἑβδομήκοντα. ἐπέστειλεν οὖν Ἰηοὺ τοῖς ἄρχουσι Σαμαρείας καὶ τοῖς παιδαγωγοῖς τῶν υἱῶν Ἀχαάβ, δηλῶν τὸν κρείττω τούτων βασιλεῦσαι αὐτούς. πειρώμενος δὲ τῶν ἀνδρῶν ἔγραψε ταῦτα. οἱ δὲ αὐτὸν ἔχειν δεσπότην ἀντέγραψαν. καὶ αὖθις ἐπέστειλεν Ἰηού, εἰ δουλείαν ὁμολογοῦσιν αὐτῷ, τὰς κεφαλὰς πάντων τῶν παίδων τοῦ Ἀχαὰβ κομίσειν αὐτῷ. κἀκεῖνοι τὸ ἐπιταχθὲν πεποιήκασιν. ὁ δὲ πρὸ τῆς πύλης τῆς πόλεως τεθῆναι τὰς κεφαλὰς ἐν δυσὶ τόποις ἐκέλευσε. καὶ τούτου γενομένου προελθών "ἐγὼ μὲν" εἶπε "τὸν βασιλέα ἀνῄρηκα, οὗτοι δὲ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου ἀπώλοντο·" καὶ πάντας δὲ τοὺς συγγενεῖς Ἀχαὰβ ἐρευνήσας ἀπέκτεινεν Ἰηού. ἀπιόντι δὲ αὐτῷ εἰς Σαμάρειαν συναντᾷ Ἰωναδάβ, καὶ προσειπὼν εὐλόγησεν αὐτὸν ὅτι ἐξωλόθρευσε τὸ γένος τοῦ Ἀχαάβ.
Εἶτα ἵνα μή τις λάθῃ τῶν ψευδοπροφητῶν καὶ τῶν ἱερέων τοῦ Βάαλ, θυσίαν ἐκήρυξε μέλλειν θῦσαι πολυτελῆ, καὶ πάντας τοὺς ἱερεῖς τοῦ Βάαλ καὶ τοὺς προφήτας παρεῖναι ἐκέλευσεν· εἰ δέ τις μὴ παρείη, θάνατον εἶναί οἱ ἔφη τὸ ἐπιτίμιον. ἀθροισθεῖσι δὲ ἐνδύματα δούς, καὶ μετ' αὐτῶν εἰς τὸν οἶκον ἀπελθὼν τοῦ Βάαλ, μή τινα αὐτοῖς ἕτερον ἀναμεμῖχθαι προσέταξεν. τῶν δὲ μηδένα παρεῖναι φησάντων ἕτερον, στρατιώτας περιέστησεν ἔξω, κελεύσας ἀποκτεῖναι τοὺς ἔνδον. οἳ ἐκείνους τε πάντας ἀνεῖλον καὶ τὸν οἶκον τοῦ Βάαλ ἐνέπρησαν καὶ τὴν στήλην αὐτοῦ· τὰς δὲ χρυσᾶς δαμάλεις οὐ περιεῖλεν.
[155] ὁ δὲ θεὸς αὐτῷ ἐπηγγείλατο τὸν οἶκον ἐξαφανίσαντι Ἀχαὰβ ἐπὶ τετάρτην γενεὰν τῶν παίδων αὐτοῦ διαρκέσειν τὴν βασιλείαν.
Κεφάλαιο 19
[Επεξεργασία]- Iosephi Ant. 9,7−8. Regum 4,11−12. Paralip. 2,22−24.
Οὕτω μὲν οὖν τὸ γένος ἐξωλοθρεύθη τοῦ Ἀχαάβ· ἡ δὲ θυγάτηρ ἐκείνου Γοθολία, ἣ Ὀχοζίᾳ συνῴκει τῷ τῆς Ἱερουσαλὴμ βασιλεῖ, θανόντος ἐκείνου τῆς βασιλείας Ἰούδα ἐγκρατὴς οὖσα, σπούδασμα ἔθετο καὶ αὐτὴ τὸ γένος ἐξολοθρεῦσαι τὸ τοῦ Δαβίδ. καὶ χωρὶς ἑνὸς ἀπέκτεινεν ἅπαντας. ἡ γὰρ ἀδελφὴ Ὀχοζίου Ἰωσαβεὲ καλουμένη, ἀναιρουμένων τῶν υἱῶν τοῦ ἀδελφοῦ αὐτῆς, ἠδυνήθη ἕνα νήπιον ὄντα, ὄνομα Ἰωάς, ἀποκρύψαι, καὶ ἔτρεφεν αὐτὸν ἐπὶ ἔτη ἓξ λεληθότως. ἐν δὲ τῷ ἑβδόμῳ Ἰωδαὲ ὁ ἀρχιερεύς, ᾧ συνῴκει ἡ Ἰωσαβεέ, προσκαλεσάμενός τινας τῶν ἑκατοντάρχων, ὑπέδειξεν ἐκείνοις τὸν Ἰωάς, καὶ κοινολογησάμενος τοῖς ἀνδράσι πείθει τῇ μὲν Γοθολίᾳ ἐπαναστῆναι, τῷ δὲ παιδὶ τὴν πατρῴαν βασιλείαν ἐπανασώσασθαι. οἳ καὶ ὅρκοις τὰς ὁμολογίας πιστώσαντες ἀπῆλθον καὶ συνήθροισαν τοὺς ἱερεῖς καὶ Λευίτας καὶ φυλάρχους πρὸς τὸν Ἰωδαέ. ὁ δὲ αὐτοῖς τὸν Ἰωὰς ἐνεφάνισε λέγων "οὗτος ὑμῖν βασιλεὺς ἐκ σπέρματος τοῦ Δαβίδ." καὶ τὸ ἱερὸν περιεκύκλωσε τῷ λαῷ, μέσον δὲ στήσας τὸν Ἰωὰς διάδημά τε αὐτῷ περιέθετο καὶ τὸ τῆς χρίσεως ἔλαιον καταχέας αὐτοῦ βασιλέα ἀπέδειξε· καὶ ὁ λαὸς ἐπευφήμησε. τῆς δὲ βοῆς ἡ Γοθολία ἀκούσασα, τῶν βασιλείων τεθορυβημένη ἐξέθορεν, ἑπομένης αὐτῇ καὶ τῆς στρατιᾶς. ἐλθοῦσαν δὲ εἰς τὸ ἱερὸν τὴν μὲν ἐντὸς οἱ ἱερεῖς εἰσεδέξαντο, τοῖς δὲ περὶ αὐτὴν τὸ πλῆθος ἀπεῖρξε τὴν [156] εἴσοδον. ἡ δὲ τὸν παῖδα ἐστεμμένον ἰδοῦσα ἠπείλησεν ἀνελεῖν τοὺς τὴν ἀρχὴν αὐτῆς ἐπικεχειρηκότας. Ἰωδαὲ δὲ τοῖς ἑκατοντάρχαις ἐπέτρεψεν ἔξω τὴν Γοθολίαν ἑλκύσαντας ἀναιρῆσαι. καὶ οἱ μὲν οὕτως ἐποίησαν, Ἰωδαὲ δὲ τόν τε βασιλέα καὶ τὸν λαὸν ὥρκωσε τιμᾶν τὸν θεὸν καὶ τοὺς νόμους τηρεῖν. καὶ ἐπελθόντες αὐτίκα τῷ τοῦ Βάαλ ναῷ κατέσκαψάν τε αὐτὸν καὶ τὰ ἰνδάλματα τοῦ Βάαλ συνέτριψαν καὶ τὸν ἱερέα ἀπέκτειναν. τὸν δὲ βασιλέα ἐγκαθιστᾶσιν εἰς τὰ βασίλεια, ἑπταέτη τότε τυγχάνοντα. τῷ δὲ ἀρχιερεῖ Ἰωδαὲ τήν τε πρὸς τὸ θεῖον πίστιν τηρεῖσθαι καὶ τοὺς νόμους φυλάττεσθαι σφόδρα ἐμέλησεν.
Ἡβήσας μέντοι ὁ βασιλεὺς καὶ γυναῖκας ἠγάγετο δύο. τοῦ δὲ ναοῦ καθαιρεθέντος ἔν τισι μέρεσι παρὰ Γοθολίας, ὁ Ἰωὰς ἀνακαινίσαι αὐτὸν προτεθύμητο. καὶ τὸν ἱερέα καλέσας Ἰωδαὲ ἐκέλευσε πέμψαι τοὺς αἰτήσοντας ἐκ πάσης τῆς χώρας εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ ὑπὲρ ἑκάστης κεφαλῆς ἀργυρίου ἡμίσικλον. Ἰωδαὲ δὲ φορτικὸν τοῦτο τῷ λαῷ συνεὶς λογισθήσεσθαι, ἑτέρως μέτεισι τῶν χρημάτων τὸν ἔρανον. κιβώτιον γάρ τι κατασκευάσας πάντοθεν κεκλεισμένον, τρῆμά τι πεποίηκεν ἄνωθεν ἐν αὐτῷ, καὶ ἔθετο αὐτὸ παρὰ τὸν ναόν, καὶ ἠξίου ἐμβάλλειν διὰ τοῦ τρήματος ὅσον ἑκάστῳ ἦν πρὸς βουλῆς εἰς ἀνακαινισμὸν τοῦ ναοῦ. ὅτι γοῦν εἰς τὴν ἑκάστου προαίρεσιν ἀνεῖτο τὸ δοθησόμενον, ἀνεπαχθῶς τε τὴν δόσιν πεποίηντο καὶ ἐφιλοτιμοῦντο περὶ τὴν τῶν χρημάτων καταβολήν, ὥστε πολὺ χρυσίον ἀθροισθῆναι καὶ πλεῖστον ἀργύριον, ἐξ ὧν ὅ τε ναὸς ἐπεσκευάσθη καὶ σκεύη πολλὰ πρὸς τὰς θυσίας εἰργάσθησαν, αἳ φιλότιμοι μέχρις ἐβίω Ἰωδαὲ προσήγοντο τῷ θεῷ. ἐκείνου δὲ δικαίως καὶ κατὰ νόμον ζήσαντος ἔτη ἑκατὸν πρὸς [157] τριάκοντα καὶ οὕτω τὸν βίον ἐκλελοιπότος, ἀμελῶς περὶ τὴν εἰς τὸ θεῖον διετέθη τιμὴν ὁ βασιλεὺς Ἰωάς, καί οἱ καὶ οἱ φύλαρχοι καὶ οἱ ἄλλως ἐξάρχοντες τοῦ πλήθους συνδιεφθάρησαν, καὶ προφητῶν δὲ διαμαρτυρομένων αὐτοῖς περὶ τῆς εἰς θεὸν ἀσεβείας, οἱ δὲ οὐκ ἐπαύσαντο. Ζαχαρίου δὲ τοῦ υἱοῦ τοῦ ἀρχιερέως Ἰωδαὲ προφητεύοντος καὶ παραινοῦντος τὸν βασιλέα καὶ τὸν λαὸν κατὰ νόμους ζῆν, ὁ Ἰωὰς χαλεπήνας καταλευσθῆναι αὐτὸν ἐκέλευσεν. ἀναιρούμενος δὲ ὁ προφήτης δικάσαι τὸν θεὸν ηὔξατο ἀνθ' ὅτου τῆς ζωῆς στερεῖται παρὰ τοῦ εὐεργετηθέντος ἐκ τοῦ πατρὸς αὐτοῦ. καὶ μέντοι καὶ ταχέως ἐδίκασεν· ὁ γὰρ τῶν Σύρων βασιλεὺς Ἀζαὴλ ἐπελθὼν ἐπολιόρκει τὴν Ἱερουσαλήμ. ὁ δὲ πάντας τοὺς θησαυροὺς τούς τε θείους καὶ τοὺς βασιλικοὺς ἀφελόμενος καὶ ὅσα ἐν ἀναθήμασι, τῷ Ἀζαὴλ παρέσχετο· ὃς τῷ πλήθει τῶν χρημάτων ἡσθεὶς τῆς πολιορκίας ἀπέσχετο.
Κεφάλαιο 20
[Επεξεργασία]- Iosephi Ant. 9,8−9. Regum 4,13−14. Paralip. 2,24−25.
Τοῖς δὲ Ἰσραηλίταις ὁ Σύρος οὗτος ἐπιτιθέμενος ἐκάκου αὐτοὺς σφόδρα. Ἰηοὺ δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεύς, παραβάτης τῶν θείων γεγονὼς ἐντολῶν, καὶ βασιλεύσας ἔτη εἴκοσι καὶ ἑπτά, τέθνηκεν· τῆς βασιλείας δὲ ἐπελάβετο Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ. οὗ βασιλεύοντος ὁ τῶν Σύρων ἀρχηγὸς τὴν χώραν ἐκάκωσε, πόλεις τε πολλὰς αὐτοῦ κατασχὼν τὴν στρατιὰν αὐτοῦ μαχαίρας ἔργον πεποίηκεν. ἐν τούτῳ δὲ ὁ Ἰωάχαζ τοῦ θεοῦ δεηθεὶς σωτηρίαν εὕρατο καὶ ἀνακωχὴν τῶν δεινῶν. ἑπτακαίδεκα δὲ βασιλεύσας ἔτη θνήσκει, διάδοχον τῆς βασιλείας ἐσχηκὼς Ἰωὰς τὸν [158] υἱόν, ὁμωνυμοῦντα τῷ τῆς Ἰούδα φυλῆς βασιλεύοντι. οὐχ ὅμοιος δὲ τῷ πατρὶ ὁ Ἰωὰς οὗτος ἐγένετο, ἀγαθὸς δέ. ὃς καὶ τοῦ Ἐλισσαίου νοσήσαντός τε καὶ θνήσκοντος ἐθρήνει, πατέρα αὐτὸν καὶ ὅπλον καλῶν, ὡς δι' αὐτοῦ κρατῶν τῶν ἐχθρῶν. ὁ δὲ προφήτης παρεμυθεῖτο αὐτόν· καὶ τόξον ἐκέλευε λαβόντα βέλη βαλεῖν. τρισσάκις δὲ τοῦ βασιλέως τοξεύσαντος καὶ παυσαμένου, εἶπεν ὁ Ἐλισσαῖος "εἰ μὲν πλείω ἀφῆκας βέλη, ἐξέκοψας ἂν ῥιζόθεν τὴν τῶν Σύρων ἀρχήν· νῦν δ' ἰσαρίθμους τοῖς βέλεσι νίκας νικήσεις αὐτούς, καὶ τὴν χώραν ἣν ἐκεῖνοι ἀφείλοντο ἐπανασώσεις σου τῇ ἀρχῇ." εἶτα ὁ προφήτης ἐξέλιπε καὶ ἔτυχε ταφῆς μεγαλοπρεποῦς. λῃσταὶ δέ τινα ἀνελόντες εἰς τὸν τάφον τοῦ προφήτου αὐτὸν ἔρριψαν· καὶ ἀνέζησεν ὁ ῥιφεὶς καὶ ἀνέστη. ἀπέθανε δὲ καὶ Ἀζαὴλ ὁ βασιλεὺς Συρίας ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἄδερ· ᾧ συμβαλὼν Ἰωὰς ὁ τῶν Ἰσραηλιτῶν βασιλεύς, καὶ τρισσάκις ἡττήσας, ἐπανεσώσατο τῷ Ἰσραὴλ τὴν χώραν καὶ τὰς πόλεις ἃς Ἀζαὴλ ἀφείλετο ὁ τοῦ Ἄδερ πατήρ.
Ἰωὰς δὲ ὁ βασιλεὺς Ἰούδα ἐτῶν μὲν ὢν ἑπτὰ ὅτε ἀνερρήθη, βασιλεύσας δὲ ἐνιαυτοὺς τεσσαράκοντα, ἐτελεύτησεν, ἀναιρεθεὶς παρὰ τῶν θεραπόντων αὐτοῦ. καὶ τὴν βασιλείαν τῆς Ἱερουσαλὴμ ὁ υἱὸς αὐτοῦ Ἀμεσίας περιεζώσατο, εὐσεβὴς γεγονώς, ἐτῶν ὢν ὅτε τῆς ἀρχῆς ἐπέβη πέντε καὶ εἴκοσιν, ἠνυκὼς δὲ τὴν βασιλείαν ἐπ' ἐνιαυτοὺς ἐννέα καὶ εἴκοσι. καὶ τοὺς ἀνελόντας τὸν πατέρα αὐτοῦ κολάσας, τοὺς ἐκείνων παῖδας ἀθῴους ἀφῆκε κατὰ τὸν νόμον, λέγοντα "οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, οὐδὲ μέντοι διὰ πατέρας υἱοί." ὃς καὶ κατὰ τῶν Ἰδουμαίων καὶ Ἀμαληκιτῶν στρατεύσας συμμάχους ἐκ τῶν Ἰσραηλιτῶν [159] ἐμισθώσατο. προφήτης δέ τις καταλιπεῖν τοὺς συμμάχους αὐτῷ συνεβούλευε καὶ μετὰ μόνων τῶν οἰκείων διαθέσθαι τὸν πόλεμον. ᾧ πεισθεὶς ἀπέλυσε τοὺς Ἰσραηλίτας, καὶ τὸν μισθὸν αὐτοῖς χαρισάμενος. συμβαλὼν οὖν τοῖς ἀλλοφύλοις ἐνίκησεν. οἱ δ' ἀπολυθέντες σύμμαχοι ὀργισθέντες τήν τε χώραν τῶν Ἰουδαίων κατέδραμον καὶ πολλοὺς ἀνεῖλον. Ἀμεσίας δὲ διὰ τὸ εὐτύχημα φρονηματισθείς, καὶ ἀσεβήσας εἰς θεόν, διεπέμψατο πρὸς Ἰωὰς τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀπαιτῶν πρὸς αὐτὸν ἥξειν, ὡς ὑποκεῖσθαί οἱ ὀφείλοντα, ἀπογόνῳ Δαβὶδ καὶ Σολομῶντος τυγχάνοντι. ὁ δὲ ἀνταπέστειλε μηνύων αὐτῷ ὡς "τὴν κέδρον ἡ ἄκνος ἠξίου κῆδος ἐπὶ τοῖς παισὶ τοῖς οἰκείοις ποιήσασθαι. ἐν τοσούτῳ δὲ τὰ θηρία τοῦ ἀγροῦ παρερχόμενα συνεπάτησαν τὴν ἄκνον, καὶ ἀπώλετο. τοῦτό σοι ἀρκετὸν εἰς παράδειγμα· καὶ μὴ ὅτι εὐτύχησας πατάξας τοὺς ἀλλοφύλους μέγα φρόνει, μηδὲ τὸν λαόν σου καὶ ἑαυτὸν εἰς κινδύνους συνώθει." πρὸς ταῦτα ὀργισθεὶς Ἀμεσίας στρατεύει κατὰ τοῦ Ἰωάς. φόβος δ' ἐμπίπτει τῇ αὐτοῦ στρατιᾷ, καὶ τρέπεται εἰς φυγήν· μονωθεὶς δὲ Ἀμεσίας συλλαμβάνεται παρὰ τῶν πολεμίων καὶ ἀπάγεται πρὸς τὸν Ἰωάς. ὁ δὲ δέσμιον ἄγων αὐτὸν ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ καθελὼν τοῦ τείχους μέρος, εἰσήλασε διὰ τοῦ καθαιρεθέντος εἰς τὴν πόλιν ἐφ' ἅρματος, καὶ ἀφείλετο τούς τε ἱεροὺς θησαυροὺς καὶ ὅσα ἐν τοῖς βασιλείοις ἀπέκειτο. καὶ λύσας τὸν Ἀμεσίαν ἐπανῆλθεν εἰς τὴν Σαμάρειαν. καὶ βασιλεύσας τὰ πάντα ἔτη ἑξκαίδεκα τελευτᾷ. καὶ ἐβασίλευσεν Ἱεροβοὰμ ὁ υἱὸς αὐτοῦ. Ἀμεσίας δὲ μετὰ ταῦτα ἐπιβουλευθεὶς ἀνῃρέθη, ζήσας τέσσαρας ἐνιαυτοὺς καὶ πεντήκοντα, βασιλεύσας δὲ εἴκοσι καὶ ἐννέα. ἐχρίσθη δὲ [160] βασιλεὺς ὁ υἱὸς αὐτοῦ Ὀζίας, ἐτῶν ὑπάρχων ἑξκαίδεκα.
Κεφάλαιο 21
[Επεξεργασία]- Iosephi Ant. 9,10−11. Regum 4,14−15. Ionae 1−3. Paralip. 2,26−27.
Ἱεροβοὰμ δὲ ὁ υἱὸς Ἰωὰς ἀσεβὴς ἐγένετο καὶ παράνομος. καὶ τοιοῦτος δὲ ὤν, τοῦ θεοῦ τὸν Ἰσραηλίτην λαὸν ἐλεήσαντος ταπεινωθέντα, τοῖς Σύροις πολεμήσας ἐνίκησε, τοῦ προφήτου Ἰωνᾶ αὐτῷ τὴν νίκην προαγορεύσαντος. Τοῦτον τὸν προφήτην ἀπέστειλεν ὁ θεὸς εἰς Νινευὶ τὴν πόλιν κηρύξοντα καταστροφὴν αὐτῆς καὶ τὴν τῶν Νινευιτῶν ἐξολόθρευσιν. ὁ δὲ οὐκ ἀπῄει, ἀλλ' ἀπεδίδρασκεν εἰς πλοῖον ἐμβάς. κλύδωνος δὲ γεγονότος ἡ ναῦς ἐκινδύνευε. καὶ κλήρῳ τῶν ἐμπλεόντων πειρωμένων γνῶναι τὸν αἴτιον, κληροῦται ὁ Ἰωνᾶς. καὶ ὅστις εἴη ἀνακρινόμενος ἐκεῖνος τὰ καθ' ἑαυτὸν διηγήσατο, καὶ ἐμβαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν προετρέπετο· "οὐ γὰρ ἂν ἄλλως" ἔλεγε "τὸν κίνδυνον διαφύγοιτε." ὁ μὲν οὖν ἐρρίφη, ὁ δὲ κλύδων ἐκόπασε. κῆτος δὲ τὸν προφήτην καταπιὸν μετὰ τρεῖς ἡμέρας καὶ ἴσας νύκτας ζῶντα καὶ σῷον αὐτὸν ἐξήμεσεν. ὁ δὲ συγγνώμην ᾔτει τὸν θεὸν διὰ τὴν παρακοήν, καὶ ἐπέμφθη πάλιν κηρύξαι ἃ προσετέτακτο. ὁ δὲ ἀπελθὼν μετὰ τρεῖς ἡμέρας τὴν Νινευὶ καταστραφῆναι ἐκήρυξεν. ὁ δὲ τῆς πόλεως βασιλεὺς καὶ ὁ λαὸς ἅπας τῷ προφήτῃ πιστεύσαντες ἀπέκλιναν εἰς μετάνοιαν καὶ τὸν θεὸν ἱκέτευον ἐλεῆσαι αὐτούς. καὶ ὃς τῇ μετανοίᾳ τοῦ πλήθους καμφθεὶς ἀπέστρεψε τὸν ὄλεθρον ἀπ' αὐτῶν.
Ἱεροβοὰμ δὲ τεσσαράκοντα πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς θνήσκει. καὶ μετ' αὐτὸν ἐκράτησε τῆς ἀρχῆς Ἀζαρίας ὁ παῖς αὐτοῦ.
[161] Ὁ δὲ βασιλεὺς Ἱερουσαλὴμ Ὀζίας εὐσεβὴς τὰ πρὸς θεὸν καὶ τὰ πρὸς τοὺς ὑπηκόους δίκαιος ἦν· διὸ καὶ πολλοὺς τῶν ἀλλοφύλων ἐνίκησε καὶ ὑποφόρους ἐποίησεν. εὐδαιμονήσας δὲ καὶ τυφωθεὶς ἐκπέπτωκε τοῦ καθήκοντος. καὶ ὡς ἱερεὺς στολισθεὶς ἐπὶ τοῦ χρυσοῦ βωμοῦ θυμιᾶσαι τῷ θεῷ ἐπεχείρησεν· κωλυόντων δ' αὐτὸν τοῦ ἀρχιερέως Ἀζαρίου καὶ τῶν ἱερέων καὶ μὴ παρανομεῖν παραινούντων, θάνατον αὐτοῖς ἠπείλησεν, εἰ μὴ ἡσυχάσαιεν. ἐν τούτῳ φῶς οἷον ἐπιλάμψαν ἐν τῷ ναῷ καὶ τῇ τοῦ βασιλέως ὄψει προσβαλὸν λέπραν ἐποίησε κατ' αὐτῆς ἐξανθῆσαι. οἱ δ' ἱερεῖς τὴν συμφορὰν ἐδήλουν τῷ βασιλεῖ καὶ ἐξιέναι τῆς πόλεως συνεβούλευον. καὶ οὕτως ζήσας χρόνον τινά, ὑπ' ἀθυμίας ἀπέθανε, βασιλεύσας ἔτη δύο καὶ πεντήκοντα, ζήσας δὲ τὰ πάντα ἑξήκοντα πρὸς ὀκτώ, τὴν ἀρχὴν παραδοὺς τῷ υἱῷ αὐτοῦ Ἰωάθαμ.
Ἀζαρίας δὲ ὁ τοῦ Ἱεροβοὰμ ἐπὶ ἓξ βασιλεύσας μῆνας τῶν Ἰσραηλιτῶν ἀπέθανεν ἀσεβῶς βιούς, δολοφονηθεὶς ὑπὸ Σελούμ. Σελοὺμ δὲ ἐφ' ἡμέρας βασιλεύσας τριάκοντα ἀνῃρέθη παρὰ Μαναΐμ, βασιλεύσαντος ἐπὶ τὸν Ἰσραὴλ ἀντ' αὐτοῦ. ἀραμένου δὲ πόλεμον πρὸς αὐτὸν Φουὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, χίλια δοὺς αὐτῷ τάλαντα ἀργυρίου, ἃ ἐκ τοῦ λαοῦ ἠρανίσατο, τὸν πόλεμον διελύσατο. ἐπὶ ἔτη δὲ βασιλεύσας δέκα ὁ Μαναΐμ, ἀσεβής τε καὶ ἀπηνὴς γεγονώς, τέθνηκε, τὴν βασιλείαν διαβιβάσας εἰς τὸν υἱὸν Φακεσίαν. ἀσεβὴς δὲ καὶ οὗτος καὶ ὠμὸς γεγονὼς ἀνῃρέθη δολοφονηθεὶς παρὰ Φακεὲ τοῦ υἱοῦ Ῥομελίου, βασιλεύσαντος ἀντὶ τοῦ ἀναιρεθέντος, ἀσεβῶς καὶ αὐτοῦ καὶ παρανόμως ἀνύσαντος τὴν ἀρχήν. ὅτε καὶ Θαιγλαφαλασὰρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς [162] τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν ἐπελθὼν πόλεις τε πολλὰς κατεστρέψατο καὶ αἰχμαλωσίαν ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ χώραν οὐκ εὐαρίθμητον. ὁ δὲ τοῦ Ὀζίου υἱὸς Ἰωάθαμ βασιλεὺς Ἱερουσαλὴμ εὐσεβὴς τυγχάνων καὶ δίκαιος, τῆς τε πόλεως καὶ τοῦ ναοῦ ἐπεμέλετο καὶ τοὺς Ἀμμανίτας ὑποφόρους ἔθετο, μάχῃ νικήσας αὐτούς. Ναοὺμ δὲ τότε προφητεύων περὶ τῆς τῶν Ἀσσυρίων προεῖπε καταστροφῆς· καὶ ἡ πρόρρησις ἐκείνου ἔργον ἐγένετο ἑκατὸν καὶ πεντεκαίδεκα παρελθόντων ἐνιαυτῶν. τῷ δ' Ἰωάθαμ ἐπέλιπε τὸ βιώσιμον ζήσαντι μὲν ἔτη πρὸς ἑνὶ τεσσαράκοντα, δέκα δ' ἐπὶ ἓξ βασιλεύσαντι.
Κεφάλαιο 22
[Επεξεργασία]- Iosephi Ant. 9,12−14. Regum 4,16−17. Paralip. 2,28−30.
Μετέπεσε δὲ τῆς Ἱερουσαλὴμ ἡ ἀρχὴ εἰς Ἄχαζ τὸν ἐκείνου υἱόν, ἀσεβήσαντα πρὸς θεὸν καὶ τοὺς αὐτοῦ νόμους παραβάντα· εἰδώλοις γὰρ προσεκύνει καὶ βωμὸν αὐτοῖς ἐν Ἱεροσολύμοις ἀνέστησε καὶ παῖδα οἰκεῖον αὐτοῖς ὡλοκαύτωσε. καθ' οὗ Ῥαασὼν ὁ τῶν Σύρων ἡγεμονεύων καὶ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακεὲ συμπνεύσαντες ἐπολιόρκουν αὐτὸν ἐν Ἱερουσαλὴμ ἐπὶ μακρόν. καὶ ὁ μὲν Ῥαασών, πόλεων ἑτέρων κρατήσας, τοὺς αὐτῶν οἰκήτορας ἀνελὼν καὶ Σύρους ἐγκατοικίσας αὐταῖς ἐπανῆλθεν εἰς Δαμασκόν· Ἄχαζ δέ, μόνου περιλειφθέντος τοῦ Φακεέ, συμμίξας αὐτῷ ἥττητο, δώδεκα μυριάδας ἀποβαλὼν τοῦ λαοῦ καὶ πολλοὺς τῶν ἐπισήμων καὶ τὸν υἱόν. Φακεὲ δὲ ἀνέζευξεν εἰς Σαμάρειαν αὐτὸς καὶ ἡ στρατιὰ αὐτοῦ, αἰχμαλώτων πλῆθος πολὺ εἰς τὴν ἑαυτῶν μετοικίσαντες. προφήτης δέ τις ἐν Σαμαρείᾳ πρὸ τῶν τειχῶν ὑπαντήσας αὐτοῖς ἐμέμφετο ὡς συγγενεῖς [163] αἰχμαλωτίσασι καὶ συνεβούλευεν ἐλευθερῶσαι αὐτούς· οἱ δὲ πεισθέντες ἀφῆκαν τοὺς αἰχμαλώτους. Ἄχαζ δὲ τὸν Ἀσσυρίων βασιλέα ἠξίου συμμαχῆσαι αὐτῷ κατὰ τῶν Σύρων καὶ τῶν Ἰσραηλιτῶν. ὁ δ' ἧκε καὶ τήν τε χώραν τῶν Σύρων ἐπόρθησε καὶ τὴν Δαμασκὸν εἷλε καὶ τὸν Ῥαασὼν ἀνεῖλε καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν καταδραμὼν πλείστους αἰχμαλώτους ἀπήγαγεν. ὁ δὲ Ἄχαζ ἀμοιβὴν ὑπὲρ τούτων τῷ Θαιγλαφαλασὰρ τούς τε βασιλικοὺς δέδωκε θησαυροὺς καὶ ὅσα τῷ ἱερῷ ἐναπέκειντο. εἰς τοσοῦτον δ' ἠσέβησεν ὡς μὴ μόνον τοὺς τῶν ἀλλοφύλων σέβειν θεούς, ἀλλὰ καὶ τὸν ναὸν ἀποκλεῖσαι καὶ συλῆσαι τὰ αὐτοῦ ἀναθήματα. οὕτω δὲ βιοὺς ἐτελεύτησεν ἓξ καὶ τριάκοντα ζήσας ἔτη, βασιλεύσας δ' ἑξκαίδεκα, Ἐζεκίᾳ τῷ υἱῷ τὴν βασιλείαν λιπών. συνέβη δὲ καὶ τῶν Ἰσραηλιτῶν βασιλέα τότε θανεῖν κατ' ἐπιβουλὴν Ὠσηέ. καὶ οὗτος δὲ πονηρὸς ἦν· διὸ καὶ στρατεύσαντος κατ' αὐτοῦ τοῦ τῶν Ἀσσυρίων βασιλέως Σαλμανασὰρ ἐδουλώθη αὐτῷ, φόρους τελεῖν ἐτησίως ἐπιταχθείς.
Ἐζεκίας δὲ εὐσεβὴς ὢν καὶ δίκαιος, ἐκκλησιάσας τοὺς ἱερεῖς καὶ Λευίτας ἀνοῖξαι τὸ ἱερὸν ἐνετείλατο καὶ θύειν ὡς νόμος αὐτοῖς, καὶ τὸν λαὸν μηδὲν τῆς τοῦ θείου τιμῆς ἐκέλευε προτιμᾶν. ἔστειλε μέντοι καὶ πρὸς πᾶσαν τὴν χώραν μετακαλούμενος ἅπαντας τὴν τῶν ἀζύμων ἑορτὴν ἑορτάσοντας, ἐπὶ μακρὸν μὴ τελεσθεῖσαν διὰ τὰς τῶν κρατούντων παρανομίας. καὶ τοῖς Ἰσραηλίταις προυτρέπετο τὸν πατρῷον σέβειν θεὸν κατὰ τὴν πάλαι συνήθειαν. οἱ δὲ οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς προφήτας ταὐτὰ παραινοῦντας ἐφόνευσαν. τινὲς δὲ πεισθέντες μετηνέχθησαν εἰς εὐσέβειαν καὶ εἰς Ἱερουσαλὴμ συνέδραμον εἰς [164] προσκύνησιν τοῦ θεοῦ. καὶ ὁ βασιλεὺς Ἐζεκίας μετὰ τῶν ἡγεμόνων τοῦ λαοῦ ἀπελθὼν εἰς τὸ ἱερόν, ἔθυσε διὰ τῶν ἱερέων θυσίας πολυτελεῖς, καὶ τῷ λαῷ μετέδωκε ζῴων πρὸς εὐωχίαν πολλῶν, καὶ τοῖς ἱερεῦσιν ἐξελθεῖν εἰς τὴν χώραν καὶ ἁγνίσαι αὐτὴν ἐνετείλατο. εἶτα κατὰ τῶν ἀλλοφύλων πόλεμον ἦρε καὶ πόλεις εἷλεν αὐτῶν.
Ὁ δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσηὲ εἰς συμμαχίαν προσεκαλέσατο Σωβὰ τὸν βασιλέα Αἰγύπτου κατὰ τῶν Ἀσσυρίων. ὃ γνοὺς Σαλμανασὰρ ὠργίσθη· καὶ ἐπὶ τρισὶν ἔτεσιν ἐπολιόρκησε τὴν Σαμάρειαν, καὶ κατέσχε τὴν πόλιν καὶ τὴν βασιλείαν ἠφάνισε, καὶ τὸν λαὸν αἰχμαλωτίσας μετῴκισεν εἰς τὴν ἰδίαν χώραν, καὶ αὐτὸν τὸν βασιλέα τῶν Ἰσραηλιτῶν Ὠσηέ. καὶ μεταναστεύσας ἐκ τῆς οἰκείας χώρας ἕτερα ἔθνη ἀπό τινος τόπου Χούθου καλουμένου μετῴκισεν εἰς Σαμάρειαν καὶ εἰς τὴν χώραν αὐτῆς. μετήχθησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν μετὰ ἐνακόσια τεσσαράκοντα ἑπτὰ ἔτη ἐξ ὅτου τὴν Αἴγυπτον λιπόντες ἐξήλθοσαν, μετὰ δὲ διακόσια τεσσαράκοντα καὶ μῆνας ἑπτὰ ἐξ ὅτου καταλιπόντες τὸν Ῥοβοὰμ εἵλοντο ἑαυτοῖς εἰς βασιλέα τὸν Ἱεροβοάμ. οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν, Χουθαῖοι καλούμενοι ἐκ τοῦ τόπου ἐν ᾧ κατῴκουν τὸ πρὶν ἐν Περσίδι, πέντε ὄντες ἔθνη, τοὺς ἰδίους θεοὺς καὶ αὖθις ἐθρήσκευον. ὡς μὲν οὖν ἡ τετάρτη τῶν Βασιλειῶν λέγει, λέοντας ἐξήγειρεν ὁ θεὸς καὶ διέφθειρε πολλοὺς ἐξ αὐτῶν· ὡς δὲ Ἰώσηπος ἱστορεῖ, λοιμὸς αὐτοῖς ἐνέσκηψε. γνόντες δὲ κατ' ὀργὴν τοῦ θεοῦ ἐπιέναι αὐτοῖς τὰ κακά, τοῦ σφετέρου βασιλέως ἐδέοντο ἱερεῖς στεῖλαι αὐτοῖς ἐκ τῶν Ἰσραηλιτῶν, ἵν' αὐτοὺς τὴν τῶν Ἑβραίων θρησκείαν μυήσωσιν· οὗ [165] γενομένου ἐπαύσατο ἡ φθορά. καλοῦνται δὲ παρὰ μὲν τῶν Ἑβραίων Χουθαῖοι, πρὸς δὲ τῶν Ἑλλήνων Σαμαρεῖται.
Κεφάλαιο 23
[Επεξεργασία]- Iosephi Ant. 10,1−3. Regum 4,18−21. Paralip. 2,32−33.
Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἐζεκίου τοῦ τῆς Ἱερουσαλὴμ βασιλέως ὁ τῶν Ἀσσυρίων βασιλεύων Σεναχηρεὶμ ἐπῆλθε τῇ Ἰουδαίᾳ καὶ πάσας εἷλε τὰς πόλεις τῶν δύο φυλῶν. δείσας δὲ Ἐζεκίας περὶ τῇ Ἱερουσαλήμ, διαπέμπεται πρὸς αὐτὸν ὑπισχνούμενος διδόναι φόρον ὃν ἂν ἐπενέγκοι. Σεναχηρεὶμ δὲ τριακόσια μὲν ἀργύρου τάλαντα, χρυσοῦ δὲ τριάκοντα ᾔτησε, καὶ πίστεις ἐνωμότους παρέσχεν ἦ μὴν ἀναχωρήσειν, εἰ ταῦτα λάβοι. λαβὼν δὲ αὐτὸς μὲν ἐπ' Αἰγυπτίους ὥρμησε καὶ Αἰθίοπας, τὸν δ' ἀρχιστράτηγον αὐτοῦ Ῥαψάκην σὺν δυσὶ στρατηγοῖς ἑτέροις καὶ δυνάμει βαρείᾳ κατέλιπε τὴν Ἱερουσαλὴμ ἐκπορθήσοντας. οἱ δὲ πρὸ τῶν τειχῶν βαλόμενοι χάρακα ἐντυχεῖν ἐζήτουν τῷ Ἐζεκίᾳ. ἀλλ' ἐκεῖνος μὲν ἀπεδειλίασεν ἐξελθεῖν, τρεῖς δὲ τιμωμένους τῶν ὑπ' αὐτὸν ἔπεμψε. κἀκεῖνοι "εἰ ἐπὶ τοὺς Αἰγυπτίους πέποιθεν Ἐζεκίας" ἔφησαν, "μωραίνει ἐπ' ἴσης ἀνθρώπῳ καλαμίνῃ ῥάβδῳ ἐρειδομένῳ, καὶ αὐτῇ τεθλασμένῃ, ἣ οὐδὲν ἤμυνε τῷ κατέχοντι, ἀλλ' αὐτός τε συμπέπτωκε καὶ ὁ κάλαμος τὴν αὐτοῦ χεῖρα διέτρησε. τοιοῦτός ἐστι Φαραὼ ὁ Αἰγύπτιος." ταῦτα ἑβραϊστὶ ὁ Ῥαψάκης τοῖς πεμφθεῖσιν ὡμίλει. οἱ δὲ τῇ τῶν Σύρων διαλέκτῳ ὁμιλεῖν αὐτοῖς ἠξίουν αὐτόν, ἵνα μὴ τὸ πλῆθος τῶν λεγομένων συνίησιν. ὁ δὲ μᾶλλον τὴν φωνὴν ἐπάρας ἑβραϊστὶ πάλιν ἔλεγεν εἰς ἐπήκοον πάντων "μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λέγων, [166] κύριος ῥύσεται ἡμᾶς. μὴ ἐρρύσατο Σαμάρειαν;" καὶ ἀπήγγειλαν ταῦτα τῷ Ἐζεκίᾳ. ὁ δὲ ἀκούσας διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον, καὶ πεσὼν ἐδέετο τοῦ θεοῦ, βοήθειαν ἐπ' ἀνελπίστοις αἰτῶν· καὶ πρὸς Ἡσαΐαν τὸν προφήτην πέμψας παρεκάλει αὐτὸν δέεσθαι τοῦ θεοῦ ἵν' ἵλεως ἔσοιτο τῷ λαῷ. ὁ δὲ ἀμαχητὶ τοὺς πολεμίους προέλεγεν ἡττηθήσεσθαι καὶ τὸν Σεναχηρεὶμ κτανθῆναι ἄπρακτον ἀπ' Αἰγύπτου ἐπανελθόντα. ἐπέστειλε δὲ καὶ Σεναχηρεὶμ τῷ Ἐζεκίᾳ "μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ' ᾧ πέποιθας μὴ παραδοθῆναι τὴν Ἱερουσαλὴμ εἰς χεῖράς μου· ἀναλόγισαι ποῦ εἰσιν οἱ βασιλεῖς τῶν ἐθνῶν οὓς διέφθειραν οἱ πατέρες μου." ταύτην τὴν ἐπιστολὴν ἀναγνοὺς Ἐζεκίας κατέθετο εἰς τὸ ἱερὸν καὶ ἱκέτευσε τὸν θεόν "ἴδε" λέγων "κύριε, καὶ ἄκουσον τοὺς λόγους Σεναχηρείμ, οὓς ἔστειλεν ὀνειδίζων σε τὸν ζῶντα θεόν, καὶ σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ." Ἡσαΐας δὲ παρεθάρρυνε τὸν βασιλέα, ἐπακοῦσαι φάσκων αὐτοῦ τὸν θεόν. καὶ τῇ νυκτὶ ἄγγελος ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ μεθ' ἡμέραν νεκρὰ τὰ τούτων σώματα εὑρέθησαν. καὶ ἀπῆρε τὸ περιλειφθὲν τῆς στρατιᾶς ἐξ Ἱερουσαλήμ. Σεναχηρεὶμ δὲ πολιορκῶν τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν, μυῶν ἐν νυκτὶ μιᾷ καταφαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ τῶν ὅπλων αὐτῶν. τοῦτο ἐν μὲν τῇ τῶν Βασιλειῶν οὐκ ἀναγράφεται βίβλῳ, Ἰώσηπος δὲ ἱστορεῖ ἐν Ἡροδότῳ εὑρών. τὸν δὲ Βηρωσὸν τὰ Χαλδαϊκὰ συγγραψάμενον φάσκειν φησὶν ὡς ἐπανελθὼν ὁ Σεναχηρεὶμ ἀπὸ τοῦ τῶν Αἰγυπτίων πολέμου κατέλαβε τὴν σὺν τῷ Ῥαψάκῃ στρατιὰν εἰς Ἱεροσόλυμα· καὶ τοῦ θεοῦ λοιμώδη νόσον ἐνσκήψαντος τοῖς Ἀσσυρίοις, [167] ἐν μιᾷ νυκτὶ μυριάδες ὀκτωκαίδεκα φθείρονται καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. δείσας οὖν ἐκεῖνος περὶ τῇ λοιπῇ στρατιᾷ, ἀπαίρει ἐκεῖθεν μετὰ τῆς περιλειφθείσης δυνάμεως καὶ ἄπεισιν εἰς Νινευί. καὶ μετ' ὀλίγον ἐπιβουλευθεὶς παρὰ τῶν πρεσβυτέρων παίδων ἀνῃρέθη, τῶν μὲν ἀνῃρηκότων αὐτὸν φυγόντων, Ναχορδὰν δὲ τοῦ υἱοῦ αὐτοῦ τὴν ἀρχὴν διαδεξαμένου. Ἐζεκίας δὲ τοῦ φόβου ἀπαλλαγεὶς τῷ θεῷ ηὐχαρίστει. καὶ μετ' ὀλίγον νοσήσαντι αὐτῷ προσελθὼν Ἡσαΐας κατ' ἐντολὴν τοῦ θεοῦ εἶπε "τάξαι τῷ οἴκῳ σου· οὐ γὰρ ζήσῃ." τῷ δὲ ἡ τοῦ θνήσκειν ἐλπίς, καὶ ὅτι παῖδας μὴ ἔχων ἔρημον ἔμελλε τὴν βασιλείαν καταλιπεῖν γνησίας διαδοχῆς, ἐποίει μείζω τὴν συμφοράν, καὶ ἀθυμῶν ἐπὶ τούτοις ἔκλαυσε, ζωὴν ἐπιδαψιλευθῆναι αὐτῷ ἐξαιτούμενος τὸν θεόν. ἐλθὼν δὲ αὖθις Ἡσαΐας ὑγείαν αὐτῷ μετὰ τρίτην ἡμέραν εὐαγγελίζεται καὶ προσθήκην ζωῆς ἐτῶν πεντεκαίδεκα. ὁ δὲ τὸ ὑπερφυὲς τοῦ θαύματος λογιζόμενος, σημεῖον ᾔτει τὸν προφήτην δεῖξαι αὐτῷ εἰς πίστωσιν τῶν ἐπηγγελμένων. τοῦ δὲ προφήτου τὸν θεὸν ἱκετεύσαντος σημεῖον γενέσθαι, ἤδη ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ὁ ἥλιος καὶ σκιὰν ποιήσας, ἐπέστρεψεν εἰς τὰ ὀπίσω δέκα ἀναβαθμούς. ἐντεῦθεν Ἐζεκίας τῆς νόσου ἀπήλλακτο. ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλαδὰν πρὸς Ἐζεκίαν πρεσβείαν ποιησάμενος καὶ δῶρα στείλας, σύμμαχον αὐτὸν ἔχειν καὶ φίλον ἠξίου. ὁ δὲ τοῖς πρέσβεσι τοὺς θησαυροὺς ὑπέδειξε καὶ τὰ ὅπλα καὶ πᾶσαν τὴν βασιλικὴν πολυτέλειαν, καὶ ἀνταποστείλας δῶρα τῷ Βαβυλωνίῳ ἀπέλυσεν αὐτούς. Ἡσαΐας δὲ εἶπε τῷ Ἐζεκίᾳ "ἐλεύσονται ἡμέραι, καὶ ὁ πλοῦτος ὃν ἐθεάτρισας εἰς Βαβυλῶνα μετατεθήσεται, καὶ οἱ υἱοί σου ἔσονται εἰς [168] εὐνούχους τῷ βασιλεῖ Βαβυλῶνος." Ἐζεκίας δέ, ἐπεὶ μὴ διαπεσεῖν τὸν λόγον τοῦ θεοῦ δυνατόν, "ἔστω" φησίν "εἰρήνη ἐν ταῖς ἡμέραις μου." ἐπιβιοὺς δὲ τὸν προστεθέντα αὐτῷ χρόνον εἰρηνικῶς θνήσκει, πεντηκοστὸν καὶ τέταρτον ἔτος ἀνύσας ἐν τῇ ζωῇ, ἐννέα δὲ βασιλεύσας καὶ εἴκοσι.
Διαδεξάμενος δὲ τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Μανασσῆς πᾶν εἶδος κακίας καὶ ἀσεβείας πρότερον ἐπεδείξατο, μιάνας τε τὸν ναὸν καὶ μηδὲ τῶν προφητῶν φεισάμενος. ὀργισθεὶς δὲ διὰ ταῦτα ὁ θεὸς τὴν τῶν Βαβυλωνίων στρατιὰν κατὰ τῆς Ἰουδαίας ἐκίνησεν, ἣ τήν τε χώραν ἐληίσατο καὶ τὸν Μανασσῆν ἐχειρώσατο. ὁ δὲ συνεὶς ἑαυτὸν τῆς συμφορᾶς αἴτιον, ἀπέκλινεν εἰς μετάνοιαν καὶ ἱκέτευε τὸν θεὸν λῦσαί οἱ τὰ δυσχερῆ. καὶ ὁ θεὸς ἐπακούσας αὐτοῦ λύει τε τῆς αἰχμαλωσίας αὐτὸν καὶ εἰς τὴν βασιλείαν ἀποκαθίστησιν. ἐπανελθὼν δὲ ἐκεῖνος εὐσέβειαν αὐτός τε μετῄει καὶ τὸν λαὸν μετιέναι ἀνέπειθεν. οὕτω δὲ ζήσας ζηλωτὸς ἐγένετο διὰ τὴν εὐσέβειαν, καὶ ἐτελεύτησε βασιλεύσας ἐνιαυτοὺς πέντε πρὸς πεντήκοντα, βιώσας δὲ τοὺς πάντας ἑξήκοντα καὶ ἑπτά.
Κεφάλαιο 24
[Επεξεργασία]- Iosephi Ant. 10,4−6. Regum 4,21−24. Paralip. 2,33−36.
Ἡ βασιλεία δὲ πρὸς Ἀμὼς μετῆλθε τὸν παῖδα αὐτοῦ, μιμησάμενον τὰ τῆς νεότητος τοῦ πατρὸς αὐτοῦ. ἀπέθανε δὲ ἐπιβουλευθείς, ζήσας ἐνιαυτοὺς ἐπὶ τέσσαρσιν εἴκοσι, δύο δὲ βασιλεύσας. τοὺς δὲ αὐτὸν ἀνελόντας ἐτιμωρήσατο ἡ πληθὺς καὶ βασιλέα τὸν υἱὸν ἐκείνου ἀνέδειξεν Ἰωσίαν, ὄγδοον τῆς ἡλικίας ἀνύοντα χρόνον· ὃς εὐσεβὴς ἐγένετο καὶ τὸν λαὸν ἀνέπειθεν εὐσεβεῖν. ἐπισκευάσαι δὲ βουληθεὶς [169] τὸν ναὸν παρῄνει τοῖς ὑπὸ χεῖρα διδόναι εἰς τὴν ἐπισκευὴν ὅσον ἕκαστος βούλεται. καὶ οὕτω συναχθέντων χρημάτων ὅ τε ναὸς ἀνεκαινίσθη καὶ τοῖς περιττεύσασιν εἰς κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας ἐχρήσατο, τοῦ ἀρχιερέως Χελκίου τούτοις ἐπιστατοῦντος. ὃς ἐντυγχάνει ταῖς ἱεραῖς τοῦ Μωυσέως βίβλοις ἐν τῷ ἐξάγειν τοῦ ἱεροῦ ταμείου τὸ ἀργύριον, ἀποκειμέναις ἐκεῖ, καὶ στέλλει ταύτας διὰ τοῦ γραμματέως τῷ βασιλεῖ. ὡς δ' ἀνεγνώσθησαν αὐτῷ, τὴν ἐσθῆτα διέρρηξε καὶ πρὸς τὴν προφῆτιν Ὀλδὰν γυναῖκα Σελοὺμ ἔπεμψε τὸν ἀρχιερέα Χελκίαν καὶ ἄλλους, ἱλεώσασθαι τὸν θεὸν ἀξιῶν αὐτήν. ἡ δὲ τὸ μὲν θεῖον ἤδη ψῆφον εἶπεν ἐξενεγκεῖν κατὰ τῆς χώρας καὶ τοῦ λαοῦ ἀσεβήσαντος, διὰ δὲ τὸν βασιλέα δίκαιον ὄντα οὐκ ἐπάξει νῦν τὰ κακά, ἀλλ' αὐτοῦ παρελθόντος γενήσεται τὰ ἐψηφισμένα. ὁ δὲ τούτων ἀκούσας συνήγαγε τὸν λαὸν εἰς Ἱεροσόλυμα, καὶ εἰς ἐπήκοον πάντων τὰς ἱερὰς βίβλους ἀναγνωσθῆναι πεποίηκεν. εἶτα ὅρκους ἐκ πάντων ἀπῄτησε φυλάττειν τοὺς νόμους καὶ σέβεσθαι τὸν θεόν. καὶ θύων ὁ λαὸς ἐξιλεοῦτο τὸν κύριον. ἐνέπρησε δὲ καὶ τὰ ἀναθήματα τῶν εἰδώλων, καὶ τοὺς ἱερεῖς αὐτῶν ἐθανάτωσε, καὶ τὰ τῶν ψευδοπροφητῶν ὀστᾶ κατέκαυσεν ἐπὶ τοῦ βωμοῦ ὃν ἀνέστησεν Ἱεροβοὰμ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου, ὃς θυσιάζοντι προσῆλθεν ἐκείνῳ καὶ προεῖπε ταῦτα ποιήσειν ἀπόγονον τοῦ Δαβὶδ Ἰωσίαν μετὰ τριακόσια ἔτη καὶ ἑξήκοντα πρὸς τῷ ἑνί. καὶ πρὸς τοὺς Ἰσραηλίτας δὲ πορευθεὶς Ἰωσίας, ὅσοι τὴν αἰχμαλωσίαν διέφυγον, τὸν πάτριον παρῄνει θρησκεύειν θεὸν καὶ κατὰ νόμους βιοῦν. καὶ ἐξ ἁπάσης τῆς χώρας ἀφανίσας τὰ εἴδωλα, εἰς Ἱερουσαλὴμ τὸ πλῆθος συνήγαγε, καὶ τὴν τῶν ἀζύμων ἑορτήν, ἣν [170] πάσχα καλοῦσιν, ἑώρτασε. βίον δὲ εἰρηνικὸν διαγαγών, τοξευθεὶς ἐπὶ τέλει τὸν βίον κατέστρεψεν. ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς Νεχαὼ Μήδους πολεμήσων ἀπῄει, εἶργε δὲ αὐτὸν Ἰωσίας διὰ τῆς χώρας αὐτοῦ παρελθεῖν. ὁ δὲ μὴ ἐπ' αὐτὸν στρατεύειν ἐδήλου αὐτῷ. Ἰωσίας δὲ οὐ μεθίετο. ἤδη οὖν παρετάσσοντο μαχεσόμενοι, καὶ Ἰωσίαν διατάσσοντα τὸν οἰκεῖον λαὸν τοξεύσας Αἰγύπτιος τὸν πόλεμον ἔλυσεν. ὁ δὲ βασιλεὺς ἀναζεύξας εἰς Ἱεροσόλυμα τελευτᾷ, βασιλεύσας ἔτη τριάκοντα πρὸς ἑνί, ζήσας δὲ πρὸ τῆς βασιλείας ὀκτώ. ἐπὶ τούτου Ἱερεμίας ἦν ὁ προφήτης, ὃς καὶ τὰ συμβήσεσθαι μέλλοντα τῇ Ἱερουσαλὴμ δεινὰ προηγόρευσε καὶ τὴν ὑπὸ Ῥωμαίων αὐτῆς ἅλωσιν. οὐ μόνον δὲ οὗτος περὶ τούτων προέγραψεν, ἀλλὰ καὶ Ἰεζεκιὴλ πρῶτος περὶ τούτων δύο βιβλία κατέλιπεν. ἦσαν δὲ ἄμφω τῆς ἱερατικῆς φυλῆς.
Τελευτήσαντος δὲ Ἰωσίου Ἰωάχαζ ὁ παῖς αὐτοῦ ἦρξεν, εἴκοσιν ἐπὶ τρισὶν ἐνιαυτῶν ὤν, ἀσεβὴς γεγονώς· ὃν ἀπὸ τοῦ πολέμου ἀναζευγνὺς ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔδησε, καὶ τὴν μὲν βασιλείαν τῷ πρεσβυτέρῳ ἀδελφῷ Ἐλιακεὶμ δέδωκεν, Ἰωακεὶμ μετονομάσας αὐτόν, καὶ εἰσφορὰν τῇ χώρᾳ ἐπιτάξας ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσοῦ. τὸν Ἰωάχαζ δὲ ἀπήγαγεν εἰς Αἴγυπτον, ὅπου καὶ ἐτελεύτησεν. ὁ δὲ χρόνος τῆς βασιλείας αὐτοῦ τρεῖς ἦσαν μῆνες ἐπὶ δέκα ἡμέραις.
Ἰωακεὶμ δὲ ἀσεβεῖ τε ὄντι καὶ κακούργῳ ἔτος ἤδη τῆς βασιλείας ἠνύετο τέταρτον καὶ τὴν Βαβυλωνίων ἀρχὴν Ναβουχοδονόσορ περιεζώσατο. οὗτος τὸν Αἰγύπτιον Νεχαὼ νικήσας πολὺ μέρος τῆς χώρας αὐτοῦ παρεσπάσατο. ἐν ὀγδόῳ δ' ἔτει τῆς βασιλείας Ἰωακεὶμ ἐπιστρατεύει τῇ Ἰουδαίᾳ μετὰ βαρείας δυνάμεως.
[171] Ἰωακεὶμ δὲ δείσας ὑπόφορον ἔθετο τῷ Βαβυλωνίῳ τὴν χώραν τὴν ἑαυτοῦ. καὶ τρισὶ μὲν ἔτεσι προσῆγε τοὺς φόρους, εἶτα τοὺς Αἰγυπτίους χωρεῖν ἀκούσας κατὰ τοῦ Βαβυλωνίου, ἐπέσχε τὴν τῶν φόρων καταβολήν, καίτοι τοῦ προφήτου Ἱερεμίου προλέγοντος τὴν ὑπὸ τοῦ Βαβυλωνίου τῆς πόλεως ἅλωσιν καὶ τὴν τοῦ βασιλέως Ἰωακεὶμ ἀναίρεσιν, καὶ οὐ μόνον εἰπόντος, ἀλλὰ καὶ γράψαντος καὶ εἰς ἐπήκοον τοῦ πλήθους ἀναγνόντος τὴν συγγραφήν. ἣν λαβόντες οἱ ἡγεμόνες τῷ βασιλεῖ προσήνεγκαν· ὁ δὲ ἐπὶ τοῖς γεγραμμένοις χολωθεὶς πυρὶ τὸ σύγγραμμα κατῃθάλωσε, τὸν δὲ προφήτην καὶ Βαροὺχ τὸν γραμματέα αὐτοῦ κολάσαι ἐζήτει. ἀλλ' οἱ μὲν φυγόντες ἐξέκλιναν τὴν ὀργὴν αὐτοῦ· μετ' οὐ πολὺ δὲ κατ' αὐτοῦ στρατεύει ὁ Βαβυλώνιος, Ἰωακεὶμ δὲ ἀπραγμόνως αὐτὸν εἰς τὴν πόλιν εἰσδέχεται. ὁ δὲ τούς τε κρείττους τῶν πολιτῶν καὶ αὐτὸν τὸν βασιλέα ἐφόνευσε, τρισχιλίους δὲ τοὺς καλλίστους αἰχμαλώτους ἀπήγαγεν, ἐν οἷς ἦν καὶ ὁ προφήτης Ἰεζεκιὴλ παῖς ὤν, τὸν δὲ υἱὸν τοῦ κτανθέντος βασιλέως, Ἰωακεὶμ ὀνομαζόμενον καὶ αὐτόν, ἀναδείξας βασιλέα τῆς Ἰουδαίας.
Οὕτω μὲν ἔσχε τέλους Ἰωακείμ, ἐνιαυτοὺς βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δὲ ἕνδεκα. ὁ δὲ Βαβυλώνιος ὑποπτεύσας μνησικακῆσαι τὸν ἐκείνου υἱὸν διὰ τὸν φόνον τὸν τοῦ πατρὸς καὶ ἀποστατῆσαι, πέμψας ἐπολιόρκει αὐτόν. ὁ δὲ μὴ θέλων τὴν πόλιν δι' αὐτὸν κινδυνεῦσαι, παραδίδωσιν ἑαυτὸν καὶ τοὺς προσήκοντας αὐτῷ τοῖς πολεμίοις ἐπὶ συνθήκαις μή τι κακῶσαι τὴν πόλιν ἢ αὐτούς· ἃς παρέβη ὁ Βαβυλώνιος, κελεύσας τὴν ἐν τῇ πόλει πᾶσαν νεότητα καὶ τοὺς τεχνίτας ἀπαγαγεῖν πρὸς αὐτόν, οἳ πρὸς ὀκτακοσίοις [172] τριάκοντα δύο εἰς δέκα χιλιάδας ἠρίθμηντο.
Κεφάλαιο 25
[Επεξεργασία]- Iosephi Ant. 10,7−8. Regum 4,24−25. Paralip. 2,36.
τὸν Ἰωακεὶμ δὲ καὶ τὴν μητέρα αὐτοῦ καὶ τοὺς φίλους καθείρξας ἐφύλαττε, μῆνας τρεῖς βασιλεύσαντα καὶ ἡμέρας δέκα. τὴν δὲ τῆς Ἱερουσαλὴμ βασιλείαν τῷ τοῦ Ἰωακεὶμ πατραδέλφῳ τῷ Σεδεκίᾳ παρέδωκεν, ὀμόσαντι μὴ εὐνοήσειν τοῖς Αἰγυπτίοις, ἀλλ' αὐτῷ φυλάξειν τὴν χώραν. ὁ δὲ νέος ὤν, εἴκοσι γὰρ καὶ ἑνὸς ἦν ἐτῶν ὅτε παρέλαβε τὴν ἀρχήν, καὶ ὑπερόπτης τοῦ δικαίου τε καὶ τοῦ δέοντος, παραινοῦντι τῷ Ἱερεμίᾳ τὰς ἀσεβείας καὶ τὰς παρανομίας λιπεῖν οὐκ ἐπείθετο, οὐδ' ἐπίστευε λέγοντι τὰς μελλούσας ἔσεσθαι συμφορὰς αὐτῷ τε καὶ τῷ λαῷ· ἃς καὶ Ἰεζεκιὴλ ἐν Βαβυλῶνι προέλεγε καὶ γράψας ἀπέσταλκεν εἰς Ἱεροσόλυμα. ἠπίστησε δὲ ἀμφοῖν τοῖν προφήταιν ὁ Σεδεκίας ὡς τάχα διαφωνοῦσι. περὶ μὲν γὰρ τῶν ἄλλων συνεφώνουν, περὶ δὲ αὐτοῦ Σεδεκίου ἐδόκουν ἐναντιοῦσθαι. Ἰεζεκιὴλ μὲν γὰρ μὴ ὄψεσθαι τὴν Βαβυλῶνα αὐτὸν προεφήτευεν, Ἱερεμίας δὲ δέσμιον αὐτὸν ἀπαχθῆναι πρὸς Βαβυλῶνα προέλεγε. συνῳδὰ δὲ τοῖς προφήταις καὶ τὰ περὶ τούτου προείρηντο· τυφλωθεὶς γὰρ ἐν Ἰουδαίᾳ καὶ δέσμιος ἀπαχθεὶς τὴν Βαβυλῶνα οὐκ ἐθεάσατο.
Οὗτος ὁ Σεδεκίας ἐπὶ ἔτη ὀκτὼ τηρήσας τὴν πίστιν τὴν πρὸς τὸν Βαβυλώνιον, πρὸς τοὺς Αἰγυπτίους ἀπέκλινε. διὸ στρατεύσας ὁ Ναβουχοδονόσορ ἐπολιόρκει τὴν Ἱερουσαλήμ. τῶν δ' Αἰγυπτίων εἰς συμμαχίαν ἡκόντων τοῖς Ἰουδαίοις, προϋπαντήσας σφίσιν ὁ Βαβυλώνιος καὶ τρεψάμενος αὐτοὺς διώκει. οἱ δὲ ψευδοπροφῆται μηκέτι τοὺς πολεμίους πολιορκήσειν αὐτοὺς ἔλεγον· Ἱερεμίας δὲ καὶ ὑποστρέψαι αὐτοὺς [173] καὶ τὴν πόλιν αἱρήσειν καὶ κατασκάψειν καὶ τὸν ναὸν ἐμπρήσειν καὶ τὸν λαὸν τὸν τέως περιλειφθησόμενον ἀπάξειν προηγόρευε δορυάλωτον, ἐπ' ἔτη δουλεύσοντα ἑβδομήκοντα, μέχρις οὗ Πέρσαι καὶ Μῆδοι τὴν Βαβυλωνίων ἀρχὴν καταλύσουσι· τότε δὲ λυθῆναι τῆς αἰχμαλωσίας αὐτούς, καὶ τὸν ναὸν αὖθις καὶ τὴν πόλιν ἀνοικοδομῆσαι. ταῦτ' ἔλεγεν Ἱερεμίας· ὁ δὲ βασιλεὺς καὶ οἱ περὶ αὐτὸν τοὺς λόγους αὐτοῦ ἐμυκτήριζον. ἀπιόντι δὲ τῷ προφήτῃ πρὸς Ἀναθὼθ τὴν πατρίδα συναντήσας τις τῶν ἀρχόντων καὶ κατασχὼν ὡς αὐτόμολον ἤγαγε πρὸς τοὺς ἄρχοντας· οἳ αἰκισάμενοι αὐτὸν ἐτήρουν εἰς κόλασιν.
Κατὰ δὲ τὸ ἔνατον ἔτος τῆς βασιλείας Σεδεκίου ἔπεισι τὸ δεύτερον κατὰ τῶν Ἱεροσολύμων ὁ Βαβυλώνιος, καὶ ἐφ' ἕνα πρὸς τῷ ἡμίσει ἐνιαυτὸν κραταιῶς τὴν πόλιν πολιορκεῖ. τῇ δὲ πολιορκίᾳ λιμὸς συνηνέχθη καὶ ἐπὶ τούτοις λοιμός. Ἱερεμίας δὲ καθειργμένος δέξασθαι τὸν Βαβυλώνιον παρεκάλει τὸ πλῆθος· σωθήσεσθαι γὰρ οὕτως· εἰ δ' οὔ, μένοντας ἀπολεῖσθαι ἢ λιμῷ ἢ μαχαίρᾳ· "εἰ δέ τις προσχωρήσει τοῖς πολεμίοις, τὸν θάνατον" ἔλεγε "διαφεύξεται." οὐδενὶ μέντοι πιστὸς ὁ προφήτης λελόγιστο, οἱ δ' ἡγεμόνες καὶ προσηρέθιζον κατ' ἐκείνου τὸν βασιλέα. ὁ δὲ διὰ τὸν καιρὸν αὐτοὺς θεραπεύων ἐνέδωκεν αὐτοῖς χρήσασθαι τῷ προφήτῃ ὡς βούλονται. κἀκεῖνοι αὐτὸν εἰς λάκκον βορβορώδη ἐνέβαλον. Σεδεκίας δὲ τοῦτο μαθὼν ἀνελκυσθῆναι αὐτὸν ἐκεῖθεν ἐκέλευσε, καὶ λάθρᾳ καλέσας ἤρετο τί φησι πρὸς τὰ παρόντα δεινά. ὁ δὲ παραδοῦναι τὴν πόλιν συνεβούλευε τῷ Βαβυλωνίῳ. Σεδεκίας δὲ δεδιέναι ἔλεγε μὴ ἀναιρεθῇ. ὁ δὲ προφήτης οὐδενὸς αὐτὸν οὕτω ποιοῦντα πειραθήσεσθαι δυσχεροῦς ἰσχυρίζετο. τὸν [174] μὲν οὖν ὁ βασιλεὺς ἀπέλυσεν, ὁ δέ γε Βαβυλώνιος ἐπολιόρκει τὴν πόλιν μετὰ σφοδρᾶς ἐπιθέσεως, καὶ εἷλε ταύτην τῷ ἑνδεκάτῳ ἐνιαυτῷ τῆς ἀρχῆς Σεδεκίου. Σεδεκίας δὲ μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων καὶ τῶν προσηκόντων καὶ τῶν φίλων ἔφευγεν ἐκ τῆς πόλεως. οἱ δὲ πολέμιοι κατεδίωξαν αὐτὸν καὶ κατέλαβον μονωθέντα· οἱ γὰρ ἡγεμόνες καὶ οἱ φίλοι αὐτοῦ διεσπάρησαν. ζωγρήσαντες οὖν αὐτὸν καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἤγαγον εἰς τὸν Βαβυλώνιον. ὁ δὲ ὠνείδισεν αὐτὸν εἰς ἀχαριστίαν καὶ ἀπιστίαν, ἐκέλευσέ τε τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς φίλους κτανθῆναι ἐν ὀφθαλμοῖς αὐτοῦ· εἶτα καὶ τὰ ὄμματα πηρώσας αὐτοῦ δέσμιον εἰς Βαβυλῶνα ἀπήγαγεν. καὶ τότε συνῆκε καὶ ἄμφω τοὺς προφήτας ἀληθῆ προειπεῖν. οὗτος τέλος ἐγένετο τῶν ἐκ τοῦ σπέρματος τοῦ Δαβὶδ βεβασιλευκότων. εἴκοσι δὲ καὶ εἷς ἐτύγχανον ἅπαντες, ἐτῶν διελθόντων ἐξ ὅτου τῆς βασιλείας ἐπέβη Σαοὺλ πεντακοσίων δέκα καὶ τεσσάρων, μηνῶν ἕξ, ἡμερῶν δεκαέξ.
Πεμφθεὶς δὲ Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ Βαβυλωνίου τόν τε ναὸν καὶ τὰ βασίλεια ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ τοῦ ναοῦ πάντα ἐσύλησεν. ἐμπέπρηστο δὲ ὁ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα μῆνάς τε ἓξ καὶ ἡμέρας δέκα ἀφ' οὗ ἐδομήθη καιροῦ, ἐκ δὲ τῆς ἐξ Αἰγύπτου τῶν Ἑβραίων μεταναστεύσεως μετὰ ἑξήκοντα δύο ἔτη καὶ χίλια καὶ μῆνας ἓξ καὶ ἡμέρας δέκα, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ μετὰ χιλίους ἐνακοσίους πεντήκοντα ἑπτὰ ἐνιαυτοὺς καὶ μῆνας ἓξ καὶ ἡμέρας δέκα· ἐκ δὲ τῆς παραγωγῆς τοῦ πρώτου ἀνθρώπου μέχρι τότε τρισχίλια πεντακόσια δέκα καὶ τρία ἔτη παρήλθοσαν, μῆνες ἓξ καὶ ἡμέραι δέκα.