Επιτομή Ιστοριών

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Επιτομή Ιστοριών
Συγγραφέας: Iωάννης Ζωναράς
Wikimedia-logo.svg Δείτε επίσης: σχετικό λήμμα. ed. ‎Charles Du Cange, ‎Ludwig Dindorf - 1868


Προοίμιον[Επεξεργασία]

1.1 Εὐστόχως ἂν τις εἴποι ἐπιτωθάζων μοι, μεῖζόν σοι τοῦ ἔργου τὸ πάρεργον. ἔδει γάρ με ὡς ἀληθῶς πάλαι τῶν πραγμάτων ἀφέμενον καὶ τυρβάζεσθαι ἀποσχόμενον καὶ τοῦ μέσου μεταναστεύσαντα καὶ καθ' ἑαυτὸν ἑλόμενον ζῆν ἀειφυγίαν τε ἑαυτοῦ καταψηφισάμενον, οὕτω τὰ καθ' ἡμᾶς οἰκονομήσαντος τοῦ ὑπὲρ ἡμᾶς, ἐπεὶ τοὺς δεσμούς μου διέρρηξε τῶν φιλτάτων στερήσας με, οἷος οιδεν ἐκεῖνος λόγοις, ἀλγεινῶς μὲν ἐμοί, συμφερόντως δὲ πάντως, μηδὲν ετερον μετιέναι η ὅσα ψυχὴν καταρτίζουσι καὶ καθαίρουσι τῶν ἐντακέντων αὐτῇ μολυσμάτων διὰ φαυλότητα πράξεων, καὶ αττα ἐξιλεοῦνται τὸ θεῖον ἐφ' οἷος παρώργισται παρ' ἐμοῦ, παραβεβηκότος τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, καὶ ζητεῖν ουτω συγγνώμην ἐπὶ τοῖς πταίσμασιν. ἐγὼ δ' ἀμελῶς πρὸς τὸ εργον ἐκ τῆς πρὸς τὰ καλὰ νωθρείας διατιθέμενος περὶ τὸ πάρεργον κατέτεινα τὴν σπουδήν.
1.2 ̓Αλλ' ινα τι καὶ ὑπεραπολογήσωμαι ἐμαυτοῦ, οὐκ οικοθεν ὡρμήθην πρὸς τὸ ἐγχείρημα, ανδρες δέ με φίλοι πρὸς τοῦτο παρέθηξαν, σχολάζοντα βλέποντες καὶ «χρῆσαι» λέγοντες τῇ σχολῇ πρὸς εργον κοινωφελές, καὶ κείσεταί σοι πρὸς τοῦ θεοῦ κἀκ τούτου ἀνταπόδομα. προσεπῆγον γὰρ ὡς οἱ περὶ τὰς ἱστορίας πονήσαντες καὶ τὰ πάλαι γενόμενα συγγραψάμενοι, οἱ μὲν διεξοδικώτερον τὰς αλλας τε πράξεις τῶν παλαιῶν ἀνδρῶν καὶ τὰ στρατηγήματα συγγεγράφασι, παρατάξεις διηγούμενοι καὶ συμπλοκὰς στρατευμάτων καὶ στρατοπεδείας καὶ χάρακας καὶ εἰ τι τούτοις ἑπόμενον, πρὸς δὲ τοῖς περιηγήσεις χωρίων καὶ δυσχωρίας ὁδῶν καὶ ορη προσάντη καὶ δύσβατα καὶ αὐλώνων στενοχωρίας καὶ πόλεων ὀχυρότητας καὶ πυργωμάτων υ�ψη μετέωρα καὶ ὡς αν τις φαίη αἰθέρια· τοῖς δὲ καὶ πρὸς ἐπίδειξιν συντέθεινται τὰ συγγράμματα, ἐπιδεικνυμένοις ὅπως ειχον περὶ τὸ γράφειν δυνάμεως καὶ διὰ τοῦτο δημηγορίας τε μεταξὺ τιθεῖσι καὶ παρεκβατικώτερον η καὶ ῥητορικώτερον κεχρημένοις τῷ λόγῳ· ἐνίοις δὲ καὶ εἰς διαλόγους τὸ φιλότιμον ἐτελεύτησεν, ὥσθ' ὁπηνίκα περί τινων ἑτεροδοξούντων καὶ σφαλλομένων περὶ τὰ ὀρθὰ συγγράφονται δόγματα, διαλέξεις ποιεῖσθαι πρὸς ἐκείνους ὡς πρὸς παρόντας, καὶ διελέγχειν αὐτῶν τὸ κακόδοξον, κἀκ τῆς ἱερᾶς γραφῆς τοὺς ἐλέγχους παράγειν, η καὶ ̓Ιουδαίοις ἀντιλέγειν, καὶ ἐθελοκακοῦντας δεικνύειν αὐτούς, εἰ μὴ τὸ καθ' ἡμᾶς μυστήριον δέχοιντο, καὶ χρήσεσι κεχρῆσθαι προφητικαῖς, καὶ πρὸς Ελληνας αυθις ἀντικαθίστασθαι, καὶ τὸν υθλον ἐκείνων εἰς μέσον παράγειν, καὶ καταμωκᾶσθαι τῶν μυθευομένων αὐτοῖς, καὶ τὰς αὐτῶν γραφὰς προφέρειν τῆς κακοδοξίας εἰς ελεγχον, 1.3 εστι δ' ου γνωμολογεῖν τε καὶ ἠθικεύεσθαι. ταῦτα δ' «εφασαν» τοῖς πλείοσι τῶν ἀναγινωσκόντων τὰ τῶν ἱστοριῶν ἐκείνων συγγράμματα, ινα μὴ λέγωμεν πᾶσιν, φορτικά τε καὶ παρέλκοντα ηγηνται, ὅτι τε σχολῆς εἰσι δεόμενα πλείονος, καὶ ὅτι, καν ταύτης τύχοιεν τῶν ἐπιόντων τὰς ἱστορίας τινές, μάταιον ἐκείνοις ἀποβαίνει τὸ περὶ ταύτας πονεῖν, τῶν μακρῶν διηγημάτων τῶν περὶ παρατάξεων καὶ πολέμων καὶ τοῦ τῶν στρατιῶν διακόσμου καὶ τῶν λοιπῶν τῶν ὁμοίων διαφευγόντων τὴν μνήμην, τῶν δέ γε δημηγοριῶν καὶ τῶν διαλέξεων καὶ εἰς τὸ ἀνόνητον περιισταμένων τοῖς ἐπιοῦσι τὰ ἱστορούμενα. τίνι γὰρ εσται τις λυσιτέλεια «ελεγον» ἐκ τοῦ γνῶναι τί μὲν ὁ δημαγωγὸς ουδε διειλέχθη τῷ δήμῳ, τί δὲ τοῖς στρατιώταις ὁ στρατηγός; ἢ τί τοῖς πρέσβεσιν ὁ αὐτοκράτωρ ἐκεῖνος εφη τοῖς ἐκ Περσῶν, η αλλος τοῖς ἐκ Κελτῶν η Σκυθῶν η τοῖς ἐξ Αἰγύπτου τυχὸν; ἢ2 τοῖς ἐκ ∆ακῶν τε καὶ Τριβαλλῶν, τί δ' ετερος τῇ συγκλήτῳ βουλῇ; ἢ τῇ πληθύι τῇ δημότιδι δημηγορῶν προσωμίλησε; τοὺς μὲν οὖν τοιαῦτα ελεγον τὰ τῶν ἱστοριῶν ἐκδεδωκέναι συγγράμματα, πεπλατυσμένα δηλαδὴ καὶ πρὸς τὸ φιλοτιμότερον ἀποκλίνοντα, τοὺς δὲ ἀντιθέτως ἐκείνοις διατεθῆναι περὶ τὴν τῶν ἱστοριῶν συγγραφήν, βραχυρρημοσύνῃ χρησαμένους, κἀντεῦθεν περὶ τὰ καίρια ζημιοῦντας τοὺς περὶ τὰ σφῶν ἐσπουδακότας συγγράμματα, ἅτε καὶ αὐτὰς τὰς καιριωτέρας τῶν πράξεων τῶν ἱστορουμένων παραλελοιπότας ἀνδρῶν, ἐνίας μέντοι καὶ ἐξυμνεῖσθαι δικαίας, βράχιστα δέ τινα περὶ ἐκείνων εἰπόντας, καὶ ταῦτα μήτε τὸ ηθος ἐκείνων η τὴν φύσιν παραδηλοῦντα καὶ τὴν προαίρεσιν, μήθ' οπως τῶν βασιλευσάντων εκαστος τῆς βασιλείας ἐκράτησε, μήθ' οστις · ἦν πρὸ ταύτης, μήτ' ἐκ τίνων ἐγένετο.
1.4 Τινὰ δὲ τῶν συγγραμμάτων τούτων καὶ ἀφελεστέρᾳ λίαν ἐκδεδόσθαι προσετίθουν τῇ φράσει, καὶ ἰδιωτικαῖς ἐκφέρεσθαι λέξεσιν η καὶ βαρβάροις ἐνίοτε, συντεθεῖσθαί τε σολοικότερον, ωστε κἀντεῦθεν ἀηδῶς τοὺς λόγοις ὡμιληκότας πρὸς αὐτὰ διατίθεσθαι. τοιαῦτα λέγοντες καὶ ουτω τῶν ἱστορικῶν συγγραμμάτων ὡς ειρηται καθαπτόμενοι, πολλάκις με παρέθηγον τὰς βίβλους ἀνὰ χεῖρας λαβεῖν, καὶ παρεάσαντα τὰ πολλά, ων τὰ μὲν τῇ μνήμῃ προσιζάνειν διὰ τὸ πλῆθος ἀποπεφύκασι, τὰ δ' εἰς οὐδὲν τελευτῶσιν ὀνήσιμον, τὴν δέ γε πεπλατυσμένην ἐπιτεμόντα διήγησιν σύντομον ἱστορίαν ἐκδεδωκέναι συνοπτικῶς διδάσκουσαν τοὺς ἐπιόντας τὸ σύγγραμμα τὰ καιριώτερα τῶν πεπραγμένων η καὶ αλλως συμβεβηκότων τοῖς περὶ ων ἡ συγγραφὴ διαλέγεται. ̓Εκεῖνοι μὲν ουν πρὸς τοιοῦτόν με παρεκίνουν ἀποδύσασθαι πόνημα καὶ τοιοῦδε συγγράμματος αψασθαι· ἐγὼ δὲ τὸ μὲν ἀνειμένος τὴν γνώμην ων, εἰρήσεται γὰρ τἀληθές, καὶ ῥᾳστώνῃ συζῶν, τὸ δὲ καὶ ἀσχολίας συνορῶν τὸ πρᾶγμα δεόμενον καὶ βίβλων πολλῶν, ωκνουν καὶ ἀνεδυόμην πρὸς τὴν ἐγχείρησιν. οἱ δέ με νύττοντες οὐκ ἀνίεσαν, καί ποτε πρὸς τούργον τῇ τῶν νυγμῶν συνεχείᾳ διεγηγέρκασιν. εἰ γὰρ κοιλαίνειν τὸ τῆς πέτρας σκληρὸν καὶ ἀπόκροτον ῥανίδος ἐνδελέχεια δύναται, μᾶλλον αν δυνήσεται λόγος ἐνδελεχὴς τὰ ωτα θυροκοπῶν γνώμης διεγεῖραι ῥᾳστώνην καὶ ἀνειμένην προαίρεσιν. ειτά μοι καὶ ὡς οὐδὲ πρὸς ψυχικὴν ὠφέλειαν ἀκερδὴς ὁ πόνος εσται καὶ ἡ περὶ τὴν συγγραφὴν ἀσχολία ἐλήλυθε κατὰ νοῦν. ἠρεμοῦντι γὰρ τῷ νοῒ μᾶλλον ειωθε τῆς πονηρίας ἐπιπνέειν τὰ πνεύματα, ἐνθυμήσεών 1.5 τε φαύλων καὶ λογισμῶν αλλοτε αλλων ἐπεγείρειν κλυδώνια, καὶ καταβαπτίζειν αὐτὸν τῇ συνεχείᾳ τῶν προσβολῶν, καὶ η πρὸς ἁμαρτίαν ὑπολισθαίνειν ποιεῖν, εἰ καὶ μὴ πράξεσιν, ἀλλά γε συγκαταθέσεσιν; ἢ τέως ζάλην αὐτῷ πολλὴν ἐπικυμαίνειν καὶ τάραχον. εἰ δέ τισιν ὁ νοῦς ἐνησχόληται, διαφεύγειν πέφυκεν ὡς ἐπίπαν τὰς ἐκ τῶν πολλῶν λογισμῶν τρικυμίας καὶ τῶν πονηρῶν ἐνθυμήσεων. διά τε τοίνυν τὴν ἐκ τῶν φίλων παράθηξιν καὶ διὰ τὴν τῶν ῥυπαρῶν η καὶ ματαίων λογισμῶν ἀποσόβησιν προσήγαγον ἑαυτὸν τῷ σπουδάσματι. Ουτω μὲν ουν μοι ἐπιβαλεῖν ἐγένετο τῷ παρόντι συγγράμματι. εἰ δὲ μὴ διηκριβωμένην τὴν περὶ ἑκάστου τῶν ἀναγραφομένων ἱστορίαν ποιήσομαι, νέμειν μοι συγγνώμην αἰτῶ τοὺς ἐντευξομένους αὐτῇ· ουτε γὰρ βίβλων ισως μοι εὐπορῆσαι γενήσεται οσαι μοι χρειώδεις εἰσὶ πρὸς τὸ σύγγραμμα, παρὰ τῇ ἐσχατιᾷ ταύτῃ ποιουμένῳ νυνὶ τὴν διατριβήν, ουτε πάντες οἱ συγγραφεῖς τῶν ἱστοριῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν συγγεγράφασιν, ἀλλ' ἐν πολλοῖς διαφωνοῦσιν, ει γε μὴ ἐν τοῖς πλείοσιν. εἰ δὲ καὶ ἀκριβοῦσθαι βουλήσομαι περὶ ἑκάστου τῶν ἱστορουμένων, καὶ δηλοῦν τί μὲν ὅδε περὶ τοῦδε λέγει ὁ συγγραφεύς, τί δ' ετερος περὶ τοῦ αὐτοῦ, πολύστιχον αν καὶ αὐτὸς τὴν περὶ ἑκάστου πραγματείαν ποιήσομαι. διὰ ταῦτά μοι παρεᾶν δέδοκται τὰ ἐφ' οις ἀλλήλοις οἱ περὶ τῶν αὐτῶν συγγράψαντες ἠναντίωνται, εἰ μή τι τῶν αγαν ειη σπουδαίων καὶ ο παραλιμπανόμενον περὶ τὰ καίρια λυμανεῖται τῇ συγγραφῇ. εἰ δ' ὁ χαρακτὴρ τοῦ λόγου ποικίλλεται καὶ μὴ δι' ολου ομοιός ἐστιν ἑαυτῷ,   θαυμαζέτω μηδεὶς μηδέ τις τὸν λόγον αἰτιῷτο η τὸν τούτου πατέρα με. ἐκ πολλῶν γὰρ βίβλων τὰς ἱστορίας 1.6 ἐρανισάμενος, εν γε πολλοῖς ταῖς τῶν συγγραφέων ἐκείνων χρησαίμην αν συνθήκαις καὶ φράσεσιν, ἐν οσοις δ' αν καὶ αὐτὸς παρῳδήσω η παραφράσω, πρὸς τὸν ἐκείνων χαρακτῆρα τὴν ἰδέαν τοῦ λόγου μοι μεθαρμόσομαι, ἵνα μὴ ἀσύμφωνος αὐτὴ ἑαυτῇ δοκῇ ἡ γραφή. ̓Αλλά μοι πρὸ τῆς ἱστορίας κεφαλαιωδέστερον εἰρήσθω τίνα τὰ ἱστορηθησόμενα, εἰδεῖεν οἱ τῷ συγγράμματι ἐντευξόμενοι ὡς πολλῶν τε καὶ τούτων ἀναγκαιοτάτων ἱστοριῶν ἐν εἰδήσει γενήσονται. περιέχεται γοῦν τῇ ἐπιτομῇ ἡ Οκτάτευχος καὶ οσα ἐν ἐκείνῃ ἱστόρηται, καὶ τῶν Βασιλειῶν αἱ βίβλοι ταύτῃ συμπεριέχονται, καὶ ἐπ' αὐταῖς τὰ Παραλειπόμενα, καί ’οσα ο ̔Εβραίος ̓Ιώσηπος ἀρχαιολογῶν η τῶν παλαιοτέρων ειπεν ἐπέκεινα η παρεκβατικώτερον η καὶ ἀλλοιότερόν τι παρ' ἐκείνους ἱστόρησε, καὶ τὰ τοῦ Εσδρα, τά τε τόν αἰχμαλωσιον των ̔Εβραίων, προτέρας μὲν τῆς τῶν δέκα φυλῶν, η παρά του ̓Ασσυρίου Σαλμανασὰρ γέγονε τὴν Σαμάρειαν ἑλόντος πολιορκίᾳ καὶ τὸ εθνος αἰχμαλωτίσαντος καὶ πέραν Εὐφράτου ἀπαγαγόντος καὶ κατοικίσαντος, εἰς δὲ Σαμάρειαν μετοικίσαντος εθνη τινὰ α Χουθαῖοι ἐπωνομάζοντο, ειτα καὶ τῆς παρὰ τοῦ Ναβουχοδονόσορ ἐπενηνεγμένης τῇ ̔Ιερουσαλήμ, καὶ ὡς ερημος ἡ πόλις ἐγένετο καὶ ὁ ναὸς ἐνεπέπρηστο καὶ τὸ εθνος α�παν ἐξηνδραπόδιστο, καὶ ὡς μετὰ ἐνιαυτοὺς ἑβδομήκοντα κατὰ τὰς προρρήσεις τῶν προφητῶν ἐκκεχώρηται τῷ λαῷ ὑπὸ Κύρου τοῦ τὴν ̓Ασσυρίων βασιλείαν καθῃρηκότος ἐπανελθεῖν εἰς ̔Ιερουσαλὴμ καὶ τὴν πόλιν ἀνεγεῖραι καὶ ἀνακαινίσαι τὸ ἱερόν· τίς τε ην ὁ Κῦρος, καὶ οπως τὴν ̓Ασσυρίων βασιλείαν κατέλυσε, καὶ τίνες μετ' ἐκεῖνον τῆς βασιλείας ἐκράτησαν· καὶ οπως 1.7 καὶ παρὰ τίνων ἡ τῆς πόλεως ἐκωλύθη οἰκοδομή, κἀκ τίνος αυθις ἡ ταύτης ἐξεχωρήθη ἀνέγερσις· καὶ περὶ ∆ανιὴλ τοῦ προφήτου, καὶ οπως εκρινε τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα καὶ τοῦ Βαλτάσαρ τὴν ορασιν, οτ' ειδεν ὁ βάρβαρος ἐκεῖνος τῆς χειρὸς τὸν ἀστράγαλον γράφοντα ἐν τῷ τοίχῳ, καὶ περί τινων τῶν τοῦ προφήτου ὁράσεων, ἅ πάντα μετὰ συντετμημένης ἱστόρηται ἐξηγήσεως· καὶ περὶ τῶν τριῶν παίδων καὶ τῶν εἰς αὐτοὺς η� δι' αὐτῶν γεγονότων ὑπὸ θεοῦ ἐξαισίων· περί τε τῆς ̓Εσθὴρ καὶ οπως τὸ τῶν ̔Εβραίων γένος πανωλεθρίας αυτη ἐρρύσατο· καὶ περὶ Ιουδίθ, η τὸν ̓Ολοφέρνην κατασοφισαμένη ἀνεῖλε καὶ τὴν αὐτοῦ στρατιὰν παρέδωκεν εἰς ἀπώλειαν· καὶ περὶ Τωβίτ, καὶ οπως ἀορασίᾳ πληγεὶς καὶ ἐξ εὐπορίας εἰς ἀκριβῆ πενίαν συνελαθεὶς αυθις δι' ἀγαθοεργίαν θεοῦ προνοίᾳ τετύχηκε τοῦ ὁρᾶν καὶ πλούτου δαψίλειαν εσχηκεν. ἀλλὰ καὶ τὰ τοῦ Μακεδόνος ̓Αλεξάνδρου ἐνταῦθα συντέτμηνται, μνησθείσης τῆς ἱστορίας ἀναγκαίως κἀκείνου διά τε αλλα καὶ οτι τῇ ̔Ιερουσαλὴμ μετὰ τὴν ἐν ̓Ισσῷ τοῦ ∆αρείου προτέραν ητταν ἐπιδεδήμηκε καὶ τὸν ἀρχιερέα διαφερόντως ἐτίμησε, καὶ οπως τὴν Περσῶν κατέλυσε βασιλείαν καὶ ὑφ' ἑαυτὸν ἐποιήσατο, καὶ οσον ἐβασίλευσε χρόνον, καὶ ὡς εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία θανόντος μεμέριστο· καὶ ουσα ἐξ ̓Αντιόχου τοῖς ̓Ιουδαίοις γέγονε τοῦ ̓Επιφανοῦς, τῶν ἐκείνου διαδόχων ἑνὸς ἀπογόνου τυγχάνοντος· καὶ ὡς οἱ ̓Ασαμωναῖοι τούτῳ ἀντέστησαν καὶ τῆς ἐξ αὐτοῦ τυραννίδος τοὺς ὁμοεθνεῖς ἐλυτρώσαντο, καὶ τίνες ουτοι, καὶ οπως τῶν ὁμοφύλων καὶ ἐπὶ πόσον προέστησαν· καὶ ὡς μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπ' ̓Ασσυρίων εἰς τὴν ̔Ιερουσαλὴμ ἐπανέλευσιν 1.8 οὐκ ην τὸ τῶν ̓Ιουδαίων εθνος βασιλευόμενον, ἀλλ' ὑπὸ τῶν ἀρχιερέων ἀρχόμενον· καὶ οτι οἱ τῶν εἰρημένων ̓Ασαμωναίων ἀπόγονοι τὴν ἀρχιερατικὴν τιμὴν περικείμενοι καὶ τὰ τοῦ εθνους ἰθύνοντες καὶ διάδημα ἑαυτοῖς περιέθεντο· καὶ οπως ̔Υρκανοῦ καὶ ̓Αριστοβούλου τῶν ἀδελφῶν διενεχθέντων περὶ τῆς ̓Ιουδαϊκῆς βασιλείας ὁ Μάγνος Πομπήιος στρατηγῶν τότε ̔Ρωμαίων, διαιτῆσαι μετακληθεὶς τοῖς ὁμαίμοσι, τήν τε πόλιν ειλεν ̔Ιερουσαλὴμ καὶ τὸ εθνος τοῖς ̔Ρωμαίοις ὑπέταξε· καὶ οπως ̔Ηρώδης ὁ ̓Αντιπάτρου υἱὸς μετὰ ταῦτα τῆς τῶν   Ιουδαίων βασιλείας ἐκράτησε, καὶ τίς ην ουτος καὶ οθεν κατήγετο καὶ οσα κατ' οικον ἐκείνῳ συμβέβηκε καὶ μέχρι τίνος οἱ ἐξ ἐκείνου τῆς βασιλείας ἐκράτησαν· κἀκ τίνος τρόπου καὶ ἐξότου ἡγεμόνες ἐκ ̔Ρώμης εἰς ̓Ιουδαίαν ἐστέλλοντο· καὶ οσα περὶ τοῦ σωτῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ ὁ ̓Ιώσηπος συνεγράψατο, ἀλλὰ μέντοι καὶ περὶ τοῦ βαπτιστοῦ ̓Ιωάννου· καὶ διὰ τίνας αἰτίας τοῦ τοῖς ̔Ρωμαίοις ὑπείκειν ̓Ιουδαῖοι ἀπέστησαν, καὶ οπως τὸ εθνος αὐτῶν ἐπολεμήθη παρὰ ̔Ρωμαίων, καὶ παρὰ τίνος ἡ ̔Ιερουσαλὴμ καὶ οπως ἐξεπορθήθη τὴν τελευταίαν καὶ μὴ σχοῦσαν ἀνάκλησιν πόρθησιν. ̔Ρωμαίων δὲ καὶ τῆς ̔Ρώμης μνησθείσης τῆς ἱστορίας ἀναγκαῖόν μοι ἐνομίσθη καὶ περὶ τούτων συγγράψασθαι καὶ παραδοῦναι πόθεν τὸ τῶν ̔Ρωμαίων ε�θνος κἀκ τίνος εσχηκε τὴν ἀρχήν, καὶ παρὰ τίνων ἡ τῆς ̓Ιταλίας χώρα πρῴην κατῴκιστο· οθεν τε προήχθη ̔Ρωμύλος εἰς φῶς ὁ τῆς ̔Ρώμης γενόμενος οἰκιστής, καὶ οπως ἀνῃρέθη Ρῶμος ὁ ἀδελφὸς αὐτοῦ, ειτα κἀκεῖνος ἐγένετο ἀφανής· καὶ οπως πρῶτον ἡ πόλις αυτη ἐβασιλεύθη, καὶ εθεσιν οιοις καὶ νομίμοις ἐχρήσατο· καὶ ὡς εἰς τυραννίδα τὴν βασιλείαν 1.9 ὁ Σούπερβος Ταρκύνιος μεταγαγὼν καθῃρέθη, καὶ οσους πολέμους καὶ οιους ἡ ̔Ρώμη διὰ τὴν ἐκείνου καθαίρεσιν ηνεγκε· καὶ ὡς εἰς ἀριστοκρατίαν, εἶτα καὶ δημοκρατίαν μετηνέχθη ̔Ρωμαίοις τὰ πράγματα, ὑπάτων καὶ δικτατώρων, εἶττα καὶ δημάρχων τὴν τῶν κοινῶν ποιουμένων διοίκησιν· καὶ τίς μὲν ἡ ὑπατεία τὸ παλαιὸν ην, τίς δὲ ἡ δικτατωρεία, τί δ' ην τὸ εργον τῶν τιμητῶν, καὶ πόσος ωριστο χρόνος ἑκάστῃ τῶν ἀρχῶν τουτωνί· καὶ οιος ἐγένετο παρ' ἐκείνοις ὁ θρίαμβος, καὶ οθεν παρήχθη τοῦτο τὸ ονομα· καὶ οσα ἐν τοῖς καιροῖς ἐγένοντο τῶν ὑπατειῶν, εἰ καὶ μὴ πάντα, ἐνδείᾳ βίβλων τῶν ταῦτα διηγουμένων· καὶ οπως υστερον ἐκ τούτων εἰς μοναρχίαν ἡ ἀρχὴ τοῖς ̔Ρωμαίοις μετέπεσε· καὶ ὡς πρῶτος ταύτης, εἰ καὶ μὴ καθαρῶς, ὁ Γάιος ̓Ιούλιος Καῖσαρ μετεποιήσατο, ειτα ἐπὶ βήματος ἀναιρεθέντος αὐτοῦ παρὰ τῶν τῆς ἐλευθερίας ἐξεχομένων ὁ Αυ�γουστος ̓Οκτάβιος Καῖσαρ, ἀδελφιδοῦς ων τοῦ ἀνῃρημένου Καίσαρος καὶ εἰσποιηθεὶς ἐκείνῳ, τοὺς φονεῖς τοῦ θετοῦ μετῆλθε πατρός, εχων καὶ τὸν ̓Αντώνιον τοῦ εργου αὐτῷ συναιρόμενον, μετέπειτα δὲ κἀκείνῳ διενεχθείς, καὶ νικήσας ναυμαχίᾳ περὶ τὸ Ακτιον, ειτα καὶ εἰς ̓Αλεξάνδρειαν σὺν τῇ Κλεοπάτρᾳ φυγόντα ἐπικαταλαβών, εἰς τοῦτο περιέστησεν ἀνάγκης τὸν ανδρα ὡς διαχειρίσασθαι ἑαυτόν· οση τε φθορὰ τῶν ̔Ρωμαίων ἐν τοῖς ἐμφυλίοις τούτοις πολέμοις ἐγένετο, πρότερον μὲν πρὸς Βροῦτον καὶ Κάσσιον καὶ τοὺς αλλους ἀναιρέτας τοῦ Καίσαρος τοῦ ̓Οκταβίου καὶ τοῦ ̓Αντωνίου ἀντικαθισταμένων, ειτα καὶ πρὸς ἀλλήλους μαχεσαμένων αὐτῶν· καὶ ὡς ἐζωγρήθη μὲν ἡ Κλεοπάτρα ἡ τῆς Αἰγύπτου βασίλισσα, ουσα τῶν Πτολεμαίων ἀπόγονος, ἀνεῖλε δὲ ἑαυτὴν κἀκείνη, ὡς εἰ κάσθη, ἀσπίδος δήγματι·1.10 καὶ οτι ουτω μετ' ἐπινικίων λαμπρῶν εἰς τὴν ̔Ρώμην ἐπανελθὼν ὁ ̓Οκτάβιος τῆς αὐταρχίας ἀντεποιήσατο καὶ εἰς ἀκριβῆ μοναρχίαν τὴν τῶν ̔Ρωμαίων ἡγεμονίαν μετήνεγκε· καὶ τίνες μετ' αὐτὸν ἐμονάρχησαν, καὶ οπως εκαστος τῆς ἀρχῆς ἐπέβη, καὶ οπως καὶ οσον ηρξε, καὶ οιῳ τέλει τῆς ζωῆς συνεκύρησε· καὶ τίνες ἐπὶ τούτων μετὰ τοὺς σεπτοὺς ἀποστόλους τοὺς θρόνους ἐκόσμησαν τῶν τεσσάρων μεγάλων ἐκκλησιῶν, τῆς ̔Ρώμης λέγω καὶ τῆς ̓Αλεξανδρείας ̓Αντιοχείας τε καὶ τῆς ̔Ιερουσαλήμ, καὶ οσοι τούτων μαρτυρικοῦ τέλους κατηξιώθησαν· οπως τε μᾶλλον τῶν αλλων κατὰ Χριστιανῶν ἐξελύττησαν ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ ̔Ερκούλιος, καὶ ὡς τὴν ἀρχὴν ἀποθέμενοι ἑτέρους ἀνθ' ἑαυτῶν ἐχειροτόνησαν Καίσαρας, ων εις ην Κωνστάντιος ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τῆς ἀρχῆς τῶν Γαλλιῶν καὶ τῆς Βρεττανίας ἀπονεμηθείσης αὐτῷ· καὶ ὡς θνήσκων ἐκεῖνος τὸν πρωτότοκον υἱὸν ἑαυτοῦ, τοῦτον δὴ τὸν ἰσαπόστολον Κωνσταντῖνον, τῆς οἰκείας ἀρχῆς διάδοχον ἐποιήσατο· καὶ ὡς μόναρχος ουτος κατέστη, τοὺς λοιποὺς καταγωνισάμενος, ὀφθέντος αὐτῷ τοῦ σταυρικοῦ σημείου δι' ἀστέρων ἐν τῷ οὐρανῷ· καὶ ὡς προσεληλύθει Χριστῷ καὶ τὴν πίστιν ἐπλάτυνε, παρρησίαν δοὺς τῷ   κηρύγματι, καὶ οπως ἐν τῷ Βυζαντίῳ πόλιν ἑαυτῷ ἐπώνυμον ᾠκοδόμησε, Νέαν ̔Ρώμην ὀνομάσας αὐτήν, καὶ τὴν βασιλείαν ἐκ τῆς πρεσβυτέρας ̔Ρώμης εἰς ταύτην μετήνεγκε· καὶ τίνες μετ' ἐκεῖνον ἐν αὐτῇ ἐβασίλευσαν, καὶ οιος εκαστος ην τοὺς τρόπους, ἀλλὰ μὴν καὶ τὸ σέβας, καὶ οσον ἐκράτησε τῆς ἀρχῆς, καὶ οπως μετήλλαξε τὴν ζωήν· τίνες τε τῆς ἐν Κωνσταντινουπόλει προέστησαν ἐκκλησίας, καὶ ἐφ' ο�σον 1.11 εκαστος, καὶ τίνες αὐτῶν τοῦ ὀρθοῦ ἀντείχοντο δόγματος, τίνες δὲ γεγόνασιν ἑτερόδοξοι, καὶ οπως τῶν τῇδε μετελήλυθεν εκαστος· καὶ ἐπὶ τίνων αὐτοκρατόρων καὶ πατριαρχῶν καὶ κατὰ τίνων αἱ σύνοδοι συγκεκρότηνται. ουτω τε κατιὼν ὁ λόγος μέχρι τῶν καθ' ἡμᾶς γεγονότων αὐτοκρατόρων, περαίνει τὴν συγγραφήν, πολλῶν ἐν τῷ μέσῳ καὶ ἀποκρύφων αλλων μεμνημένος ἱστοριῶν. ἀρκτέον δέ μοι τῆς συγγραφῆς ἀρχὴν ταύτης ποιουμένῳ τὴν πρώτην ἀρχὴν τὴν τῶν ολων αἰτίαν τὴν αναρχόν τε καὶ αχρονον καὶ τῶν ὑπ' ἐκείνης παραχθέντων ἐκ τοῦ μὴ οντος εἰς ὑπόστασιν καὶ οὐσίωσιν τήν τε παραγωγὴν καὶ τὴν γένεσιν.