Μετάβαση στο περιεχόμενο

Επιτομή Ιστοριών/8

Από Βικιθήκη
Επιτομή Ιστοριών
Συγγραφέας:
Βιβλίο 8: Ρωμαϊκή ιστορία μέχρι τον Φάβιος Μάξιμος (311–209 π.Χ)
(Μια σύνοψη του Δίων Κάσσιος)
ed. Ludwig Dindorf. Teubner. 1868-1871. vol. 2., pp. 169-250


Μετὰ δὲ χρόνους πλείονας αὖθις· τοῖς Σαυνίταις πολεμοῦντες οἱ Ῥωμαῖοι, Γαΐου Ἰουνίου ἡγουμένου αὐτῶν, συμφορᾷ περιέπεσον. πορθοῦντος γὰρ τοῦ Ἰουνίου τὴν χώραν αὐτῶν, εἰς τὰς ὕλας τὰς Ἀόρνους τὰ προσόντα οἱ Σαυνῖται ἀνεκομίσαντο, οὕτω καλουμένας ἀπὸ τοῦ μηδ' ὄρνις εἰσπέτεσθαι εἰς αὐτὰς τῇ τῶν δένδρων πυκνότητι. ἐκεῖ δὲ ὄντες, ποίμνιά τινα ποιμένων ἢ φρουρῶν ἄνευ προκαθιστάντες καὶ ψευδαυτομόλους ὑποπέμποντες, ὡς ἐφ' ἑτοίμην λείαν αὐτοὺς ὑπηγάγοντο. εἴσω δὲ γενομένους τῆς ὕλης περιέσχον τε σφᾶς καὶ οὐ πρότερον ἐπαύσαντο κτείνοντες πρὶν τέλεον ἐκκαμεῖν. καὶ ἄλλοτε δὲ πολλάκις τοῖς Ῥωμαίοις πολεμήσαντες οἱ Σαυνῖται καὶ ἡττηθέντες οὐκ ἐφησύχασαν, ἀλλὰ καὶ συμμάχους ἄλλους τε προσλαβόμενοι καὶ Γαλάτας, ὡς καὶ πρὸς τὴν [170] Ῥώμην αὐτὴν ἐλάσοντες ἡτοιμάζοντο. ὃ οἱ Ῥωμαῖοι μαθόντες ἐς δέος κατέστησαν, καὶ σημείων πολλῶν ἐς τοῦτο αὐτοὺς ἐναγόντων. ἐν γὰρ τῷ Καπιτωλίῳ ἐκ τοῦ βωμοῦ τοῦ Διὸς αἷμα τρισὶν ἡμέραις, μιᾷ δὲ μέλι καὶ ἐν ἑτέρᾳ γάλα θρυλεῖται ἀναδοθῆναι, εἴ τῳ ταῦτα πιστά· καὶ ἐν τῇ ἀγορᾷ Νίκης τι ἄγαλμα χάλκεον ἱδρυμένον ἐπὶ βάθρου λιθίνου αὐτομάτως εὑρέθη κάτω ἑστὸς ἐπὶ γῆς· ἐτύγχανε δὲ ἐκεῖ ἀποβλέπον ὅθεν οἱ Γαλάται ἤδη ἐπῄεσαν. ταῦτ' οὖν καὶ ἄλλως ἐξεφόβει τὸν δῆμον, πλέον δ' ὑπὸ τῶν μάντεων κεκριμένα ἀπαίσια. Μάνιος δέ τις Τυρσηνὸς τὸ γένος ἐθάρσυνεν αὐτούς, εἰπὼν τήν τε Νίκην, εἰ καὶ κατέβη, ἀλλ' εἰς τὸ πρόσθεν προχωρήσασαν καὶ βεβαιότερον ἐπὶ τῆς γῆς ἱδρυθεῖσαν τὸ κράτος σφίσι προδηλοῦν τοῦ πολέμου· κἀκ τούτου καὶ θυσίας πολλὰς γενήσεσθαι τοῖς θεοῖς· τοὺς γὰρ βωμούς, καὶ μάλιστα τοὺς ἐν τῷ Καπιτωλίῳ, ἐν ᾧ τὰ νικητήρια θύουσιν, ἐν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλ' οὐκ ἐν ταῖς συμφοραῖς κατ' ἔθος αἱμάττεσθαι. ἐκ μὲν οὖν τούτων ἀγαθόν τι σφᾶς ἔπειθε προσδοκᾶν, ἐκ δὲ τοῦ μέλιτος νόσον, ὅτι αὐτοῦ οἱ κάμνοντες δέονται, ἐκ δὲ τοῦ γάλακτος λιμόν· ἐς γὰρ τοσαύτην σιτοδείαν ἀφίξεσθαι ὥστε καὶ τὴν αὐτόφυτον τήν τε αὐτόνομον ζητῆσαι τροφήν.

   Ὁ μὲν οὖν Μάνιος οὕτω τὰ τῶν σημείων ἡρμήνευσε, καὶ ἐπὶ τῶν πραγμάτων δ' ἐσύστερον τῆς αὐτοῦ μαντείας ἐκβάσης, σοφίας ἐκομίσατο δόξαν καὶ προγνώσεως· ὁ δὲ Οὐολούμνιος τοῖς Σαυνίταις πολεμεῖν ἐκελεύσθη, τοῖς δὲ Γαλάταις καὶ τοῖς ἄλλοις τοῖς μετ' αὐτῶν ἀντικαταστῆναι ὕπατοι αἱρεθέντες ἐπέμφθησαν ὅ τε Ῥοῦλλος ὁ Φάβιος ὁ Μάξιμος καὶ ὁ Δέκιος ὁ Πούπλιος. οἳ πρὸς τὴν Τυρσηνίδα [171] σπουδῇ ἀφικόμενοι, καὶ τὸ τοῦ Ἀππίου στρατόπεδον ἰδόντες διπλῷ σταυρώματι κατωχυρωμένον, τοὺς σταυροὺς ἀνέσπασάν τε καὶ διεφόρησαν, ἐν τοῖς ὅπλοις ποιεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς στρατιώτας διδάσκοντες. προσέβαλον οὖν τοῖς πολεμίοις· κἀν τούτῳ λύκος ἔλαφον διώκων εἰς τὸ μεταίχμιον εἰσπεσὼν αὐτὸς μὲν πρὸς τοὺς Ῥωμαίους ὁρμήσας διεξῆλθε καὶ αὐτοὺς ἐπεθάρσυνε, προσήκειν αὐτὸν νομίζοντας ἑαυτοῖς ὡς λυκαίνης θρεψαμένης τὸν Ῥωμύλον, καθάπερ ἱστόρηται· ἡ δ' ἔλαφος πρὸς τοὺς ἑτέρους χωρήσασα κατεκόπη, καὶ τόν τε φόβον αὐτοῖς καὶ τὴν συντυχίαν τοῦ πάθους κατέλιπε. συμπεσόντων οὖν τῶν στρατευμάτων ὁ μὲν Μάξιμος ῥᾷον τοὺς κατ' αὐτὸν ἐνίκησεν, ἥττητο δέ γε ὁ Δέκιος. ἐνθυμηθεὶς δὲ τὴν ἐπίδοσιν τοῦ πατρός, ἣν διὰ τὸ ἐνύπνιον ἐποιήσατο, ἑαυτὸν ὁμοίως ἐπέδωκε, μή τινι περὶ τῆς πράξεως κοινωσάμενος. ἄρτι δὲ ἔσφακτο καὶ οἱ συντεταγμένοι αὐτῷ τὸ μὲν ἐκείνου αἰδοῖ ὡς δι' αὐτοὺς θανόντος ἐθελοντοῦ, τὸ δὲ καὶ ἐλπίδι τοῦ πάντως ἐκ τούτου κρατήσειν, τῆς τε φυγῆς ἐπέσχον καὶ τοῖς διώκουσι σφᾶς γενναίως ἀντικατέστησαν. κἀν τούτῳ καὶ ὁ Μάξιμος κατὰ νώτου τε αὐτοῖς προσέπεσε καὶ παμπόλλους ἐφόνευσεν· οἱ δὲ περιλειφθέντες ἀποδιδράσκοντες διεφθάρησαν. Μάξιμος δὲ Φάβιος τὸν μὲν τοῦ Δεκίου νεκρὸν κατέκαυσε σὺν τοῖς σκύλοις, τοῖς δὲ εἰρήνης δεηθεῖσι σπονδὰς ἐποιήσατο.

   Τῷ δ' ἑξῆς ἔτει αὖθις τοῖς Σαυνίταις ἐπολέμησεν Ἀτίλιος Ῥήγουλος. καὶ μέχρι μέν τινος ἰσορρόπως ἐμάχοντο· εἶτα κρατησάντων τῶν Σαυνιτῶν αὖθις οἱ Ῥωμαῖοι ἀντεπεκράτησαν, καὶ ἑλόντες αὐτοὺς ὑπήγαγον ὑπὸ τὸν ζυγόν, καὶ οὕτως ἀφῆκαν. [172] Σαυνῖται δὲ ἐπὶ τοῖς γεγονόσιν ἀγανακτήσαντες πρὸς ἀπόνοιαν ὥρμησαν, ὡς ἢ κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι, θάνατον ἀπειλήσαντες τῷ οἴκοι μενοῦντι. καὶ οἱ μὲν ἐς τὴν Καμπανίαν ἐνέβαλον, οἱ δ' ὕπατοι ἔρημον ὂν στρατιωτῶν τὸ Σαύνιον ἐπόρθουν καὶ πόλεις εἷλόν τινας. ὅθεν οἱ Σαυνῖται τὴν Καμπανίαν λιπόντες εἰς τὴν οἰκείαν ἠπείχθησαν, καὶ τῷ ἑνὶ τῶν ὑπάτων συμμίξαντες ἔκ τινος ἥττηντο στρατηγήματος, καὶ φυγόντες δεινῶς ἔπταισαν, καὶ τὸ στρατόπεδον ἀπέβαλον, πρὸς δὲ καὶ τὸ πόλισμα, ᾧ ἐπεβοήθουν. ὁ δὲ ὕπατος τά τε ἐπινίκια ἔπεμψε καὶ τὰ ἀθροισθέντα ἐκ τῶν λαφύρων ἐδημοσίωσεν. ὁ δ' ἕτερος ὕπατος κατὰ τῶν Τυρσηνῶν στρατεύσας, καὶ καταστήσας αὐτοὺς δι' ὀλίγου, σῖτόν τε καὶ χρήματα παρ' αὐτῶν εἰσπράξας, τὰ μὲν τοῖς στρατιώταις διέδωκε, τὰ δ' εἰσήνεγκεν εἰς τοὺς θησαυρούς.

   Συμβεβηκότος δὲ λοιμοῦ ἰσχυροῦ, οἱ Σαυνῖται καὶ Φαλίσκοι καταφρονήσαντες τῶν Ῥωμαίων διά τε τὴν νόσον καὶ ὅτι τοὺς ὑπάτους οὐ κατ' ἀρετὴν ᾕρηντο, ὡς μὴ πολέμων ὄντων, παρεκίνησαν. μαθόντες οὖν τοῦθ' οἱ Ῥωμαῖοι, Ἰουνίῳ μὲν Βρούτῳ τὸν Καρουίλιον, Κυίντῳ δὲ Φαβίῳ τὸν πατέρα τὸν Ῥοῦλλον τὸν Μάξιμον ὑποστρατήγους ἢ πρεσβευτὰς συνεξέπεμψαν. ὁ μὲν οὖν Βροῦτος Φαλίσκους ἐνίκησε καὶ τὰ τούτων καὶ τὰ τῶν ἄλλων Τυρσηνῶν ἐληίζετο, Φάβιος δὲ τῆς Ῥώμης πρὸ τοῦ πατρὸς ἐξελάσας, καὶ τοὺς Σαυνίτας ληίζεσθαι τὴν Καμπανίδα πυθόμενος, ἠπείγετο. προσκόποις τέ τισιν αὐτῶν ἐντυχών, καὶ ταχέως ἀποχωροῦντας σφᾶς θεασάμενος, πάντας τε πολεμίους τυγχάνειν ἐκεῖ ἐνόμισε καὶ φεύγειν ἐπίστευσε· κἀκ τούτου σπεύσας αὐτοῖς συμβαλεῖν πρὸ τοῦ τὸν πατέρα αὐτοῦ ἀφικέσθαι, ἵν' αὐτοῦ τὸ κατόρθωμα, [173] ἀλλὰ μὴ ἐκείνου δοκῇ, προεχώρησεν ἀσυντάκτως. καὶ περιπεσὼν ἀθρόοις τοῖς πολεμίοις πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ νὺξ ἐγένετο. πολλοὶ δ' οὖν καὶ μετὰ ταῦτα τεθνήκασι, μήτ' ἰατροῦ μήτ' ἐπιτηδείου τινὸς παρόντος, διὰ τὸ πολὺ πρὸ τῶν σκευοφόρων αὐτοὺς ἐπειχθῆναι ὡς αὐτίκα νικήσοντας· καὶ πάντως ἂν καὶ τῆς ὑστεραίας ἀπώλοντο, εἰ μὴ οἱ Σαυνῖται τὸν πατέρα αὐτοῦ ἐγγὺς εἶναι νομίσαντες ἔδεισάν τε καὶ ἀνεχώρησαν.

   Πυθόμενοι δὲ ταῦθ' οἱ ἐν τῷ ἄστει δεινῶς ἠγανάκτησαν, καὶ μεταπεμψάμενοι τὸν ὕπατον εὐθύνειν ἤθελον. ὁ δὲ γέρων ὁ τούτου πατὴρ καταριθμήσας τά τε οἰκεῖα καὶ τὰ τῶν προγόνων ἀνδραγαθήματα, καὶ ὑποσχόμενος μηδὲν αὐτῶν πράξειν ἀνάξιον τὸν υἱόν, καὶ τὴν τούτου νεότητα πρὸς τὸ ἀτύχημα προβαλόμενος, τῆς ὀργῆς αὐτοὺς αὐτίκα παρέλυσε. καί οἱ συνεξελθὼν μάχῃ τοὺς Σαυνίτας ἐνίκησε καὶ τὸ στρατόπεδον αὐτῶν εἷλε τήν τε χώραν ἐπόρθησε καὶ λείαν πολλὴν ἤλασε· καὶ τὰ μὲν αὐτῆς ἐδημοσίωσε, τὰ δὲ τοῖς στρατιώταις κατένειμε. διά τοι ταῦτα οἱ Ῥωμαῖοι ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν καὶ εἰς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτὸς διῴκει καὶ διῆγε μηδὲν τοῦ γήρως φειδόμενος, οὐ μέντοι καὶ ἔνδηλος ἦν δι' ἑαυτοῦ τὰ πράγματα πράττων, ἀλλὰ τὴν δόξαν τῶν ἔργων τῷ παιδὶ προσῆπτε.

   Μετὰ δὲ ταῦτα δημάρχων τινῶν χρεῶν ἀποκοπὴν εἰσηγησαμένων, ἐπεὶ μὴ καὶ παρὰ τῶν δανειστῶν [174] αὕτη ἐδίδοτο, ἐστασίασε τὸ πλῆθος· καὶ οὐ πρότερον τὰ τῆς στάσεως κατηυνάσθη ἕως πολέμιοι τῇ πόλει ἐπήλθοσαν. ἦρξαν δὲ τῶν πολέμων οἱ Ταραντῖνοι, Τυρσηνοὺς καὶ Γαλάτας καὶ Σαυνίτας καὶ ἄλλους προσεταιρισάμενοι πλείονας. ἀλλὰ τοὺς μὲν ἄλλους οἱ Ῥωμαῖοι συμβαλόντες διαφόροις μάχαις ἐνίκησαν καὶ ὑπάτοις ἄλλοτε ἄλλοις· οἱ δὲ Ταραντῖνοι, καίτοι αὐτοὶ τὸν πόλεμον παρασκευάσαντες, ὅμως οὔπω πρὸς μάχην ἀντικατέστησαν φανερῶς. ναυαρχοῦντος δὲ Λουκίου Οὐαλερίου, καὶ τριήρεσι προσορμίσαι βουληθέντος ἐς Τάραντα, ἐπεὶ ἀπῄει ὅπῃ σὺν αὐταῖς ἀπεστάλη, φίλιον τὴν χώραν ἡγούμενος, οἱ Ταραντῖνοι κατ' αὐτῶν ὑποτοπήσαντες τὸν Οὐαλέριον πλεῖν ἐκ τοῦ συνειδότος ὧν ἔδρων, μετ' ὀργῆς ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μηδὲν πολέμιον ἐλπίσαντι κατέδυσαν ἐκεῖνόν τε καὶ ἄλλους πολλούς· καὶ τοὺς ἁλόντας τοὺς μὲν καθεῖρξαν, τοὺς δὲ καὶ ἀπέκτειναν. πυθόμενοι δὲ ταῦθ' οἱ Ῥωμαῖοι ἠγανάκτησαν μέν, πρέσβεις δ' ὅμως ἀπέστειλαν ἐπεγκαλοῦντες αὐτοῖς καὶ δίκας ἀπαιτοῦντες. οἱ δὲ οὐ μόνον αὐτοῖς οὐδὲν ἐπιεικὲς ἀπεκρίθησαν, ἀλλὰ καὶ ἐτώθαζον, ὡς καὶ τὴν ἐσθῆτα τοῦ Λουκίου Ποστουμίου τοῦ προέχοντος κηλιδῶσαι τῶν πρέσβεων. θορύβου δὲ ἐπὶ τούτῳ γενομένου, καὶ τῶν Ταραντίνων ἐπικαγχαζόντων, ὁ Ποστούμιος "γελᾶτε" ἔφη, "γελᾶτε ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε." Ἐπανελθόντων οὖν τῶν πρέσβεων οἱ Ῥωμαῖοι τὰ πραχθέντα μαθόντες ἤλγησαν, καὶ στρατεῦσαι ἐπὶ τοὺς Ταραντίνους Λούκιον Αἰμίλιον τὸν ὕπατον ἐψηφίσαντο. ὃς εἰς Τάραντα προσχωρήσας λόγους αὐτοῖς [175] ἐπιτηδείους ἔπεμψε, νομίζων εἰρήνην ἐπί τισι μετρίοις αἱρήσεσθαι. οἱ δὲ ταῖς γνώμαις ἀλλήλοις ἠναντιώθησαν· καὶ τῶν μὲν πρεσβυτέρων καὶ εὐπόρων τὴν εἰρήνην σπευδόντων, τῶν δ' ἐν ἡλικίᾳ καὶ ὀλίγα ἢ μηδὲν ἐχόντων πόλεμον αἱρουμένων, ἐκράτησαν οἱ νεώτεροι. φοβούμενοι δὲ ὅμως, τὸν Πύρρον τὸν Ἠπειρώτην εἰς συμμαχίαν ἐβουλεύσαντο προσκαλέσασθαι, καὶ πρέσβεις αὐτῷ καὶ δῶρα πεπόμφασιν. Αἰμίλιος δὲ ταῦτα μαθὼν τὴν χώραν αὐτῶν ἐλεηλάτει καὶ ἔφθειρεν. οἱ δὲ ἐπεξῆλθον μέν, ἀλλ' ἐτράπησαν, ὥστε τοὺς Ῥωμαίους τήν τε χώραν αὐτῶν ἀδεῶς πορθῆσαι καί τινα χειρώσασθαι φρούρια. πολλὴν δὲ τῶν ἁλόντων τοῦ Αἰμιλίου πεποιηκότος πρόνοιαν, καί τινας τῶν δυνατωτέρων ἐλευθερώσαντος, οἱ Ταραντῖνοι τήν τε φιλανθρωπίαν αὐτοῦ θαυμάσαντες, καὶ εἰς ἐλπίδας προαχθέντες σπονδῶν, Ἆγιν τοῖς Ῥωμαίοις ἐπιτήδειον ὄντα εἵλοντο στρατηγὸν αὐτοκράτορα. ἄρτι δ' οὗτος κεχειροτόνητο καὶ Κινέας ὑπὸ τοῦ Πύρρου προπεμφθεὶς ἐμποδὼν τοῖς πραττομένοις ἐγένετο. ὁ γὰρ Πύρρος τῆς καλουμένης βασιλεύων Ἠπείρου φύσεώς τε δεξιότητι καὶ παιδείας ἰσχύϊ καὶ ἐμπειρίᾳ πάντων προέφερε, καὶ τοῦ Ἑλληνικοῦ τὸ πλεῖστον τὸ μὲν εὐποιίαις, τὸ δὲ φόβῳ, προσεπεποίητο. οὗτος τοίνυν τοῖς τῶν Ταραντίνων πρέσβεσιν ἐντυχών, ἕρμαιον τὴν συμμαχίαν ἡγήσατο, ἐκ πλείονος τῆς Σικελίας καὶ τῆς Καρχηδόνος καὶ τῆς Σαρδοῦς ἐφιέμενος, ὀκνῶν δ' ὅμως ἔχθρας πρὸς Ῥωμαίους αὐτὸς προκατάρξασθαι· καὶ βοηθήσειν μὲν αὐτοῖς ἐπηγγείλατο, ἵνα δὲ μὴ ὑποπτευθείη δι' ἅπερ εἴρηται, οἴκαδε αὐτίκα ἀνακομισθήσεσθαι ἔφη, καὶ ἐν ταῖς συνθήκαις προστεθῆναι πεποίηκε τὸ μὴ περαιτέρω τῆς χρείας ἐν τῇ Ἰταλίᾳ παρ' αὐτῶν κατασχεθῆναι.

[176] συνθέμενος δὲ ταῦτα, τοὺς μὲν πλείους τῶν πρέσβεων ὡς τὰ στρατεύματα αὐτῷ συμπαρασκευάσοντας ἐν ὁμηρείᾳ κατέσχεν, ὀλίγους δ' ἐξ αὐτῶν καὶ τὸν Κινέαν προέπεμψε σὺν στρατῷ. ἐλθόντων δ' αὐτῶν οἱ Ταραντῖνοι θαρσήσαντες τῶν τε καταλλαγῶν τῶν πρὸς Ῥωμαίους ἀπέσχοντο καὶ τὸν Ἆγιν παύσαντες τῆς στρατηγίας ἕνα τῶν πρέσβεων ἐχειροτόνησαν στρατηγόν. μετ' οὐ πολὺ δὲ Μίλων ὑπὸ τοῦ Πύρρου σὺν δυνάμει πεμφθεὶς τήν τε ἀκρόπολιν αὐτῶν ἐς τὴν ἐκείνου ὑποδοχὴν κατειλήφει καὶ τὴν τοῦ τείχους φρουρὰν ὑφ' ἑαυτὸν ἐποιήσατο. καὶ οἱ Ταραντῖνοι ἐπὶ τούτοις ἔχαιρον, ὡς μήτε φρουρεῖν μήτ' ἄλλο τι ἐπίπονον ὑπομένειν ἀναγκαζόμενοι, καὶ αὐτοῖς τροφὰς ἐχορήγουν καὶ τῷ Πύρρῳ χρήματα ἔπεμπον.

   Ὁ οὖν Αἰμίλιος τέως μὲν κατὰ χώραν ἔμενεν, ἐπεὶ δὲ τούς τε Πυρρείους ἥκοντας ἔγνω, καὶ διὰ τὸν χειμῶνα προσκαρτερεῖν οὐχ οἷός τε ἦν, ἐς Ἀπουλίαν ὥρμησεν. οἱ δὲ Ταραντῖνοι ἔν τινι στενοπόρῳ χωρίῳ, δι' οὗ διελθεῖν ἀνάγκην εἶχε, λοχήσαντες, ἄπορον αὐτῷ τὴν πορείαν ἐποίουν τοξεύμασιν ἀκοντίσμασί τε καὶ σφενδονήμασιν. ὁ δὲ τοὺς αἰχμαλώτους σφῶν, οὓς ἐπήγετο, προήγαγε. φοβηθέντες δ' οἱ Ταραντῖνοι μὴ τοὺς σφετέρους ἀντὶ τῶν Ῥωμαίων ἀπολέσωσιν, ἐπαύσαντο.

   Ὁ δὲ Πύρρος οὐδὲ τὸ ἔαρ ἀναμείνας ἀπῄει, στράτευμά τε πολὺ καὶ ἔκκριτον ἐπαγόμενος καὶ ἐλέφαντας εἴκοσι, ζῷα μήπω πρότερον τοῖς ἐν τῇ Ἰταλίᾳ ὀφθέντα· ὅθεν ἐξεπλήσσοντο καὶ ἐθαύμαζον. χειμῶνι δὲ περιπεσὼν τὸ Ἰόνιον περαιούμενος πολλοὺς ἀπώλεσε τοῦ στρατεύματος, οἱ δὲ λοιποὶ τῷ κλύδωνι ἐσκεδάσθησαν. μόλις δ' οὖν πεζεύσας ἦλθεν εἰς [177] Τάραντα. καὶ αὐτίκα τοὺς μὲν ἀκμάζοντας τοῖς ἑαυτοῦ στρατιώταις συνέταξεν, ὅπως μὴ καθ' ἑαυτοὺς λελοχισμένοι νεωτερίσωσι, καὶ τὸ θέατρον ἔκλεισε, τάχα διὰ τὸν πόλεμον, ὅπως μὴ ἐς αὐτὸ συνερχόμενοι νεοχμώσωσί τι, ἀπεῖπε δ' αὐτοῖς καὶ πρὸς συμπόσια καὶ κώμους ἀθροίζεσθαι, καὶ τοὺς νεωτέρους ἐν τοῖς ὅπλοις ἀσκεῖσθαι ἐκέλευεν ἢ διημερεύειν κατὰ τὴν ἀγοράν. ὡς δέ τινες ἀχθόμενοι τούτοις ὑπεχώρησαν, φρουροὺς ἐκ τῶν οἰκείων κατέστησεν, ὥστε μηδένα ἐξιέναι τῆς πόλεως. οἱ δὲ τούτοις τε καὶ τῇ χορηγίᾳ τῶν τροφῶν βαρυνόμενοι, καὶ τοὺς δορυφόρους εἰς τὰς οἰκίας αὐτῶν ἀναγκαζόμενοι δέχεσθαι, μετεγίνωσκον, δεσπότου καὶ οὐχὶ συμμάχου τοῦ Πύρρου πειρώμενοι. ὁ δὲ διὰ ταῦτα μὴ πρὸς τοὺς Ῥωμαίους ἀποκλίνωσι φοβηθείς, τῶν τὰ πολιτικὰ δυναμένων πράττειν καὶ προστατεῖν τοῦ ὁμίλου τοὺς μὲν εἰς τὴν Ἤπειρον πρὸς τὸν υἱὸν ἐπί τισι προφάσεσιν ἔπεμπε, τοὺς δὲ καὶ ἀφανῶς διώλλυεν. Ἀρίσταρχον δέ τινα ἐν τοῖς ἀρίστοις τῶν Ταραντίνων ἐξεταζόμενον καὶ εἰπεῖν πιθανώτατον προσηταιρίσατο, ἵν' ὕποπτος τῷ δήμῳ ὡς τὰ τοῦ Πύρρου φρονῶν γένηται· ὡς δ' ἔτι πιστεῦον ἐκείνῳ τὸ πλῆθος ἑώρα, ἔπεμπεν αὐτὸν εἰς τὴν Ἤπειρον· καὶ ὃς ἀντειπεῖν μὴ θαρρῶν ἐξέπλευσε μέν, ἐς δὲ τὴν Ῥώμην ἀφίκετο.

   Καὶ τοιαῦτα μὲν ὁ Πύρρος τοῖς Ταραντίνοις ἐποίει· οἱ δ' ἐν τῇ Ῥώμῃ μαθόντες τὸν Πύρρον ἐλθόντα εἰς Τάραντα κατέδεισαν τῷ τε ἐκπεπολεμῶσθαι τὰ ἐν τῇ Ἰταλίᾳ αὐτοῖς καὶ τῷ θρυλεῖσθαι ἐκεῖνον εὐπόλεμόν τε τυγχάνειν καὶ δύναμιν ἔχειν [178] ἀνανταγώνιστον. στρατιώτας τε οὖν κατέλεγον καὶ χρήματα ἤθροιζον φρουρούς τε ἐς τὰς συμμαχίδας πόλεις διέπεμπον, ἵνα μὴ καὶ ἐκεῖναι ἀποστῶσι, καί τινας προαισθόμενοι νεωτεριοῦντας τοὺς πρώτους αὐτῶν ἐκόλασαν. καί τινες τῶν Πραινεστίνων ἐς τὴν Ῥώμην ἀχθέντες περὶ δείλην ὀψίαν εἰς τοὺς θησαυροὺς ἐπὶ φυλακῇ ἐνεβλήθησαν, καί τις αὐτοῖς ἐκ τούτου χρησμὸς ἐπεπλήρωτο· ἐχρήσθη γὰρ αὐτοῖς ποτε ὅτι τοὺς τῶν Ῥωμαίων καθέξουσι θησαυρούς. καὶ ὁ μὲν χρησμὸς εἰς τοῦτο ἀπέβη, ἐκεῖνοι δέ γε ἀπώλοντο.

   Οὐαλέριον δὲ Λαουίνιον ἐπὶ τὸν Πύρρον καὶ τοὺς Ταραντίνους καὶ τοὺς ἄλλους τοὺς σὺν αὐτοῖς ἀπεστάλκασι, καί τι καὶ ἐν τῷ ἄστει τοῦ στρατεύματος κατέσχον. ὁ γοῦν Λαουίνιος εὐθὺς ἐξεστράτευσεν, ἵνα πορρωτάτω τὸν πόλεμον τῆς οἰκείας ποιήσηται· καὶ τὸν Πύρρον καταπλήξειν ἤλπισεν, εἰ αὐτοῖς ἐθελονταὶ ἐπίοιεν, οὓς ἐκεῖνος πολιορκεῖν προσεδόκησε. καὶ ἀπιὼν χωρίον τι τῶν Λευκανῶν εἷλεν ἰσχυρὸν καὶ ἐπίκαιρον, καὶ δύναμίν τινα ἐν τῇ Λευκανίᾳ κατέλιπεν, εἴρξουσαν αὐτοὺς τοῦ ἐπαρῆξαι τοῖς ἐναντίοις.

   Καὶ ὁ Πύρρος μαθὼν τὸν Λαουίνιον πλησιάζοντα προεξώρμησε, καὶ στρατοπεδευσάμενος τρίβειν ἤθελε τὸν καιρόν, ἀναμένων τοὺς συμμαχήσοντας. καὶ τῷ Λαουινίῳ ἐπέστειλεν ὑπερηφάνως, ὡς καταπλήξων αὐτόν· εἶχε δὲ ἡ γραφὴ ὧδε. "Βασιλεὺς Πύρρος Λαουινίῳ χαίρειν. πυνθάνομαί σε στράτευμα ἐπὶ Ταραντίνους ἄγειν. τὸ μὲν οὖν ἀπόπεμψον, αὐτὸς δὲ μετ' ὀλίγων ἧκε πρὸς ἐμέ· δικάσω γὰρ ὑμῖν ἐγὼ εἴ τι ἀλλήλοις ἐγκαλεῖτε, καὶ ἄκοντας τὰ δίκαια ποιεῖν ἀναγκάσω." Λαουίνιος δὲ τάδε τῷ [179] Πύρρῳ ἀντέγραψε. "Πάνυ μοι δοκεῖς, ὦ Πύρρε, τετυφῶσθαι, δικαστὴν ἡμῖν ἑαυτὸν καθιστὰς καὶ Ταραντίνοις πρὶν δίκην ἡμῖν ὑποσχεῖν ὅτι καὶ τὴν ἀρχὴν εἰς Ἰταλίαν ἐπεραιώθης. ἥξω τε οὖν μετὰ παντὸς τοῦ στρατοῦ καὶ τὴν προσήκουσαν τιμωρίαν καὶ παρὰ Ταραντίνων καὶ παρὰ σοῦ λήψομαι. τί γὰρ δεῖ μοι λήρου καὶ φλυαρίας, ἐξὸν παρὰ τῷ Ἄρει τῷ προπάτορι ἡμῶν κριθῆναι;" τοιαῦτα ἀντεπιστείλας ἠπείγετο, καὶ ηὐλίσατο διὰ μέσου τὸ ῥεῦμα τοῦ ἐκεῖ ποταμοῦ ποιησάμενος. κατασκόπους τέ τινας συλλαβών, δείξας τὴν δύναμιν αὐτοῖς καὶ ἐπειπὼν πολλαπλασίαν ἄλλην ἔχειν, ἀπέπεμψεν. καὶ ἐπὶ τούτοις ὁ Πύρρος καταπλαγεὶς οὐ μάχεσθαι ἤθελεν, ὅτι καὶ τῶν συμμάχων οὔπω τινὲς συνῆλθον αὐτῷ, ἐπιλείψειν τε τοῖς Ῥωμαίοις τὰ ἐπιτήδεια ἤλπιζεν ἐν πολεμίᾳ διάγουσι. ταῦτα δὲ καὶ ὁ Λαουίνιος λογιζόμενος ἔσπευδε συμμίξαι. τῶν δὲ στρατιωτῶν πρὸς τὴν τοῦ Πύρρου φήμην καὶ διὰ τοὺς ἐλέφαντας ἐκπεπληγμένων, συγκαλέσας αὐτοὺς πολλὰ πρὸς θάρσος παρακαλοῦντα ἐδημηγόρησε, καὶ παρεσκευάζετο καὶ ἄκοντι τῷ Πύρρῳ συμμίξαι. ὁ δὲ γνώμην μὲν οὐκ εἶχε μάχεσθαι, ὅπως δὲ μὴ δόξῃ τοὺς Ῥωμαίους φοβεῖσθαι, καὶ αὐτὸς τοῖς οἰκείοις διαλεχθεὶς ἐπώτρυνεν εἰς τὸν πόλεμον. Λαουίνιος δὲ τὸν ποταμὸν πειρώμενος κατὰ τὸ στρατόπεδον διαβῆναι ἐκωλύθη. ἐπαναγαγὼν οὖν αὐτὸς μὲν κατὰ χώραν μετὰ τοῦ πεζοῦ ἔμεινε, τοὺς δ' ἱππεῖς ὡς ἐπὶ λείαν τάχα τινὰ ἔπεμψεν, ἐντειλάμενος πόρρω ποι βαδίσαντας περαιωθῆναι. καὶ οὕτως ἐκεῖνοί τε κατὰ νώτου τοῖς πολεμίοις προσέπεσον ἀπροσδόκητοι, καὶ ὁ Λαουίνιος ταραχθέντων αὐτῶν τόν τε ποταμὸν διέβη καὶ τῆς μάχης συνεπελάβετο. φεύγουσιν οὖν τοῖς ἑαυτοῦ ὁ [180] Πύρρος ἐπικουρήσας τρωθέντα τὸν ἵππον ἀπέβαλε, καὶ ἔδοξεν αὐτοῖς τεθνηκέναι. κἀκ τούτου τῶν μὲν ἀθυμησάντων, τῶν δὲ καταφρονησάντων, τὸ ἔργον ἠλλοίωτο. συνεὶς δὲ τοῦτο τὴν μὲν στολὴν ἐκπρεπεστέραν τῶν ἄλλων οὖσαν ἔδωκε Μεγακλεῖ, κελεύσας ἐνδῦναι αὐτὴν καὶ πανταχόσε περιελαύνειν, ὅπως σώζεσθαι αὐτὸν νομίσαντες οἱ μὲν ἐναντίοι πρὸς δέος, οἱ δ' οἰκεῖοι πρὸς θάρσος ἀφίκωνται, αὐτὸς δὲ στειλάμενος ἰδιωτικῶς συνέμιξεν αὐτοῖς παντὶ τῷ στρατῷ πλὴν ἐλεφάντων, καὶ τοῖς ἀεὶ πονουμένοις ἐπαμύνων πλεῖστον τοὺς σφετέρους ὠφέλησε. τὰ μὲν οὖν πρῶτα ἐπὶ πολὺ τῆς ἡμέρας ἰσορρόπως ἐμάχοντο, ὡς δὲ τὸν Μεγακλέα τις ἀποκτείνας ᾠήθη τὸν Πύρρον ἀπεκτονέναι, καὶ τοῖς ἄλλοις δόκησιν τούτου παρέσχεν, οἵ τε Ῥωμαῖοι ἐπερρώσθησαν καὶ οἱ ἐναντίοι ἐνέδοσαν. γνοὺς δὲ ὁ Πύρρος τὸ γινόμενον, τὸν πῖλον ἀπέρριψε καὶ γυμνῇ τῇ κεφαλῇ περιῄει· καὶ εἰς τοὐναντίον περιέστη ἡ μάχη. ἰδὼν δὲ τοῦτο ὁ Λαουίνιος, καὶ ἱππέας ἔχων ἐνεδρεύοντάς που τῆς μάχης ἐκτός, κατὰ νώτου προσπεσεῖν αὐτοὺς τοῖς πολεμίοις ἐκέλευσε. πρὸς τοῦτο δὲ ἀντιστρατηγῶν ὁ Πύρρος τὸ σημεῖον τοῖς ἐλέφασιν ἦρεν· ἔνθα ἔκ τε τῆς τῶν θηρίων θέας ἀλλοκότου οὔσης καὶ τῆς βοῆς φρικώδους, καὶ ἐκ τοῦ τῶν ὅπλων πατάγου, ὃν οἱ ἐπιβεβηκότες ἐποίουν ἐν τοῖς πύργοις φερόμενοι, αὐτοί τε οἱ Ῥωμαῖοι ἐξεπλάγησαν, καὶ οἱ σφῶν ἵπποι ἐκταραχθέντες οἱ μὲν ἀποσειόμενοι τοὺς ἀναβάτας, οἱ δὲ καὶ φέροντες ἔφευγον. ἀθυμῆσαν οὖν ἐκ τούτων τὸ Ῥωμαϊκὸν ἐτράπετο στράτευμα, καὶ φεύγοντες ἀνῃροῦντο οἱ μὲν παρὰ τῶν ἐν τοῖς πύργοις ἀνδρῶν τοῖς ἐπὶ τῶν ἐλεφάντων, οἱ δὲ καὶ παρ' αὐτῶν τῶν θηρίων ταῖς προβοσκίσι καὶ τοῖς κέρασιν [181] ἢ καὶ ὀδοῦσι φθειρόντων πολλούς· καὶ τοῖς ποσὶ δὲ οὐ μείους κατηλόων συμπατουμένους. καὶ οἱ ἱππεῖς δὲ ἐφεπόμενοι πολλοὺς ἔφθειρον· οὐδ' ἂν ὑπελείφθη τις, εἰ μὴ ἐλέφας τρωθεὶς αὐτός τε ἐσφάδαζεν ἐκ τοῦ τραύματος καὶ οἱ ἄλλοι πρὸς τὰς ἐκείνου βοὰς ἐταράσσοντο. διὰ τοῦτο γὰρ ὁ Πύρρος ἐπέσχε τὴν δίωξιν, καὶ οὕτως οἱ Ῥωμαῖοι διαβεβηκότες τὸν ποταμὸν εἰς Ἀπουλίδα πόλιν τινὰ ἀπεσώθησαν. πολλοὶ δὲ καὶ τῶν τοῦ Πύρρου στρατιωτῶν καὶ τῶν ἡγεμόνων πεπτώκασιν, ὥστε συγχαιρόντων αὐτῷ τῆς νίκης τινῶν "εἰ καὶ αὖθίς ποτε ὁμοίως" ἔφη "κρατήσομεν, ἀπολούμεθα." τοὺς μέντοι Ῥωμαίους καὶ νικηθέντας ἐθαύμασεν, εἰπὼν ὅτι "τὴν οἰκουμένην ἂν πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον."

   Ὁ μὲν οὖν Πύρρος ἐπὶ τῇ νίκῃ μέγα ἔσχηκεν ὄνομα, καὶ πολλοὶ αὐτῷ προσεχώρησαν, οἵ τε σύμμαχοι ἀφίκοντο πρὸς αὐτόν· οἷς ὀλίγα ἐπιτιμήσας διὰ τὴν μέλλησιν, τῶν σκύλων μετέδωκεν· οἱ δ' ἐν τῇ Ῥώμῃ ἤλγησαν ἐπὶ τῇ ἥττῃ, τῷ δέ γε Λαουινίῳ στράτευμα ἔπεμψαν, καὶ τὸν Τιβέριον ἐκ τῶν Τυρσηνῶν μετεπέμψαντο, καὶ τὴν πόλιν διὰ φυλακῆς ἐποιήσαντο, πυνθανόμενοι ἐπ' αὐτὴν τὸν Πύρρον ἐπείγεσθαι. ὁ μέντοι Λαουίνιος τοὺς οἰκείους τε τραυματίας ἐξακεσάμενος, καὶ τοὺς σκεδασθέντας συναγαγών, ἤδη καὶ τῶν ἐκ Ῥώμης πεμφθέντων ἀφικομένων, τὸν Πύρρον παρεπόμενας ἐλύπει· καὶ τὴν Καπύην μαθὼν ἑλεῖν γλιχόμενον, προκατέλαβε καὶ ἐφύλαξεν. ἁμαρτὼν δ' ἐκείνης ὁ Πύρρος ἐπὶ τὴν Νεάπολιν ὥρμησεν. ὡς δ' οὐδὲν οὐδ' ἐν αὐτῇ [182] δρᾶσαι ἴσχυσε, σπεύδων τὴν Ῥώμην καταλαβεῖν καὶ διὰ τῆς Τυρσηνίδος παριὼν ὡς κἀκείνους προσλάβοι, ἐπεὶ ἔμαθεν αὐτούς τε τοῖς Ῥωμαίοις ὁμολογίας πεποιημένους καὶ τὸν Τιβέριον αὐτῷ ἀντιπροσιόντα τόν τε Λαουίνιον ἐφεπόμενον, ἐφοβήθη μὴ ὑπ' αὐτῶν πανταχόθεν ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ, καὶ περαιτέρω οὐ προεχώρησεν. ὡς δὲ ἀναχωροῦντι καὶ γενομένῳ περὶ Καμπανίαν ὁ Λαουίνιος ἐπεφάνη, καὶ τὸ στράτευμα αὐτοῦ πολλῷ πλεῖον τοῦ πρόσθεν ἦν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. καὶ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ, ὅτι ἐκέλευσεν, ὡς καταπλήξων πρὸ τῆς συμπλοκῆς τοὺς Ῥωμαίους, τοὺς ἑαυτοῦ στρατιώτας τὰς ἀσπίδας τοῖς δόρασι πλήξαντας ἐκβοῆσαι καὶ τοὺς σαλπιγκτὰς καὶ τοὺς ἐλέφαντας συνηχῆσαι, ἐπεὶ δὲ κἀκεῖνοι πολὺ μεῖζον ἀντεβόησαν, ὡς ἐκπλαγῆναι τοὺς τοῦ Πύρρου, οὐκέτ' ἠθέλησε συμμίξαι, ἀλλ' ὡς δυσιερῶν ἐπανήγαγε. καὶ ἀφίκετο ἐς Τάραντα. ἔνθα πρέσβεις τῶν Ῥωμαίων ὑπὲρ τῶν αἰχμαλώτων ἀφίκοντο ἄλλοι τε καὶ ὁ Φαβρίκιος. οὓς φιλοτίμως ἐξένισε καὶ ἐδεξιώσατο, ἐλπίσας αὐτοὺς σπείσασθαι καὶ ὁμολογίαν ὡς ἡττημένους ποιήσασθαι. τοῦ δὲ Φαβρικίου τοὺς ἑαλωκότας ἐν τῇ μάχῃ κομίσασθαι αἰτοῦντος ἐπὶ λύτροις τοῖς ἀμφοῖν συναρέσουσι, διηπορήθη ὅτι μὴ καὶ περὶ εἰρήνης πρεσβεύειν ἔφη, καὶ ἰδίᾳ μετὰ τῶν φίλων ἐβουλεύετο, ὡς εἰώθει, περὶ τῆς τῶν αἰχμαλώτων ἀποδόσεως καὶ περὶ τοῦ πολέμου καὶ ὅπως τοῦτον μεταχειρίσηται. ὁ μὲν οὖν Μίλων μήτε τοὺς αἰχμαλώτους ἀποδόσθαι μήτε σπείσασθαι συνεβούλευεν, ἀλλ' ἤδη τῶν Ῥωμαίων ἡττημένων καὶ τὰ λοιπὰ πολέμῳ προσκατεργάσασθαι, ὁ δὲ Κινέας τοὐναντίον ἅπαν [183] αὐτῷ συνεβούλευε· τούς τε γὰρ αἰχμαλώτους προῖκα ἀποδοῦναι συνῄνει καὶ πρέσβεις εἰς Ῥώμην καὶ χρήματα πέμψαι τῆς εἰρήνης ἕνεκα καὶ σπονδῶν. οὗ τῇ γνώμῃ καὶ οἱ λοιποὶ συνετίθεντο. οὕτω δὲ φρονῶν καὶ ὁ Πύρρος ἐτύγχανε. καλέσας οὖν τοὺς πρέσβεις "οὔτε πρῴην, ὦ Ῥωμαῖοι," ἔφη "ἑκὼν ὑμῖν ἐπολέμησα οὔτε νῦν πολεμήσαιμι· φίλος γὰρ ὑμῖν γενέσθαι βεβούλημαι· διὸ καὶ τοὺς αἰχμαλώτους ὑμῖν ἄνευ λύτρων ἀφίημι καὶ σπείσασθαι ἀξιῶ."

   Ταῦτα μὲν πᾶσιν εἰρήκει τοῖς πρέσβεσι, καὶ χρήματα σφίσι τὰ μὲν δέδωκε, τὰ δὲ ἐπηγγείλατο, τῷ δὲ Φαβρικίῳ κατὰ μόνας διαλεχθεὶς "φίλος" εἶπεν "ἡδέως καὶ πᾶσιν ἂν Ῥωμαίοις γενοίμην, μάλιστα δὲ σοί· ὁρῶ γάρ σε ἀγαθὸν ἄνδρα, καὶ τὴν εἰρήνην συμπρᾶξαί μοι ἀξιῶ." ταῦτα λέγων καὶ δῶρα αὐτῷ πολλὰ ἐδίδου. ὁ δέ "ἐπαινῶ σε" εἶπεν, "ὦ Πύρρε, ὅτι τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι αὐτήν, ἄν γε συμφέρῃ ἡμῖν, καταπράξομαι. οὐ γὰρ κατὰ τῆς πατρίδος τι πρᾶξαί με, ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα, ἀξιώσεις. ἀλλ' οὐδὲ τούτων ὧν δίδως τι λάβοιμι ἄν. πυνθάνομαι γάρ σου, πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα ἢ οὔ; εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; ἴσθι γοῦν ὡς ἐγὼ καὶ πάνυ πολλὰ ἔχω, τοῖς παροῦσιν ἀρκούμενος, καὶ πλειόνων οὐ δέομαι· σὺ δ' εἰ καὶ σφόδρα πλουτεῖς, ἐν πενίᾳ μυρίᾳ καθέστηκας. οὐ γὰρ ἂν οὔτε τὴν Ἤπειρον οὔτε τὰ ἄλλα ἃ ἔχεις καταλιπὼν δεῦρο ἐπεραιώθης, εἴ γε ἐκείνοις ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου."

   Τούτων οὕτω λεχθέντων οἱ πρέσβεις τοὺς αἰχμαλώτους λαβόντες ἀπῄεσαν. καὶ ὁ Πύρρος τὸν Κινέαν [184] εἰς τὴν Ῥώμην ἀπέστειλε μετὰ χρυσίου πολλοῦ καὶ κόσμου γυναικείου παντοδαποῦ, ἵνα εἰ καί τινες τῶν ἀνδρῶν ἀντίσχοιεν, ἀλλ' αἱ γυναῖκες αὐτῶν τοῖς κόσμοις ἀναπεισθεῖσαι κἀκείνους συνδιαφθείρωσιν. ἐλθὼν δὲ πρὸς τὴν πόλιν ὁ Κινέας οὐ προσῄει τῇ γερουσίᾳ, ἀλλὰ διῆγεν ἄλλοτε ἄλλην αἰτίαν σκηπτόμενος. περιφοιτῶν δὲ καὶ τὰς τῶν δυνατῶν οἰκίας λόγοις τε σφᾶς καὶ δώροις ὑπήγετο· καὶ ἐπειδὴ πολλοὺς ᾠκειώσατο, εἰσῆλθεν εἰς τὸ συνέδριον καὶ εἶπεν ὡς "Πύρρος ὁ βασιλεὺς ἀπολογεῖται ὅτι οὐχ ὡς πολεμήσων ὑμῖν ἧκεν, ἀλλ' ὡς καταλλάξων Ταραντίνους αὐτὸν ἱκετεύοντας· ἀμέλει καὶ τοὺς ἁλόντας ὑμῶν λύτρων ἀφῆκεν ἄτερ, καὶ δυνάμενος πορθῆσαι τὴν χώραν καὶ τῇ πόλει προσβαλεῖν, ἀξιοῖ τοῖς φίλοις καὶ τοῖς συμμάχοις ὑμῶν ἐγγραφῆναι, πολλὰ μὲν ὠφελήσεσθαι ἀφ' ὑμῶν ἐλπίζων, πλείω δ' ἔτι καὶ μείζω εὐεργετήσειν ὑμᾶς."

   Ἐπὶ τούτοις οἱ πλείους τῶν βουλευτῶν ἠρέσκοντο διὰ τὰ δῶρα καὶ διὰ τοὺς αἰχμαλώτους· οὐ μέντοι καὶ ἀπεκρίναντο, ἀλλ' ἐσκόπουν ἔτι πλείους ἡμέρας ὅ,τι χρὴ πρᾶξαι. καὶ πολλὰ μὲν ἐλέγετο, ἐπεκράτει δὲ ὅμως σπείσασθαι. μαθὼν δὲ τοῦτο Ἄππιος ὁ τυφλὸς ἐκομίσθη ἐπὶ τὸ βουλευτήριον, ὑπὸ γὰρ τοῦ γήρως καὶ τοῦ πάθους οἰκουρῶν ἦν, καὶ εἶπε μὴ συμφέρειν τὰς πρὸς τὸν Πύρρον συμβάσεις τῇ πολιτείᾳ, παρῄνεσε δὲ καὶ αὐτίκα τὸν Κινέαν ἐξελάσαι τῆς πόλεως, καὶ δι' αὐτοῦ δηλῶσαι τῷ Πύρρῳ οἴκαδε ἀναχωρήσαντα ἐκεῖθεν ἐπικηρυκεύσασθαι περὶ εἰρήνης αὐτοῖς ἢ καὶ περὶ ἑτέρου ὅτου δέοιτο. ταῦτα ὁ Ἄππιος συνεβούλευσεν· ἡ δὲ γερουσία οὐκέτι ἐμέλλησεν, ἀλλ' εὐθὺς ὁμοθυμαδὸν ἐψηφίσαντο αὐθημερὸν τὸν Κινέαν ἔξω τῶν ὅρων ἐκπέμψαι καὶ τῷ [185] Πύρρῳ πόλεμον ἀκήρυκτον, ἕως ἂν ἐν τῇ Ἰταλίᾳ διάγῃ, ποιήσασθαι. τοῖς δ' αἰχμαλώτοις ἀτιμίαν τινὰ ἐν ταῖς στρατείαις ἐπέθεσαν, καὶ οὔτε πρὸς τὸν Πύρρον αὐτοῖς ἔτι ἐχρήσαντο οὔτ' ἄλλοσέ ποι ἀθρόοις, ἵνα μή τι ὁμοῦ ὄντες νεωτερίσωσιν, ἀλλ' ἄλλους ἄλλῃ φρουρήσοντας ἔπεμψαν.

   Ἐν μὲν οὖν τῷ χειμῶνι παρεσκευάζοντο ἄμφω, ἔαρος δ' ἤδη ἐφεστηκότος ὁ Πύρρος εἰς τὴν Ἀπουλίαν ἐνέβαλε, καὶ πολλὰ μὲν βίᾳ, πολλὰ δὲ ὁμολογίᾳ προσεποιήσατο, μέχρις οὗ Ῥωμαῖοι πρὸς Ἀσκούλῳ πόλει ὄντι αὐτῷ ἐπελθόντες ἀντεστρατοπεδεύσαντο. ἐπὶ πλείους δ' ἡμέρας διέτριψαν ὀκνοῦντες ἀλλήλους· οἱ μὲν γὰρ Ῥωμαῖοι τοὺς προνενικηκότας οὐκ ἐθάρρουν, οἱ δὲ ὡς ἀπονενοημένους ἐδεδίεσαν τοὺς Ῥωμαίους. κἀν τούτῳ λογοποιούντων τινῶν ὅτι ὁ Δέκιος ἐπιδοῦναι ἑαυτὸν κατὰ τὸν πατέρα καὶ τὸν πάππον ἑτοιμάζοιτο, καὶ τοὺς τοῦ Πύρρου δεινῶς ἐκφοβούντων ὡς ἐκ τοῦ θανεῖν ἐκεῖνον πάντως ἀπολουμένους, συνήγαγε τοὺς στρατιώτας ὁ Πύρρος καὶ διειλέχθη περὶ τούτου, συμβουλεύων μήτ' ἀθυμεῖν μήτ' ἐκπλήττεσθαι τοιούτοις λόγοις· μήτε γὰρ ἕνα ἄνθρωπον δύνασθαι θνήσκοντα πολλοὺς καταγωνίσασθαι μήτ' ἐπῳδὴν ἢ μαγγανείαν τινὰ κρείττω τῶν ὅπλων καὶ τῶν ἀνδρῶν γενέσθαι. ταῦτ' εἰπὼν καὶ λογισμοῖς ἐπικρατύνας τοὺς λόγους ὁ Πύρρος τὸ οἰκεῖον ἐθάρσυνε στράτευμα. καὶ πολυπραγμονήσας τὴν στολὴν ᾗ ἐχρήσαντο οἱ Δέκιοι ἐπιδιδόντες ἑαυτούς, παρήγγειλε τοῖς οἰκείοις, ἄν τινα οὕτως ἐσκευασμένον ἴδωσι, μὴ κτεῖναι αὐτόν, ἀλλὰ ζωὸν συλλαβεῖν. τῷ δὲ Δεκίῳ πέμψας ἔφη οὔτε προχωρήσειν [186] αὐτῷ τοῦτο πρᾶξαι θελήσαντι καὶ ζωγρηθέντα κακῶς ἀπολεῖσθαι ἠπείλησε. πρὸς ἅπερ οἱ ὕπατοι ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν. ποταμοῦ δὲ διὰ μέσου τῶν στρατοπέδων οὐκ εὐδιαβάτου ῥέοντος, ἤροντο πότερον αὐτὸς περαιωθῆναι βούλεται ἀδεῶς, αὐτῶν ἀναχωρησάντων, ἢ ἐκείνοις ἐπιτρέψαι τοῦτο ποιῆσαι, ἵν' ἐξ ἀντιπάλου μάχης ἀκεραίων τῶν δυνάμεων εἰς χεῖρας ἐλθουσῶν ὁ τῆς ἀνδρείας ἔλεγχος γένοιτο ἀκριβής. οἱ μὲν οὖν Ῥωμαῖοι πρὸς κατάπληξιν τὸν λόγον ἐποίησαν, ὁ δὲ Πύρρος αὐτοῖς ἐφῆκε διαβῆναι τὸν ποταμόν, μέγα φρονῶν ἐπὶ τοῖς ἐλέφασιν. οἱ δὲ Ῥωμαῖοι τά τε ἄλλα παρεσκευάσαντο καὶ πρὸς τοὺς ἐλέφαντας κεραίας ἐφ' ἁμαξῶν σεσιδηρωμένας καὶ πανταχόθεν προεχούσας ἡτοίμασαν, ἵνα τοξεύοντες ἀπ' αὐτῶν ἄλλα τε καὶ πῦρ ἐμποδὼν σφίσι γίνωνται. προσμίξαντες δέ, χρόνῳ μὲν οἱ Ῥωμαῖοι τοὺς Ἕλληνας, ἐώσαντο δ' οὖν, μέχρις ὁ Πύρρος τοῖς ἐλέφασιν οὐ κατὰ τὰς ἁμάξας, ἀλλ' ἐπὶ θάτερα προσβοηθήσας αὐτοῖς τὴν ἵππον σφῶν καὶ πρὶν προσμίξαι φόβῳ τῶν θηρίων ἐτρέψατο. τῷ μέντοι πεζῷ οὐδὲν μέγα ἐλυμήνατο. κἀν τούτῳ τῶν Ἀπούλων τινὲς ἐπὶ τὸ τῶν Ἠπειρωτῶν ὡρμηκότες στρατόπεδον τῆς νίκης αἴτιοι τοῖς Ῥωμαίοις ἐγένοντο. τινὰς γὰρ τῶν μαχομένων ἐπ' αὐτοὺς τοῦ Πύρρου πέμψαντος πάντες οἱ λοιποὶ ἐταράχθησαν, καὶ τάς τε σκηνὰς ἑαλωκέναι καὶ ἐκείνους φεύγειν ὑποτοπήσαντες ἐνέδοσαν· καὶ συχνοὶ αὐτῶν ἔπεσον, ὅ τε Πύρρος καὶ ἄλλοι τῶν ἐν τέλει πολλοὶ ἐτρώθησαν, καὶ μετὰ ταῦτα διά τε τὴν τῆς τροφῆς καὶ τὴν τῶν ἐπιτηδείων πρὸς ἄκεσιν ἀπορίαν σφόδρα ἐκακώθησαν. ὅθεν ἀπῆρεν εἰς Τάραντα πρὶν [187] τοὺς Ῥωμαίους αἰσθέσθαι. οἱ δ' ὕπατοι διέβησαν μὲν τὸν ποταμὸν ἐπὶ μάχῃ, ὡς δὲ πάντας ἐσκεδάσθαι ἐπύθοντο, εἰς τὰς οἰκείας ἀνεχώρησαν πόλεις· ἐπιδιῶξαι γὰρ διὰ τοὺς σφετέρους τραυματίας οὐκ ἠδυνήθησαν. εἶτα οἱ μὲν εἰς τὴν Ἀπουλίαν ἐχείμασαν, ὁ δὲ Πύρρος τἄλλα τε ἡτοιμάζετο καὶ οἴκοθεν στρατιώτας καὶ χρήματα μετεπέμψατο. μαθὼν δὲ τὸν Φαβρίκιον καὶ τὸν Πάππον ὑπάτους ᾑρημένους καὶ εἰς τὸ στρατόπεδον ἀφιγμένους, οὐκ ἐπὶ τῆς αὐτῆς μεμένηκε γνώμης.

   Ἤδη δὲ τῶν ῥηθέντων ὑπάτων ἐν τῷ στρατεύματι ὄντων, Νικίας τις τῶν Πύρρῳ πιστῶν δοκούντων ἦλθε πρὸς τὸν Φαβρίκιον καὶ ὑπέσχετο αὐτῷ τὸν Πύρρον δολοφονήσειν. δυσχεράνας οὖν ἐπὶ τούτῳ ἐκεῖνος, ἀρετῇ γὰρ καὶ ταῖς δυνάμεσιν ἠξίου τῶν πολεμίων κρατεῖν ὡς ὁ Κάμιλλος, κατεμήνυσε τῷ Πύρρῳ τὸ ἐπιβούλευμα· καὶ οὕτως αὐτὸν ἐκ τούτου κατέπληξεν ὥστε καὶ τοὺς ἑαλωκότας τῶν Ῥωμαίων προῖκα αὖθις ἀφεῖναι καὶ πρέσβεις πάλιν ὑπὲρ εἰρήνης ἀποστεῖλαι. ἐπεὶ δὲ οἱ Ῥωμαῖοι περὶ τῆς εἰρήνης οὐδὲν ἀπεκρίναντο, ἀλλὰ καὶ τότε ἀπᾶραι τῆς Ἰταλίας ἐκέλευον καὶ οὕτως αὐτοῖς διακηρυκεύεσθαι καὶ τὰς συμμαχίδας αὐτῷ πόλεις κατέτρεχόν τε καὶ ᾕρουν, ἐν ἀμηχανίᾳ ἐγένετο, πρὶν δὴ Συρακουσίων τινές, ἐτύγχανον δὲ ἐξ οὗ Ἀγαθοκλῆς ἐτελεύτησε στασιάζοντες, ἐπεκαλέσαντο αὐτόν, παραδιδόντες οἱ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν. ἀναπνεύσας γὰρ ἐπὶ τούτῳ καὶ προσελπίσας πᾶσαν τὴν Σικελίαν καταστρέψασθαι, τὸν μὲν Μίλωνα ἐν Ἰταλίᾳ κατέλιπεν, ἐν φυλακῇ τόν τε Τάραντα καὶ τὰ [188] ἄλλα ποιησόμενον, αὐτὸς δὲ ὡς διὰ βραχέος ἐπανήξων ἀπέπλευσε. καὶ τῶν Συρακουσίων δεξαμένων αὐτὸν καὶ πάντα αὐτῷ ἀναθεμένων μέγας ἐν βραχεῖ αὖθις ἐγένετο, ὥστε τοὺς Καρχηδονίους φοβηθέντας μισθοφόρους ἐκ τῆς Ἰταλίας προσλαβεῖν. ἀλλὰ ταχὺ πρὸς τοὐναντίον αὐτῷ περιέστη τὰ πράγματα τῷ τε πολλοὺς τῶν ἐν τέλει τοὺς μὲν ἐξελάσαι, τοὺς δὲ διαφθεῖραι ὑποπτευομένους αὐτῷ. οἱ γὰρ Καρχηδόνιοι, ἰδόντες αὐτὸν μήτε ταῖς οἰκείαις δυνάμεσιν ἐρρωμένον μήτε τοὺς ἐπιχωρίους δι' εὐνοίας ἔχοντα, τοῦ πολέμου προθύμως ἀντελάβοντο, καὶ τοὺς ἐκπίπτοντας τῶν Συρακουσίων δεχόμενοι δεινὰ αὐτὸν εἰργάσαντο, ὥστε μὴ τὰς Συρακούσας μόνον, ἀλλὰ καὶ τὴν Σικελίαν καταλιπεῖν.

   Οἱ Ῥωμαῖοι δὲ τὴν ἀπουσίαν αὐτοῦ πυθόμενοι ἀνεθάρσησαν καὶ πρὸς ἄμυναν τῶν ἐπικαλεσαμένων αὐτὸν ἐτράπησαν. καὶ τοὺς Ταραντίνους εἰς ἄλλον καιρὸν ὑπερθέμενοι εἰσέβαλον εἰς τὸ Σαύνιον μετὰ καὶ ὑπάτων τοῦ Ῥουφίνου καὶ τοῦ Ἰουνίου, καὶ τήν τε χώραν ἐπόρθουν καὶ τείχη τινὰ ἐκλειφθέντα ἔλαβον. οἱ γὰρ Σαυνῖται εἰς τὰ ὄρη τὰ Κρανιτὰ λεγόμενα, ὅτι κρανίαν πολλὴν ἔχουσι, τά τε φίλτατα καὶ τὰ τιμιώτατα ἀνεκόμισαν. καταφρονήσαντες οὖν οἱ Ῥωμαῖοι εἰς τὰ εἰρημένα ὄρη ἀναβῆναι ἐτόλμησαν. λασίων οὖν αὐτῶν καὶ δυσπροσβάτων ὄντων, πολλοὶ μὲν ἀπέθανον, πολλοὶ δὲ καὶ ἑάλωσαν.

   Οἱ δ' ὕπατοι οὐκέτι κοινῇ τὸν πόλεμον ἐποιήσαντο, ἀλλήλους αἰτιώμενοι διὰ τὸ ἀτύχημα, ἀλλ' Ἰούνιος μὲν ἐδῄου μέρος τι τῆς Σαυνίτιδος, Ῥουφῖνος δὲ Λευκανοῖς καὶ Βρεττίοις ἐλυμήνατο. καὶ ἐπὶ [189] Κρότωνα ὥρμησεν ἀποστάντα Ῥωμαίων, μεταπεμψαμένων αὐτὸν τῶν ἐπιτηδείων, φθασάντων δὲ τῶν λοιπῶν ἐπαγαγέσθαι παρὰ τοῦ Μίλωνος φρουράν, ἧς ἦρχε Νικόμαχος. ἀγνοήσας οὖν τοῦτο καὶ ἀμελῶς τοῖς τείχεσι προσιὼν ὡς πρὸς φίλους, ἔπταισεν, ἐξαίφνης ἐπεκδραμόντων αὐτῷ. εἶτά τι ἐπινοήσας στρατήγημα τὴν πόλιν εἷλε· δύο γὰρ ἄνδρας αἰχμαλώτους ψευδαυτομόλους ἐς τὸν Κρότωνα ἔπεμψε, τὸν μὲν εὐθὺς λέγοντα ὅτι ἀπεγνωκὼς τὴν ἅλωσιν αὐτῶν ἐς τὴν Λοκρίδα προδιδομένην αὐτῷ μέλλει ἀπαρεῖν, τὸν δ' ἕτερον μετὰ τοῦτο ὡς ἐν ὁδῷ ἐστι διαβεβαιούμενον. καὶ γὰρ ἵνα πίστιν ὁ λόγος ἔχῃ, ἀνεσκευάσατο καὶ προσεποιεῖτο ἐπείγεσθαι. ὁ οὖν Νικόμαχος πιστεύσας τούτοις, καὶ οἱ κατάσκοποι γὰρ τὰ αὐτὰ ἀνήγγελλον, τὸν Κρότωνα λιπὼν ἐς τοὺς Λοκροὺς ἀπῄει σπουδῇ δι' ἐπιτομωτέρας ὁδοῦ. καὶ ἐν τῇ Λοκρίδι γενομένου αὐτοῦ ὁ Ῥουφῖνος ὑπέστρεψε πρὸς τὸν Κρότωνα, καὶ λαθὼν διά τε τὸ ἀπροσδόκητον καὶ δι' ὁμίχλην τότε συμβᾶσαν εἷλε τὴν πόλιν. μαθὼν δὲ τοῦτο Νικόμαχος ἀπῄει εἰς Τάραντα· καὶ ἐν ὁδῷ τῷ Ῥουφίνῳ περιπεσὼν πολλοὺς ἀπέβαλε. καὶ οἱ Λοκροὶ τοῖς Ῥωμαίοις προσεχώρησαν.

   Τῷ δ' ἑξῆς ἔτει Ῥωμαῖοι ἐστράτευσαν εἰς τὸ Σαύνιον καὶ ἐς Λευκανίδα καὶ Βρεττίοις ἐπολέμησαν. ὁ δὲ Πύρρος τῆς Σικελίας ἐκπεσὼν καὶ ἐπανελθὼν ἤδη δεινῶς αὐτοὺς ἐλύπει, καὶ τοὺς μὲν Λοκροὺς ἐκομίσατο, τὴν γὰρ φρουρὰν τῶν Ῥωμαίων ἀποκτείναντες μετέστησαν, ἐπὶ δὲ τὸ Ῥήγιον στρατεύσας ἀπεκρούσθη καὶ αὐτὸς ἐτρώθη καὶ πλείστους ἀπέβαλε. μεταστὰς δὲ εἰς τὴν Λοκρίδα, καὶ τῶν αὐτῷ ἐναντία φρονησάντων δικαιώσας τινάς, παρὰ τῶν λοιπῶν σῖτον καὶ χρήματα ἔλαβε, καὶ εἰς Τάραντα [190] ἀνεκομίσθη. κακῶς δὲ πάσχοντες ὑπὸ Ῥωμαίων οἱ Σαυνῖται ἐξαναστῆναι αὐτὸν ἐποίησαν. ἐλθὼν δὲ εἰς ἐπικουρίαν αὐτῶν ἐτράπη. τρωθέντος γὰρ πώλου ἐλέφαντος καὶ ἀποσεισαμένου τοὺς ἀναβάτας περιπλανωμένου τε κατὰ ζήτησιν τῆς μητρός, κἀκείνης ἐπὶ τούτῳ ταραχθείσης καὶ τῶν ἄλλων ἐλεφάντων θορυβηθέντων, φύρδην ἀνεμίχθησαν ἅπαντα. τέλος δὲ οἱ Ῥωμαῖοι ἐπεκράτησαν, συχνοὺς ἀποκτείναντες καὶ ὀκτὼ ἑλόντες ἐλέφαντας, καὶ τὸ χαράκωμα κατέσχον αὐτῶν. ὁ δὲ Πύρρος σὺν ὀλίγοις ἱππεῦσι διέφυγεν εἰς τὸν Τάραντα, ἐκεῖθεν δὲ εἰς τὴν Ἤπειρον ἀπέπλευσεν ὡς αὖθις ἐπανήξων, τὸν Μίλωνα μετὰ φρουρᾶς εἰς Τάραντα καταλείψας, δοὺς αὐτοῖς δίφρον ἱμᾶσιν ἐκ τοῦ δέρματος τοῦ Νικίου ἐνδεδεμένον, ὃν ἐπὶ τῇ προδοσίᾳ ἀπέκτεινεν. τὸν μὲν οὖν Νικίαν οὕτως ἐτιμωρήσατο, νεανίσκους δέ τινας ἐν συμποσίῳ σκώψαντας αὐτὸν τιμωρήσασθαι ἔμελλεν, ἐρωτήσας δ' αὐτοὺς διὰ τί ἔσκωπτον, ἐπεὶ ἀπεκρίθησαν ὅτι "πολὺ πλείω καὶ χαλεπώτερα εἰρήκειμεν ἂν εἰ μὴ ὁ οἶνος ἡμᾶς ἐπιλέλοιπε," γελάσας ἀφῆκεν αὐτούς.    Πύρρος μὲν οὖν ἐπιφανέστατος ἐν στρατηγοῖς γενόμενος καὶ φόβον πολὺν τοῖς Ῥωμαίοις ἐμβαλὼν καὶ πέμπτῳ ἔτει τὴν Ἰταλίαν λιπὼν καὶ ἐπὶ τὴν Ἑλλάδα στρατεύσας οὐ πολλῷ ὕστερον ἐν Ἄργει ἀπέθανε. γυνὴ γάρ τις, ὡς λόγος ἔχει, παριόντα αὐτὸν ἰδεῖν ἀπὸ τοῦ τέγους ἐπιθυμήσασα ἐσφάλη καὶ ἐμπεσοῦσα διέφθειρεν αὐτόν. ἐν δὲ τῷ αὐτῷ ἔτει ὅ τε Φαβρίκιος καὶ ὁ Πάππος ἐτιμήτευσαν καὶ ἄλλους τε τῶν ἱππέων ἀπήλειψαν καὶ τῶν βουλευτῶν καὶ τὸν Ῥουφῖνον, καίπερ δικτατωρεύσαντα καὶ δὶς ὑπατεύσαντα. αἴτιον δ' ὅτι σκεύη ἀργυρᾶ λιτρῶν δέκα [191] εἶχεν· οὕτως οἱ Ῥωμαῖοι πενίαν οὐ τὸ μὴ πολλὰ κεκτῆσθαι, ἀλλὰ τὸ πολλῶν δεῖσθαι εἶναι ἐνόμιζον. καὶ διὰ τοῦτο τοῖς τε ἄρχουσι τοῖς ἐκδημοῦσι καὶ τοῖς ἄλλοις τοῖς κατά τι πρᾶγμα τῇ πόλει διαφέρον ἐξιοῦσι τά τε ἄλλα τὰ ἀναγκαῖα καὶ δακτύλιος ἐκ τοῦ δημοσίου ἐδίδοτο.

   Τῶν Ταραντίνων δέ τινες κακωθέντες ὑπὸ τοῦ Μίλωνος ἐπέθεντο αὐτῷ, Νίκωνα προστησάμενοι. ὡς δ' οὐδὲν ἤνυσαν, τεῖχός τι τῆς σφετέρας χώρας κατέσχον, κἀκεῖθεν ὁρμώμενοι τῷ Μίλωνι ἐπῄεσαν. ἐπεὶ δὲ ᾔσθοντο τοὺς Ῥωμαίους πολεμῆσαι σφίσι βουλομένους, πρέσβεις εἰς τὴν Ῥώμην ἔστειλαν· καὶ εἰρήνης ἔτυχον.

   Καὶ Πτολεμαῖος δὲ ὁ Φιλάδελφος ὁ τῆς Αἰγύπτου βασιλεύς, τόν τε Πύρρον κακῶς ἀπηλλαχότα μαθὼν καὶ τοὺς Ῥωμαίους αὐξανομένους, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. καὶ οἱ Ῥωμαῖοι ἐπὶ τούτῳ ἡσθέντες πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν· οἳ μεγαλοπρεπῆ δῶρα παρ' ἐκείνου λαβόντες εἰς τὸ δημόσιον ταῦτα εἰσῆγον. ἡ δὲ βουλὴ οὐ προσήκατο, ἀλλ' εἴασεν αὐτοὺς ταῦτα ἔχειν.

   Μετὰ δὲ ταῦτα τούς τε Σαυνίτας διὰ Καρουιλίου ὑπέταξαν, καὶ Λευκανῶν καὶ Βρεττίων διὰ Παπειρίου ἐκράτησαν. καὶ τοὺς Ταραντίνους ὁ αὐτὸς Παπείριος ἐχειρώσατο. ἀχθόμενοι γὰρ τῷ Μίλωνι, καὶ πρὸς τῶν σφετέρων κακούμενοι τῶν, ὡς εἴρηται, ἐπιθεμένων τῷ Μίλωνι, Καρχηδονίους ἐπεκαλέσαντο, ἐπεὶ καὶ τὸν Πύρρον τεθνάναι ἔμαθον. ὁ δὲ Μίλων ἐν στενῷ ἑαυτῷ τὰ πράγματα συνηγμένα ὁρῶν, τῶν Ῥωμαίων ἐκ τῆς ἠπείρου ἐφεδρευόντων, τῶν δέ γε Καρχηδονίων ἐκ τῆς θαλάσσης, παρέδωκε τῷ Παπειρίῳ τὴν ἄκραν, ἐπὶ τῷ ἀβλαβὴς μετὰ τῶν [192] περὶ αὐτὸν καὶ τῶν χρημάτων ἀποχωρῆσαι. ἐντεῦθεν οἱ μὲν Καρχηδόνιοι ὡς ἔνσπονδοι τοῖς Ῥωμαίοις ἀπέπλευσαν, ἡ δὲ πόλις προσεχώρησε τῷ Παπειρίῳ· καὶ τὰ ὅπλα καὶ τὰς ναῦς αὐτῷ παρέδοσαν, καὶ τὰ τείχη καθεῖλον καὶ δασμοφορεῖν ὡμολόγησαν.

   Οὕτω δὲ τοὺς Ταραντίνους ὑφ' ἑαυτοὺς οἱ Ῥωμαῖοι ποιησάμενοι ἐτράποντο πρὸς τὸ Ῥήγιον, ὅτι τὸν Κρότωνα προδοσίᾳ λαβόντες τήν τε πόλιν κατέσκαψαν καὶ τοὺς ἐν αὐτῇ Ῥωμαίους διέφθειραν. τοὺς μὲν οὖν Μαμερτίνους τοὺς τὴν Μεσσήνην ἔχοντας, οὓς συμμάχους οἱ ἐν τῷ Ῥηγίῳ προσεδέχοντο, ὁμολογίᾳ διεκρούσαντο, ἐκακοπάθησαν δὲ πολιορκοῦντες τὸ Ῥήγιον σπάνει τε τροφῆς καὶ ἄλλοις τισίν, ἕως Ἱέρων ἐκ Σικελίας σῖτόν τε Ῥωμαίοις πέμψας καὶ στρατιώτας ἐπέρρωσε σφᾶς, καὶ τὴν πόλιν συνεῖλεν. ἣ τοῖς περιοῦσι τῶν ἀρχαίων πολιτῶν ἀπεδόθη· οἱ δ' ἐπιβουλεύσαντες αὐτῇ ἐκολάσθησαν.

   Ὁ δέ γε Ἱέρων οὔτε πατρόθεν ἐπιφάνειαν ἔχων τινά, μητρόθεν δὲ καὶ δουλείᾳ προσήκων, Σικελίας ἁπάσης ἦρξε μικροῦ, καὶ φίλος Ῥωμαίοις ἐνομίσθη καὶ σύμμαχος. οὗτος οὖν τῶν Συρακουσίων κρατήσας μετὰ τὴν τοῦ Πύρρου φυγὴν καὶ τοὺς Καρχηδονίους εὐλαβηθεὶς ἐγκειμένους τῇ Σικελίᾳ, πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε, καὶ πρώτην χάριν αὐτοῖς τὴν εἰρημένην συμμαχίαν καὶ τὴν σιτοπομπίαν ἀπένειμε.

   Μετὰ ταῦτα δὲ χειμῶνος γεγονότος πολλοῦ, ὥστε τὸν Τίβεριν εἰς πολὺ τοῦ βάθους κρυσταλλωθῆναι καὶ αὐανθῆναι τὰ δένδρα, οἱ ἐν τῇ Ῥώμῃ ἐταλαιπώρησαν, καὶ τὰ βοσκήματα τῆς πόας ἐπιλιπούσης ἐφθάρησαν.

[193]    Τῷ δ' ἑξῆς ἔτει Λόλιός τις ἀνὴρ Σαυνίτης ὁμηρεύων ἐν Ῥώμῃ καὶ ἐκδρὰς δύναμιν συνελέξατο, καὶ χωρίον τι καρτερὸν ἐν τῇ οἰκείᾳ καταλαβὼν ἐλῄστευεν. ἐφ' ὃν Κύιντός τε Γάλλος καὶ Γάιος Φάβιος στρατεύσαντες αὐτὸν μὲν καὶ τοὺς σὺν αὐτῷ σύγκλυδας καὶ ἀόπλους τοὺς πλείονας ὄντας συνέσχον, χωρήσαντες δ' ἐπὶ Καρκίνους, παρ' οἷς τὴν λείαν ἐκεῖνοι ἀπετέθειντο, πράγματα ἔσχον. καὶ τέλος νυκτὸς ὑπ' αὐτομόλων ὑπερβάντες πῃ τοῦ τείχους ἐκινδύνευσαν ἀπολέσθαι διὰ σκότος, οὐχ ὡς ἀσελήνου τῆς νυκτὸς οὔσης, ἀλλ' ὅτι σφοδρότατα ἔνιφεν· ἐκφανείσης δὲ τῆς σελήνης ἀθρόον ἐκράτησαν τοῦ χωρίου.

   Πολλὰ δὲ χρήματα τότε τῇ Ῥώμῃ ἐγένετο, ὥστε καὶ ἀργυραῖς δραχμαῖς χρήσασθαι.

   Εἶτα εἰς τὴν νῦν καλουμένην Καλαβρίαν ἐστράτευσαν, προφάσει μὲν ὅτι τὸν Πύρρον ὑπεδέξαντο καὶ τὴν συμμαχίδα κατέτρεχον, τῇ δ' ἀληθείᾳ ὅτι ἐβούλοντο οἰκειώσασθαι τὸ Βρεντέσιον, ὡς εὐλίμενον καὶ προσβολὴν καὶ κάταρσιν ἐκ τῆς Ἰλλυρίδος καὶ τῆς Ἑλλάδος τοιαύτην ἔχον ὥσθ' ὑπὸ τοῦ αὐτοῦ πνεύματος καὶ ἐξανάγεσθαί τινας καὶ καταίρειν. καὶ εἷλον αὐτό, καὶ ἀποίκους ἔπεμψαν εἰς αὐτό τε καὶ εἰς ἕτερα. ταῦτα δ' ἀνύοντες καὶ ἐπὶ μεῖζον αἰρόμενοι οὐχ ὑπερεφρόνουν, ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῷ Ἰονίῳ κόλπῳ ἐξέδωκαν, ὅτι πρέσβεις αὐτῶν ὕβρισεν. οἱ δὲ λαβόντες αὐτὸν ἀπέπεμψαν οἴκαδε ἀπαθῆ.

   Ἐπὶ δὲ Κυΐντου Φαβίου καὶ Αἰμιλίου ὑπάτων πρὸς Οὐλσινίους ἐστράτευσαν ἐπ' ἐλευθερίᾳ αὐτῶν· ἔνσπονδοι γὰρ ἦσαν αὐτοῖς. οἳ ἀρχαιότατοι Τυρσηνῶν [194] ὄντες ἰσχύν τε περιεποιήσαντο καὶ τεῖχος κατεσκεύασαν ὀχυρώτατον, πολιτείᾳ τε εὐνομουμένῃ ἐκέχρηντο, καὶ δι' αὐτὰ πολεμοῦντές ποτε τοῖς Ῥωμαίοις ἐπὶ πλεῖστον ἀντέσχον. ὡς δ' ἐχειρώθησαν, αὐτοὶ μὲν ἐξώκειλαν εἰς ἁβρότητα, τὴν δὲ διοίκησιν τῆς πόλεως τοῖς οἰκέταις ἐπέτρεψαν, καὶ τὰς στρατείας δι' ἐκείνων ὡς τὸ πολὺ ἐποιοῦντο· καὶ τέλος ἐς τοῦτο προήγαγον σφᾶς ὡς καὶ δύναμιν τοὺς οἰκέτας καὶ φρόνημα ἔχειν καὶ ἐλευθερίας ἑαυτοὺς ἀξιοῦν. προϊόντος δὲ τοῦ χρόνου καὶ ἔτυχον ταύτης δι' ἑαυτῶν, καὶ τὰς σφῶν δεσποίνας ἠγάγοντο καὶ τοὺς δεσπότας διεδέχοντο, καὶ εἰς τὴν βουλὴν ἐνεγράφοντο καὶ τὰς ἀρχὰς ἐλάμβανον καὶ αὐτοὶ τὸ σύμπαν κῦρος εἶχον, καὶ τά τε ἄλλα καὶ τὰς ὕβρεις τὰς ὑπὸ τῶν δεσποτῶν αὐτοῖς γινομένας ἰταμώτερον εἰς αὐτοὺς ἐκείνους ἀνταπεδείκνυντο. οὔτ' οὖν φέρειν σφᾶς οἱ ἀρχαῖοι πολῖται οὔτε καθ' ἑαυτοὺς δεδυνημένοι ἀμύνασθαι, λάθρᾳ πρέσβεις εἰς τὴν Ῥώμην ἀπέστειλαν. οἳ καὶ δι' ἀπορρήτων νυκτὸς τὴν γερουσίαν εἰς ἰδιωτικὴν οἰκίαν ἐλθεῖν, ἵνα μηδὲν ἐξαγγελθῇ, παρεκάλεσαν· καὶ ἔτυχον. καὶ οἱ μὲν ὡς οὐδενὸς ἐπακούοντος ἐβουλεύοντο, Σαυνίτης δέ τις παρὰ τῷ κυρίῳ τῆς οἰκίας ἐπιξενούμενος καὶ νοσῶν ἔλαθε κατὰ χώραν μείνας, καὶ ἔμαθεν ἃ ἐψηφίσαντο καὶ ἐμήνυσε τοῖς τὴν αἰτίαν ἔχουσι. κἀκεῖνοι τοὺς πρέσβεις ἐπανιόντας κατέσχον καὶ ἐβασάνισαν· καὶ μαθόντες τὰ δρώμενα αὐτούς τε ἀπέκτειναν καὶ τῶν ἄλλων τοὺς πρώτους. δι' οὖν ταῦθ' οἱ Ῥωμαῖοι τὸν Φάβιον ἐπ' αὐτοὺς ἔστειλαν. καὶ ὃς τούς τε ἀπαντήσαντας αὐτῷ ἐξ ἐκείνων ἐτρέψατο καὶ πολλοὺς ἐν τῇ φυγῇ φθείρας κατέκλεισε τοὺς λοιποὺς εἰς τὸ τεῖχος, καὶ προσέβαλε τῇ πόλει. καὶ ὁ μὲν ἐνταῦθα [195] τρωθεὶς ἀπέθανε, θαρσήσαντες δ' ἐπὶ τούτῳ ἐπεξῆλθον. καὶ ἡττηθέντες αὖθις ἀνεχώρησαν καὶ ἐπολιορκοῦντο· καὶ εἰς ἀνάγκην λιμοῦ ἐμπεσόντες παρέδωκαν ἑαυτούς. ὁ δὲ ὕπατος τοὺς μὲν ἀφελομένους τὰς τῶν κυρίων τιμὰς αἰκισάμενος ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε, τοὺς δὲ αὐθιγενεῖς, καὶ εἴ τινες τῶν οἰκετῶν χρηστοὶ περὶ τοὺς δεσπότας ἐγένοντο, ἐν ἑτέρῳ κατῴκισε τόπῳ.

   Ἐντεῦθεν ἤρξαντο οἱ Ῥωμαῖοι διαποντίων ἀγώνων· ναυτικῶν γὰρ οὔτι πάνυ πεπείραντο· θαλαττουργοὶ δὲ γενόμενοι καὶ ἐπὶ τὰς νήσους τάς τε ἄλλας ἠπείρους ἐπεραιώθησαν. Καρχηδονίοις δὲ πρώτοις ἐπολέμησαν, οὐδὲν αὐτῶν οὖσιν ἥττοσιν οὔτε πλούτῳ οὔτε ἀρετῇ χώρας, καὶ ἠσκημένοις τὰ ναυτικὰ πρὸς ἀκρίβειαν, καὶ παρεσκευασμένοις ἱππικαῖς τε δυνάμεσι καὶ πεζαῖς καὶ ἐλέφασι, καὶ ἄρχουσι Λιβύων, τήν τε Σαρδὼ καὶ τῆς Σικελίας τὰ πλείω κατέχουσιν· ὅθεν καὶ τὴν Ἰταλίαν χειρώσασθαι δι' ἐλπίδων πεποίηντο. τά τε γὰρ ἄλλα σφᾶς φρονηματίζεσθαι ἔπειθον, καὶ τῷ αὐτονόμῳ λίαν ἐτύγχανον ἐπαιρόμενοι, τὸν γὰρ βασιλέα ἑαυτοῖς κλῆσιν ἐτησίου ἀρχῆς, ἀλλ' οὐκ ἐπὶ χρονίῳ δυναστείᾳ προυβάλλοντο, καὶ ὡς αὐτοῖς πονούμενοι προθυμότατα ὤργων.

   Σκήψεις δὲ τοῦ πολέμου ἐγένοντο Ῥωμαίοις μὲν ὅτι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν, Καρχηδονίοις δὲ ὅτι φιλίαν Ῥωμαῖοι συνέθεντο τῷ Ἱέρωνι· τὸ δ' ἀληθές, ὅτι ἀλλήλους ὑφωρῶντο, καὶ μίαν σωτηρίαν τῶν οἰκείων ἑκάτεροι ᾤοντο εἰ τὰ τῶν ἄλλων προσκτήσαιντο. οὕτω διανοουμένοις αὐτοῖς [196] συμπεσόν τι τὰς σπονδάς τε διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς ἐξηρέθισε· τὸ δ' ἦν τοιοῦτον.

   Οἱ Μαμερτῖνοι ἐκ Καμπανίας ποτὲ πρὸς Μεσσήνην ἀποικίαν στειλάμενοι, τότε δ' ὑπὸ Ἱέρωνος πολιορκούμενοι, ἐπεκαλέσαντο τοὺς Ῥωμαίους οἷα σφίσι προσήκοντας. κἀκεῖνοι ἑτοίμως ἐπικουρῆσαι αὐτοῖς ἐψηφίσαντο, εἰδότες ὅτι, ἂν τῆς συμμαχίας αὐτῶν οἱ Μαμερτῖνοι μὴ τεύξωνται, πρὸς τοὺς Καρχηδονίους τραπήσονται, κἀκεῖνοι τῆς τε Σικελίας ὅλης κρατήσουσι καὶ ἐς τὴν Ἰταλίαν ἐξ αὐτῆς διαβήσονται. ἡ γὰρ νῆσος αὕτη βραχὺ τῆς ἠπείρου διέχει, ὡς μυθεύεσθαι ὅτι ποτὲ καὶ αὐτὴ ἠπείρωτο. ἥ τε οὖν νῆσος οὕτω τῇ Ἰταλίᾳ ἐπικειμένη ἐδόκει τοὺς Καρχηδονίους ἐκκαλέσασθαι καὶ τῶν ἀντιπέραν ἀντιποιήσασθαι, ἄν γε ταύτην κατάσχωσι, καὶ ἡ Μεσσήνη παρεῖχε τοῖς κρατοῦσιν αὐτῆς καὶ τοῦ πορθμοῦ κυριεύειν.

   Ψηφισάμενοι δὲ βοήθειαν οἱ Ῥωμαῖοι τοῖς Μαμερτίνοις, οὐ ταχέως αὐτοῖς ἐπεκούρησαν διά τινας ἐπισυμβάσας αἰτίας. ὅθεν ἀνάγκῃ πιεζόμενοι οἱ Μαμερτῖνοι Καρχηδονίους ἐπεκαλέσαντο. οἱ δὲ καὶ ἑαυτοῖς καὶ τοῖς ἐπικαλεσαμένοις εἰρήνην κατεπράξαντο πρὸς Ἱέρωνα, ἵνα μὴ οἱ Ῥωμαῖοι ἐς τὴν νῆσον περαιωθῶσι, καὶ τὸν πορθμὸν δὲ καὶ τὴν πόλιν ἐφύλασσον, Ἄννωνος σφῶν ἡγουμένου. κἀν τούτῳ Γάιος Κλαύδιος χιλιαρχῶν ναυσὶν ὀλίγαις ὑπὸ Ἀππίου Κλαυδίου προπεμφθεὶς εἰς τὸ Ῥήγιον ἀφίκετο. διαπλεῦσαι δὲ οὐκ ἐθάρρησε, πολὺ πλεῖον τὸ τῶν Καρχηδονίων ὁρῶν ναυτικόν. ἀκατίῳ δ' ἐμβὰς προσέσχε τῇ Μεσσήνῃ καὶ διειλέχθη αὐτοῖς ὅσα ὁ καιρὸς ἐδίδου. ἀντειπόντων δὲ τῶν Καρχηδονίων, τότε μὲν μηδὲν πράξας ἀνεκομίσθη, μετὰ ταῦτα δὲ [197] γνοὺς τοὺς Μαμερτίνους ἐν στάσει ὄντας, οὔτε γὰρ τοῖς Ῥωμαίοις ὑπείκειν ἐβούλοντο καὶ τοὺς Καρχηδονίους ἐβαρύνοντο, ἔπλευσεν αὖθις, καὶ ἄλλα τε εἶπεν ἐπαγωγὰ καὶ ὡς ἐπ' ἐλευθερώσει τῆς πόλεως ἥκει, καὶ ἐπειδὰν κατασταῖεν τὰ πράγματα, ἀποπλεύσει· καὶ τοὺς Καρχηδονίους ἢ ἀποχωρῆσαι ἐκέλευσεν ἤ, εἴ τι δίκαιον ἔχοιεν, τοῦτο εἰπεῖν. ὡς δ' οὔτε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο, καὶ οἱ Καρχηδόνιοι βίᾳ τὴν πόλιν κατέχοντες οὐδὲν αὐτοῦ ἐφρόντιζον, "αὔταρκες" ἔφη "μαρτύριον παρ' ἀμφοτέρων ἡ σιωπή, τῶν μὲν ὅτι ἀδικοῦσιν, εἰ γάρ τι ὑγιὲς ἐφρόνουν, ἐδικαιολογήσαντο ἄν, τῶν δὲ ὅτι τῆς ἐλευθερίας ἐφίενται· ἐπαρρησιάσαντο γὰρ ἄν, εἰ τὰ τῶν Καρχηδονίων προῄρηντο." καὶ ἐπηγγέλλετο βοηθήσειν αὐτοῖς. θορύβου δὲ καὶ ἐπαίνου παρὰ τῶν Μαμερτίνων ἐπὶ τούτοις γενομένου εὐθὺς ἀνέπλευσε πρὸς τὸ Ῥήγιον, καὶ μετ' ὀλίγον παντὶ τῷ ναυτικῷ βιασάμενος τὸν διάπλουν, τὸ μέν τι ὑπὸ τοῦ πλήθους καὶ τῆς τέχνης τῶν Καρχηδονίων, τὸ δὲ πλεῖστον διὰ τὴν τοῦ ῥοῦ χαλεπότητα καὶ χειμῶνα ἐξαίφνης γενόμενον, τινάς τε τῶν τριήρων ἀπέβαλε καὶ ταῖς λοιπαῖς μόλις εἰς τὸ Ῥήγιον ἀπεσώθη.

   Οὐ μέντοι τῆς θαλάσσης οἱ Ῥωμαῖοι διὰ τὴν ἧτταν ἀπέσχοντο, ἀλλ' ὁ μὲν Κλαύδιος τὰς ναῦς ἐπεσκεύαζεν, Ἄννων δὲ τὴν αἰτίαν τῆς τῶν σπονδῶν διαλύσεως εἰς τοὺς Ῥωμαίους τρέψαι βουλόμενος καὶ τὰς ἁλούσας τριήρεις τῷ Κλαυδίῳ ἔπεμψε καὶ τοὺς αἰχμαλώτους ἀπεδίδου καὶ πρὸς τὴν εἰρήνην προεκαλεῖτο αὐτόν. ἐπεὶ δ' οὐδὲν ἐδέξατο, ἠπείλησε μηδ' ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ [198] τοὺς Ῥωμαίους ἐᾶσαι. ὁ Κλαύδιος δὲ τὴν τοῦ πορθμοῦ φύσιν κατανοήσας ἐτήρησε τὸν ῥοῦν καὶ τὸν ἄνεμον ἐκ τῆς Ἰταλίας εἰς τὴν Σικελίαν ἅμα φέροντας, καὶ οὕτως ἔπλευσεν εἰς τὴν νῆσον, μηδενὸς ἐναντιωθέντος. εὑρὼν οὖν ἐν τῷ λιμένι τοὺς Μαμερτίνους, ὁ γὰρ Ἄννων προϋποπτεύσας αὐτοὺς ἐν τῇ ἀκροπόλει καθῆστο φυλάττων αὐτήν, ἐκκλησίαν συνήγαγε, καὶ διαλεχθεὶς αὐτοῖς ἔπεισε μεταπέμψασθαι τὸν Ἄννωνα. ὁ δὲ καταβῆναι οὐκ ἤθελε· φοβηθεὶς δὲ μὴ οἱ Μαμερτῖνοι ὡς ἀδικοῦντος αὐτοῦ νεωτερίσωσιν, ἦλθεν εἰς τὴν ἐκκλησίαν. καὶ πολλῶν ὑπ' ἀμφοῖν μάτην λεχθέντων συνήρπασέ τις τῶν Ῥωμαίων αὐτὸν καὶ ἐνέβαλεν εἰς τὸ δεσμωτήριον, συνεπαινούντων τῶν Μαμερτίνων.

   Καὶ ὁ μὲν οὕτως ὅλην ἀνάγκῃ τὴν Μεσσήνην ἐξέλιπεν, οἱ Καρχηδόνιοι δὲ ἐκόλασαν μὲν τὸν Ἄννωνα, κήρυκα δὲ τοῖς Ῥωμαίοις ἔπεμψαν τήν τε Μεσσήνην ἐκλιπεῖν κελεύοντες καὶ ἐκ πάσης ἀπελθεῖν Σικελίας ἐν ἡμέρᾳ ῥητῇ· καὶ στρατιὰν ἀπεστάλκασιν. ὡς δ' οὐκ ἐπείθοντο οἱ Ῥωμαῖοι, τούς τε μισθοφοροῦντας παρ' αὐτοῖς ἐξ Ἰταλίας ἀπέκτειναν καὶ τῇ Μεσσήνῃ προσέβαλον, συνῆν δὲ καὶ ὁ Ἱέρων αὐτοῖς, καὶ τὴν πόλιν ἐπολιόρκουν καὶ τὸν πορθμὸν ἐφύλασσον, ὡς μήτε στράτευμα μήτε σῖτος αὐτοῖς κομισθῇ. ὃ μαθὼν ὁ ὕπατος ἤδη πλησιάζων, ὡς εὗρε συχνοὺς αὐτῶν πολλαχῇ κατὰ πρόφασιν ἐμπορίας ἐλλιμενίζοντας, ἐξηπάτησε σφᾶς ὅπως διέλθῃ τὸν πορθμὸν ἀσφαλῶς, καὶ ἔλαθε νυκτὸς τῇ Σικελίᾳ προσορμισάμενος. καὶ προσπλεύσας οὐ πόρρω τοῦ στρατοπέδου τοῦ Ἱέρωνος αὐτίκα συνέμιξε, νομίζων φοβερώτατος αὐτοῖς ἐκ τοῦ ἀθρόου φανήσεσθαι. ἀντεπεξελθόντων δ' αὐτῶν τὸ μὲν τῶν Ῥωμαίων [199] ἱππικὸν ἠλαττώθη, τὸ δ' ὁπλιτικὸν ὑπερέσχε. καὶ ὁ Ἱέρων τότε μὲν εἰς τὰ ὄρη, ἐς δὲ τὰς Συρακούσας ὕστερον ἀπεχώρησεν.

   Ὁ οὖν Κλαύδιος, ἀποχωρήσαντος τοῦ Ἱέρωνος καὶ τῶν Μαμερτίνων διὰ τὴν παρουσίαν αὐτοῦ ἀναθαρσησάντων, ἐπῆλθε τοῖς Καρχηδονίοις μονωθεῖσιν ἤδη, καὶ τῷ σφῶν προσέβαλε χαρακώματι, ὄντι οἷον ἐν χερρονήσῳ. ἐντεῦθεν μὲν γὰρ ἡ θάλασσα τοῦτο συνεῖχεν, ἐντεῦθεν δ' ἕλη τινὰ δυσδιάβατα· ἐπὶ δὲ τὸν αὐχένα, δι' οὗπερ μόνου εἰσῄεσαν στενοτάτου τυγχάνοντος, ἐπεποίητο διατείχισμα. βιαζόμενοι οὖν πρὸς ταῦτα οἱ Ῥωμαῖοι ἐταλαιπώρησαν καὶ βαλλόμενοι ἀνεχώρησαν. οἱ δὲ Λίβυες θαρσήσαντες ἐπεξῆλθον, καὶ ὡς φεύγοντας ἐπιδιώκοντες ἔξω προεληλύθεισαν τῶν στενῶν· κἀνταῦθα ἐπιστραφέντες οἱ Ῥωμαῖοι αὐτοὺς ἐτρέψαντο καὶ πολλοὺς ἀπέκτειναν, ὥστε αὐτοὺς μηκέτι τοῦ στρατοπέδου προελθεῖν παρ' ὅσον ἦν ἐν Μεσσήνῃ ὁ Κλαύδιος. ὁ δὲ βιάσασθαι τὴν πρόσοδον μὴ τολμῶν, πρὸς τὰς Συρακούσας καὶ τὸν Ἱέρωνα ἐτράπετο, φυλακὴν ἐν τῇ Μεσσήνῃ καταλιπών. καὶ προσέβαλλέ τε αὐτὸς τῷ ἄστει κἀκεῖνοί ποτε ἐπεξῄεσαν· καὶ ὅτε μὲν ἐκράτουν, ὅτε δ' ἐκρατοῦντο ἑκάτεροι. καί ποτε ἐν χωρίῳ στενῷ ὁ ὕπατος γεγονὼς ἑάλω ἄν, εἰ μὴ πρὸ τοῦ περισχεθῆναι ἔπεμψε πρὸς τὸν Ἱέρωνα, εἰς συμβάσεις δή τινας αὐτὸν προκαλούμενος. οὕτω γὰρ ἐλθόντος τινὸς πρὸς ὃν ἔμελλε συμβήσεσθαι, διελέγετό τε αὐτῷ καὶ ὑπαπῄει, μέχρις οὗ πρὸς τὸ ἀσφαλὲς ἀπεχώρησε. τῆς δὲ πόλεως ῥᾳδίως ἁλῶναι μὴ δυναμένης, καὶ τῆς προσεδρείας ἀπόρου διὰ σπάνιν οὔσης σιτίων καὶ διὰ νόσον τῆς στρατιᾶς, ἀπανέστη· καὶ οἱ Συρακούσιοι εἵποντο καὶ ἐς λόγους τοῖς σκεδαννυμένοις ᾔεσαν, [200] καὶ ἐσπείσαντο ἄν, εἰ καὶ ὁ Ἱέρων συμβῆναι ἠθέλησεν. ὁ δὲ ὕπατος φρουρὰν ἐν τῇ Μεσσήνῃ καταλιπὼν ἀπέπλευσεν εἰς τὸ Ῥήγιον.

   Οἱ Ῥωμαῖοι δέ, ἐπεὶ τὰ Τυρσηνικὰ καθειστήκει καὶ τὰ ἐν τῇ Ἰταλίᾳ ἀκριβῶς εἰρήνουν, τὰ δὲ τῶν Καρχηδονίων ἐπὶ πλέον συνίστατο, ἄμφω τοὺς ὑπάτους ἐς τὴν Σικελίαν ἐκστρατεῦσαι ἐκέλευσαν. περαιωθέντες οὖν ὅ τε Μάξιμος Οὐαλέριος καὶ Ὀτακίλιος Κράσσος, καὶ διὰ τῆς νήσου ὁμοῦ τε καὶ διχῇ πορευόμενοι, πολλοὺς ὁμολογίᾳ παρεστήσαντο. ὡς δὲ τὰ πλείω ᾠκείωντο, πρὸς τὰς Συρακούσας ὥρμησαν. καὶ ὁ Ἱέρων φοβηθεὶς διεκηρυκεύσατο σφίσι, τὰς πόλεις τε ἃς ἀφῄρηντο ἀποδιδοὺς καὶ χρήματα ὑπισχνούμενος καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶν. καὶ ἔτυχεν ἐπὶ τούτοις σπονδῶν· οἱ γὰρ ὕπατοι ῥᾷον μετ' αὐτοῦ καταστρέψασθαι τοὺς Καρχηδονίους ἐνόμισαν. συμβάντες δ' αὐτῷ πρὸς τὰς λοιπὰς πόλεις ὑπὸ Καρχηδονίων φρουρουμένας ἐτράποντο. καὶ τῶν μὲν ἄλλων ἀπεκρούσθησαν, Ἔγεσταν δ' ἑκουσίαν ἔλαβον. διὰ γὰρ τὴν πρὸς Ῥωμαίους οἰκείωσιν οἱ ἐν αὐτῇ, ἀπὸ τοῦ Αἰνείου λέγοντες γεγονέναι, προσεχώρησαν αὐτοῖς, τοὺς Καρχηδονίους φονεύσαντες.

   Καὶ οἱ μὲν ὕπατοι διὰ τὸν χειμῶνα εἰς τὸ Ῥήγιον ἀπῆραν, Καρχηδόνιοι δὲ εἰς Σαρδὼ τὸ πλεῖον ἐκόμισαν τοῦ στρατοῦ, ἵν' ἐκεῖθεν τῇ Ῥώμῃ ἐπίθωνται, καὶ ἢ τέλεον οὕτω τῆς Σικελίας ἐκστήσωσιν ἢ διαπεραιωθέντας ἀσθενεστέρους ποιήσωσιν. ἀλλ' οὔτε τούτου οὔτε μὴν ἐκείνου ἐπέτυχον· οἱ γὰρ Ῥωμαῖοι τήν τε οἰκείαν ἐφύλαττον, καὶ ἀξιόμαχον εἰς Σικελίαν δύναμιν ἔπεμψαν μετὰ Ποστουμίου Ἀλβίνου καὶ [201] μετὰ Αἰμιλίου Κυΐντου. ἐλθόντες δὲ εἰς Σικελίαν οἱ ὕπατοι ἐπ' Ἀκράγαντα ὥρμησαν, κἀνταῦθα Ἀννίβαν τὸν Γίσγωνος ἐπολιόρκουν. ὃ οἱ ἐν Καρχηδόνι πυθόμενοι Ἄννωνα αὐτῷ σὺν πολλῇ χειρὶ συμμαχήσοντα ἔπεμψαν. ὁ δὲ ἐς Ἡράκλειαν ἐλθὼν οὐ πόρρω οὖσαν Ἀκράγαντος ἐπολέμει. καὶ μάχαι πλείους, οὐ μεγάλαι δ' ἐγίνοντο· καὶ τὰ μὲν πρῶτα ὁ Ἄννων τοὺς ὑπάτους προυκαλεῖτο εἰς πόλεμον, εἶθ' ὕστερον ἐκεῖνον οἱ Ῥωμαῖοι προυκέκληντο. ἕως μὲν γὰρ ἄφθονον εἶχον οἱ Ῥωμαῖοι τροφήν, οὐκ ἐτόλμων μάχεσθαι, τῷ πλήθει ἐλαττούμενοι, λιμῷ δὲ τὴν πόλιν αἱρήσειν ἤλπιζον· ἐπεὶ δὲ σίτου ἐσπάνιζον, αὐτοὶ μὲν ἀποκινδυνεύειν προεθυμοῦντο, ὁ Ἄννων δὲ ὤκνει, ὑποπτεύσας διὰ τὴν προθυμίαν ἐνεδρευθήσεσθαι. διὸ οἵ τε ἄλλοι τὰ τῶν Ῥωμαίων θεραπεύειν ἠξίουν ὡς ἀκμὴν νενικηκότων, καὶ ὁ Ἱέρων, ἀπροθύμως αὐτοῖς συναιρόμενος πρότερον, τότε σῖτον αὐτοῖς ἔπεμψεν, ὥστε καὶ τοὺς ὑπάτους ἀναθαρσῆσαι.

   Ἄννων δὲ ἐπεχείρησε μάχην συνάψαι, ἐλπίσας καὶ τὸν Ἀννίβαν ἐκ τοῦ τείχους κατὰ νώτου τοῖς Ῥωμαίοις προσπεσεῖσθαι. ὃ μαθόντες οἱ ὕπατοι ἡσύχαζον, ὥστε τὸν Ἄννωνα καταφρονήσαντα τῷ ταφρεύματι προσελθεῖν. ἔπεμψαν δέ τινας κατόπιν αὐτοῦ ἐνεδρεύσοντας. ἐκείνου δὲ πρὸς ἑσπέραν ἀδεῶς καὶ καταφρονητικῶς ἐπανάγοντος, ἔκ τε τῆς ἐνέδρας καὶ ἐκ τοῦ χαρακώματος αὐτῷ οἱ Ῥωμαῖοι προσέμιξαν, καὶ φόνον πολὺν καὶ αὐτῶν καὶ τῶν ἐλεφάντων εἰργάσαντο. ὁ δ' Ἀννίβας ἐν τούτῳ ταῖς σκηναῖς τῶν Ῥωμαίων ἐπελθὼν ἐξεκρούσθη ὑπὸ τῶν φυλαττόντων αὐτάς. ὁ δ' Ἄννων εἰς τὴν Ἡράκλειαν κατέφυγε, τὸ στρατόπεδον ἐκλιπών. καὶ ὁ Ἀννίβας νυκτὸς ἐκδρᾶναι τοῦ Ἀκράγαντος βουλευσάμενος αὐτὸς μὲν [202] ἔλαθεν, οἱ δ' ἄλλοι γνωσθέντες οἱ μὲν ὑπὸ τῶν Ῥωμαίων, συχνοὶ δὲ καὶ ὑπὸ τῶν Ἀκραγαντίνων ἐκτάνθησαν. οὐ μέντοι συγγνώμης ἔτυχον οἱ Ἀκραγαντῖνοι, ἀλλὰ καὶ τὰ χρήματα σφῶν διηρπάσθησαν καὶ αὐτοὶ ἐπράθησαν ἅπαντες.

   Καὶ οἱ μὲν ὕπατοι πρὸς τὴν Μεσσήνην διὰ τὸν χειμῶνα ἀνεχώρησαν· ὠργίζοντο δ' οἱ Καρχηδόνιοι κατὰ Ἄννωνος, καὶ Ἀμίλκαν ἀντ' αὐτοῦ τὸν Βαρχίδην ἀπέστειλαν, ἄνδρα τῶν ὁμοφύλων πλὴν τοῦ Ἀννίβου τοῦ υἱέος ἐν στρατηγίᾳ κρείττονα. καὶ αὐτὸς μὲν τὴν Σικελίαν ἐφύλαττεν, Ἀννίβαν δὲ ναυαρχοῦντα ἐς Ἰταλίαν ἔπεμψε τὰ παράλια αὐτῆς κακουργήσοντα, ἵνα τοὺς ὑπάτους πρὸς ἑαυτὸν ἐπισπάσηται. ἀλλ' οὐκ ἔτυχε τοῦ σκοποῦ· καταστήσαντες γὰρ ἐκεῖνοι φρουρὰς ἑκασταχόθι τῆς παραλίας, εἰς Σικελίαν ἦλθον. οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. ὁ δὲ Ἀμίλκας τοὺς Γαλάτας τοὺς μισθοφόρους, ὅτι μὴ ἐντελῆ δέδωκεν αὐτοῖς τὸν μισθὸν ἀγανακτήσαντας, φοβηθεὶς μὴ προσχωρήσωσι τοῖς Ῥωμαίοις διέφθειρε, πέμψας αὐτοὺς εἴς τινα τῶν ὑπὸ Ῥωμαίους πόλιν παραληψομένους αὐτὴν ὡς τάχα προδιδομένην καὶ διαρπάσαι αὐτὴν ἐπιτρέψας, στείλας δὲ πρὸς τοὺς ὑπάτους ψευδαυτομόλους τὴν τῶν Γαλατῶν προμηνύοντας ἔλευσιν· ὅθεν οἱ Γαλάται μὲν πάντες ἐνεδρευθέντες ἐφθάρησαν, πολλοὶ δὲ καὶ τῶν Ῥωμαίων ἀπέθανον.

   Ἀπελθόντων δὲ τῶν ὑπάτων οἴκαδε ὁ Ἀμίλκας καὶ τὴν Ἰταλίαν ἐπόρθει προσπλέων καὶ ἐν τῇ Σικελίᾳ πόλεις τινὰς ὑπηγάγετο. πυθόμενοι δὲ ταῦτα οἱ Ῥωμαῖοι ναυτικὸν συνεστήσαντο, καὶ Γάιον αὐτῷ Δουίλιον τὸν ἕτερον τῶν ὑπάτων ἐπέστησαν, τὸν δὲ τούτου συνάρχοντα Κορνήλιον Γάιον εἰς Σικελίαν ἔπεμψαν. [203] ὃς τοῦ κατὰ γῆν πολέμου ὃν ἐκεκλήρωτο ἀμελήσας ταῖς προσούσαις αὐτῷ ναυσὶν ἐς Λιπάραν ἔπλευσεν ὡς προδιδομένην αὐτῷ· τοῦτο δ' ἐκ δόλου τῶν Καρχηδονίων ἐγένετο. ὡς οὖν ἐς τὴν Λιπάραν καθωρμίσατο, Βόδης αὐτὸν ὁ τοῦ Ἀννίβου περιεστοίχισεν ὑποστράτηγος. παρασκευαζομένου δὲ τοῦ Γαΐου πρὸς ἄμυναν, δείσας ἐκεῖνος τὴν ἀπόνοιαν αὐτῶν προεκαλέσατο αὐτοὺς εἰς σπονδάς· καὶ πείσας ἀνεβίβασεν εἰς τὴν ἑαυτοῦ τριήρη τόν τε ὕπατον καὶ τοὺς χιλιάρχους ὡς τῷ ναυάρχῳ ἐντευξομένους. καὶ τούτους μὲν εἰς Καρχηδόνα ἀπέπεμψαν, τοὺς δὲ λοιποὺς οὐδὲ ἀραμένους τὰ ὅπλα εἷλον.

   Εἶτα Ἀννίβας μὲν τὴν Ἰταλίαν ἐπόρθει, Ἀμίλκας δὲ εἰς Ἔγεσταν ἐστράτευσεν, ἐν ᾗ τὸ πλεῖστον τοῦ πεζοῦ τοῖς Ῥωμαίοις ἦν· οἷς ἐπικουρῆσαι Γάϊον Καικίλιον χιλίαρχον ἐθελήσαντα λοχήσας πολλοὺς ἐφόνευσε τῶν αὐτοῦ. ταῦτα δὲ μαθόντες οἱ ἐν Ῥώμῃ τὸν μὲν ἀστυνόμον εὐθὺς ἐξέπεμψαν καὶ τὸν Δουίλιον ἐπέσπευσαν· ὁ δὲ ἐς τὴν Σικελίαν ἐλθών, καὶ καταμαθὼν τὰς ναῦς τῶν Καρχηδονίων τῇ μὲν παχύτητι καὶ τῷ μεγέθει τῶν σφῶν ἐλαττουμένας, τῷ τάχει δὲ τῆς εἰρεσίας καὶ τῇ ποικιλίᾳ τοῦ πλοῦ προεχούσας, μηχανὰς ἐπὶ τῶν τριήρων ἀγκύρας τε καὶ χεῖρας περικόντους σιδηρᾶς καὶ ἄλλα τοιαῦτα κατεσκεύασεν, ὅπως ταῖς πολεμίαις ναυσὶν ἐπιρριπτοῦντες αὐτὰ συνάπτοιντο σφίσι, καὶ μεταβαίνοντες εἰς αὐτὰς εἰς χεῖρας ἴοιεν τοῖς Καρχηδονίοις καὶ ὡς ἐν πεζῇ μάχῃ τούτοις συρρήγνυνται. συμμίξαντες οὖν οἱ Καρχηδόνιοι ταῖς τῶν Ῥωμαίων ναυσὶ περιέπλεον σφᾶς, συντόνῳ χρώμενοι εἰρεσίᾳ, καὶ ἐκ [204] τοῦ αἰφνιδίου προσέβαλλον. χρόνον μὲν οὖν τινα ἰσοπαλὴς ἡ ναυμαχία ἐγίνετο, εἶθ' οἱ Ῥωμαῖοι ἐπικρατέστεροι γεγονότες πολλοὺς μὲν κατέδυσαν, συνέσχον δὲ καὶ πολλούς. ὁ δ' Ἀννίβας ἐπὶ ἑπτήρους ναυμαχῶν, συσχεθείσης τῆς αὐτοῦ νηὸς τριήρει τινί, φοβηθεὶς μὴ ἁλῷ, τὴν ἑπτήρη τε ἐγκατέλιπε καὶ μεταβὰς εἰς ἑτέραν διέφυγε.

   Τῆς μὲν οὖν ναυμαχίας τοῦτο τέλος ἐγένετο καὶ λάφυρα πολλὰ ἐλήφθη· τὸν δ' Ἀννίβαν οἱ Καρχηδόνιοι διὰ τὴν ἧτταν ἀπέκτειναν ἄν, εἰ μὴ εὐθὺς ἐπηρώτησε σφᾶς, ὡς ἀκεραίων ἔτι τῶν πραγμάτων ὄντων, εἰ ναυμαχῆσαι κελεύουσιν ἢ μή. συνθεμένων γὰρ αὐτῶν ναυμαχῆσαι, ὡς τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπεν ὅτι "οὐδὲν ἄρα ἠδίκηκα ὅτι τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ' οὐ τῆς τύχης ἐτύγχανον κύριος." καὶ ὁ μὲν ἐσώθη, τὴν δὲ ἡγεμονίαν ἀφῃρέθη· Δουίλιος δὲ τὸ πεζὸν προσλαβὼν τούς τε Ἐγεσταίους ἐρρύσατο, μηδ' εἰς χεῖρας αὐτῷ τοῦ Ἀμίλκου ἐλθεῖν ὑπομείναντος, καὶ τὰ φίλια τὰ ἄλλα ἐβεβαιώσατο, καὶ εἰς τὴν Ῥώμην τοῦ θέρους παρελθόντος ἀνεκομίσθη. ἀπάραντος δ' αὐτοῦ ὁ Ἀμίλκας τό τε Δρέπανον κεκλημένον, ἔστι δὲ λιμὴν ἐπίκαιρος, ἐκρατύνατο καὶ ἐς αὐτὸν τὰ πλείστου κατέθετο ἄξια, καὶ τοὺς Ἐρυκίνους ἅπαντας μετανέστησε, καὶ τὴν πόλιν αὐτῶν κατέσκαψεν, ἵνα μὴ οἱ Ῥωμαῖοι καρτερὰν αὐτὴν οὖσαν καταλαβόντες ὁρμητήριον τοῦ πολέμου ποιήσωνται, καὶ πόλεις εἷλε τὰς μὲν βίᾳ, τὰς δὲ προδοσίᾳ· καὶ εἰ μὴ Γάιος Φλῶρος αὐτὸν ἐπέσχεν ἐκεῖ χειμάσας, τὴν Σικελίαν ἂν κατεστρέψατο ἅπασαν.

   Λούκιος δὲ Σκιπίων ὁ συνάρχων αὐτῷ ἐπὶ Σαρδὼ καὶ ἐπὶ Κύρνον ἐστράτευσε, κεῖνται δὲ ἐν τῷ Τυρσηνικῷ [205] πελάγει ἀλλήλων ὀλίγον ἀπέχουσαι, ὡς μίαν αὐτὰς πόρρωθεν εἶναι δοκεῖν, καὶ προτέρᾳ τῇ Κύρνῳ προσβαλὼν τὴν μὲν Οὐαλερίαν τὴν κρατίστην αὐτῆς πόλιν βίᾳ εἷλεν, ἀπόνως δὲ τὰ λοιπὰ ἐχειρώσατο. ἐς δὲ τὴν Σαρδὼ πλέων κατεῖδέ τι ναυτικὸν Καρχηδόνιον, καὶ ἐπ' αὐτὸ ἐτράπετο. καὶ οἱ μὲν ἔφυγον πρὶν ἢ συμμίξαι, αὐτὸς δ' ἐπὶ πόλιν Ὀλβίαν ἦλθεν· ἔνθα τῶν Καρχηδονίων μετὰ τῶν νεῶν ἐπιφανέντων φοβηθείς, οὐ γὰρ εἶχε τὸ πεζὸν ἀξιόμαχον, ἐπ' οἴκου ἀπῆρεν.

   Ἐν δὲ τῷ τότε χρόνῳ ἄλλοι τε τῶν ἁλόντων καὶ ἐν τῷ ἄστει δουλευόντων, καὶ οἱ Σαυνῖται, συχνοὶ γὰρ πρὸς τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἀφίκοντο, συνέθεντο τῇ Ῥώμῃ ἐπιβουλεῦσαι. μαθὼν δὲ τοῦτο Ἕριος Ποτίλιος ὁ τῆς βοηθείας ἄρχων προσεποιήσατο συμφρονεῖν αὐτοῖς, ἵνα ἀκριβώσῃ πᾶν τὸ δεδογμένον αὐτοῖς, καὶ ἐπεὶ μὴ οἷός τ' ἦν καταμηνῦσαι τὸ βούλευμα, πάντες γὰρ περὶ αὐτὸν ἦσαν οἱ Σαυνῖται, ἔπεισεν αὐτοὺς βουλῆς ἀγομένης εἰς τὴν ἀγορὰν ἀθροισθῆναι καὶ καταβοῆσαι αὐτοῦ ὡς περὶ τὸν σῖτον ἀδικουμένους ὅνπερ ἐλάμβανον. τῶν δὲ τοῦτο ποιησάντων μεταπεμφθεὶς ὡς αἴτιος τοῦ θορύβου ἐξέφηνεν αὐτοῖς τὴν ἐπιβουλήν. καὶ τότε μὲν ἡσυχάσαντας ἀπέπεμψαν, νυκτὸς δὲ συνέλαβον ἕκαστοι τῶν ἐχόντων δούλους τινὰς ἐξ αὐτῶν· καὶ οὕτως ἡ πᾶσα ἐλύθη συνωμοσία.

   Τῷ δ' ἐπιγενομένῳ θέρει ἔν τε τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἅμα ἐπολέμησαν οἱ Ῥωμαῖοί τε καὶ οἱ Καρχηδόνιοι. καὶ μετὰ τοῦτ' Ἀτίλιος Λατῖνος ἐς τὴν Σικελίαν ἐλθών, καὶ Μουτίστρατον πόλιν ὑπὸ τοῦ Φλώρου πολιορκουμένην εὑρών, τῇ παρασκευῇ ἐκείνου ἐχρήσατο. καὶ προσβολὰς περὶ τὸ τεῖχος [206] αὐτοῦ ποιουμένου πρῶτον μὲν οἱ ἐπιχώριοι μετὰ τῶν Καρχηδονίων ἠμύνοντο κραταιῶς, τῶν δὲ γυναικῶν καὶ τῶν παίδων ἐς δάκρυα καὶ ἐς οἰμωγὰς προαχθέντων οὐκ ἀντέσχον. ὑπεξελθόντων δὲ νυκτὸς τῶν Καρχηδονίων ἅμα τῇ ἕῳ τὰς πύλας ἐθελονταὶ οἱ ἐπιχώριοι ἀνεπέτασαν. εἰσιόντες δὲ οἱ Ῥωμαῖοι πάντας ἐφόνευον, ἕως ἐκήρυξεν ὁ Ἀτίλιος τὴν λοιπήν τε λείαν καὶ τοὺς ἀνθρώπους τοῦ λαβόντος εἶναι· ἔκτοτε γὰρ τοὺς λοιπούς τε ἐζώγρησαν καὶ τὴν πόλιν προδιαρπάσαντες κατέπρησαν.

   Ἐκεῖθεν δ' ἐπὶ Καμάριναν ἀπερισκέπτως γενόμενοι ἐς χωρία προλελοχισμένα ἐνέπεσον· καὶ πανσυδὶ ἂν ἐφθάρησαν, εἰ μὴ Μάρκος Καλπούρνιος χιλιαρχῶν σοφίᾳ μετῆλθε τὸ δυστύχημα. ἰδὼν γάρ τινα τῶν πέριξ λόφων μόνον ὑπὸ τοῦ κρημνώδους μὴ προκατειλημμένον, ὁπλίτας τριακοσίους παρὰ τοῦ ὑπάτου ᾐτήσατο, καὶ σὺν αὐτοῖς ἐπ' ἐκεῖνον ὥρμησεν, ἵν' οἱ πολέμιοι πρὸς αὐτοὺς τράπωνται, κἀντεῦθεν οἱ λοιποὶ διαφύγωσι. καὶ ἔσχεν οὕτως· ὡς γὰρ τὴν ὁρμὴν αὐτῶν εἶδον οἱ ἐναντίοι, ἐκπλαγέντες τὸν μὲν ὕπατον καὶ τοὺς περὶ αὐτὸν ὡς ἤδη ἑαλωκότας κατέλιπον, ἐπὶ δὲ τὸν Καλπούρνιον συνέδραμον. καὶ μάχης ἰσχυρᾶς γεγονυίας πολλοὶ μὲν κἀκείνων, πάντες δ' οἱ τριακόσιοι ἔπεσον· μόνος δὲ περιεσέσωστο ὁ Καλπούρνιος, τρωθεὶς μέν, λαθὼν δ' ἐν τοῖς νεκροῖς κείμενος ὑπὸ τῶν τραυμάτων ὡς τεθνηκώς, ἔνθα ζωὸς εὑρεθεὶς ἐσώθη. ἐν ᾧ δ' οἱ τριακόσιοι ἐμάχοντο, ὁ ὕπατος ἀπεχώρησε. διαφυγὼν δ' οὕτως τήν τε Καμάριναν καὶ ἄλλας πόλεις τὰς μὲν βίᾳ, τὰς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο. ἐντεῦθεν [207] ἐπὶ τὴν Λιπάραν ὥρμησεν ὁ Ἀτίλιος. νυκτὸς δὲ λαθὼν προκατέσχεν αὐτὴν ὁ Ἀμίλκας, καὶ ἐπεξελθὼν αἰφνιδίως πολλοὺς διέφθειρε.

   Γάιος δὲ Σουλπίκιος τῆς τε Σαρδοῦς τὰ πλεῖστα κατέδραμε καὶ ὑπερφρονήσας ἐκ τούτου ὥρμησεν ἐπὶ τὴν Λιβύην. καὶ ἀπῆραν μὲν καὶ οἱ Καρχηδόνιοι σὺν τῷ Ἀννίβᾳ περὶ τοῖς οἴκοι δεδιότες, ἀντιπνεύσαντος δὲ πνεύματος σφίσιν ἄμφω ἐπέστρεψαν. καὶ μετὰ ταῦτα ἔσφηλε διά τινων ψευδαυτομόλων τὸν Ἀννίβαν ὁ Ἀτίλιος ὡς ἐς τὴν Λιβύην αὖθις πλευσόμενος. σπουδῇ τε οὖν αὐτῷ ἐξαναχθέντι ἐπιπλεύσας ὁ Σουλπίκιος τὰς μὲν πλείους τῶν νεῶν ἀγνοούσας ὑπὸ ὁμίχλης ἐπὶ πολὺ τὸ γινόμενον καὶ ταραττομένας κατέδυσε, τὰς δὲ λοιπὰς καταφυγούσας ἐς τὴν γῆν κενὰς εἷλεν. ὁ γὰρ Ἀννίβας οὐκ ἀσφαλῆ τὸν λιμένα ὁρῶν, καταλιπὼν αὐτὰς ὑπεχώρησεν εἰς πόλιν Σουλκούς· ἔνθα στασιασάντων πρὸς αὐτὸν Καρχηδονίων προῆλθέ τε ἐς αὐτοὺς μόνος καὶ ἀπώλετο. ἀδεέστερον δ' ἐκ τούτου τὴν χώραν κατατρέχοντες οἱ Ῥωμαῖοι ἡττήθησαν ὑπὸ Ἄννωνος. ταῦτα ἐν τῷ ἔτει τούτῳ ἐγένετο. καὶ συνεχῶς λίθοι ἐξ οὐρανοῦ ἐς τὴν Ῥώμην ἅμα πολλοί, ὡς καὶ χαλάζῃ ἐοικέναι, ἔπεσον· καὶ ἐς τὸ Ἀλβανὸν καὶ ἄλλοθι λίθους ὁμοίως συνέβη κατενεχθῆναι.

   Οἱ δ' ὕπατοι ἐπὶ Σικελίαν ἐλθόντες ἐπὶ Λιπάραν ἐστράτευσαν. ἐπεὶ δ' ὑπὸ τὴν ἄκραν τὴν Τυνδαρίδα καλουμένην ναυλοχοῦντας ᾔσθοντο τοὺς Καρχηδονίους, διχῇ τὸν πλοῦν ἐποιοῦντο. καὶ θατέρου τῶν ὑπάτων τῷ ἡμίσει τοῦ ναυτικοῦ τὸ ἀκρωτήριον περιβαλόντος, νομίσας ὁ Ἀμίλκας μόνους εἶναι, ἐξανήχθη· ὡς δὲ καὶ οἱ λοιποὶ ἐπεγένοντο, πρὸς φυγὴν ἐχώρησε καὶ τοῦ ναυτικοῦ πλεῖστον ἀπέβαλεν. ἐπαρθέντες [208] δ' οἱ Ῥωμαῖοι Σικελίαν μὲν ὡς ἤδη σφετέραν οὖσαν κατέλιπον, τῇ δὲ Λιβύῃ τῇ τε Καρχηδόνι ἐπιχειρῆσαι ἐτόλμησαν. ἡγοῦντο δὲ αὐτῶν ὅ τε Ῥηγοῦλος ὁ Μάρκος καὶ Λούκιος Μάλλιος, ἐξ ἀρετῆς προκριθέντες. καὶ οἱ μὲν εἰς τὴν Σικελίαν πλεύσαντες τὰ ἐκεῖ τε καθίστων καὶ τὸν ἐς τὴν Λιβύην ηὐτρέπιζον πλοῦν, Καρχηδόνιοι δὲ οὐκ ἀνέμειναν αὐτοὺς ἐπιπλεῦσαι σφίσιν, ἀλλὰ παρασκευασάμενοι πρὸς Σικελίαν ἠπείχθησαν. καὶ παρὰ τῇ Ἡρακλειώτιδι ἐς χεῖρας ἀλλήλοις ἦλθον. ἰσορρόπου δὲ τῆς ναυμαχίας ἐπὶ πολὺ γινομένης, τέλος ὑπερέσχον Ῥωμαῖοι· Ἀμίλκας δὲ ἀντιστῆναι αὐτοῖς οὐκέτι ἐτόλμα, Ἄννωνα δὲ πρὸς αὐτοὺς ἔπεμψεν ὡς ὑπὲρ εἰρήνης, βουλόμενος τὸν καιρὸν τρίβειν· ἤλπιζε γὰρ στράτευμά οἱ πεμφθήσεσθαι οἴκοθεν. Ἄννων δέ, βοώντων τινῶν συλλαβεῖν αὐτὸν ὅτι καὶ Καρχηδόνιοι ἀπάτῃ συνέλαβον τὸν Κορνήλιον, "ἂν τοῦτο ποιήσητε" εἶπεν, "οὐδὲν ἔτι κρείττους τῶν Λιβύων ἔσεσθε." ἐκεῖνος μὲν οὖν εὐκαιρότατα θωπεύσας οὐδὲν ἔπαθεν, οἱ δὲ καὶ αὖθις τοῦ πολέμου εἴχοντο. καὶ οἱ μὲν ὕπατοι ἐκ τῆς Μεσσήνης ἔπλεον, Ἀμίλκας δὲ καὶ Ἄννων διαιρεθέντες ἀμφοτέρωθεν αὐτοὺς περισχεῖν ἐμελέτων. ἀλλ' ὁ μὲν Ἄννων οὐχ ὑπέστη προσιόντας αὐτούς, προκαταπλεύσας δ' εἰς Καρχηδόνα ταύτην ἐφύλασσεν· ὁ δὲ Ἀμίλκας πυθόμενος τοῦτο κατὰ χώραν ἔμενεν. ἐκβάντες δ' εἰς τὴν γῆν οἱ Ῥωμαῖοι ἐπὶ τὴν Ἀσπίδα τὴν πόλιν ἐχώρησαν. οὓς ἰδόντες προσιόντας οἱ ἐπιχώριοι προϋπεξῆλθον· καὶ ἀμαχεὶ κατασχόντες αὐτὴν οἱ Ῥωμαῖοι τοῦ πολέμου ὁρμητήριον ἐποιήσαντο, κἀντεῦθεν τήν τε γῆν ἐπόρθουν καὶ πόλεις τὰς μὲν ἐθελουσίας, τὰς δὲ φόβῳ προσεκτῶντο, λείαν τε πολλὴν ἐλάμβανον καὶ [209] αὐτομόλους πλείστους ἐδέχοντο, καὶ τῶν οἰκείων συχνοὺς τῶν ἐν τοῖς πρὶν πολέμοις ἁλόντων ἐκομίζοντο.

   Χειμῶνος δὲ ἐπιγενομένου Μάλλιος μὲν εἰς Ῥώμην σὺν τῇ λείᾳ ἀπέπλευσε, Ῥηγοῦλος δ' ἐν τῇ Λιβύῃ ὑπέμεινε. καὶ οἱ Καρχηδόνιοι ἐν παντὶ κακοῦ γεγόνασι, τῆς χώρας τε πορθουμένης αὐτῶν καὶ τῶν περιοίκων ἀλλοτριουμένων, καὶ κατειληθέντες εἰς τὸ τεῖχος ἡσύχαζον. Ῥηγούλῳ δὲ παρὰ τὸν Βαγράδαν ποταμὸν στρατοπεδευομένῳ δράκων ἐπεφάνη ὑπερμεγέθης, οὗ τὸ μῆκος λέγεται εἶναι ποδῶν ἑκατὸν πρὸς τοῖς εἴκοσι· καὶ γὰρ ἡ λεβηρὶς αὐτοῦ εἰς τὴν Ῥώμην κεκόμιστο δι' ἐπίδειξιν· ἀνάλογον δὲ καὶ τὸν ἄλλον ὄγκον εἶχε τοῦ σώματος. ὃς συχνοὺς τῶν στρατιωτῶν τοὺς μὲν πελάζοντας αὐτῷ, τοὺς δὲ καὶ πίνοντας ἐκ τοῦ ποταμοῦ διέφθειρε. κατειργάσατο δ' αὐτὸν ὁ Ῥηγοῦλος πλήθει στρατιωτῶν καὶ μηχαναῖς λιθοβόλοις. καὶ τὸν μὲν οὕτως ἔφθειρεν, τῷ δὲ Ἀμίλκᾳ ἐπὶ μετεώρου καὶ ὑλώδους στρατοπεδευομένῳ χωρίου νύκτωρ προσέμιξε, καὶ πολλοὺς μὲν ἐν ταῖς εὐναῖς, πολλοὺς δ' ἐξεγερθέντας διώλεσεν· εἰ δέ τινες καὶ διέφυγον, τοῖς τὰς ὁδοὺς τηροῦσιν ἐμπίπτοντες ὤλλυντο. καὶ οὕτω τῶν τε Καρχηδονίων μέρος ἀναλώθη πολὺ καὶ πόλεις αὐτῶν συχναὶ πρὸς Ῥωμαίους μεθίσταντο. φοβηθέντες δ' οἱ ἐν τῇ πόλει μὴ ἁλῶσι διεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὅπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραυτίκα δεινὸν ὑπεκφύγωσιν. ἐπεὶ δὲ πολλὰ ἀπῃτοῦντο [210] καὶ φορτικά, ὡς ἅλωσιν αὐτῶν ἀκριβῆ νομίζεσθαι τὰς σπονδάς, πολεμεῖν μᾶλλον εἵλοντο.

   Ὁ μέντοι Ῥηγοῦλος μέχρι τότε εὐτυχῶν αὐχήματος μεστὸς ἐγένετο καὶ φρονήματος, ὥστε καὶ γράφειν εἰς τὴν Ῥώμην ὅτι κατεσφραγισμένας ἔχει τὰς τῶν Καρχηδονίων πύλας ὑπὸ τοῦ φόβου· τὰ ἴσα δὲ καὶ οἱ σὺν αὐτῷ καὶ οἱ ἐν τῇ Ῥώμῃ ἐφρόνουν. ὅθεν καὶ ἐσφάλησαν. ἦλθον μὲν γὰρ τοῖς Καρχηδονίοις καὶ ἕτεροι σύμμαχοι, ἦλθε δὲ καὶ ἐκ Λακεδαίμονος Ξάνθιππος. οὗτος τὴν αὐτοκράτορα τῶν Καρχηδονίων ἀρχὴν εἰληφώς· ὅ τε γὰρ δῆμος αὐτῷ τὰ πράγματα προθύμως ἐπέτρεψε καὶ ὁ Ἀμίλκας καὶ οἱ λοιποὶ οἱ ἐν τέλει ἑκουσίως ἐξέστησαν· τά τε ἄλλα παρεσκεύασεν εὖ, καὶ ἀπὸ τῶν μετεώρων τοὺς Καρχηδονίους, ἐν οἷς ὑπὸ δέους ἦσαν, κατήγαγεν εἰς τὸ ὁμαλόν, ἐν ᾧ ἥ τε ἱππεία αὐτῶν καὶ οἱ ἐλέφαντες πλεῖστον ἰσχύσειν ἔμελλον. καὶ τὸν μὲν ἄλλον χρόνον ἡσύχαζε, τηρήσας δέ ποτε τοὺς Ῥωμαίους καταφρονητικῶς αὐλιζομένους, μέγα γὰρ τῇ νίκῃ φρονοῦντες καὶ τὸν Ξάνθιππον ὡς Γραικὸν ὑπερορῶντες· οὕτω γὰρ καλοῦσι τοὺς Ἕλληνας, καὶ εἰς ὄνειδος δυσγενείας τῷ προσρήματι κατ' αὐτῶν χρῶνται· τὰς στρατοπεδείας ἀπερισκέπτως πεποίηντο, οὕτως οὖν τοῖς Ῥωμαίοις διακειμένοις ὁ Ξάνθιππος ἐπελθών, καὶ τὸ ἱππικὸν αὐτῶν διὰ τῶν ἐλεφάντων τρεψάμενος, πολλοὺς μὲν κατέκοψε, πολλοὺς δὲ καὶ ἐζώγρησε καὶ αὐτὸν τὸν Ῥηγοῦλον. καὶ ἐν φρονήματι διὰ ταῦτα ἦσαν οἱ Καρχηδόνιοι· τοὺς δὲ ἁλόντας περιέσωσαν, ἵνα μὴ καὶ οἱ παρὰ τῶν Ῥωμαίων πρότερον ἐξ αὐτῶν αἰχμαλωτισθέντες κτανθῶσι. τοὺς μὲν οὖν ἄλλους [211] τῶν ἑαλωκότων Ῥωμαίων ἐν θεραπείᾳ εἶχον, τὸν δὲ Ῥηγοῦλον ἐν πάσῃ κακουχίᾳ πεποίηντο, τροφήν τε αὐτῷ ὅσον ἀποζῆν προσῆγον, καὶ ἐλέφαντα προσέφερον συνεχῶς, ὅπως ὑπ' αὐτοῦ δειματούμενος μήτε τῷ σώματι μήτε τῇ διανοίᾳ ἡσυχάζοι. ἐπὶ συχνὸν δὲ κακώσαντες οὕτως αὐτὸν εἰς δεσμωτήριον ἔθεντο.

   Τοὺς δὲ σφετέρους συμμάχους οἱ Καρχηδόνιοι δεινότατα μετεχειρίσαντο. οὐ γὰρ εὐποροῦντες ἀποδοῦναι αὐτοῖς ἃ προϋπέσχοντο, ἀπέπεμψαν αὐτοὺς ὡς καὶ τὸν μισθὸν αὐτοῖς οὐκ ἐς μακρὰν ἀποδώσοντες. ἐκέλευσαν δὲ τοῖς κομίζουσι σφᾶς εἰς ἐρήμην τινὰ νῆσον ἐκβιβάσαι καὶ λάθρᾳ ἀποπλεῦσαι. καὶ τὸν Ξάνθιππον δὲ οἱ μέν φασι καταποντίσαι αὐτοὺς ἀποπλεύσαντι ἐπιπλεύσαντας, οἱ δὲ ναῦν αὐτῷ δοῦναι παλαιὰν μηδὲν στέγουσαν, νέον καταπιττώσαντας ἔξωθεν, ἵν' αὐτὴ ἐφ' ἑαυτῆς καταποντισθῇ· τὸν δὲ γνόντα τοῦτο εἰς ἑτέραν ἐμβῆναι καὶ οὕτω διασωθῆναι. ταῦτα δ' ἐποίουν, ἵνα μὴ δοκοῖεν πρὸς ἐκείνου σεσῶσθαι· ἐνόμισαν γὰρ ἀπολωλότος αὐτοῦ καὶ τὴν τῶν ἔργων δόξαν συναπολέσθαι.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ ἤλγουν μὲν διὰ τὸ συμβάν, καὶ πλέον ὅτι τοὺς Καρχηδονίους ἐπὶ τὴν Ῥώμην αὐτὴν προσεδόκων πλευσεῖσθαι. διὰ ταῦτα τήν τε Ἰταλίαν ἐν φυλακῇ ἐποιήσαντο καὶ ἐπὶ τοὺς ἐν Σικελίᾳ τῇ τε Λιβύῃ ὄντας Ῥωμαίους σπουδῇ τοὺς ὑπάτους ἔπεμψαν, Μάρκον Αἰμίλιον καὶ Φούλβιον Πλαίτινον. οἳ ἐς Σικελίαν πλεύσαντες, καὶ φρουρήσαντες τὰ ἐκεῖ, πρὸς Λιβύην ὡρμήκεσαν· καὶ χειμῶνι ληφθέντες κατηνέχθησαν ἐς Κόρσουραν· πορθήσαντες δὲ τὴν νῆσον καὶ φρουρᾷ παραδόντες ἔπλεον αὖθις. [212] κἀν τούτῳ ἰσχυρὰ ναυμαχία πρὸς Καρχηδονίους ἐγένετο. ἠγωνίζοντο γὰρ οἱ μὲν παντελῶς τοὺς Ῥωμαίους ἐκ τῆς οἰκείας ἐκβαλεῖν, Ῥωμαῖοι δὲ τοὺς ἐγκαταλειφθέντας σφῶν ἐν τῇ πολεμίᾳ ἀνασώσασθαι. ἀγχωμάλως δὲ μαχομένων οἱ ἐν τῇ Ἀσπίδι ὄντες Ῥωμαῖοι κατὰ νώτου τοῖς Καρχηδονίοις ἐξαίφνης ἐπέπλευσαν, καὶ ἀμφιβόλους αὐτοὺς καταλαβόντες ἐνίκησαν. καὶ μετὰ τοῦτο καὶ τῷ πεζῷ οἱ Ῥωμαῖοι ἐκράτησαν, καὶ εἷλον πολλούς· οὓς διὰ τὸν Ῥηγοῦλον καὶ τοὺς μετ' αὐτοῦ ἁλόντας περιεσώσαντο. ἁρπαγὰς δέ τινας ποιησάμενοι ἐς Σικελίαν ἔπλεον. χειμῶνι δὲ περιπεσόντες καὶ πολλοὺς ἀποβαλόντες, οἴκοι ταῖς ναυσὶ ταῖς περισωθείσαις ἀπέπλευσαν.

   Οἱ δὲ Καρχηδόνιοι καὶ τὴν Κόρσουραν ἔλαβον καὶ ἐς Σικελίαν ἐπεραιώθησαν· καὶ εἰ μὴ τὸν Κολλατῖνον καὶ Γναῖον Κορνήλιον ἔμαθον πολλῷ προσπλέοντας ναυτικῷ, πᾶσαν ἂν αὐτὴν ἐχειρώσαντο. οἱ γὰρ Ῥωμαῖοι ναυτικόν τε ἄριστον ταχέως ἐξήρτυσαν καὶ καταλόγους βελτίστους ἐπεποιήκεσαν, καὶ οὕτως ἐρρώσθησαν ὥστε τρίτῳ μηνὶ ἐς τὴν Σικελίαν ἐπανελθεῖν. πεντακοσιοστὸν δ' ἦν ἔτος ἀφ' οὗπερ ἡ Ῥώμη συνέστη. καὶ τὴν μὲν κάτω τοῦ Πανόρμου πόλιν οὐ χαλεπῶς εἷλον, τῇ δὲ ἄκρᾳ προσεδρεύοντες ἐκακοπάθησαν, μέχρις οὗ τοὺς ἐν αὐτῇ ἐπέλιπεν ἡ τροφή. τότε γὰρ προσεχώρησαν τοῖς ὑπάτοις. οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν οἴκαδε πλεούσας τηρήσαντες εἷλον συχνὰς χρημάτων μεστάς.

   Εἶτα Σερουίλιός τε Καιπίων καὶ Γάιος Σεμπρώνιος ὕπατοι τοῦ μὲν Λιλυβαίου πειράσαντες ἀπεκρούσθησαν, ἐς δὲ τὴν Λιβύην ἐπεραιώθησαν, καὶ τὴν παραλίαν ἐπόρθουν. ὡς δ' ἐκομίζοντο οἴκαδε, χειμῶνι ἐνέτυχον καὶ ἐβλάβησαν. διὸ νομίσας ὁ δῆμος [213] ἐξ ἀπειρίας τῶν ναυτικῶν βλάπτεσθαι, τῆς μὲν ἄλλης θαλάσσης ἀπέχεσθαι ἐψηφίσαντο, ναυσὶ δ' ὀλίγαις τὴν Ἰταλίαν φρουρεῖν.

   Τῷ δ' ἐπιγενομένῳ ἔτει Πούπλιος Γάιος καὶ Αὐρήλιος Σερουίλιος ἐς τὴν Σικελίαν ἦλθον, καὶ ἄλλα τέ τινα κατεστρέψαντο καὶ Ἱμέραν· οὐ μέντοι τινὰ συνέσχον τῶν ἐν αὐτῇ· νυκτὸς γὰρ αὐτοὺς οἱ Καρχηδόνιοι ἐξεκόμισαν. μετὰ δὲ τοῦτο Αὐρήλιος ναῦς τε παρὰ Ἱέρωνος εἰληφὼς καὶ ὅσοι τῶν Ῥωμαίων ἦσαν ἐκεῖ συμπαραλαβὼν ἔπλευσεν εἰς Λιπάραν, καὶ ἐν αὐτῇ χιλίαρχον Κύιντον Κάσσιον καταλιπὼν προσεδρεύσοντα μάχης ἄνευ, ἀπῆρεν οἴκαδε. Κύιντος δὲ μὴ φροντίσας τῆς ἐντολῆς προσέμιξε τῇ πόλει καὶ πολλοὺς ἀπέβαλεν. ὁ μέντοι Αὐρήλιος μετὰ ταῦτα ἐκείνους ἑλὼν πάντας ἀπέκτεινε καὶ τὸν Κάσσιον τῆς ἀρχῆς ἔπαυσε.

   Καρχηδόνιοι δὲ τὰ δόξαντα τοῖς Ῥωμαίοις περὶ τοῦ ναυτικοῦ μαθόντες, ἔπεμψαν εἰς Σικελίαν, πᾶσαν ὑποτάξαι τότε ἐλπίσαντες. καὶ ἕως μὲν ἄμφω παρῆσαν οἱ ὕπατοι Καικίλιος Μέτελλος καὶ Γάιος Φούριος, ἠρέμουν· ὡς δὲ πρὸς τὴν Ῥώμην ἀπῆρεν ὁ Φούριος, κατεφρόνησαν τοῦ Μετέλλου καὶ πρὸς τὸ Πάνορμον ἦλθον. ὁ δὲ Μέτελλος κατασκόπους ἐλθεῖν μαθὼν ἐκ τῶν πολεμίων, ἤθροισε τοὺς ἐν τῇ πόλει πάντας, καὶ διαλεχθεὶς αὐτοῖς ἀλλήλων λαβέσθαι σφίσιν ἐκέλευσε· καὶ οὕτως ἕκαστον ἀνακρίνων ὅστις τε εἴη καὶ ὅ,τι πράττοι, κατεφώρασε τοὺς πολεμίους. Καρχηδόνιοι δὲ παρετάξαντο ὡς μαχούμενοι, καὶ Μέτελλος δεδιέναι προσεποιεῖτο. τούτου δ' ἐπὶ πλείους [214] ἡμέρας γινομένου οἱ Καρχηδόνιοι ἐφρονηματίσθησαν καὶ προσέβαλλον θρασύτερον. καὶ τότε ὁ Μέτελλος σημεῖον τοῖς Ῥωμαίοις ἦρε· κἀκ τούτου ἐξαπιναίως ἐκεῖνοι κατὰ πάσας τὰς πύλας ἐπεκδραμόντες ῥᾳδίως ἐκράτησαν, καὶ ἐς στενὸν αὐτοὺς κατέκλεισαν, ὥστε μηκέτ' ἀναχωρῆσαι δι' αὐτοῦ δυνηθῆναι. στενοχωρούμενοι γάρ, ἅτε καὶ αὐτοὶ πολλοὶ ὄντες καὶ πολλοὺς ἐλέφαντας ἔχοντες, ἐταράττοντο. κἀν τούτῳ τὸ ναυτικὸν τὸ Λιβυκὸν προσπλεῦσαν αὐτοῖς ἐγένετο φθορᾶς αἰτιώτατον. ἰδόντες γὰρ τὰς ναῦς ὥρμησαν εἰς αὐτὰς καὶ ἐμβαίνειν ἐξεβιάζοντο, καὶ οἱ μὲν εἰς τὴν θάλασσαν ἐνέπιπτον καὶ ἐφθείροντο, οἱ δὲ ὑπὸ τῶν ἐλεφάντων ἐμπελαζομένων ἀλλήλοις τε καὶ τοῖς ἀνθρώποις ἀπώλλυντο, οἱ δὲ ὑπὸ τῶν Ῥωμαίων ἐκτείνοντο, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν ἄνδρες τε καὶ ἐλέφαντες. ἐπειδὴ γὰρ ἄνευ τῶν συνήθων σφίσιν ἀνδρῶν ὄντες ἠγριαίνοντο, κήρυγμα τοῖς αἰχμαλώτοις ὁ Μέτελλος ἐποιήσατο σωτηρίαν καὶ ἄδειαν τοῖς συλλαβοῦσιν αὐτοὺς διδοῦν· καὶ οὕτως προσελθόντες τινὲς τοῖς σφῶν πρᾳοτάτοις ἐκείνους τε διὰ τὴν συνήθειαν ἐχειρώσαντο καὶ τοὺς ἄλλους προσεπεσπάσαντο. οὓς καὶ εἰς τὴν Ῥώμην ἐκόμισαν ἑκατὸν ὄντας καὶ εἴκοσιν, οὕτως αὐτοὺς τὸν πορθμὸν περαιώσαντες. πίθους πολλοὺς συνδήσαντες ἀλλήλοις καὶ ξύλοις διαλαβόντες σφᾶς, ὥστε μήτ' ἀπαρτᾶσθαι σφᾶς μήτε συμπίπτειν, δοκοὺς ἐπ' αὐτῶν ἐπέτειναν καὶ ὕλην καὶ γῆν ἐπεφόρησαν, φράξαντές τε πέριξ τὸ χωρίον, ὡς αὐλῇ τινι ἐοικέναι, εἰς τοῦτο αὐτοὺς ἐπεβίβασαν, καὶ διεπόρθμευσαν οὐδ' αἰσθανομένους ὅτι πλέοιεν. ὁ μὲν οὖν Μέτελλος οὕτως ἐνίκησεν, ὁ δ' Ἀσδρούβας ὁ τῶν Καρχηδονίων [215] στρατηγὸς σωθεὶς τότε ὕστερον ὑπὸ τῶν οἴκοι Καρχηδονίων ἐκλήθη καὶ ἀνεσκολοπίσθη.

   Οἱ Καρχηδόνιοι δὲ διεκηρυκεύσαντο τοῖς Ῥωμαίοις διά τε τἄλλα καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων, καὶ τοῖς πρέσβεσι καὶ αὐτὸν τὸν Ῥηγοῦλον συνέπεμψαν, πᾶν δι' αὐτοῦ οἰηθέντες κατωρθωκέναι διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὥρκωσάν τε αὐτὸν ἦ μὴν ἐπανήξειν. καὶ ὃς τά τε ἄλλα ὡς εἷς τῶν Καρχηδονίων ἔπραττε καὶ οὔτε τὴν γυναῖκα εἰς λόγους ἐδέξατο οὔτε τὴν πόλιν εἰσῆλθε, καὶ ταῦτα καλούμενος, ἀλλ' ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὡς ἔθος ἦν χρηματίζειν τῶν πολεμίων τοῖς πρέσβεσιν, εἰσαχθεὶς εἰς τὸ συνέδριον εἶπεν "ἡμᾶς, ὦ πατέρες, πρὸς ὑμᾶς Καρχηδόνιοι ἔπεμψαν· ἐκεῖνοι γάρ με ἐστάλκασι, ἐπεὶ δοῦλος αὐτῶν νόμῳ πολέμου γεγένημαι· καὶ ἀξιοῦσι μάλιστα μὲν καὶ τὸν πόλεμον λύσασθαι ἐπὶ συνθήκαις ταῖς δοκούσαις ἀμφοῖν, εἰ δὲ μή, τῶν αἰχμαλώτων ποιήσασθαι ἄλλαγμα." ταῦτα εἰπὼν μετέστη μετὰ τῶν πρέσβεων, ὡς ἂν καθ' ἑαυτοὺς οἱ Ῥωμαῖοι βουλεύσωνται. κελευόντων δὲ αὐτὸν τῶν ὑπάτων συμμετασχεῖν σφίσι τῆς διαγνώμης, οὐ πρὶν ἐπείσθη πρὸ τοῦ παρὰ τῶν Καρχηδονίων ἐπιτραπῆναι. ὁ δὲ τέως μὲν ἐσιώπα· ἐπεὶ δ' οἱ βουλευταὶ εἰπεῖν αὐτὸν γνώμην ἐκέλευον, εἶπεν "εἰμὶ μὲν εἷς ἐξ ὑμῶν, ὦ πατέρες, κἂν μυριάκις ἁλῶ· τὸ μὲν γὰρ σῶμά μου Καρχηδονίων, ἡ δὲ ψυχή μου ὑμετέρα ἐστίν· ἐκεῖνο μὲν γὰρ ὑμῶν ἠλλοτρίωται, ταύτην δὲ οὐδεὶς δύναται μὴ οὐχὶ Ῥωμαίαν εἶναι ποιῆσαι· καὶ ὡς μὲν αἰχμάλωτος Καρχηδονίοις [216] προσήκω, ἐπεὶ δ' οὐκ ἐκ κακίας, ἀλλ' ἐκ προθυμίας ἐδυστύχησα, καὶ Ῥωμαῖός εἰμι καὶ φρονῶ τὰ ὑμέτερα. καὶ οὐδ' ἐξ ἑνὸς τρόπου λυσιτελεῖν ὑμῖν τὰς καταλλαγὰς νομίζω."

   Ταῦτα ὁ Ῥηγοῦλος εἰπὼν καὶ τὰς αἰτίας προσέθηκε δι' ἃς τὰς συμβάσεις ἀπηγόρευε, καὶ ἐπήγαγεν ὡς "οἶδα μὲν ὅτι προὖπτός μοι ὄλεθρος πρόκειται· ἀδύνατον γὰρ λαθεῖν αὐτοὺς ἃ συνεβούλευσα· ἀλλὰ καὶ οὕτως τῆς ἐμαυτοῦ σωτηρίας τὸ κοινῇ συμφέρον προτίθημι. εἰ δέ τις φήσει, τί οὖν οὐκ ἐκδιδράσκεις ἢ ἐνταῦθα καταμένεις; ἀκούσεται ὅτι ὀμώμοκα αὐτοῖς ἐπανήξειν, καὶ οὐκ ἂν παραβαίην τοὺς ὅρκους, οὐδ' εἰ πρὸς πολεμίους γεγόνασι, καὶ δι' ἄλλα, μάλιστα δὲ ὅτι τὸ δεινὸν ἐμπεδορκήσας μὲν μόνος πείσομαι, ἂν δ' ἐπιορκήσω, πᾶσα ἡ πόλις ἀναπλησθήσεται."

   Ἡ γερουσία δὲ τῆς ἐκείνου σωτηρίας ἕνεκεν καὶ τὴν εἰρήνην ποιήσασθαι καὶ τοὺς αἰχμαλώτους ἀντιδοῦναι προτεθύμητο. γνοὺς οὖν τοῦτο αὐτός, ἵνα μὴ τὸ συμφέρον δι' αὐτὸν καταπρόωνται, ἐπλάσατο πεπωκέναι φάρμακον δηλητήριον, καὶ μέλλειν πάντως ὑπ' αὐτοῦ ἀπολέσθαι. καὶ οὔτε ἡ σύμβασι γέγονεν οὔτε τῶν αἰχμαλώτων ἡ ἀμοιβή. ἀπιόντος δ' αὐτοῦ σὺν τοῖς πρέσβεσιν ἀντελάβοντο ἄλλοι τε καὶ οἱ παῖδες καὶ ἡ γυνή· οἱ δ' ὕπατοι μήτ' ἐθέλοντα καταμεῖναι αὐτὸν ἐκδώσειν ἔφασαν μήτ' ἀπιόντα κατασχεῖν. καὶ οὕτω προτιμήσας μὴ παραβῆναι τοὺς ὅρκους ἀνεκομίσθη. καὶ αἰκισθεὶς ὑπ' αὐτῶν, ὡς ἡ φήμη λέγει, ἀπέθανε. τὰ γὰρ βλέφαρα αὐτοῦ περιτεμόντες, καὶ χρόνον τινὰ ἐν σκότει καθείρξαντες, εἶτα εἰς σκεῦός τι σύμπηκτον κέντρα πανταχόθεν ἔχον ἐμβαλόντες αὐτὸν καὶ τρέψαντες πρὸς τὸν ἥλιον, οὕτως ὑπὸ κακοπαθείας καὶ ἀγρυπνίας μὴ δυνάμενόν [217] πῃ κλιθῆναι διὰ τὰ κέντρα διέφθειραν. ἃ πυθόμενοι οἱ Ῥωμαῖοι τοὺς πρώτους τῶν παρ' αὐτοῖς αἰχμαλώτων παρέδοσαν τοῖς ἐκείνου παισὶ καὶ ἀνταικίσασθαι καὶ ἀνταποκτεῖναι.

   Τοὺς δ' ὑπάτους ἐς τὴν Λιβύην στρατεύσασθαι ἐψηφίσαντο τόν τε Γάιον τὸν Ἀτίλιον τὸν τοῦ Ῥηγούλου ἀδελφὸν καὶ τὸν Μάλλιον τὸν Λούκιον. οἳ ἐς τὴν Σικελίαν ἐλθόντες τῷ Λιλυβαίῳ προσέβαλον, καί τι μέρος τῆς τάφρου συγχῶσαι εἰς τὴν τῶν μηχανημάτων προσαγωγὴν ἐπεχείρησαν. καὶ οἱ Καρχηδόνιοι ὑπορύσσοντες τὸν χοῦν ὑφεῖλκον. ἐπεὶ δ' ἠλαττοῦντο τῇ πολυχειρίᾳ, τεῖχος ἕτερον ἔνδον μηνοειδὲς ᾠκοδόμησαν. καὶ οἱ μὲν ὑπονόμους ὑπὸ τὸν κύκλον εἰργάζοντο, ὅπως κατὰ τὸ διάκενον αὐτῶν ἱζήσαντος τοῦ τείχους εἰσπέσωσιν· οἱ Καρχηδόνιοι δὲ ἀντορύσσοντες πολλοὺς μὲν ἀγνοοῦντας τὸ γινόμενον ἐκδεχόμενοι ἔκτεινον, πολλοὺς δὲ καὶ πῦρ ἐν φρυγάνοις εἰς τὰ ὀρύγματα ἐμβάλλοντες ἔφθειρον. ἐπεὶ δέ τινες τῶν συμμάχων, τῇ τε παρατάσει τῆς πολιορκίας ἀχθόμενοι καὶ τῷ μὴ τὸν μισθὸν αὐτοῖς ἐντελῆ καταβάλλεσθαι, προδοῦναι τὸ χωρίον τοῖς Ῥωμαίοις διεκηρυκεύοντο, ἐφώρασεν ὁ Ἀμίλκας τὸ βουλευόμενον, οὐκ ἐξέφηνε δέ, ἵνα μὴ πολεμώσῃ αὐτούς· χρήματα δὲ τοῖς ἄρχουσιν αὐτῶν παρασχὼν καὶ τῷ πλήθει προσυποσχόμενος ἕτερα, οὕτως αὐτοὺς ᾠκειώσατο ὥστε μηδ' ἀρνήσασθαι τὴν προδοσίαν, ἀλλὰ καὶ τοὺς τελευταίους πρέσβεις ἐπανιόντας ἀπώσασθαι. οἳ πρὸς τοὺς ὑπάτους αὐτομολήσαντες γῆν τε ἐν Σικελίᾳ καὶ ἕτερ' ἄττα ἔλαβον.

   Ἀκούσαντες δὲ ταῦτα οἱ οἴκοι Καρχηδόνιοι πέμπουσιν Ἀρδέβαν σὺν ναυσὶ πλείσταις εἰς τὸ Λιλύβαιον σῖτον ἀγούσαις καὶ χρήματα. καὶ ὃς χειμῶνα ἐπιτηρήσας [218] εἰσέπλευσε. κἀκ τούτου καὶ ἄλλοι συχνοὶ καταίρειν ὁμοίως ἐτόλμων· καὶ οἱ μὲν ἐπετύγχανον, οἱ δὲ ἀπώλλυντο.

   Ἕως μὲν οὖν ἄμφω παρῆσαν οἱ ὕπατοι, ἰσοπαλεῖς οἱ ἀγῶνες ἐγίνοντο· νόσου δὲ καὶ λιμοῦ τρυχόντων αὐτούς, καὶ τοῦ ἑτέρου οἴκαδε διὰ ταῦτα σὺν τοῖς ἀμφ' αὐτὸν στρατιώταις ἀναχωρήσαντος, Ἀμίλκας θαρρήσας ἐπεξῄει καὶ τὰς μηχανὰς ἐνεπίμπρα καὶ τοὺς ἐπαμύνοντας αὐταῖς ἔφθειρε, καὶ ἡ ἵππος αὐτοῦ ἐκ τοῦ Δρεπάνου ὁρμωμένη τά τε ἐπιτήδεια κομίζεσθαι τοὺς Ῥωμαίους ἐκώλυε καὶ τὴν αὐτῶν συμμαχίδα κατέτρεχε, καὶ ὁ Ἀρδέβας ποτὲ μὲν τῆς Σικελίας, ποτὲ δὲ τῆς Ἰταλίας τὰ παράλια ἔκειρεν· ὅθεν οἱ Ῥωμαῖοι ἐν ἀπορίᾳ κατέστησαν. τέως μέντοι Λούκιος Ἰούνιος ἡτοίμαζε ναυτικόν, Κλαύδιος δὲ Ποῦλχρος εἰς τὸ Λιλύβαιον ἐπειχθεὶς καὶ τριήρεις πληρώσας συνέλαβε δι' αὐτῶν Ἄννωνα τὸν Καρχηδόνιον ἐκπλέοντα πεντήρει· καὶ παράδειγμα τοῖς Ῥωμαίοις τῆς κατασκευῆς τῶν νηῶν ἐγένετο.

   Πολλάκις δὲ τοῦ ναυτικοῦ κινδυνεύοντος ἐβαρύνοντο οἱ Ῥωμαῖοι τῇ συνεχεῖ τῶν νεῶν φθορᾷ· ἄνδρας γὰρ συχνοὺς καὶ χρήματα πλεῖστα ἐν ταύταις ἀπώλλυσαν· οὐ μέντοι γε καὶ ἐνέδοσαν, ἀλλὰ καί τινα φθεγξάμενον περὶ καταλλαγῶν πρὸς Καρχηδονίους ἐν τῇ βουλῇ διεχρήσαντο, καὶ λεχθῆναι δικτάτωρα ἐψηφίσαντο. καὶ δικτάτωρ μὲν ὁ Κολλατῖνος ἐλέχθη, ἱππάρχησε δέ γε ὁ Μέτελλος· οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. ἐν ᾧ δ' ὁ Κολλατῖνος δικτάτωρ ἐλέγετο, ἐν τούτῳ τὸν Ἔρυκα παρεστήσατο ὁ Ἰούνιος, καὶ ὁ Καρθάλων κατέσχεν Αἰγίθαλλον καὶ ἐζώγρησε τὸν Ἰούνιον.

[219]    Τῷ δ' ἑξῆς ἔτει Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος τὴν ἀρχὴν λαβόντες τό τε Λιλύβαιον καὶ τὸ Δρέπανον ἐλύπουν καὶ τοὺς Καρχηδονίους τῆς γῆς ἀπεῖργον καὶ τὴν αὐτῶν συμμαχίδα κατέκειρον. ὁ οὖν Καρθάλων πολυτρόπως ἐπιχειρήσας κατ' αὐτῶν, ὡς οὐδὲν ἤνυσεν, εἰς Ἰταλίαν ὥρμησεν, ἵν' οὕτω τοὺς ὑπάτους μεταγάγῃ ἐκεῖ ἢ τέως τὴν χώραν κακώσῃ καὶ πόλεις αἱρήσῃ. ἀλλ' οὐδ' ἐνταῦθά τι αὐτῷ προεχώρησε· τὸν γὰρ στρατηγὸν τὸν ἀστυνόμον μαθὼν πλησιάζοντα, εἰς Σικελίαν ἀνέπλευσεν. ἔνθα τῶν μισθοφόρων στασιασάντων διὰ τὸν μισθόν, συχνοὺς μὲν ἐς νήσους ἐρήμους ἐκβιβάσας κατέλιπε, πολλοὺς δὲ καὶ ἐς τὴν Καρχηδόνα ἀπέστειλεν. ὃ γνόντες οἱ λοιποὶ ἠγανάκτησαν καὶ νεωτερίσειν ἔμελλον. ὧν Ἀμίλκας, διαδεξάμενος τὸν Καρθάλωνα, πολλοὺς μὲν νυκτὸς κατέκοψε, πολλοὺς δὲ καὶ κατεπόντωσεν. ἐν τοσούτῳ δ' οἱ Ῥωμαῖοι φιλίαν ἀίδιον πρὸς Ἱέρωνα διεπράξαντο, καὶ προσαφῆκαν ὅσα παρ' αὐτοῦ ἐπετείως ἐλάμβανον.

   Τῷ δ' ἑξῆς ἔτει τοῦ θαλαττίου πολέμου δημοσίᾳ μὲν οἱ Ῥωμαῖοι ἀπέσχοντο διὰ τὰς ἀτυχίας καὶ διὰ τὰ ἀναλώματα, ἰδίᾳ δέ τινες νῆας αἰτήσαντες, ὥστ' ἐκείνας μὲν ἀποκαταστῆσαι, τὴν λείαν δὲ οἰκειώσασθαι, ἄλλα τε τοὺς πολεμίους ἐκάκωσαν, καὶ ἐς Ἱππῶνα Λιβυκὴν πόλιν εἰσπλεύσαντες τά τε πλοῖα πάντα καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέπρησαν. τῶν δ' ἐπιχωρίων τὸ στόμα τοῦ λιμένος διαλαβόντων ἁλύσεσιν, ἐν περιστάσει ἐγένοντο, σοφίᾳ δὲ καὶ τύχῃ περιεγένοντο. σπουδῇ γὰρ ταῖς ἁλύσεσι προσπεσόντες, ἐπεὶ προσάψασθαι αὐτῶν ἔμελλον οἱ ἔμβολοι τῶν [220] νηῶν, μετέστησαν ἐς τὰς πρύμνας οἱ τοῦ πληρώματος, καὶ οὕτως αἱ πρῷραι κουφισθεῖσαι ὑπερῆραν τὰς ἁλύσεις, αὖθις δ' ἐς τὰς πρῴρας αὐτῶν μεταπηδησάντων αἱ πρύμναι τῶν σκαφῶν ἐμετεωρίσθησαν. καὶ διεξέδραμον, καὶ μετὰ τοῦτο περὶ τὸ Πάνορμον ναυσὶ Καρχηδονίους ἐνίκησαν.

   Οἱ δ' ὕπατοι, Μέτελλος μὲν Καικίλιος περὶ τὸ Λιλύβαιον ἦν, Νουμέριος δὲ Φάβιος τῷ Δρεπάνῳ προσήδρευε καὶ ἐπεβούλευσε τῇ νησῖδι τῇ Πελιάδι καλουμένῃ, προκατειλημμένῃ παρὰ Καρχηδονίων, στρατιώτας πέμψας νυκτός, οἳ τοὺς φρουροὺς κτείναντες τὴν νῆσον εἷλον. ὃ μαθὼν Ἀμίλκας ἕωθεν τοῖς διαβεβηκόσιν ἐπέθετο· οἷς οὐκ ἔχων ἀμῦναι ὁ Φάβιος τῷ Δρεπάνῳ προσέμιξεν, ὡς ἢ τὴν πόλιν δι' ἐρημίαν αἱρήσων ἢ τῆς νήσου τὸν Ἀμίλκαν ἀπάξων. καὶ ἠνύσθη τὸ ἕν· φοβηθεὶς γὰρ ὁ Ἀμίλκας ἀνεχώρησεν εἰς τὸ τεῖχος. καὶ ὁ Φάβιος τὴν Πελιάδα κατέσχε, καὶ τὸ μεταξὺ ταύτης καὶ τῆς ἠπείρου στενὸν καὶ τεναγῶδες τυγχάνον συγχώσας ἠπείρωσε, καὶ ῥᾷον προσεπολέμει τοῦ τείχους ἐκεῖ ὄντος ἀσθενεστέρου. καὶ οἱ Καρχηδόνιοι συχνὰ παρελύπουν αὐτοὺς εἰς Σικελίαν τε περιπλέοντες καὶ εἰς τὴν Ἰταλίαν περαιούμενοι. τοὺς δ' αἰχμαλώτους ἀλλήλων ἄνδρα ἀντ' ἀνδρὸς ἠλλάξαντο· τοὺς δὲ λοιπούς, ἐπεὶ μὴ ἦσαν ἰσοπληθεῖς, ἀργυρίου οἱ Καρχηδόνιοι ἐκομίσαντο.

   Ἔκτοτε δὲ διάφοροι μὲν ὑπάτευσαν, οὐδὲν δὲ ἱστορίας ἔπραξαν ἄξιον· μέγιστον γὰρ οἱ Ῥωμαῖοι ἐσφάλλοντο ὅτι κατ' ἐνιαυτὸν ἄλλους, εἶθ' ἑτέρους ἄρχοντας ἔπεμπον, ἄρτι δὲ τὴν στρατηγίαν μανθάνοντας τῆς ἀρχῆς ἔπαυον, ὥσπερ εἰς ἄσκησιν σφᾶς, ἀλλ' οὐκ εἰς χρῆσιν αἱρούμενοι.

   Οἱ Γαλάται δὲ τοῖς Καρχηδονίοις συμμαχοῦντες, [221] καὶ μισοῦντες αὐτοὺς ὅτι κακῶς μετεχειρίζοντο σφᾶς, φρουρίου τινὸς φυλακὴν ἐμπιστευθέντες, τοῖς Ῥωμαίοις αὐτὸ προήκαντο ἐπὶ χρήμασι. μεταστάντας δὲ ἀπὸ τῶν Καρχηδονίων Γαλάτας καὶ ἄλλους τῶν σφῶν συμμάχων τινὰς οἱ Ῥωμαῖοι ἐπὶ μισθοφορᾷ προσελάβοντο, μήπω πρότερον τρέφοντες ξενικόν. τούτοις οὖν ἐπαιρόμενοι, καὶ ὅτι οἱ τὰς ναῦς ἔχοντες ἰδιῶται τὴν Λιβύην ἐπόρθησαν, οὐκέτι ἀμελεῖν τῆς θαλάσσης ἤθελον, ἀλλὰ καὶ αὖθις ναυτικὸν συνεστήσαντο.

   Καὶ Λουτάτιος Κατύλος ὕπατος ᾑρέθη, καὶ τούτῳ συνεξεπέμφθη Κύιντος Οὐαλέριος Φλάκκος ἀστυνομῶν. οἳ ἐς Σικελίαν ἐλθόντες καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν τῷ Δρεπάνῳ προσέβαλον, καί τι τοῦ τείχους κατήρειψαν· καὶ εἷλον ἂν αὐτό, εἰ μὴ τοῦ ὑπάτου τρωθέντος περὶ ἐκεῖνον οἱ στρατιῶται ἀπησχολήθησαν. κἀν τούτῳ μαθόντες τοὺς πολεμίους οἴκοθεν ἥκειν ναυτικῷ πλήθει, Ἄννωνος ναυαρχοῦντος, πρὸς ἐκείνους ἐτράποντο. καὶ ἀντιπαραταξαμένων αὐτῶν ἄστρον τι λαμπαδῶδες ὕπερθεν τῶν Ῥωμαίων φανὲν ἐξ ἀριστερᾶς εἰς τοὺς Καρχηδονίους ἀρθὲν ἐγκατέσκηψεν. ἐγένετο δ' ἡ ναυμαχία καὶ ἐπ' ἀμφοῖν καρτερὰ δι' ἄλλα τε καὶ ἵνα οἱ μὲν Καρχηδόνιοι ἐς τελείαν ἀπόγνωσιν τοὺς Ῥωμαίους τοῦ ναυτικοῦ καταστήσωσιν, οἱ δ' ἵνα καὶ τὰς προτέρας ἀνακαλέσωνται συμφοράς. ὅμως δ' οὖν οἱ Ῥωμαῖοι τὴν νίκην ἤραντο· τὰ γὰρ τῶν Καρχηδονίων σκάφη, φορτία φέροντα πρὸς τοῖς ἄλλοις καὶ σῖτον καὶ χρήματα, ἐβαρύνοντο.

   Ὁ δ' Ἄννων διαφυγὼν εὐθὺς εἰς τὴν Καρχηδόνα ἠπείχθη. οἱ Καρχηδόνιοι δὲ θυμῷ ληφθέντες καὶ [222] φόβῳ τὸν μὲν ἀνεσταύρωσαν, πρέσβεις δὲ πρὸς εἰρήνην τῷ Κατύλῳ πεπόμφασι. καὶ τῷ πρὸς βουλῆς ἦν τὸν πόλεμον καταλύσασθαι, ὅτι ἐπ' ἐξόδῳ οὔσης αὐτῷ τῆς ἀρχῆς οὔτε δι' ὀλίγου ἐξαιρήσειν τὴν Καρχηδόνα ἤλπιζεν οὔτε τοῖς διαδόχοις τὴν δόξαν τῶν ἑαυτοῦ πόνων καταλιπεῖν ἤθελε. διὸ ἀνακωχὴν ἐποιήσαντο, καὶ χρήματα καὶ σῖτον καὶ ὁμήρους αὐτῷ δόντες, ἵν' ἐς τὴν Ῥώμην πρεσβεύσωνται ἐπὶ τῷ τῆς Σικελίας τε αὐτοὺς πάσης ἐκστῆναι Ῥωμαίοις καὶ πάσας τὰς πέριξ νήσους ἐκλιπεῖν καὶ μήτε τῷ Ἱέρωνι πολεμεῖν καὶ χρήματα τὰ μὲν ἅμα τῷ σπείσασθαι δοῦναι, τὰ δὲ καὶ ὕστερον, καὶ τοὺς μὲν ἐκείνων αὐτομόλους καὶ αἰχμαλώτους προῖκα ἐκπέμψαι, τοὺς δ' ἑαυτῶν πρίασθαι.

   Τοιαύτη μὲν οὖν ἡ σύμβασις ὡμολόγητο· μόνην γὰρ τὴν τοῦ ζυγοῦ ἀτιμίαν ὁ Ἀμίλκας παρῃτήσατο. καὶ ὁ μὲν ταῦτα συνθέμενος καὶ τοὺς στρατιώτας ἐκ τῶν τειχῶν ἐξαγαγὼν ἀπέπλευσεν οἴκαδε πρὶν τοὺς ὅρκους ἐπενεχθῆναι, οἱ δ' ἐν τῇ Ῥώμῃ τήν τε νίκην διὰ βραχέος ἔμαθον καὶ ἐπήρθησαν ὡς παντάπασι κεκρατηκότες. καὶ τῶν πρέσβεων ἐλθόντων οὐκέτι κατέχειν ἑαυτοὺς ἠδύναντο, καὶ τὴν Λιβύην ἔχειν ἅπασαν ἤλπιζον. διὸ οὐδὲ ταῖς τοῦ ὑπάτου ὁμολογίαις ἐνέμειναν, ἀλλὰ καὶ χρήματα αὐτοὺς πολλῷ πλείω τῶν ὑπεσχημένων ἐπράξαντο· καὶ ἀπηγόρευσαν σφίσι μήτε τὴν Ἰταλίαν μήτε τὴν ἔξω συμμαχίδα σφῶν μακραῖς ναυσὶ παραπλεῖν ἢ μισθοφόροις τισὶν ἀπ' αὐτῶν κεχρῆσθαι.

   Ὁ μὲν οὖν πρῶτος τοῖς Καρχηδονίοις πόλεμος τοῖς Ῥωμαίοις εἰς τοῦτο κατέληξε τετάρτῳ ἔτει καὶ εἰκοστῷ, καὶ ἐπ' αὐτῷ ἤγαγεν ὁ Κατύλος τὰ ἐπινίκια, Κύιντος δὲ Λουτάτιος ὑπατεύσας ἀπῆλθεν ἐς Σικελίαν [223] καὶ μετὰ τοῦ ἀδελφοῦ Κατύλου πάντα τὰ ἐκεῖ κατεστήσατο· καὶ τὰ ὅπλα τῶν ἐν αὐτῇ ἀφείλοντο. Σικελία μὲν οὖν οὕτως ὑπὸ Ῥωμαίων δεδούλωτο πλὴν τῆς ἀρχῆς τοῦ Ἱέρωνος, ἐκ δὲ τούτου πρὸς τοὺς Καρχηδονίους φιλία ἦν αὐτοῖς.

   Ἄμφω δ' αὖθις εἰς πολέμους ἑτέρους χωρὶς μετ' ὀλίγον κατέστησαν. τοῖς γὰρ Καρχηδονίοις οἵ τε περίλοιποι τῶν μισθοφορησάντων σφίσι καὶ τὸ δουλεῦον τὸ ἐν τῇ πόλει καὶ τῶν ὁμορούντων πολλοὶ πρὸς τὰς συμφορὰς αὐτῶν συνεπέθεντο. οἵ γε μὴν Ῥωμαῖοι, ἐπικαλεσαμένων αὐτοὺς τῶν πολεμούντων ἐκείνοις, οὔθ' ὑπήκουσαν, ἀλλὰ καὶ ἀντιπρεσβευσάμενοι καὶ μὴ δυνηθέντες καταλλάξαι αὐτούς, καὶ τοὺς αἰχμαλώτους τῶν Καρχηδονίων ὅσους εἶχον ἀφῆκαν προῖκα, καὶ σῖτον ἔπεμψαν καὶ μισθοφόρους ἐκ τῆς οἰκείας συμμαχίδος αὐτοῖς ἐπαγαγέσθαι ἐπέτρεψαν, δόξαν ἐπιεικείας θηρώμενοι μᾶλλον ἢ τοῦ συμφέροντος αὐτοῖς προμηθούμενοι. ὅθεν πράγματα ἔσχον εἰσέπειτα· ὁ γὰρ Ἀμίλκας ἐκεῖνος ὁ Βαρχίδης, ἐπεὶ τοὺς ἐναντίους ἐνίκησεν, ἐπὶ μὲν τοὺς Ῥωμαίους, καίπερ κάρτα μισῶν αὐτούς, οὐκ ἐτόλμησε στρατεῦσαι, ἐς δὲ τὴν Ἰβηρίαν παρὰ γνώμην τῶν οἴκοι τελῶν ἀπῆρεν.

   Ἀλλὰ ταῦτα μὲν ἐγένετο ὕστερον, τότε δὲ καὶ οἱ Ῥωμαῖοι Φαλίσκοις ἐπολέμησαν, καὶ Μάλλιος Τουρκουάτος τὴν χώραν αὐτῶν ἐδῄωσε. καὶ συμμίξας αὐτοῖς ἐσφάλη μὲν τῷ ὁπλιτικῷ, τοῖς δ' ἱππεῦσιν ἐκράτησε. καὶ αὖθις αὐτοῖς μαχεσάμενος ἐνίκησε, καὶ τά τε ὅπλα αὐτῶν καὶ τὴν ἵππον καὶ τὰ ἔπιπλα καὶ τὸ δουλεῦον καὶ τὸ ἥμισυ τῆς χώρας ἀφείλετο. [224] ὕστερον δὲ ἡ μὲν ἀρχαία πόλις εἰς ὄρος ἐρυμνὸν ἱδρυμένη κατεσκάφη, ἑτέρα δ' ᾠκοδομήθη εὐέφοδος. μετὰ δὲ τοῦτο ἐπολέμησαν αὖθις πολέμους πρός τε Βοουίους καὶ πρὸς Γαλάτας ἐκείνοις πλησιοχώρους καὶ πρὸς Λιγύων τινάς. τοὺς μὲν οὖν Λίγυας Σεμπρώνιος Γράκχος μάχῃ νικήσας ἐκάκου, καὶ τοῖς Γαλάταις Πούπλιος Οὐαλέριος συμβαλὼν τὸ μὲν πρῶτον ἡττήθη, εἶτα πυθόμενος εἰς ἐπικουρίαν αὐτοῦ τινας ἐκ τῆς Ῥώμης ἥκειν, ὁμόσε αὖθις τοῖς Γαλάταις ἐχώρησεν, ἵν' ἢ καθ' ἑαυτὸν νικήσῃ ἢ ἀποθάνῃ· τοῦτο γὰρ μᾶλλον ἢ ζῶν αἰσχύνην ὄφλειν προείλετο· καί πως κατὰ τύχην ἐκράτησε.

   Τότε μὲν οὖν ταῦθ' οὕτως τοῖς Ῥωμαίοις συνήντησαν, καὶ Σαρδὼ παρὰ τῶν Καρχηδονίων ἀμαχεὶ χρήματά τε αὖθις ἔλαβον, ἐγκαλέσαντες αὐτοῖς βλάπτειν σφῶν τοὺς πλέοντας· οὔπω γὰρ κρατυνθέντες οἱ Καρχηδόνιοι τὰς ἀπειλὰς αὐτῶν ἐδεδοίκεσαν· τῷ δ' ἑξῆς ἔτει Λούκιος Λέντουλος καὶ Κύιντος Φλάκκος ἐπὶ τοὺς Γαλάτας στρατεύσαντες, ἕως μὲν ὁμοῦ διῆγον, ἦσαν ἀνανταγώνιστοι, ἐπεὶ δὲ διχῇ πορθεῖν τινα ἤρξαντο, ὡς οὕτω πλείω λείαν περιβαλούμενοι, ἐς κίνδυνον τὸ τοῦ Φλάκκου κατέστη στρατόπεδον, νυκτὸς κυκλωθέν. ἀλλὰ τότε μὲν οἱ βάρβαροι ἀνεκόπησαν, προσλαβόμενοι δὲ συμμάχους χειρὶ πολλῇ ἐπὶ τοὺς Ῥωμαίους αὖθις ἐχώρησαν. ἀπαντησάντων δὲ σφίσι Πουπλίου τε Λεντούλου καὶ Λικινίου Οὐάρου ἤλπισαν αὐτοὺς διὰ τὸ πλῆθος τὸ σφέτερον καὶ ἄνευ μάχης καταπλήξειν· καὶ πέμψαντες τήν τε χώραν τὴν περὶ τὸ Ἀρίμινον ἀπῄτουν καὶ τῆς πόλεως ὡς αὐτῶν οὔσης ἐξοικισθῆναι ἐκέλευον. οἱ δ' ὕπατοι μήτε συμβαλεῖν θαρροῦντες δι' ὀλιγότητα μήτε τι προέσθαι τολμῶντες ἀνοχὰς ἔπραξαν, ὡς ἐς τὴν [225] Ῥώμην πρεσβεύσωνται. οἱ δ' ἐπὶ τὴν βουλὴν ἐλθόντες τὰ αὐτὰ εἶπον. ὡς δ' οὐδενὸς οἱ πρέσβεις ὧν ᾔτουν ἐτύγχανον, εἰς τὸ στρατόπεδον ἀνεχώρησαν. καὶ εὗρον ἐφθαρμένα σφίσι τὰ πράγματα· τινὲς γὰρ τῶν συμμάχων αὐτῶν μεταγνόντες καὶ διὰ φόβου τοὺς Ῥωμαίους πεποιημένοι ἐτράποντο ἐπὶ τοὺς Βοουίους, καὶ συχνοὶ ἀπώλοντο ἀμφοτέρωθεν, κἀντεῦθεν ἀπῆλθον οἴκαδε οἱ λοιποί, καὶ οἱ Βοούιοι σπονδὰς ἐπὶ μέρει πολλῷ τῆς χώρας σφῶν ἐποιήσαντο.

   Ἤδη δὲ τῶν Γαλατικῶν λυθέντων πολέμων ὁ Λέντουλος ἐστράτευσεν ἐπὶ Λίγυας, καὶ τοὺς προσπίπτοντας ἠμύνετο καί τινα ἐρύματα παρεστήσατο. Οὔαρος δὲ ἐπὶ Κύρνον ὁρμήσας, καὶ μὴ δυνηθεὶς ἀπορίᾳ πλοίων περαιωθῆναι, Κλαύδιόν τινα Κλινέαν σὺν δυνάμει προέπεμψε. κἀκεῖνος τοὺς Κυρνίους καταπλήξας ἐς λόγους ἦλθε, καὶ ὡς αὐτοκράτωρ τυγχάνων ἐσπείσατο. Οὔαρος δὲ τῶν συνθηκῶν μὴ φροντίσας ἐπολέμησε τοῖς Κυρνίοις ἕως αὐτοὺς ἐχειρώσατο. οἱ δὲ Ῥωμαῖοι τὸ παρασπόνδημα ἀποπροσποιούμενοι ἔπεμψαν αὐτοῖς ἐκδιδόντες τὸν Κλαύδιον· ὡς δ' οὐκ ἐδέχθη, ἐξήλασαν αὐτόν. ἐπὶ δὲ Καρχηδονίους μέλλοντες στρατεύσειν, ὡς τοῖς σφῶν ἐμπόροις λυμαινομένους, τοῦτο μὲν οὐκ ἐποίησαν, χρήματα δ' ἐπιπραξάμενοι ἀνενεώσαντο τὰς σπονδάς. ἔμελλον δὲ μηδ' ὣς ἐς μακρὰν αἱ συνθῆκαι μένειν. τὰ μὲν οὖν τῶν Καρχηδονίων ἀνεβέβλητο, ἐπὶ δὲ τοὺς Σαρδονίους μὴ πειθομένους αὐτοῖς ἐστράτευσαν· καὶ ἐνίκησαν. μετὰ ταῦτα δὲ ἔπεισαν τοὺς Σαρδονίους οἱ Καρχηδόνιοι κρύφα τοῖς Ῥωμαίοις ἐπαναστῆναι. καὶ τούτοις οἱ Κύρνιοι προσαπέστησαν καὶ οἱ Λίγυες οὐχ ἡσύχασαν.

[226]    Τῷ δ' ἐπιγενομένῳ ἔτει τριχῇ τὰς δυνάμεις διελόμενοι οἱ Ῥωμαῖοι, ἵν' ἅμα πολεμούμενοι πάντες μὴ συμβοηθοῖεν ἀλλήλοις, Ποστούμιον μὲν Ἀλβῖνον εἰς τὴν Λιγυστικήν, Σπούριον δὲ Καρουίλιον ἐπὶ τοὺς Κυρνίους, ἐς δὲ τὴν Σαρδὼ τὸν ἀστυνόμον Πούπλιον Κορνήλιον ἔπεμψαν. καὶ οἱ μὲν ὕπατοι οὐκ ἀπόνως μέν, οὐ βραδέως δὲ τὰ προσταχθέντα σφίσι κατέπραξαν· τοὺς δὲ Σαρδονίους μή τι φρονοῦντας μέτριον ἰσχυρᾷ μάχῃ ὁ Καρουίλιος κατεστρέψατο· ὁ γὰρ Κορνήλιος καὶ τῶν στρατιωτῶν πολλοὶ ὑπὸ νόσου ἐφθάρησαν. ἐπεὶ δ' οἱ Ῥωμαῖοι ἐκ τῆς χώρας αὐτῶν ἀπηλλάγησαν, ἀπέστησαν αὖθις οἱ Σαρδόνιοι καὶ οἱ Λίγυες. Κύιντος μὲν οὖν Φάβιος Μάξιμος ἐπέμφθη πρὸς Λίγυας, ἐς δέ γε τὴν Σαρδὼ Πομπώνιος Μάνιος. τούς γε μὴν Καρχηδονίους ὡς αἰτίους αὐτοῖς τῶν πολέμων ὄντας πολεμίους ἔκριναν, καὶ πέμψαντες πρὸς αὐτοὺς χρήματά τε ἀπῄτουν καὶ ἁπασῶν ἐκπλεῖν τῶν νήσων ἐπέταττον ὡς αὐτοῖς διαφερουσῶν. ἐκφαίνοντες δὲ καὶ τὴν σφετέραν διάνοιαν δόρυ αὐτοῖς ἐπέστειλαν καὶ κηρύκιον, ἓν ἑλέσθαι κελεύοντες ὁποῖον ἂν ἐθελήσωσιν. οἱ δὲ μηδὲν ὑποπτήξαντες τά τε ἄλλα τραχύτερον ἀπεκρίναντο καὶ τῶν πεμφθέντων σφίσιν αἱρεῖσθαι μὲν εἶπον οὐδέτερον, δέχεσθαι δ' ἑτοίμως ὁπότερον καταλείψουσιν. ἐντεῦθεν ἐμίσουν μὲν ἀλλήλους, ὤκνουν δὲ πολέμου κατάρξασθαι.

   Κινηθέντων δ' αὖθις τῶν Σαρδονίων ἐπ' αὐτοὺς οἱ ὕπατοι ἄμφω ἐστρατεύσαντο Μάρκος τε Μαλέολος καὶ Μάρκος Αἰμίλιος. καὶ πολλὰ μὲν λάφυρα ἔλαβον, παρὰ δὲ τῶν Κυρνίων προσσχόντες αὐτοῖς αὐτὰ ἀφῃρέθησαν. διὸ μετὰ ταῦτα ἐπ' ἀμφοτέρους οἱ Ῥωμαῖοι ἐτράποντο. καὶ Μάρκος μὲν Πομπώνιος [227] Σαρδόνας ἔφερε, καὶ μαθὼν τοὺς πλείονας αὐτῶν ἐς σπήλαια ὑλώδη καὶ δυσεξεύρετα καταδύντας, μὴ δυνάμενός τε αὐτοὺς εὑρεῖν, κύνας ἐκ τῆς Ἰταλίας μετεπέμψατο εὔρινας, καὶ δι' ἐκείνων τὴν στίβον καὶ τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων εὑρὼν πολλὰ ἀπετέμετο· Γάιος δὲ Παπείριος ἐκ μὲν τῶν πεδίων τοὺς Κυρνίους ἀπήλασε, βιαζόμενος δὲ πρὸς τὰ ὄρη συχνοὺς ἐξ ἐνέδρας ἀπέβαλε, πλείους τε ἂν ὕδατος ἀπορίᾳ ἀπώλεσεν, εἰ μή που ὕδωρ ὀψέ ποτε ἀνεφάνη καὶ ἔπεισε τοὺς Κυρνίους ὁμολογῆσαι.

   Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἀμίλκας ὁ τῶν Καρχηδονίων στρατηγὸς πρὸς Ἰβήρων νικηθεὶς ἔθανεν. ἀντιπαραταξαμένου γὰρ σφίσιν ἁμάξας δᾴδων καὶ πίσσης μεστὰς πρὸ τοῦ στρατοῦ τῶν Καρχηδονίων προήγαγον, καὶ πλησιάσαντες ἀνῆψαν αὐτάς, καὶ τὰ ἕλκοντα αὐτὰς ὑποζύγια ἐπισπέρχοντες οἴστρησαν. κἀκ τούτου συνταραχθέντων τῶν ἐναντίων διασπασθέντων τε καὶ τραπομένων ἑπόμενοι κἀκεῖνον καὶ ἄλλους πλείστους ἐφόνευσαν. καὶ ὁ μὲν ἐπὶ πλεῖστον ἀνθήσας οὕτως ἐτελεύτησε, τελευτήσαντα δὲ αὐτὸν Ἀσδρούβας ὁ γαμβρὸς διεδέξατο. καὶ τῆς Ἰβηρίας πολλὰ προσεκτήσατο, πόλιν τε ἐν αὐτῇ Καρχηδόνα ὁμώνυμον τῇ πατρίδι ἔκτισε.

   Τῶν δέ γε Βοουίων καὶ τῶν ἄλλων Γαλατῶν πολλὰ μὲν καὶ ἄλλα, πλείστους δὲ καὶ αἰχμαλώτους πωλούντων, δείσαντες οἱ Ῥωμαῖοι μήποτε κατ' αὐτῶν τοῖς χρήμασι χρήσονται, ἀπεῖπον μηδένα ἀνδρὶ Γαλάτῃ μήτ' ἀργύριον μήτε χρυσίον διδόναι. ἐντεῦθεν οἱ Καρχηδόνιοι μαθόντες τοὺς ὑπάτους Μάρκον Αἰμίλιον καὶ Μάρκον Ἰούνιον εἰς τὴν Λιγυστικὴν ἀπάραντας, [228] παρεσκευάζοντο εἰς τὴν Ῥώμην ἐλάσαι. γνόντων δὲ τοῦτο τῶν ὑπάτων, καὶ ἐπ' αὐτοὺς ἀθρόον ὡρμηκότων, ἐξεπλάγησαν καὶ ἀπήντησαν αὐτοῖς ὡς φίλιοι. κἀκεῖνοι δὲ ὑπεκρίθησαν ὅτι οὐκ ἐπ' ἐκείνους ἀπῄεσαν, ἀλλὰ διὰ τῆς χώρας αὐτῶν ἐς τοὺς Λίγυας.

   Ῥωμαῖοι δὲ τόν τε Ἰόνιον ἐπεραιώθησαν καὶ τῆς ἠπείρου τῆς Ἑλληνικῆς ἥψαντο· πρόφασις δ' αὐτοῖς τοῦ πλοῦ ἐγένετο ἥδε. Ἴσσα νῆσός ἐστιν ἐν τῷ Ἰονίῳ κόλπῳ κειμένη. οἱ γοῦν ταύτης κάτοικοι Ἰσσαῖοι καλούμενοι ἐθελονταὶ τοῖς Ῥωμαίοις παραδεδώκασιν ἑαυτούς, τῷ σφῶν κρατοῦντι ἀχθόμενοι Ἀγρῶνι τῷ τῶν Σαρδιαίων βασιλεῖ, γένους Ἰλλυρικοῦ. πρὸς ὃν οἱ ὕπατοι πρέσβεις ἔπεμψαν. ἐκείνου δὲ τεθνεῶτος ἐπὶ υἱῷ διαδόχῳ παιδὶ ἔτι, ἡ ἐκείνου γυνή, τοῦ δὲ παιδὸς μητρυιά, τὴν τῶν Σαρδιαίων διεῖπεν ἀρχήν. ἣ τοῖς πρέσβεσιν οὐδὲν μέτριον ἐχρημάτισε, παρρησιασαμένους δὲ τοὺς μὲν ἔδησε, τοὺς δὲ ἀπέκτεινε. τῶν δὲ Ῥωμαίων πόλεμον ψηφισαμένων αὐτῇ κατέπτηξε, καὶ τούς τε σωζομένους τῶν πρέσβεων ἀποδώσειν ὑπέσχετο καὶ τοὺς θανόντας ἔλεγεν ὑπὸ λῃστῶν πεφονεῦσθαι. τῶν δὲ Ῥωμαίων τοὺς αὐτόχειρας ἐξαιτησαμένων οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν ἔστειλε στράτευμα. εἶτα αὖθις δείσασα Δημήτριόν τινα πρὸς τοὺς ὑπάτους ἔπεμψεν, ὡς ἑτοίμη πρὸς πᾶν ὑπακοῦσαι αὐτῶν. καὶ σπονδαὶ πρὸς τὸν πεμφθέντα ἐγένοντο, τὴν Κέρκυραν αὐτοῖς παρασχόμενον. τῶν δὲ πρὸς τὴν νῆσον περαιωθέντων ἀνεθάρσησεν αὖθις, οἷα γυνὴ κούφην ἔχουσα γνώμην καὶ εὐμετάβολον, καὶ πρὸς Ἐπίδαμνον καὶ Ἀπολλωνίαν ἐξέπεμψε στρατιάν. τῶν δὲ Ῥωμαίων τὰς πόλεις τε ῥυσαμένων καὶ πλοῖα αὐτῆς [229] κατασχόντων μετὰ χρημάτων ἐκ Πελοποννήσου προσπλέοντα, καὶ τὰ χωρία πορθησάντων τὰ πάραλα, καὶ τοῦ Δημητρίου διὰ τὴν ἐμπληξίαν ἐκείνης πρὸς Ῥωμαίους μεθεστηκότος καὶ ἄλλους αὐτομολῆσαι πεπεικότος, κατέδεισε καὶ ἀπέσχετο τῆς ἀρχῆς. καὶ τὴν μὲν ὁ Δημήτριος ὡς τῷ παιδὶ ἐπιτροπεύσων εἰλήφει, οἱ δὲ Ῥωμαῖοι διὰ ταῦτα παρὰ Κορινθίων ἐπῃνέθησαν, καὶ τοῦ Ἰσθμικοῦ μετέσχον ἀγῶνος, καὶ στάδιον ἐν αὐτῷ ὁ Πλαῦτος ἐνίκησε. καὶ πρὸς Ἀθηναίους δὲ φιλίαν ἐπεποιήκεσαν καὶ τῆς πολιτείας σφῶν τῶν τε μυστηρίων μετέσχον.

   Τὸ δ' Ἰλλυρικὸν ὄνομα πάλαι μὲν ἐν ἄλλοις ἐπεκέκλητο, ὕστερον δὲ ἐς τὴν ἄνω μεταβέβηκεν ἤπειρον καὶ ὑπὲρ τὴν Μακεδονίαν τήν τε Θρᾴκην τὴν ἐντὸς τοῦ Αἵμου καὶ τὴν πρὸς τῇ Ῥοδόπῃ, καὶ ἔστιν ἐν τῷ μέσῳ τούτων τῶν ὀρῶν καὶ τῶν Ἄλπεων τοῦ τε Αἴνου ποταμοῦ καὶ τοῦ Ἴστρου μέχρι τοῦ Εὐξείνου πόντου καί πῃ καὶ ἐπέκεινα τοῦ Ἴστρου νέμεται.

   Λογίου δέ ποτε τοῖς Ῥωμαίοις ἐλθόντος καὶ Ἕλληνας καὶ Γαλάτας τὸ ἄστυ καταλήψεσθαι, Γαλάται δύο καὶ Ἕλληνες ἕτεροι ἔκ τε τοῦ ἄρρενος καὶ τοῦ θήλεος γένους ζῶντες ἐν τῇ ἀγορᾷ κατωρύγησαν, ἵν' οὕτως ἐπιτελὲς τὸ πεπρωμένον γενέσθαι δοκῇ, καί τι κατέχειν τῆς πόλεως κατορωρυγμένοι νομίζωνται.

   Μετὰ δὲ τοῦτο Σαρδόνιοι ἐν δεινῷ ποιούμενοι ὅτι στρατηγὸς Ῥωμαίων ἀεὶ καθειστήκει αὐτοῖς, ἐπανέστησαν· αὖθις δὲ ἐδουλώθησαν.

   Ἰνσοῦβροι δὲ Γαλατικὸν γένος, συμμάχους ἐκ τῶν ὑπὲρ τὰς Ἄλπεις ὁμοφύλων προσειληφότες, ὅπλα [230] τοῖς Ῥωμαίοις ἐπήνεγκαν· διὸ καὶ αὐτοὶ ηὐτρεπίζοντο. ληισαμένων δὲ τῶν βαρβάρων τινά, τελευταῖον χειμῶνος μεγάλου νυκτὸς συμβάντος ὑπετόπησαν τὸ θεῖον ἐναντιοῦσθαι αὐτοῖς καὶ ἠθύμησαν, καὶ καταπτήξαντες φυγῇ τὴν σωτηρίαν πορίσασθαι ἐπεχείρησαν. καὶ ὁ Ῥηγοῦλος αὐτοὺς κατεδίωξε, καὶ τοῖς ὀπισθοφυλακοῦσι προσμίξας ἡττήθη τε καὶ ἀπέθανεν· Αἰμίλιος δὲ λόφον τινὰ κατασχὼν ἡσύχαζεν. ἀντικατασχόντων δὲ καὶ τῶν Γαλατῶν ἕτερον, ἐπί τινας μὲν ἡμέρας ἠρέμουν, ἔπειτα οἱ μὲν ὀργῇ τοῦ γεγονότος, αὐχήματι δὲ τῆς νίκης οἱ βάρβαροι, καταδραμόντες ἀπὸ τῶν μετεώρων συνέβαλον. καὶ ἐπὶ πολὺ μὲν ἰσορρόπως ἐμάχοντο, τέλος δ' οἱ Ῥωμαῖοι τῷ ἱππικῷ περισχόντες αὐτοὺς κατέκοψαν, καὶ τὸ στρατόπεδον αὐτῶν εἷλον καὶ τὰ λάφυρα ἐκομίσαντο. καὶ μετὰ ταῦτα τοῖς τῶν Βοουίων ὁ Αἰμίλιος ἐλυμήνατο, καὶ τὰ ἐπινίκια ἤγαγε, τούς τε πρώτους τῶν ἁλόντων ὡπλισμένους ἐπὶ τὸ Καπιτώλιον ἀνεκόμισεν, ἐπισκώπτων αὐτοῖς ὡς ὀμωμοκόσι μὴ πρότερον τοὺς θώρακας ἀποδύσασθαι πρὶν ἀνελθεῖν εἰς τὸ Καπιτώλιον. ἐκ δὲ τούτου τήν τε τῶν Βοουίων ἅπασαν προσεκτήσαντο καὶ τὸν Ἠριδανὸν τότε πρῶτον ἐπὶ τοὺς Ἰνσούβρους διέβησαν καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν.

   Τεράτων δ' ἐν τούτῳ γενομένων ἐς μέγα δέος οἱ ἐν τῇ Ῥώμῃ κατέστησαν· ποταμός τε γὰρ ἐν τῷ Πικηνῷ αἱματώδης ἐρρύη κἀν τῇ Τυρσηνίδι καίεσθαι τοῦ οὐρανοῦ πολὺ ἔδοξε, καὶ ἐν τῷ Ἀριμίνῳ φῶς νύκτωρ ἡμέρᾳ προσεοικὸς ἔλαμψε, καὶ πολλαχόθι τῆς Ἰταλίας τρεῖς σελῆναι νυκτὸς ἐφαντάσθησαν, κἀν τῇ ἀγορᾷ γὺψ ἐφ' ἡμέρας πλείονας ἐνιδρύθη. διά τε γοῦν τὰ τέρατα ταῦτα καὶ ὅτι τινὲς παρανόμως [231] ἔλεγον τοὺς ὑπάτους αἱρεθῆναι, μετεπέμψαντο αὐτούς. δεξάμενοι δὲ τὰ γράμματα οἱ ὕπατοι οὐκ εὐθὺς αὐτὰ ἀνέγνων, ἄρτι πρὸς πόλεμον καθιστάμενοι, ἀλλὰ προσυμβαλόντες ἐκράτησαν. μετὰ δὲ τὴν μάχην ἀναγνωσθείσης τῆς ἐπιστολῆς ὁ μὲν Φούριος ἑτοίμως ἐπείθετο, ὁ δέ γε Φλαμίνιος ἐπαιρόμενος τῇ νίκῃ τήν τε αἵρεσιν αὐτῶν ἀπεδείκνυ δι' αὐτῆς ὀρθῶς ἔχουσαν καὶ διὰ τὸν πρὸς αὐτὸν φθόνον ἐνέκειτο καὶ τοῦ θείου τοὺς δυνατοὺς καταψεύδεσθαι. οὔτ' οὖν ἀπαναστῆναι πρὶν τὸ πᾶν καταστήσασθαι ἤθελε καὶ διδάξειν καὶ τοὺς οἴκοι ἔφη μήτ' ὄρνισι μήτ' ἄλλῳ δή τινι τοιούτῳ προσέχοντας ἀπατᾶσθαι. καὶ ὁ μὲν κατὰ χώραν μένειν ἤθελε καὶ τὸν συνάρχοντα κατέχειν ἐπειρᾶτο, Φούριος δ' οὐκ ἐπείθετο. τῶν δὲ μετὰ τοῦ Φλαμινίου μελλόντων καταλειφθήσεσθαι φοβηθέντων μὴ μονωθέντες πάθωσί τι παρὰ τῶν ἐναντίων, καὶ δεηθέντων ἡμέρας τινὰς προσμεῖναι, ἐπείσθη, οὐ μέντοι καὶ ἔργου ἥψατο. Φλαμίνιος δὲ περινοστῶν τὴν χώραν ἔτεμνε καὶ ἐρύματά τινα κατεστρέψατο, τά τε λάφυρα πάντα τοῖς στρατιώταις, θεραπεύων αὐτούς, ἐχαρίσατο. ὀψὲ δ' οἴκαδε ἐπανελθόντες ὑπὸ μὲν τῆς γερουσίας αἰτίαν τῆς ἀπειθείας ἔσχον, διὰ γὰρ τὴν πρὸς τὸν Φλαμίνιον ὀργὴν ἠτίμασαν καὶ τὸν Φούριον, τὸ δὲ πλῆθος ἀντιφιλονεικῆσαν ὑπὲρ τοῦ Φλαμινίου ἐψηφίσαντο τὰ νικητήρια. καὶ ἀγαγόντες αὐτὰ ἐξέστησαν τῆς ἀρχῆς.

   Ἕτεροι δὲ ὕπατοι Κλαύδιος Μάρκελλος καὶ Γναῖος Σκιπίων ἀνθαιρεθέντες ἐστράτευσαν ἐπὶ τοὺς Ἰνσούβρους· εἰρήνην γὰρ αὐτοῖς αἰτήσασιν οὐκ ἐψηφίσαντο. καὶ ἄμφω μὲν πρῶτον πολεμοῦντες τὰ πλείω ἐκράτουν, ἔπειτα τὴν συμμαχίδα λεηλατουμένην μαθόντες διῃρέθησαν. καὶ Μάρκελλος μὲν ἐπὶ τοὺς [232] ληιζομένους τὴν σύμμαχον διὰ ταχέων ἐλθὼν οὐ κατέλαβε σφᾶς ἐκεῖ, φεύγοντας δ' ἐπεδίωξε καὶ ὑποστάντας ἐνίκησε, Σκιπίων δὲ κατὰ χώραν μείνας Ἀκέρας ἐπολιόρκει, καὶ λαβὼν αὐτὰς ὁρμητήριον τοῦ πολέμου πεποίηκεν, οὔσας ἐπικαίρους καὶ εὐερκεῖς. κἀντεῦθεν ὁρμώμενοι τό τε Μεδιόλανον καὶ κωμόπολιν ἑτέραν ἐχειρώσαντο. ἁλόντων δὲ τούτων καὶ οἱ λοιποὶ Ἰνσοῦβροι ὡμολόγησαν αὐτοῖς, χρήματα καὶ μέρος τῆς γῆς δόντες.

   Εἶτα Πούπλιός τε Κορνήλιος καὶ Μάρκος Μινούκιος ἐπ' Ἴστρου ἐστράτευσαν, καὶ πολλὰ τῶν ἐκεῖ ἐθνῶν τὰ μὲν πολέμῳ, τὰ δὲ ὁμολογίαις ὑπέταξαν. Λούκιος δὲ Οὐετούριος καὶ Γάιος Λουτάτιος ἦλθον μέχρι τῶν Ἄλπεων, ἄνευ δὲ μάχης πολλοὺς ᾠκειώσαντο. ὁ μέντοι τῶν Σαρδιαίων ἄρχων Δημήτριος, ὡς ἄνω που εἴρηται, τοῖς ἐπιχωρίοις ἐπαχθὴς ἦν καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει καὶ ἐδόκει τῇ Ῥωμαίων φιλίᾳ ἀποχρώμενος ἀδικεῖν. αἰσθόμενοι δὲ τοῦτο οἱ ὕπατοι Αἰμίλιος Παῦλος καὶ Μάρκος Λιούιος μετεπέμψαντο αὐτόν. ὡς δ' οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν ἥπτετο, ἐστράτευσαν ἐπ' αὐτὸν ἐν τῇ Ἴσσῃ ὄντα. καὶ προμαθόντες ὅτι ὑφώρμει που τῶν κατάρσεων, μέρος τῶν νεῶν εἰς τὰ ἐπὶ θάτερα τῆς νήσου προσμίξαι ἔπεμψαν. κἀκ τούτου τῶν Ἰλλυριῶν ἐπ' ἐκείνους ὡς καὶ μόνους ὄντας τραπομένων, αὐτοὶ κατὰ σχολὴν προσπλεύσαντες ἐν ἐπιτηδείῳ τε ἐστρατοπεδεύσαντο καὶ προσπεσόντας σφίσιν αὐθημερὸν τοὺς ἐπιχωρίους ὀργῇ τῆς ἀπάτης ἀπεώσαντο. τοῦ δὲ Δημητρίου ἐς Φάρον ἑτέραν νῆσον διαφυγόντος, καὶ ἐπ' ἐκείνην ἔπλευσαν καὶ [233] τῶν ἀντικαταστάντων ἐκράτησαν καὶ τὴν πόλιν ἐκ προδοσίας εἷλον, τοῦ Δημητρίου διαδράντος. ὃς τότε μὲν εἰς Μακεδονίαν μετὰ πολλῶν χρημάτων πρὸς Φίλιππον τὸν βασιλέα αὐτῆς ἐλθὼν ὑπ' ἐκείνου μὲν οὐκ ἐξεδόθη, πρὸς δὲ τοὺς Ἰλλυριοὺς ἐπανελθὼν συνελήφθη ὑπὸ Ῥωμαίων καὶ ἐδικαιώθη.

   Τῷ δ' ἐχομένῳ ἔτει περιφανῶς οἱ Ῥωμαῖοι τοῖς Καρχηδονίοις ἐξεπολεμώθησαν, καὶ ὁ πόλεμος οὗτος τῷ μὲν χρόνῳ πολὺ ἐλάσσων τοῦ προτέρου συμβέβηκε, τοῖς δ' ἔργοις τοῖς τε παθήμασι καὶ μείζων καὶ χαλεπώτερος. ἐπῆρε δὲ τοῦτον μάλιστα ὁ Ἀννίβας στραταρχῶν τῶν Καρχηδονίων. ὁ δ' Ἀννίβας οὗτος παῖς τοῦ Ἀμίλκου τοῦ Βαρχίδου ἐγένετο, καὶ ἐκ παίδων εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους ἠσκήθη. πάντας γὰρ τοὺς υἱεῖς ὁ Ἀμίλκας ὥσπερ τινὰς σκύμνους ἐπ' αὐτοὺς τρέφειν ἔλεγεν, ἐκεῖνον δὲ πολὺ τῇ φύσει προφέροντα ὁρῶν καὶ ὥρκωσε πολεμήσειν αὐτοῖς καὶ διὰ τοῦτο τά τε ἄλλα καὶ τὰ πολέμια ἔτι μᾶλλον αὐτὸν ἐξεδίδασκε, πεντεκαιδεκαέτη ὄντα· ὅθεν οὐκ ἠδυνήθη θανόντος αὐτῷ τοῦ πατρὸς τὴν στρατηγίαν διαδέξασθαι. ἐπεὶ δὲ ὁ Ἀσδρούβας ἐτελεύτησεν, οὐκέτι ἐμέλλησεν, ἓξ τότε καὶ εἴκοσιν ἐτῶν γεγονώς, ἀλλὰ τό τε στράτευμα ἐν τῇ Ἰβηρίᾳ αὐτίκα προκατέλαβε καὶ στρατηγὸς ὑπ' αὐτῶν ἀναδειχθεὶς διῳκήσατο καὶ παρὰ τῶν οἴκοι τελῶν βεβαιωθῆναι αὐτῷ τὴν ἡγεμονίαν. πράξας δὲ ταῦτα προφάσεως εὐπρεποῦς ἐδεῖτο εἰς τὴν κατὰ Ῥωμαίων ὁρμήν, καὶ ταύτην ἐποιήσατο τοὺς ἐν τῇ Ἰβηρίᾳ Ζακυνθίους. οὗτοι γὰρ οὐ πόρρω τοῦ ποταμοῦ οἰκοῦντες τοῦ Ἴβηρος, ἄνω τῆς θαλάσσης βραχύ, τοῖς Ῥωμαίοις προσέκειντο, [234] κἀκεῖνοι καὶ ἐτίμων αὐτοὺς καὶ ἐν ταῖς πρὸς τοὺς Καρχηδονίους συνθήκαις ἐξαιρέτους ἐπεποιήκεσαν. διὰ ταῦτ' οὖν ὁ Ἀννίβας πόλεμον ἤρατο πρὸς αὐτούς, εἰδὼς ὅτι ἢ ἐπικουρήσουσιν οἱ Ῥωμαῖοι τοῖς Ζακυνθίοις ἢ καί τι παθοῦσι τιμωρήσουσι. διά τε οὖν ταῦτα καὶ ὅτι καὶ μέγαν πλοῦτον κεκτῆσθαι αὐτοὺς ἐγίνωσκεν, οὗ καὶ μάλιστα ἔχρῃζε, καὶ δι' ἕτερα αἴτια κατὰ Ῥωμαίων αὐτῷ συμβαλλόμενα τοῖς Ζακυνθίοις ἐπέθετο.

   Ἡ δ' Ἰβηρία, ἐν ᾗ οἱ Ζακύνθιοι οἰκοῦσι, καὶ ἡ προσεχὴς αὐτῇ πᾶσα ἔν τε τῇ Εὐρώπῃ πρὸς δυσμάς ἐστι καὶ ἐπὶ πολὺ μὲν παρὰ τὴν ἔσω θάλασσαν καὶ παρὰ τὰς Ἡρακλείους στήλας τόν τε Ὠκεανὸν αὐτὸν προήκει, καὶ προσέτι καὶ τὴν ἤπειρον τὴν ἄνω διὰ πλείστου μέχρι τοῦ Πυρηναίου νέμεται. τὸ γὰρ ὄρος τοῦτο ἐκ τῆς θαλάσσης τῆς πάλαι μὲν Βεβρύκων, ὕστερον δὲ Ναρβωνησίων, ἀρξάμενον ἐς τὴν ἔξω τὴν μεγάλην διατείνει, πολλὰ μὲν ἐντὸς αὐτοῦ καὶ σύμμικτα ἔθνη ἔχον, πᾶσαν δὲ τὴν Ἰβηρίαν ἀπὸ τῆς προσοίκου Γαλατίας ἀφορίζον. οὔτε δ' ὁμόφωνοι ἦσαν οὔτε κοινῇ ἐπολιτεύοντο. ὅθεν οὐδὲ εἰς ἓν ὄνομα ἐτέλουν· οἱ μὲν γὰρ Ῥωμαῖοι Ἱσπανούς, οἱ δ' Ἕλληνες Ἴβηρας ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἴβηρος αὐτοὺς ἐπεκάλεσαν.

   Οἱ μὲν οὖν Ζακύνθιοι οὗτοι ἐπολιορκοῦντο, καὶ ἔπεμψαν πρὸς τοὺς περιοίκους καὶ πρὸς τοὺς Ῥωμαίους ἐπικουρίας δεόμενοι. ἀλλὰ τοὺς μὲν ὁ Ἀννίβας ἐκώλυσεν, οἱ δὲ Ῥωμαῖοι πρέσβεις πρὸς ἐκεῖνον πέμψαντες μὴ πελάζειν τοῖς Ζακυνθίοις ἐκέλευον, καὶ εἰ μὴ πείθοιτο, ἐς τὴν Καρχηδόνα πλεῦσαι εὐθὺς καὶ κατηγορῆσαι αὐτοῦ ἐπηπείλησαν. ὁ δ' Ἀννίβας ἐκ τῶν ἐπιχωρίων πέμψας τινὰς ὡς εὔνοιαν τηροῦντας [235] τοῖς πρέσβεσιν ἤδη πλησίον οὖσι παρεσκεύασε λέγειν αὐτοῖς μὴ παρεῖναι τὸν στρατηγόν, πόρρω που ἐς ἄγνωστα χωρία ἀποδημήσαντα. καὶ παρῄνουν ἀπαλλαγῆναι ὡς τάχιστα, πρὶν καταγγελθεῖεν ὡς πάρεισιν, ἵνα μὴ διὰ τὴν ἀναρχίαν, τοῦ στρατηγοῦ μὴ παρόντος, ἀπόλωνται. οἱ μὲν οὖν πιστεύσαντες αὐτοῖς εἰς τὴν Καρχηδόνα ἀπῄεσαν· γενομένης δὲ ἐκκλησίας οἱ μὲν τῶν Καρχηδονίων εἰρήνην ἄγειν πρὸς τοὺς Ῥωμαίους συνεβούλευον, οἱ δὲ τῷ Ἀννίβᾳ προσκείμενοι τοὺς μὲν Ζακυνθίους ἀδικεῖν, τοὺς δὲ Ῥωμαίους τὰ μηδὲν σφίσι προσήκοντα πολυπραγμονεῖν ἔλεγον. καὶ τέλος ἐπεκράτησαν οἱ πολεμῆσαι σφᾶς ἀναπείθοντες.

   Ἐν τούτῳ δὲ ὁ Ἀννίβας σπουδῇ τὰς προσβολὰς τῆς τειχομαχίας ἐποιεῖτο. πολλῶν δὲ πιπτόντων καὶ πλειόνων τιτρωσκομένων ἐκ τῶν τοῦ Ἀννίβου, καί ποτε τῶν Καρχηδονίων κατασεισάντων τι τοῦ περιβόλου καὶ κατὰ τὸ ῥῆγμα εἰσελθεῖν τολμησάντων, ἐπεξέδραμον οἱ Ζακύνθιοι καὶ ἀπεσόβησαν σφᾶς· ὅθεν αὐτοὶ μὲν ἐπερρώσθησαν, οἱ Καρχηδόνιοι δὲ ἐνέδοσαν ἀθυμήσαντες. οὐκ ἀπέστησαν δὲ πρὶν τὴν πόλιν ἑλεῖν, καίτοι ἐπ' ὄγδοον μῆνα τῆς πολιορκίας παραταθείσης· ἐν οἷς ἄλλα τε πολλὰ συνηνέχθη καὶ ἄτοπα καὶ ὁ Ἀννίβας δεινῶς ἐτρώθη. ἥλω δὲ οὕτως. μηχάνημα τῷ τείχει προσήγαγον πολύ τε αὐτοῦ ὑπεραῖρον καὶ ὁπλίτας τοὺς μὲν ἐμφανεῖς ἔχον, τοὺς δὲ λανθάνοντας. τῶν οὖν Ζακυνθίων τοῖς ὁρωμένοις ὡς μόνοις οὖσι μαχομένων ἐρρωμενέστερον, οἱ κεκρυμμένοι τὸ τεῖχος ὑπορύξαντες εἰσεβιάσαντο καὶ ἔνδον ἐγένοντο. τῷ γοῦν παραδόξῳ οἱ Ζακύνθιοι ἐκπλαγέντες εἰς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ εἰς λόγους ἦλθον, εἴ πως ἐπιεικεῖ τινι ὁμολογίᾳ περισωθεῖεν.

[236] ὡς δ' οὐδὲν ὁ Ἀννίβας προΐσχετο μέτριον οὐδέ τις αὐτοῖς ὠφέλεια πρὸς τῶν Ῥωμαίων ἐγίνετο, ἐπισχεθῆναι τὰς προσβολὰς ἐξῃτήσαντο, ὥς τι περὶ τῶν κατὰ σφᾶς βουλευσόμενοι· κἀν τούτῳ τὰ τιμιώτατα συμφορήσαντες τῶν χρημάτων ἐς πῦρ ἐνέβαλον, καὶ οἱ μὲν ἀπόμαχοι διεχειρίσαντο ἑαυτούς, οἱ δ' ἐν ἡλικίᾳ ἀθρόοι πρὸς τοὺς ἐναντίους ὡρμήκεσαν καὶ προθύμως ἀγωνιζόμενοι κατεκόπησαν.

   Καὶ δι' αὐτοὺς οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι ἐπολέμησαν. ὁ γὰρ Ἀννίβας καὶ συμμάχους συχνοὺς προσλαβὼν εἰς τὴν Ἰταλίαν ἠπείγετο. πυθόμενοι δὲ ταῦθ' οἱ Ῥωμαῖοι συνῆλθον εἰς τὸ συνέδριον, καὶ ἐλέχθη μὲν πολλά, Λούκιος δὲ Κορνήλιος Λέντουλος ἐδημηγόρησε καὶ εἶπε μὴ μέλλειν, ἀλλὰ πόλεμον κατὰ τῶν Καρχηδονίων ψηφίσασθαι, καὶ διχῇ διελεῖν καὶ τοὺς ὑπάτους καὶ τὰ στρατεύματα, καὶ τοὺς μὲν εἰς τὴν Ἰβηρίαν, τοὺς δὲ εἰς τὴν Λιβύην πέμψαι, ἵν' ὑπὸ τὸν αὐτὸν χρόνον ἥ τε χώρα αὐτῶν πορθῆται καὶ οἱ σύμμαχοι κακουργῶνται καὶ μήτε τῇ Ἰβηρίᾳ βοηθῆσαι δύνωνται μήτ' ἐκεῖθεν αὐτοὶ ἐπικουρηθῶσι. πρὸς ταῦτα Κύιντος Φάβιος Μάξιμος ἀντέθετο μὴ οὕτως ἐκ παντὸς τρόπου τὸν πόλεμον δεῖν ψηφίσασθαι, ἀλλὰ πρεσβείᾳ χρήσασθαι πρότερον, κἂν μὲν πείσωσιν ὅτι οὐδὲν ἀδικοῦσιν, ἡσυχίαν ἄγειν, ἂν δ' ἀδικοῦντες ἁλῶσι, τότε πολεμῆσαι αὐτοῖς, ἵνα καὶ τὴν αἰτίαν τοῦ πολέμου ἐς αὐτοὺς ἀπωσώμεθα. αἱ μὲν οὖν ἀμφοῖν δόξαι τοιαῦται ἦσαν ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τῇ δὲ βουλῇ παρασκευάζεσθαι μὲν ἔδοξε πρὸς τὴν μάχην, πρέσβεις δὲ εἰς τὴν Καρχηδόνα [237] στεῖλαι καὶ τοῦ Ἀννίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα, δικάσαι, εἰ δ' εἰς ἐκεῖνον αὐτὰ ἀναφέροιεν, ἐξαιτήσασθαι αὐτόν, κἂν μὴ ἐκδῶσι, τὸν πόλεμον ἐπαγγεῖλαι αὐτοῖς.

   Τῶν γοῦν πρέσβεων ἀπελθόντων οἱ Καρχηδόνιοι τὸ ποιητέον ἐσκόπουν. καί τις Ἀσδρούβας, εἷς τῶν ὑπὸ τοῦ Ἀννίβου προπαρεσκευασμένων, συνεβούλευσε σφίσι χρῆναι τήν τε ἀρχαίαν ἐλευθερίαν ἀνακτήσασθαι καὶ τὴν ἐκ τῆς εἰρήνης δουλείαν ἀποτρίψασθαι καὶ χρήμασι καὶ δυνάμεσι καὶ συμμάχοις συγκεκροτημένοις, ἐπαγαγὼν ὅτι "κἂν τῷ Ἀννίβᾳ μόνῳ ὅσα βούλεται πρᾶξαι ἐπιτρέψητε, καὶ τὰ προσήκοντα ἔσται καὶ οὐδὲν αὐτοὶ πονήσετε." τοιαῦτα δὲ αὐτοῦ εἰπόντος Ἄννων ὁ μέγας ἐναντιούμενος τοῖς τοῦ Ἀσδρούβου λόγοις γνώμην εἰσήνεγκε μήτε ῥᾳδίως μήτε μικρῶν καὶ ἀλλοτρίων ἐγκλημάτων ἕνεκα τὸν πόλεμον ἐφ' ἑαυτοὺς ἐπισπάσασθαι, παρὸν τὰ μὲν λῦσαι, τὰ δὲ ἐς τοὺς δράσαντας αὐτὰ τρέψαι. καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐπαύσατο, τῶν δὲ Καρχηδονίων οἱ μὲν πρεσβύτεροι καὶ τοῦ πρὶν μεμνημένοι πολέμου αὐτῷ συνετίθεντο, οἱ δ' ἐν ἡλικίᾳ καὶ μάλισθ' ὅσοι τὰ τοῦ Ἀννίβου ἔπραττον ἰσχυρῶς ἀντέλεγον. ὡς δ' οὐδὲν σαφὲς ἀπεκρίναντο καὶ ἐν ὀλιγωρίᾳ τοὺς πρέσβεις εἶχον, ὁ Μάρκος ὁ Φάβιος τὰς χεῖρας ὑπὸ τὰ ἱμάτια ὑποβαλὼν καὶ ὑπτιάσας αὐτὰς ἔφη "ἐγὼ μὲν ἐνταῦθ', ὦ Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δ' ὁπότερον αὐτῶν βούλεσθε ἕλεσθε." ἀποκριθέντων δὲ μηδέτερον μὲν αἱρεῖσθαι, δέχεσθαι δ' ἑτοίμως ὁπότερον καταλείψουσιν, ἐπήγγειλεν αὐτοῖς αὐτίκα τὸν πόλεμον.

   Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι τὸ δεύτερον ἐπολέμησαν. καὶ τὸ δαιμόνιον [238] τὰ γενησόμενα προεσήμηνεν. ἐν γὰρ τῇ Ῥώμῃ ἀνθρωπίνως ἐλάλησε βοῦς, καὶ ἕτερος ἐν τῇ τῶν Ῥωμαίων πανηγύρει ἐξ οἰκίας εἰς τὸν Τίβεριν ἑαυτὸν ἔρριψε καὶ ἐφθάρη, κεραυνοί τε πολλοὶ ἐφέροντο, καὶ αἷμα τὸ μὲν ἐξ ἀγαλμάτων ὤφθη, τὸ δὲ ἐξ ἀσπίδος στρατιώτου ἐρρύη, ἑτέρου τε ξίφος ἐξ αὐτοῦ τοῦ στρατοπέδου λύκος ἥρπασε. τῷ δ' Ἀννίβᾳ θηρία πολλὰ καὶ ἄγνωστα τὸν Ἴβηρα διαβαίνοντι προκαθηγήσατο, καὶ ὄψις ὀνείρου ἐφάνη. ἔδοξε γάρ ποτε τοὺς θεοὺς ἐν ἐκκλησίᾳ καθημένους μεταπέμψασθαί τε αὐτὸν καὶ στρατεῦσαι ὅτι τάχιστα εἰς τὴν Ἰταλίαν προστάξαι καὶ λαβεῖν παρ' αὐτῶν τῆς ὁδοῦ ἡγεμόνα, καὶ ἀμεταστρεπτὶ ὑπ' αὐτοῦ κελευσθῆναι ἕπεσθαι· μεταστραφῆναι δὲ καὶ ἰδεῖν χειμῶνα μέγαν χωροῦντα καὶ δράκοντα αὐτῷ ἐπακολουθοῦντα ἀμήχανον, καὶ θαυμάσαι ἐρέσθαι τε τὸν ἀγωγὸν τί ταῦτα εἶεν· καὶ τὸν εἰπεῖν "ὦ Ἀννίβα, ταῦτα συμπορθήσοντά σοι τὴν Ἰταλίαν ἔρχεται."

   Ταῦτα τῷ μὲν Ἀννίβᾳ χρηστὴν ἐλπίδα, τοῖς δὲ Ῥωμαίοις δεινὴν ἐνεποίει ἐκφόβησιν. διχῇ δὲ τὰς δυνάμεις οἱ Ῥωμαῖοι διελόντες καὶ τοὺς ὑπάτους, Σεμπρώνιον μὲν Λόγγον ἐς Σικελίαν ἔπεμψαν, ἐς δὲ τὴν Ἰβηρίαν Σκιπίωνα Πούπλιον. ὁ δὲ Ἀννίβας εἰς τὴν Ἰταλίαν ὡς τάχιστα ἐπιθυμῶν εἰσβαλεῖν, σπουδῇ ἐχώρει, καὶ πᾶσαν τὴν Γαλατίαν τὴν μεταξὺ τοῦ Πυρηναίου καὶ τοῦ Ῥοδανοῦ οὖσαν ἀμαχεὶ διῆλθε. καὶ μέχρι μὲν τοῦ ποταμοῦ τοῦ Ῥοδανοῦ οὐδεὶς εἰς χεῖρας ἧκεν αὐτῷ, ἐκεῖ δ' ὁ Σκιπίων ἐπεφάνη, καίπερ μὴ παρούσης αὐτῷ τῆς δυνάμεως. ὅμως μετὰ τῶν ἐπιχωρίων καὶ τῶν αὐτοῖς προσοίκων τά τε [239] πλοῖα τὰ ἐν τῷ ποταμῷ προδιέφθειρε καὶ τὸ ῥεῦμα αὐτοῦ διὰ φυλακῆς ἐποιήσατο. ὁ οὖν Ἀννίβας ἔτριψε μέν τινα χρόνον καὶ σχεδίας καὶ σκάφη ἄλλα τε καὶ μονόξυλα κατασκευάζων, ἔφθη δ' οὖν ὑπὸ πολυχειρίας τὰ πρὸς περαίωσιν ἀναγκαῖα πάντα, πρὶν τῷ Σκιπίωνι τὸ οἰκεῖον ἀφικέσθαι στράτευμα, προετοιμασάμενος. καὶ τὸν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι καὶ ψιλοῖς τισιν, ᾗ σκεδάννυται ὁ ποταμὸς ἐπὶ πολὺ καὶ νήσοις διαλαμβάνεται, διαβησόμενον ἔπεμψεν, αὐτὸς δὲ κατὰ τὸν ἐμφανῆ πόρον ἐχώρει δῆθεν, ἵν' οἱ Γαλάται ἀπατηθεῖεν, πρὸς αὐτὸν ἀντιταττόμενοι, καὶ ἀμελέστερον ἐν ἄλλοις τοῦ ποταμοῦ τὴν φυλακὴν θῶνται· ὃ καὶ γέγονε. καὶ ὁ Μάγων διέβη τὸν ποταμόν, ὁ δὲ Ἀννίβας καὶ οἱ περὶ αὐτὸν κατὰ τὸν πόρον ἐπεραιοῦντο. καὶ γενόμενοι κατὰ τὸ μέσον ἠλάλαξαν, καὶ οἱ σαλπιγκταὶ δὲ συνήχησαν· καὶ ὁ Μάγων κατὰ νώτου τοῖς ἀνθεστηκόσι προσέπεσε· καὶ οὕτως οἵ τε ἄλλοι καὶ οἱ ἐλέφαντες ἀκινδύνως ἐπεραιώθησαν. ἄρτι δὲ περαιωθέντων αὐτῶν καὶ τῷ Σκιπίωνι ἡ οἰκεία ἀφίκετο δύναμις. πέμψαντες οὖν εἰς προσκοπὴν ἱππέας ἀμφότεροι τοιούτῳ τέλει τῆς ἱππομαχίας ἐχρήσαντο ὁποῖον ὁ σύμπας ἔσχηκε πόλεμος· οἱ γὰρ Ῥωμαῖοι καὶ ἔλαττον τὴν πρώτην ἐνεγκάμενοι καὶ συχνοὺς ἀποβαλόντες ἐνίκησαν.

   Ἐντεῦθεν Ἀννίβας ἀπιέναι πρὸς Ἰταλίαν σπεύδων, ὑποπτεύων δὲ τὰς ἐπιτομωτέρας τῶν ὁδῶν, ἐκείνας μὲν παρεξῆλθεν, ἑτέραν δὲ πορευθεὶς ἰσχυρῶς ἐπόνησε. τά τε γὰρ ὄρη ἐκεῖνα ἀποτομώτατά ἐστι καὶ ἡ χιὼν πολλὴ γενομένη καὶ τὰς φάραγγας ὑπ' ἀνέμων πληρώσασα καὶ ὁ κρύσταλλος ἰσχυρότατα παγεὶς δεινῶς σφᾶς ἐταλαιπώρησε· καὶ πολλοὶ [240] τῶν αὐτοῦ στρατιωτῶν ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ σιτοδείας ἀπώλοντο, πολλοὶ δὲ καὶ οἴκαδε ἀνεχώρησαν. ἔχει δὲ λόγος ὅτι καὶ αὐτὸς ἀνέστρεψεν ἄν, εἰ μὴ πλείων καὶ ἀπορωτέρα ἡ προδιηνυσμένη ὁδὸς τῆς λειπομένης ἐτύγχανε. διὰ μὲν δὴ τοῦτο οὐκ ἀπετράπετο, ἐξαπίνης δὲ ἐκτὸς τῶν Ἄλπεων ἐκφανεὶς θαῦμα καὶ δέος τοῖς Ῥωμαίοις ἐνέβαλε.    Καὶ ὁ μὲν προεχώρει τὰ ἐν ποσὶ προσποιούμενος, Σκιπίων δὲ τὸν μὲν ἀδελφὸν Γάιον Σκιπίωνα ὑποστρατηγοῦντα αὐτῷ εἰς τὴν Ἰβηρίαν ἔπεμψεν ὡς καταληψόμενον αὐτὴν ἢ τὸν Ἀννίβαν ἐπανάξοντα, αὐτὸς δ' ἐπὶ τὸν Ἀννίβαν ἤλασε. καὶ ἡμέρας μέν τινας ἐπέσχον, ἔπειτα ἄμφω πρὸς τὴν μάχην ὥρμησαν. πρὶν δὲ δὴ ἔργου ἔχεσθαι, συγκαλέσας τοὺς στρατιώτας ὁ Ἀννίβας παρήγαγε τοὺς αἰχμαλώτους, οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἤρετο αὐτοὺς πότερον δεδέσθαι καὶ δουλεύειν κακῶς βούλοιντο ἢ μονομαχῆσαι ἀλλήλοις, ὥστ' ἀφεθῆναι προῖκα τοὺς νικήσαντας. καὶ ὡς τὸ δεύτερον εἵλοντο, συνέβαλεν αὐτούς. καὶ μαχεσαμένων ἐδημηγόρησε, τοὺς οἰκείους στρατιώτας ἐπιρρωννὺς καὶ παραθήγων εἰς πόλεμον· τοῦτο δ' ἑτέρωθεν καὶ ὁ Σκιπίων ἐποίησεν. εἶτα συνῆλθον μὲν ὡς ὅλοις τοῖς στρατοπέδοις μαχούμενοι, ὁ Σκιπίων δέ, προσυμμίξας τῷ ἱππικῷ καὶ ἡττηθεὶς συχνούς τε ἀποβαλὼν καὶ αὐτὸς τρωθείς, ἀποθανών τ' ἄν, εἰ μή περ αὐτῷ Σκιπίων ὁ υἱὸς καίπερ ὢν ἑπτακαιδεκαέτης ἐπήμυνε, κατέδεισε μὴ καὶ τῷ πεζῷ σφαλῇ, καὶ αὐτίκα τε ἐπανήγαγε καὶ τῆς νυκτὸς ὑπεχώρησεν.

   Ἀννίβας δὲ μεθ' ἡμέραν τὴν ἀποχώρησιν αὐτοῦ [241] μαθὼν πρὸς τὸν Ἠριδανὸν ἦλθε, καὶ μήτε σχεδίας ἢ πλοῖα εὑρών, ἐνεπέπρηστο γὰρ παρὰ τοῦ Σκιπίωνος, τὸν μὲν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι διανήξασθαι καὶ ἐπιδιῶξαι τοὺς Ῥωμαίους ἐκέλευσεν, αὐτὸς δὲ ἄνω πρὸς τὰς πηγὰς χωρήσας τοῦ ποταμοῦ τοὺς ἐλέφαντας κατὰ τὸν ἐπίρρουν διαβῆναι προσέταξε. καὶ οὕτω τοῦ ὕδατος περὶ τοῖς ὄγκοις τῶν ζῴων ἐμποδιζομένου καὶ σκεδαννυμένου, ῥᾷον κάτω σφῶν διεπεραιώθη. καταληφθεὶς οὖν ὁ Σκιπίων κατὰ χώραν ἔμεινε, καὶ ἐμαχέσατ' ἄν, εἰ μὴ νυκτὸς οἱ Γαλάται οἱ μετ' αὐτοῦ ηὐτομόλησαν. ὁ δ' οὖν Σκιπίων ἐπὶ τούτῳ ταραχθεὶς καὶ ὑπὸ τοῦ τραύματος ταλαιπωρήσας ὑπὸ νύκτα αὖθις ἐξανέστη καὶ ἐπὶ μετεώρου τὸ τάφρευμα ἐποιήσατο· δίωξις δὲ αὐτοῦ οὐκ ἐγένετο. μετὰ δὲ τοῦτο ἀφίκοντο καὶ οἱ Καρχηδόνιοι, καὶ τὸν ποταμὸν διὰ μέσου ποιησάμενοι ἐστρατοπεδεύσαντο.

   Ὁ μὲν οὖν Σκιπίων διά τε τὸ τραῦμα καὶ διὰ τὰ συμβεβηκότα ἀνεῖχε καὶ δύναμιν μετεπέμπετο, Ἀννίβας δὲ πολλὰ πειράσας παρακινῆσαι πρὸς μάχην αὐτόν, ἐπεὶ οὔτε τοῦτ' ἠδυνήθη καὶ τροφῆς ἐσπάνισε, φρουρίῳ προσέβαλεν ἐν ᾧ σῖτος πολὺς τῶν Ῥωμαίων ἔκειτο. καὶ μηδὲν περαίνων, τὸν φρούραρχον διέφθειρε χρήμασι, κἀκεῖνό τε προδοθὲν ἔλαβε καὶ τὰ ἄλλα σχεῖν τὰ μὲν ὅπλοις, τὰ δὲ χρυσίῳ ἐπήλπισε. κἀν τούτῳ ὁ Λόγγος τὴν Σικελίαν τῷ ὑποστρατήγῳ πιστεύσας πρὸς τὸν Σκιπίωνα κεκλημένος ἀφίκετο. καὶ οὐ πολλῷ ὕστερον ὑπὸ φιλοτιμίας, καὶ ὅτι τινὰς κατατρέχοντας τὴν χώραν ἐκράτησεν, εἰς παράταξιν ὥρμησεν. καὶ ἐσφάλη ἐνέδραις περιπεσών· καὶ τοῦ Ἀννίβου ἐπεξελθόντος μετὰ τῶν [242] πεζῶν καὶ τῶν ἐλεφάντων, οἱ μετ' αὐτοῦ ἐτράπησαν εἰς φυγήν, καὶ πολλοὶ διεφθάρησαν φόνῳ, πολλοὶ δὲ καὶ εἰς τὸν ποταμὸν ἀπερισκέπτως ἐμπεσόντες ἐπνίγησαν, ὡς ὀλίγους μετὰ τοῦ Λόγγου περισωθῆναι. νικήσας μέντοι ὁ Ἀννίβας οὐκ ἔχαιρεν, ὅτι στρατιώτας τε πολλοὺς καὶ τοὺς ἐλέφαντας πλὴν ἑνὸς ὑπὸ τοῦ χειμῶνος καὶ τῶν τραυμάτων ἀπέβαλεν.

   Ἀνοχὴν οὖν ἄσπονδον ποιησάμενοι πρὸς τὴν συμμαχίδα σφῶν ἑκάτεροι ἐχώρησαν, κἀν ταῖς πόλεσιν αὐτῶν ἐχείμαζον. καὶ τοῖς μὲν Ῥωμαίοις ἄφθονα ἐφοίτα τὰ ἐπιτήδεια, ὁ δ' Ἀννίβας οὐκ ἀρκούμενος τοῖς παρὰ τῶν συμμάχων διδομένοις ταῖς τε κώμαις καὶ ταῖς πόλεσι τῶν Ῥωμαίων προσπίπτων τὰ μὲν ἐκράτει, τὰ δ' ἀπεκρούετο. καί ποτε τῷ ἱππικῷ ὑπὸ τοῦ Λόγγου νικηθεὶς ἐτρώθη. θαρσήσαντες οὖν ἐκ τούτου τινὲς τῶν Ῥωμαίων καὶ καθ' ἑαυτοὺς προσβάλλοντι αὐτοῖς ἐπεξῆλθον. κἀκείνους τε ἔφθειρε καὶ τοῦ χωρίου ὁμολογίᾳ ἐκράτησε· καὶ αὐτὸ μὲν κατέσκαψε, τῶν δ' αἰχμαλώτων τοὺς μὲν Ῥωμαίους ἀπέκτεινε, τοὺς δ' ἄλλους ἀφῆκε. τοῦτο δὲ καὶ ἐφ' ἅπασι τοῖς ζωγρουμένοις ἐποίει, τὰς πόλεις δι' αὐτῶν οἰκειούμενος. ἀμέλει καὶ τῶν λοιπῶν Γαλατῶν πολλοὶ καὶ Λιγύων καὶ Τυρσηνῶν τοὺς Ῥωμαίους τοὺς παρ' αὐτοῖς ὄντας οἱ μὲν φονεύσαντες, οἱ δὲ ἐκδόντες μετέστησαν.

   Ἐς δὲ τὴν Τυρσηνίδα τῷ Ἀννίβᾳ πορευομένῳ ὁ Λόγγος ἐπέθετο, χειμῶνος πολλοῦ γενομένου. πεσόντων δὲ ἀμφοτέροις πολλῶν ὁ Ἀννίβας ἐς τὴν Λιγυστικὴν ἐλθὼν ἐνδιέτριψεν. ὑποπτεύων δὲ καὶ τοὺς σφετέρους, οὐδενὶ ῥᾳδίως ἐπίστευεν, ἀλλὰ τὴν ἐσθῆτά τε μεταβάλλων καὶ κόμαις χρώμενος περιθέτοις τήν τε διάλεξιν ἄλλοτε ἄλλην ποιούμενος, ᾔδει [243] γὰρ πλείους καὶ τὴν τῶν Λατίνων, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν πολλὰ ἐπεσκόπει ἤκουέ τε πλεῖστα ὡς οὐκ Ἀννίβας καί τινα ὡς ἕτερός τις ἐφθέγγετο.

   Ἐν μὲν οὖν τῇ Ἰταλίᾳ ταῦτα ἐγίνετο, ὁ δ' ἕτερος Σκιπίων ὁ Γάιος εἰς τὴν Ἰβηρίαν παρέπλευσε, καὶ τὰ παραθαλάσσια αὐτῆς μέχρι τοῦ Ἴβηρος πάντα καὶ τῶν ἄνω συχνὰ τὰ μὲν βίᾳ, τὰ δ' ἑκόντα προσείληφε, καὶ τὸν Βάννωνα μάχῃ νικήσας ἐζώγρησεν. ὁ δὲ τοῦ Ἀννίβου ὁμαίμων Ἀσδρούβας μαθὼν ταῦτα διέβη τὸν Ἴβηρα, καὶ τῶν μεταστάντων τινὰς ὑπηγάγετο· τοῦ δὲ Σκιπίωνος ἐπελθόντος αὐτῷ ἀνεχώρησεν.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ τὸν Φλαμίνιον καὶ τὸν Γέμινον ὑπάτους αὖθις εἵλοντο. Ἀννίβας δ' ἄρτι τοῦ ἔαρος ἐπιστάντος ὡς ἔγνω τὸν Φλαμίνιον μετὰ Σερουιλίου Γεμίνου χειρὶ πολλῇ ἐπ' αὐτὸν ἰόντα, πρὸς ἐξαπάτην αὐτῶν ἐτράπη, καὶ πλαττόμενος ἐνδιατρίψειν ἐκεῖ καὶ μάχην συνάψειν, ἐπεὶ νομίσαντες αὐτὸν οἱ Ῥωμαῖοι κατὰ χώραν μένειν ἀμελῶς τῶν ὁδῶν ἔσχον, ἐπὶ τοῦ στρατοπέδου τοὺς ἱππέας κατέλιπεν, αὐτὸς δ' ὑπὸ νύκτα ἄρας τά τε στενόπορα μεθ' ἡσυχίας διῆλθε καὶ πρὸς Ἀρήτιον ἠπείγετο· καὶ οἱ ἱππεῖς δέ, ἐπεὶ πολὺ προῆλθεν, ἀπῄεσαν αὐτῷ ἐφεπόμενοι. οἱ δ' ὕπατοι γνόντες ἠπατημένοι, Γέμινος μὲν αὐτοῦ ὑπέμεινε τούς τ' ἀφεστηκότας κακώσων καὶ κωλύσων ἐπικουρῆσαι Καρχηδονίοις, Φλαμίνιος δὲ μόνος ἐδίωκεν, ἵν' αὐτοῦ μόνου τὸ ἔργον τῆς νίκης, ὡς ᾤετο, γένηται. καὶ τὸ Ἀρήτιον προκατέλαβεν· ὁ γὰρ Ἀννίβας συντομωτέραν τραπόμενος δυσόδοις ἐνέτυχε, καὶ ἀνθρώπους συχνοὺς καὶ πολλὰ ὑποζύγια καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπέβαλεν. [244] ὀψὲ δ' οὖν πρὸς τὸ Ἀρήτιον ἐλθών, καὶ εὑρὼν ἐκεῖ τὸν Φλαμίνιον, κατεφρόνησεν αὐτοῦ, καὶ μάχῃ μὲν οὐ συνέβαλε, τὸ γὰρ χωρίον ἀνεπιτήδειόν οἱ ἐδόκει, πεῖραν δὲ αὐτοῦ ποιούμενος ἔκειρε τὴν χώραν. κἀν τούτῳ ἐπεκδραμόντων τῶν Ῥωμαίων ἐπανήγαγεν, ἵνα φοβεῖσθαι δόξῃ. τῆς δὲ νυκτὸς ἐξαναστάς, ἐπιτήδειόν τι χωρίον πρὸς τὴν μάχην εὑρὼν ἔμεινε. καὶ τοῦ μὲν πεζοῦ τὸ πλεῖον κατὰ τὰ ὄρη λοχᾶν ἔταξε, τὸ δ' ἱππικὸν σύμπαν ἔξω τῶν στενῶν ἀφανῶς ἐφεδρεύειν ἐκέλευσε, καὶ αὐτὸς ἐπὶ τοῦ γηλόφου μετ' ὀλίγων ἐστρατοπεδεύσατο. ὁ δὲ Φλαμίνιος ἐν φρονήματι ὤν, καὶ ἐπὶ μετεώρου σὺν ὀλίγοις αὐτὸν ἰδών, τήν τε λοιπὴν στρατιὰν πόρρω ποι πεπομφέναι νομίσας, ῥᾳδίως μεμονωμένον αἱρήσειν ἤλπισε, καὶ ἐς τὸ στενὸν ἀπερισκέπτως εἰσῆλθε, κἀνταῦθα, ὀψὲ γὰρ ἦν, ηὐλίσατο. καὶ ὑπὸ μέσας νύκτας ὑπὸ καταφρονήσεως αὐτοὺς ἀφυλάκτως καθεύδοντας πανταχόθεν ὁμοῦ περιέσχον οἱ Καρχηδόνιοι, καὶ πόρρωθεν ἀκοντίοις καὶ σφενδόναις καὶ τοξεύμασι τοὺς μὲν εὐναζομένους ἔτι, τοὺς δὲ τὰ ὅπλα λαμβάνοντας ἔκτεινον, αὐτοὶ μή τι δεινὸν ἀντιπάσχοντες. οἱ γὰρ Ῥωμαῖοι, μηδενὸς αὐτοῖς συμπλεκομένου, σκότους τε καὶ ὁμίχλης οὔσης, οὐκ εἶχον τῇ σφετέρᾳ χρήσασθαι ἀρετῇ. τοσοῦτος δ' ἐγένετο θόρυβος καὶ τοιαύτη ταραχώδης ἔκπληξις κατέσχεν αὐτοὺς ὡς μηδὲ τῶν σεισμῶν τῶν τότε γενομένων αἰσθέσθαι, καίπερ πολλὰ μὲν οἰκοδομήματα κατερράγη, πολλὰ δὲ καὶ τῶν ὀρῶν τὰ μὲν διέσχε, τὰ δὲ καὶ συνέπεσεν, ὡς καὶ τὰς φάραγγας ἐμφράξαι, καὶ ποταμοὶ δὲ τῆς ἀρχαίας ἐξόδου ἀποκλεισθέντες ἄλλην ἐτράποντο. τοιοῦτοι μὲν σεισμοὶ τὴν Τυρσηνίδα κατέσχον, οὐ μέντοι καὶ οἱ μαχόμενοι ἐν ἐννοίᾳ σφῶν ἐγένοντο. [245] αὐτός τε οὖν ὁ Φλαμίνιος καὶ ἄλλοι παμπληθεῖς ἔπεσον, συχνοὶ δὲ ἐπί τινα λόφον ἀνέβησαν· ἐπεὶ δ' ἡμέρα ἐγένετο, εἰς φυγὴν ὥρμησαν, καὶ καταληφθέντες τά τε ὅπλα καὶ ἑαυτοὺς ἐπ' ἀδείᾳ παρέδοσαν. ὅ γε μὴν Ἀννίβας βραχὺ τῶν ὀμωμοσμένων ἐφρόντισε, πάντων δὲ τῶν ἐν τῷ στρατοπέδῳ ἁλόντων τὸ μὲν ὑπήκοον τό τε συμμαχικὸν τῶν Ῥωμαίων ἀφῆκεν, αὐτοὺς δὲ ἐκείνους δήσας ἐφύλασσε. πράξας δὲ ταῦτα ἐπὶ τὴν Ῥώμην ἠπείγετο, καὶ μέχρι μὲν Ναρνίας τήν τε γῆν τέμνων καὶ τὰς πόλεις προσαγόμενος πλὴν Σπωλητίου προῆλθε, Γάιόν τε ἐνταῦθα Κεντήνιον στρατηγὸν ἐνεδρεύοντα περισχὼν ἔφθειρεν· ὡς δὲ τῷ Σπωλητίῳ προσβαλὼν ἀπεκρούσθη, καὶ τὴν τοῦ Ναείρου γέφυραν καθῃρημένην εἶδε, καὶ περὶ τοὺς ἄλλους ποταμοὺς οὓς ἀναγκαῖον ἦν διελθεῖν τοῦτο γεγονὸς ἐπύθετο, τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁρμῆς ἐπέσχεν, ἐς δὲ τὴν Καμπανίαν ἐτράπετο, τήν τε χώραν ἀρίστην καὶ τὴν πόλιν τὴν Καπύην μεγίστην οὖσαν ἀκούων, ἐνόμιζεν, εἰ σφᾶς προκαταλάβοι, καὶ τἄλλα δι' ὀλίγου προσκτήσασθαι.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ πυθόμενοι περὶ τῆς ἥττης ἤλγησαν, καὶ δι' ἐκείνους καὶ δι' ἑαυτοὺς ὀδυρόμενοι, καὶ ἐν ἀπόρῳ ἦσαν, τάς τε γεφύρας τοῦ Τιβέριδος πλὴν μιᾶς καθεῖλον καὶ τὰ τείχη πολλαχῇ πεπονηκότα σπουδῇ ἐπεσκεύαζον. δικτάτωρά τε προχειρίσασθαι βουληθέντες αὐτοὶ ἐν ἐκκλησίᾳ αὐτὸν ἀνεῖπον. ἀγαπῶντες δὲ εἰ αὐτοὶ μόνοι σωθεῖεν, οὐκ ἔστειλαν τοῖς συμμάχοις βοήθειαν. πυθόμενοι δὲ τὸν Ἀννίβαν ἐς Καμπανίαν ὁρμηθῆναι, τότε καὶ τοῖς συμμάχοις ἐπικουρῆσαι ἔγνωσαν. τῷ δ' Ἀννίβᾳ τὸν δικτάτωρα τὸν Φάβιον καὶ τὸν ἵππαρχον τὸν Μάρκον [246] τὸν Μινούκιον ἀντικατέστησαν. οἳ ἐπ' ἐκεῖνον ἐλθόντες ἐς μὲν χεῖρας αὐτῷ οὐκ ᾔεσαν, παρεπόμενοι δὲ ἐπετήρουν εἴ που καιρὸς μάχης παραπέσοι· ἀποκινδυνεῦσαι γὰρ ὁ Φάβιος κατεπτηχόσι στρατιώταις καὶ ἡττημένοις πρὸς πλείους καὶ νενικηκότας οὐκ ἤθελε, καὶ ἅμα ὅσῳ μᾶλλον τὴν χώραν κακώσειαν, τοσούτῳ θᾶσσον ἀπορῆσαι τροφῆς αὐτοὺς ἤλπισε. τοιούτοις χρώμενος λογισμοῖς οὔτ' ἄλλῃ χώρᾳ ἐπήμυνεν οὔτε τῇ Καμπανίᾳ. κατέκλεισεν οὖν διὰ ταῦτα πᾶν τὸ πολέμιον εἰς τὴν Καμπανίαν· περισχὼν γὰρ αὐτοὺς ἁπανταχόθεν οὐκ εἰδότας ἐν φυλακῇ ἐποιήσατο. αὐτὸς μὲν γὰρ κἀκ τῆς θαλάσσης καὶ ἐκ τῆς συμμαχίδος τῶν ἐπιτηδείων εὐπόρει, ἐκείνοις δὲ μόνα τὰ ἐκ τῆς γῆς ἣν ἔκειρον ὑπάρχοντα ᾔδει. καὶ διὰ τοῦτο ἀνεῖχε καὶ τῆς μελλήσεως οὐκ ἐφρόντιζε. διὸ καὶ παρὰ τῶν πολιτῶν αἰτίαν εἶχεν, ὡς καὶ μελλητὴς ἐπονομασθῆναι.

   Ὁ δ' Ἀννίβας, ἐπεὶ πρὸς χειμῶνα ἐγίνετο, καὶ οὔτε κατὰ χώραν χειμάσαι σπάνει τῶν ἀναγκαίων ἠδύνατο καὶ πολλαχῇ πειράσας ἐξιέναι τῆς Καμπανίας κεκώλυτο, τοιοῦτόν τι ἐμηχανήσατο. τοὺς αἰχμαλώτους πάντας, ἵνα μή τις αὐτῶν διαφύγῃ καὶ τὸ γινόμενον γνωρίσῃ τοῖς Ῥωμαίοις, κατέσφαξε· καὶ τὰς ἐν τῷ στρατοπέδῳ βοῦς ἀθροίσας δᾷδας τοῖς αὐτῶν προσέδησε κέρασι, καὶ πρὸς τὰ κατὰ τοὺς Σαυνίτας ὄρη ὑπὸ νύκτα χωρήσας τάς τε δᾷδας ἀνῆψε καὶ τὰς βοῦς ἐπετάραξεν. οἰστρηθεῖσαι δ' ἐκεῖναι διὰ τὸ πῦρ καὶ τὴν ἔλασιν πολλαχῇ τὴν ὕλην ἐνέπρησαν, κἀκ τούτου ῥᾳδίαν παρέσχον αὐτῷ τὴν ὑπέρβασιν. οἱ γὰρ ἐν τῷ πεδίῳ Ῥωμαῖοι καὶ οἱ ἐν [247] τοῖς μετεώροις, ἐνέδρας πτοηθέντες, οὐκ ἐκινήθησαν. καὶ οὕτως ὁ Ἀννίβας διῆλθε καὶ ἐς τὴν Σαυνίτιδα ἐκομίσθη.

   Ὁ οὖν Φάβιος μεθ' ἡμέραν τὸ γενόμενον γνοὺς κατεδίωξε, καὶ τούς τε καταλελειμμένους ἐν τῇ ὁδῷ, ἵνα σφᾶς εἴρξωσι, τρεψάμενος, καὶ τοὺς βοηθήσαντας αὐτοῖς κρατήσας, ἐστρατοπεδεύσατο μὲν οὐ πόρρω τῶν πολεμίων, οὐ μέντοι καὶ ἐς χεῖρας ἐκείνοις ἦλθεν, ἀλλ' ἀποσκίδνασθαί τε αὐτοὺς καὶ προνομεύειν ἐκώλυεν· ὥστε τὸν Ἀννίβαν ἀπορήσαντα τὸ μὲν πρῶτον ἐπὶ τὴν Ῥώμην ὁρμῆσαι· ὡς δ' οὐκ ἐμάχετο, δι' ἡσυχίας δὲ παρηκολούθει ὁ Φάβιος, αὖθις ὑπέστρεψεν εἰς τὸ Σαύνιον. καὶ ὁ Φάβιος αὐτῷ ἐφεπόμενος δι' ἀσφαλείας προσήδρευε, προμηθούμενος μήτε τῶν οἰκείων ἀποβαλεῖν τινας, καὶ αὐτὸς μὲν τῶν ἀναγκαίων ἐν εὐπορίᾳ τυγχάνων, ἐκείνῳ δὲ τῶν ὅπλων ἐκτὸς οὐδὲν προσεῖναι ὁρῶν, καὶ μηδ' οἴκοθεν προσιοῦσαν ἐπικουρίαν. οἱ γὰρ Καρχηδόνιοι καὶ ἐν γέλωτι αὐτὸν ἐποιοῦντο, γράφοντα εὖ πράττειν καὶ πολλὰ κατορθοῦν, καὶ στρατιώτας παρ' αὐτῶν αἰτοῦντα καὶ χρήματα, λέγοντες μὴ συμφωνεῖν τὰς αἰτήσεις ταῖς κατορθώσεσι. τοὺς γὰρ νικῶντας προσήκειν καὶ τῷ παρόντι ἀρκεῖσθαι στρατεύματι, καὶ χρήματα στέλλειν οἴκαδε, ἀλλ' οὐ προσαιτεῖν.

   Ἕως μὲν οὖν ἐνεδήμει ὁ Φάβιος, δεινὸν οὐδὲν τοῖς Ῥωμαίοις ἐγένετο, ὡς δ' ἐκεῖνος εἰς τὴν Ῥώμην ἀπῆρε κατά τι δημόσιον, ἔπταισαν. ὁ γὰρ Ῥοῦφος ὁ ἵππαρχος, φρόνημα κενὸν ὑπὸ νεότητος ἔχων καὶ τῶν πολεμικῶν σφαλμάτων ἀπερίοπτος ὢν καὶ τῇ μελλήσει τοῦ Φαβίου ἀχθόμενος, ἐπεὶ τὴν προστασίαν τῆς στρατιᾶς μόνος ἔσχε, τῶν μὲν ἐντολῶν τοῦ [248] δικτάτωρος ὠλιγώρησεν, ὁρμήσας δ' εἰς παράταξιν τὸ μὲν πρῶτον νικᾶν ἔδοξεν, εἶτα ἡττήθη. κἂν πανσυδὶ διεφθάρη, εἰ μή τινες Σαυνιτῶν κατὰ τύχην τοῖς Ῥωμαίοις ἐπίκουροι ἀφικνούμενοι δόξαν τοῖς Καρχηδονίοις παρέσχον προσιέναι τὸν Φάβιον. ἀναχωρησάντων οὖν διὰ τοῦτο κεκρατηκέναι ἐνόμισε, καὶ ἐς τὴν Ῥώμην τὸ ἔργον μεγαλύνων καὶ τὸν δικτάτωρα προσδιαβάλλων ἐπέστειλεν, ὀκνηρὸν καὶ μελλητὴν αὐτὸν καλῶν καὶ τὰ τῶν ἐναντίων φρονοῦντα.

   Οἱ δ' ἐν τῇ Ῥώμῃ νενικηκέναι τὸν Ῥοῦφον ὄντως ἐνόμισαν, καὶ οἷα παρὰ δόξαν θαρσήσαντες καὶ ἐπῄνουν αὐτὸν καὶ ἐτίμων, καὶ τὸν Φάβιον ἐν ὑποψίᾳ σχόντες διὰ ταῦτα καὶ ὅτι τὰ ἐν Καμπανίᾳ χωρία αὐτοῦ οὐκ ἐδῄωσαν, μικροῦ καὶ τῆς ἀρχῆς ἂν παρέλυσαν. ἀλλ' ἐκεῖνον μὲν χρήσιμον νομίζοντες εἶναι οὐκ ἔπαυσαν, τῷ δ' ἱππάρχῳ τὴν αὐτὴν ἐξουσίαν προσένειμαν, ὥστ' ἄμφω ἀπὸ τῆς ἴσης ἄρχειν. δοξάντων δὲ τούτων ὁ μὲν Φάβιος οὔτε τοῖς πολίταις οὔτε τῷ Ῥούφῳ ἔσχεν ὀργήν, ὁ δὲ Ῥοῦφος, οὐδὲ πρὶν ὀρθῶς φρονῶν, τότε μάλιστα ἐπεφύσητο καὶ κατέχειν ἑαυτὸν οὐκ ἠδύνατο, ἀλλ' ἡμέραν ἠξίου παρ' ἡμέραν ἢ καὶ πλείους ἐφεξῆς ἐναλλὰξ μόνος ἄρχειν. δείσας δ' ὁ Φάβιος μή τι κακὸν ἐξεργάσηται, εἰ πάσης τῆς δυνάμεως γένοιτο ἐγκρατής, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ' ἐνείματο τὸ στρατόπεδον, ὥστε τοῖς ὑπάτοις ἐπ' ἴσης ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ παραχρῆμα ὁ Ῥοῦφος ἀπεστρατοπεδεύσατο, ἵνα διάδηλος ᾖ ὅτι καθ' ἑαυτὸν ἄρχει, ἀλλ' οὐχ ὑπὸ τῷ δικτάτωρι. ὁ οὖν Ἀννίβας τοῦτο αἰσθόμενος ἐς μάχην αὐτὸν ὑπηγάγετο, ὡς ἐπὶ καταλήψει χωρίου προσελθών· καὶ περιστοιχισάμενος ἐξ ἐνέδρας εἰς κίνδυνον [249] κατέστησεν ὡς πανστρατιᾷ ἐξελεῖν, εἰ μὴ ὁ Φάβιος κατὰ νώτου αὐτῷ προσπεσὼν ἐκώλυσε.

   Παθὼν οὖν τοῦτο ὁ Ῥοῦφος μετεβάλετο, καὶ τὸ στράτευμά τε τὸ περίλοιπον ἐς τὸν Φάβιον εὐθὺς ἤγαγε, καὶ τὴν ἀρχὴν παραδέδωκεν, οὐδ' ἀνέμεινε τὸν δῆμον ἀναψηφίσασθαι, ἀλλ' ἐθελοντὴς τὴν ἡγεμονίαν, ἣν παρ' αὐτοῦ μόνος ἱππάρχων ἔλαβεν, ἀφῆκε. καὶ αὐτὸν ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν. καὶ ὁ Φάβιος αὐτίκα μηδὲν ἐνδοιάσας πᾶσαν ἐδέξατο, καὶ ὁ δῆμος αὐτὸ ἀπεδέξατο. καὶ μετὰ ταῦτα αὐτός τε ἀσφαλέστατα προέστη τοῦ στρατεύματος, καὶ μέλλων ἀπαλλαγήσεσθαι τῆς ἀρχῆς τοὺς ὑπάτους μετεπέμψατο καὶ τὸ στράτευμα σφίσι παρέδωκε καὶ πάνθ' ὅσα πραχθῆναι ἐχρῆν παρῄνεσεν ἀφθονώτατα. κἀκεῖνοι θρασέως οὐδέν, ἀλλὰ κατὰ τὴν ὑποθήκην τοῦ Φαβίου ἅπαντα ἔπραξαν, καίπερ ὁ Γέμινος καὶ προκατωρθώκει τι. τὸ γὰρ ναυτικὸν τῶν Καρχηδονίων ἰδὼν ὁρμῆσαν μὲν ἐπὶ τὴν Ἰταλίαν, διὰ δὲ τὴν ἀντιπαρασκευὴν αὐτῶν μὴ προσμίξαν αὐτῇ, ἐπεκπλεύσας τά τε τῶν Κυρνίων καὶ τὰ τῶν Σαρδονίων ἐν τῷ παράπλῳ ἐβεβαιώσατο, καὶ ἐς τὴν Λιβύην ἐκβὰς ἐλεηλάτησε τὴν παραλίαν αὐτῆς. ταῦτα μὲν ἔπραξεν, οὐ μέντοι δι' αὐτὰ ἐπεφύσητο ὥστε πρὸς τὸν Ἀννίβαν διακινδυνεῦσαι, ἀλλὰ ταῖς ἐντολαῖς τοῦ Φαβίου ἐνέμεινεν. ὅθενπερ καὶ αἱ πόλεις οὐκέθ' ὁμοίως τοῖς Καρχηδονίοις προσετίθεντο. ἐφοβοῦντο γὰρ μὴ ὁ Ἀννίβας τῆς Ἰταλίας ἐκπέσῃ, καὶ κακόν τι αὐτοὶ ὑπὸ Ῥωμαίων ἅτε προσοίκων πάθωσι. καὶ οἱ μὲν πλείους τὸ ἀποβησόμενον ἐσκόπουν, ὀλίγοι δὲ πρὸς τοὺς Ῥωμαίους αὖθις μετέστησαν, καὶ ἀναθήματά τινες αὐτοῖς ἔπεμψαν. καὶ τοῦ Ἱέρωνος πολλὰ πεπομφότος, σῖτον καὶ Νίκης ἄγαλμα οἱ Ῥωμαῖοι [250] μόνα ἔλαβον, καίπερ ἐν ἀχρηματίᾳ ὄντες, ὥστε τὸ ἀργυροῦν νόμισμα, ἀμιγὲς καὶ καθαρὸν γινόμενον πρότερον, χαλκῷ προσμίξαι.