Ιουδαϊκή αρχαιολογία/α

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Βιβλίον α΄
Συγγραφέας: Ιώσηπος
Ἰουδαϊκὴ ἀρχαιολογία
Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. Weidmann. 1892.


Προοίμιον περὶ τῆς ὅλης πραγματείας.
Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
α.
ἡ τοῦ κόσμου σύστασις καὶ διάταξις τῶν στοιχείων.
β.
περὶ τοῦ γένους Ἀδάμου καὶ τῶν ἀπ᾽ αὐτοῦ δέκα γενεῶν τῶν μέχρι τοῦ κατακλυσμοῦ.
γ.
ὡς ὁ κατακλυσμὸς ἐγένετο καὶ ὃν τρόπον Νῶχος σωθεὶς ἐν λάρνακι μετὰ τῶν συγγενῶν κατῴκησεν ἐν τῷ Σινάρῳ πεδίῳ.
δ.
ὡς πύργος, ὃν οἱ παῖδες αὐτοῦ ἐφ᾽ ὕβρει τοῦ θεοῦ ᾠκοδόμησαν, καὶ ὡς τὰς φωνὰς αὐτῶν μετέβαλε καὶ ὁ τόπος, ἐν ᾧ τοῦτο γέγονε, Βαβυλὼν ἐκλήθη.
ε.
ὡς οἱ Νώχου ἔγγονοι πᾶσαν τὴν οἰκουμένην ἐπῴκησαν.
ς.
ὅτι τῶν ἐθνῶν ἕκαστον ἀπὸ τῶν οἰκισάντων προσηγορεύθη.
ζ.
ὅπως Ἅβραμος ὁ πρόγονος ἡμῶν ἐξελθὼν ἐκ τῆς Χαλδαίων γῆς κατέσχε τὴν τότε μὲν Χαναναίαν νῦν δὲ Ἰουδαίαν λεγομένην.
η.
ὅτι λιμοῦ τὴν Χαναναίαν καταλαβόντος εἰς Αἴγυπτον ἀπῆρε καὶ διατρίψας ἐν αὐτῇ τινα χρόνον ὑπέστρεψεν ὀπίσω.
θ.
ἧττα Σοδομιτῶν Ἀσσυρίων αὐτοῖς ἐπιστρατευσάντων.
ι.
ὡς Ἅβραμος ἐπὶ τοὺς Ἀσσυρίους ἐκστρατεύσας ἐνίκησε καὶ τοὺς αἰχμαλώτους τῶν Σοδομιτῶν ἔσωσε καὶ τὴν λείαν ἣν ἔλαβον ἀφείλετο.
ια.
πῶς τὸ Σοδομιτῶν ἔθνος θεὸς κατεστρέψατο χολωθεὶς αὐτοῖς ἐφ᾽ οἷς ἡμάρτανον.
ιβ.
περὶ Ἰσμαήλου τοῦ Ἁβράμου καὶ τῶν ἐγγόνων αὐτοῦ Ἀράβων.
ιγ.
περὶ Ἰσάκου, ὃς ἦν γνήσιος παῖς Ἁβράμου.
ιδ.
περὶ Σάρρας τῆς Ἁβράμου γυναικός, καὶ πῶς τὸν βίον κατέστρεψεν.
ιε.
ὡς ἐκ Κατούρης Ἁβράμῳ γαμηθείσης τὸ τῶν Τρωγλοδυτῶν Ἀράβων ἔθνος ἐγεννήθη.
ις.
περὶ τῆς Ἁβράμῳ τελευτῆς.
ιζ.
περὶ τῆς Ἰσάκου παίδων Ἡσαῦ καὶ Ἰακώβου γενέσεως καὶ διατροφῆς.
ιη.
Ἰακώβου φυγὴ εἰς τὴν Μεσοποταμίαν καὶ τὸν ἐκ τἀδελφοῦ φόβον, καὶ ὡς γήμας ἐκεῖ καὶ δώδεκα γεννήσας παῖδας πάλιν εἰς τὴν Χαναναίαν ἐπανῆλθεν.
ιθ.
ὡς Ἴσακος τελευτήσας ἐτάφη ἐν Νεβρῶνι.

Περιέχει ἡ βίβλος χρόνον ἐτῶν ὡς Ἰώσηπος [3008]γη, Ἑβραῖοι [1872]αωοβ, Εὐσέβιος [3459]γυνθ.


[1] Τοῖς τὰς ἱστορίας συγγράφειν βουλομένοις οὐ μίαν οὐδὲ τὴν αὐτὴν ὁρῶ τῆς σπουδῆς γινομένην αἰτίαν, ἀλλὰ πολλὰς καὶ πλεῖστον ἀλλήλων διαφερούσας. [2] τινὲς μὲν γὰρ ἐπιδεικνύμενοι λόγων δεινότητα καὶ τὴν ἀπ᾽ αὐτῆς θηρευόμενοι δόξαν ἐπὶ τοῦτο τῆς παιδείας τὸ μέρος ὁρμῶσιν, ἄλλοι δὲ χάριν ἐκείνοις φέροντες, περὶ ὧν τὴν ἀναγραφὴν εἶναι συμβέβηκε, τὸν εἰς αὐτὴν πόνον καὶ παρὰ δύναμιν ὑπέστησαν· [3] εἰσὶ δ᾽ οἵτινες ἐβιάσθησαν ὑπ᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἀνάγκης οἷς πραττομένοις παρέτυχον ταῦτα γραφῇ δηλούσῃ περιλαβεῖν· πολλοὺς δὲ χρησίμων μέγεθος πραγμάτων ἐν ἀγνοίᾳ κειμένων προύτρεψε τὴν περὶ αὐτῶν ἱστορίαν εἰς κοινὴν ὠφέλειαν ἐξενεγκεῖν. [4] τούτων δὴ τῶν προειρημένων αἰτιῶν αἱ τελευταῖαι δύο κἀμοὶ συμβεβήκασι· τὸν μὲν γὰρ πρὸς τοὺς Ῥωμαίους πόλεμον ἡμῖν τοῖς Ἰουδαίοις γενόμενον καὶ τὰς ἐν αὐτῷ πράξεις καὶ τὸ τέλος οἷον ἀπέβη πείρᾳ μαθὼν ἐβιάσθην ἐκδιηγήσασθαι διὰ τοὺς ἐν τῷ γράφειν λυμαινομένους τὴν ἀλήθειαν, [5] ταύτην δὲ τὴν ἐνεστῶσαν ἐγκεχείρισμαι πραγματείαν νομίζων ἅπασι φανεῖσθαι τοῖς Ἕλλησιν ἀξίαν σπουδῆς· μέλλει γὰρ περιέξειν ἅπασαν τὴν παρ᾽ ἡμῖν ἀρχαιολογίαν καὶ διάταξιν τοῦ πολιτεύματος ἐκ τῶν Ἑβραϊκῶν μεθηρμηνευμένην γραμμάτων. [6] ἤδη μὲν οὖν καὶ πρότερον διενοήθην, ὅτε τὸν πόλεμον συνέγραφον, δηλῶσαι τίνες ὄντες ἐξ ἀρχῆς Ἰουδαῖοι καὶ τίσι χρησάμενοι τύχαις ὑφ᾽ οἵῳ τε παιδευθέντες νομοθέτῃ τὰ πρὸς εὐσέβειαν καὶ τὴν ἄλλην ἄσκησιν ἀρετῆς πόσους τε πολέμους ἐν μακροῖς πολεμήσαντες χρόνοις εἰς τὸν τελευταῖον ἄκοντες πρὸς Ῥωμαίους κατέστησαν. [7] ἀλλ᾽ ἐπειδὴ μείζων ἦν ἡ τοῦδε τοῦ λόγου περιβολή, κατ᾽ αὐτὸν ἐκεῖνον χωρίσας ταῖς ἰδίαις ἀρχαῖς αὐτοῦ καὶ τῷ τέλει τὴν γραφὴν συνεμέτρησα· χρόνου δὲ προϊόντος, ὅπερ φιλεῖ τοῖς μεγάλων ἅπτεσθαι διανοουμένοις, ὄκνος μοι καὶ μέλλησις ἐγίνετο τηλικαύτην μετενεγκεῖν ὑπόθεσιν εἰς ἀλλοδαπὴν ἡμῖν καὶ ξένην διαλέκτου συνήθειαν. [8] ἦσαν δέ τινες, οἳ πόθῳ τῆς ἱστορίας ἐπ᾽ αὐτήν με προύτρεπον, καὶ μάλιστα δὴ πάντων Ἐπαφρόδιτος ἀνὴρ ἅπασαν μὲν ἰδέαν παιδείας ἠγαπηκώς, διαφερόντως δὲ χαίρων ἐμπειρίαις πραγμάτων, ἅτε δὴ μεγάλοις μὲν αὐτὸς ὁμιλήσας πράγμασι καὶ τύχαις πολυτρόποις, ἐν ἅπασι δὲ θαυμαστὴν φύσεως ἐπιδειξάμενος ἰσχὺν καὶ προαίρεσιν ἀρετῆς ἀμετακίνητον. [9] τούτῳ δὴ πειθόμενος ὡς αἰεὶ τοῖς χρήσιμον ἢ καλόν τι πράττειν δυναμένοις συμφιλοκαλοῦντι καὶ ἐμαυτὸν αἰσχυνόμενος, εἰ δόξαιμι ῥαθυμίᾳ πλέον ἢ τῷ περὶ τὰ κάλλιστα χαίρειν πόνῳ, προθυμότερον ἐπερρώσθην, ἔτι κἀκεῖνα πρὸς τοῖς εἰρημένοις λογισάμενος οὐ παρέργως, περί τε τῶν ἡμετέρων προγόνων εἰ μεταδιδόναι τῶν τοιούτων ἤθελον, καὶ περὶ τῶν Ἑλλήνων εἴ τινες αὐτῶν γνῶναι τὰ παρ᾽ ἡμῖν ἐσπούδασαν. [10]

Εὗρον τοίνυν, ὅτι Πτολεμαίων μὲν ὁ δεύτερος μάλιστα δὴ βασιλεὺς περὶ παιδείαν καὶ βιβλίων συναγωγὴν σπουδάσας ἐξαιρέτως ἐφιλοτιμήθη τὸν ἡμέτερον νόμον καὶ τὴν κατ᾽ αὐτὸν διάταξιν τῆς πολιτείας εἰς τὴν Ἑλλάδα φωνὴν μεταβαλεῖν, [11] ὁ δὲ τῶν παρ᾽ ἡμῖν ἀρχιερέων οὐδενὸς ἀρετῇ δεύτερος Ἐλεάζαρος τῷ προειρημένῳ βασιλεῖ ταύτης ἀπολαῦσαι τῆς ὠφελείας οὐκ ἐφθόνησε πάντως ἀντειπὼν ἄν, εἰ μὴ πάτριον ἦν ἡμῖν τὸ μηδὲν ἔχειν τῶν καλῶν ἀπόρρητον. [12] κἀμαυτῷ δὴ πρέπειν ἐνόμισα τὸ μὲν τοῦ ἀρχιερέως μιμήσασθαι μεγαλόψυχον, τῷ βασιλεῖ δὲ πολλοὺς ὁμοίως ὑπολαβεῖν καὶ νῦν εἶναι φιλομαθεῖς· οὐδὲ γὰρ πᾶσαν ἐκεῖνος ἔφθη λαβεῖν τὴν ἀναγραφήν, ἀλλὰ μόνα τὰ τοῦ νόμου παρέδοσαν οἱ πεμφθέντες ἐπὶ τὴν ἐξήγησιν εἰς τὴν Ἀλεξάνδρειαν· [13] μυρία δ᾽ ἐστὶ τὰ δηλούμενα διὰ τῶν ἱερῶν γραμμάτων, ἅτε δὴ πεντακισχιλίων ἐτῶν ἱστορίας ἐν αὐτοῖς ἐμπεριειλημμένης, καὶ παντοῖαι μέν εἰσι παράλογοι περιπέτειαι, πολλαὶ δὲ τύχαι πολέμων καὶ στρατηγῶν ἀνδραγαθίαι καὶ πολιτευμάτων μεταβολαί. [14] τὸ σύνολον δὲ μάλιστά τις ἂν ἐκ ταύτης μάθοι τῆς ἱστορίας ἐθελήσας αὐτὴν διελθεῖν, ὅτι τοῖς μὲν θεοῦ γνώμῃ κατακολουθοῦσι καὶ τὰ καλῶς νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν πάντα κατορθοῦται πέρα πίστεως καὶ γέρας εὐδαιμονία πρόκειται παρὰ θεοῦ· καθ᾽ ὅσον δ᾽ ἂν ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους ὅ τι ποτ᾽ ἂν ὡς ἀγαθὸν δρᾶν σπουδάσωσιν, [15] ἤδη τοίνυν τοὺς ἐντευξομένους τοῖς βιβλίοις παρακαλῶ τὴν γνώμην θεῷ προσανέχειν καὶ δοκιμάζειν τὸν ἡμέτερον νομοθέτην, εἰ τήν τε φύσιν ἀξίως αὐτοῦ κατενόησε καὶ τῇ δυνάμει πρεπούσας ἀεὶ τὰς πράξεις ἀνατέθεικε πάσης καθαρὸν τὸν περὶ αὐτοῦ φυλάξας λόγον τῆς παρ᾽ ἄλλοις ἀσχήμονος μυθολογίας· [16] καίτοι γε ὅσον ἐπὶ μήκει χρόνου καὶ παλαιότητι πολλὴν εἶχεν ἄδειαν ψευδῶν πλασμάτων· γέγονε γὰρ πρὸ ἐτῶν δισχιλίων, ἐφ᾽ ὅσον πλῆθος αἰῶνος οὐδ᾽ αὐτῶν οἱ ποιηταὶ τὰς γενέσεις τῶν θεῶν, μήτι γε τὰς τῶν ἀνθρώπων πράξεις ἢ τοὺς νόμους ἀνενεγκεῖν ἐτόλμησαν. [17] τὰ μὲν οὖν ἀκριβῆ τῶν ἐν ταῖς ἀναγραφαῖς προϊὼν ὁ λόγος κατὰ τὴν οἰκείαν τάξιν σημανεῖ· τοῦτο γὰρ διὰ ταύτης ποιήσειν τῆς πραγματείας ἐπηγγειλάμην οὐδὲν προσθεὶς οὐδ᾽ αὖ παραλιπών. [18]

Ἐπειδὴ δὲ πάντα σχεδὸν ἐκ τῆς τοῦ νομοθέτου σοφίας ἡμῖν ἀνήρτηται Μωυσέος, ἀνάγκη μοι βραχέα περὶ ἐκείνου προειπεῖν, ὅπως μή τινες τῶν ἀναγνωσομένων διαπορῶσι, πόθεν ἡμῖν ὁ λόγος περὶ νόμων καὶ πράξεων ἔχων τὴν ἀναγραφὴν ἐπὶ τοσοῦτον φυσιολογίας κεκοινώνηκεν. [19] ἰστέον οὖν, ὅτι πάντων ἐκεῖνος ἀναγκαιότατον ἡγήσατο τῷ καὶ τὸν ἑαυτοῦ μέλλοντι βίον οἰκονομήσειν καλῶς καὶ τοῖς ἄλλοις νομοθετεῖν θεοῦ πρῶτον φύσιν κατανοῆσαι καὶ τῶν ἔργων τῶν ἐκείνου θεατὴν τῷ νῷ γενόμενον οὕτως παράδειγμα τὸ πάντων ἄριστον μιμεῖσθαι καθ᾽ ὅσον οἷόν τε καὶ πειρᾶσθαι κατακολουθεῖν. [20] οὔτε γὰρ αὐτῷ ποτ᾽ ἂν γενέσθαι νοῦν ἀγαθὸν τῷ νομοθέτῃ ταύτης ἀπολειπομένῳ τῆς θέας, οὔτε τῶν γραφησομένων εἰς ἀρετῆς λόγον οὐδὲν ἀποβήσεσθαι τοῖς λαβοῦσιν, εἰ μὴ πρὸ παντὸς ἄλλου διδαχθεῖεν, ὅτι πάντων πατήρ τε καὶ δεσπότης ὁ θεὸς ὢν καὶ πάντα ἐπιβλέπων τοῖς μὲν ἑπομένοις αὐτῷ δίδωσιν εὐδαίμονα βίον, τοὺς ἔξω δὲ βαίνοντας ἀρετῆς μεγάλαις περιβάλλει συμφοραῖς. [21] τοῦτο δὴ παιδεῦσαι βουληθεὶς Μωυσῆς τὸ παίδευμα τοὺς ἑαυτοῦ πολίτας τῆς τῶν νόμων θέσεως οὐκ ἀπὸ συμβολαίων καὶ τῶν πρὸς ἀλλήλους δικαίων ἤρξατο τοῖς ἄλλοις παραπλησίως, ἀλλ᾽ ἐπὶ τὸν θεὸν καὶ τὴν τοῦ κόσμου κατασκευὴν τὰς γνώμας αὐτῶν ἀναγαγὼν καὶ πείσας, ὅτι τῶν ἐπὶ γῆς ἔργων τοῦ θεοῦ κάλλιστόν ἐσμεν ἄνθρωποι, ὅτε πρὸς τὴν εὐσέβειαν ἔσχεν ὑπακούοντας, ῥᾳδίως ἤδη περὶ πάντων ἔπειθεν. [22] οἱ μὲν γὰρ ἄλλοι νομοθέται τοῖς μύθοις ἐξακολουθήσαντες τῶν ἀνθρωπίνων ἁμαρτημάτων εἰς τοὺς θεοὺς τῷ λόγῳ τὴν αἰσχύνην μετέθεσαν καὶ πολλὴν ὑποτίμησιν τοῖς πονηροῖς ἔδωκαν· [23] ὁ δ᾽ ἡμέτερος νομοθέτης ἀκραιφνῆ τὴν ἀρετὴν ἔχοντα τὸν θεὸν ἀποφήνας ᾠήθη δεῖν τοὺς ἀνθρώπους ἐκείνης πειρᾶσθαι μεταλαμβάνειν καὶ τοὺς μὴ ταῦτα φρονοῦντας μηδὲ μὴν πιστεύοντας ἀπαραιτήτως ἐκόλασε. [24] πρὸς ταύτην οὖν τὴν ὑπόθεσιν ποιεῖσθαι τὴν ἐξέτασιν τοὺς ἀναγνωσομένους παρακαλῶ· φανεῖται γὰρ σκοπουμένοις οὕτως οὐδὲν οὔτ᾽ ἄλογον αὐτοῖς οὔτε πρὸς τὴν μεγαλειότητα τοῦ θεοῦ καὶ τὴν φιλανθρωπίαν ἀνάρμοστον· πάντα γὰρ τῇ τῶν ὅλων φύσει σύμφωνον ἔχει τὴν διάθεσιν, τὰ μὲν αἰνιττομένου τοῦ νομοθέτου δεξιῶς, τὰ δ᾽ ἀλληγοροῦντος μετὰ σεμνότητος, ὅσα δ᾽ ἐξ εὐθείας λέγεσθαι συνέφερε, ταῦτα ῥητῶς ἐμφανίζοντος. [25] τοῖς μέντοι βουλομένοις καὶ τὰς αἰτίας ἑκάστου σκοπεῖν πολλὴ γένοιτ᾽ ἂν ἡ θεωρία καὶ λίαν φιλόσοφος, ἣν ἐγὼ νῦν μὲν ὑπερβάλλομαι, θεοῦ δὲ διδόντος ἡμῖν χρόνον πειράσομαι μετὰ ταύτην γράψαι τὴν πραγματείαν. [26] τρέψομαι δὲ ἐπὶ τὴν ἀφήγησιν ἤδη τῶν πραγμάτων μνησθεὶς πρότερον ὧν περὶ τῆς τοῦ κόσμου κατασκευῆς εἶπε Μωυσῆς· ταῦτα δ᾽ ἐν ταῖς ἱεραῖς βίβλοις εὗρον ἀναγεγραμμένα. ἔχει δὲ οὕτως· [27]

Ἐν ἀρχῇ ἔκτισεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ταύτης δ᾽ ὑπ᾽ ὄψιν οὐκ ἐρχομένης, ἀλλὰ βαθεῖ μὲν κρυπτομένης σκότει, πνεύματος δ᾽ αὐτὴν ἄνωθεν ἐπιθέοντος, γενέσθαι φῶς ἐκέλευσεν ὁ θεός. [28] καὶ γενομένου τούτου κατανοήσας τὴν ὅλην ὕλην διεχώρισε τό τε φῶς καὶ τὸ σκότος καὶ τῷ μὲν ὄνομα ἔθετο νύκτα, τὸ δὲ ἡμέραν ἐκάλεσεν ἑσπέραν τε καὶ ὄρθρον τὴν ἀρχὴν τοῦ φωτὸς καὶ τὴν ἀνάπαυσιν προσαγορεύσας. [29] καὶ αὕτη μὲν ἂν εἴη πρώτη ἡμέρα, Μωυσῆς δ᾽ αὐτὴν μίαν εἶπε· τὴν δὲ αἰτίαν ἱκανὸς μέν εἰμι ἀποδοῦναι καὶ νῦν, ἐπεὶ δ᾽ ὑπέσχημαι τὴν αἰτιολογίαν πάντων ἰδίᾳ συγγραψάμενος παραδώσειν, εἰς τότε καὶ τὴν περὶ αὐτῆς ἑρμηνείαν ἀναβάλλομαι. [30] μετὰ δὴ τοῦτο τῇ δευτέρᾳ τῶν ἡμερῶν τὸν οὐρανὸν τοῖς ὅλοις ἐπιτίθησιν, ὅτ᾽ αὐτὸν ἀπὸ τῶν ἄλλων διακρίνας κατ᾽ αὐτὸν ἠξίωσε τετάχθαι, κρύσταλλόν τε περιπήξας αὐτῷ καὶ νότιον αὐτὸν καὶ ὑετώδη πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως τῇ γῇ μηχανησάμενος. [31] τῇ δὲ τρίτῃ ἵστησι τὴν γῆν ἀναχέας περὶ αὐτὴν τὴν θάλασσαν· κατ᾽ αὐτὴν δὲ ταύτην τὴν ἡμέραν εὐθὺς φυτά τε καὶ σπέρματα γῆθεν ἀνέτειλε. τῇ τετάρτῃ δὲ διακοσμεῖ τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις ἄστροις κινήσεις αὐτοῖς ἐπιστείλας καὶ δρόμους, οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο. [32] πέμπτῃ ἡμέρᾳ ζῷά τε κατ᾽ αὐτὴν νηκτὰ καὶ μετάρσια τὰ μὲν κατὰ βάθους τὰ δὲ δι᾽ ἀέρος ἀνῆκε συνδησάμενος αὐτὰ κοινωνίᾳ καὶ μίξει γονῆς ἕνεκα καὶ τοῦ συναύξεσθαι καὶ πλεονάζειν αὐτῶν τὴν φύσιν. τῇ δὲ ἕκτῃ ἡμέρᾳ δημιουργεῖ τὸ τῶν τετραπόδων γένος ἄρρεν τε καὶ θῆλυ ποιήσας· ἐν ταύτῃ δὲ καὶ τὸν ἄνθρωπον ἔπλασε. [33] καὶ τὸν κόσμον ἓξ ταῖς πάσαις ἡμέραις Μωυσῆς καὶ πάντα τὰ ἐν αὐτῷ φησὶ γενέσθαι, τῇ δὲ ἑβδόμῃ ἀναπαύσασθαι καὶ λαβεῖν ἀπὸ τῶν ἔργων ἐκεχειρίαν, ὅθεν καὶ ἡμεῖς σχολὴν ἀπὸ τῶν πόνων κατὰ ταύτην ἄγομεν τὴν ἡμέραν προσαγορεύοντες αὐτὴν σάββατα· δηλοῖ δὲ ἀνάπαυσιν κατὰ τὴν Ἑβραίων διάλεκτον τοὔνομα. [34]

Καὶ δὴ καὶ φυσιολογεῖν Μωυσῆς μετὰ τὴν ἑβδόμην ἤρξατο περὶ τῆς τἀνθρώπου κατασκευῆς λέγων οὕτως· ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών, καὶ πνεῦμα ἐνῆκεν αὐτῷ καὶ ψυχήν. ὁ δ᾽ ἄνθρωπος οὗτος Ἄδαμος ἐκλήθη· σημαίνει δὲ τοῦτο κατὰ γλῶτταν τὴν Ἑβραίων πυρρόν, ἐπειδήπερ ἀπὸ τῆς πυρρᾶς γῆς φυραθείσης ἐγεγόνει· τοιαύτη γάρ ἐστιν ἡ παρθένος γῆ καὶ ἀληθινή. [35] παρίστησι δὲ ὁ θεὸς τῷ Ἀδάμῳ κατὰ γένη τὰ ζῷα θῆλύ τε καὶ ἄρρεν ἀποδειξάμενος καὶ τούτοις ὀνόματα τίθησιν, οἷς ἔτι καὶ νῦν καλοῦνται. βλέπων δὲ τὸν Ἄδαμον οὐκ ἔχοντα κοινωνίαν πρὸς τὸ θῆλυ καὶ συνδιαίτησιν, οὐδὲ γὰρ ἦν, ξενιζόμενον δ᾽ ἐπὶ τοῖς ἄλλοις ζῴοις οὕτως ἔχουσι, μίαν αὐτοῦ κοιμωμένου πλευρὰν ἐξελὼν ἐξ αὐτῆς ἔπλασε γυναῖκα. [36] καὶ ὁ Ἄδαμος προσαχθεῖσαν αὐτὴν ἐγνώρισεν ἐξ αὑτοῦ γενομένην. ἔσσα δὲ καθ᾽ Ἑβραίων διάλεκτον καλεῖται γυνή, τὸ δ᾽ ἐκείνης ὄνομα τῆς γυναικὸς Εὔα ἦν· σημαίνει δὲ τοῦτο πάντων μητέρα. [37]

Φησὶ δὲ τὸν θεὸν καὶ παράδεισον πρὸς τὴν ἀνατολὴν καταφυτεῦσαι παντοίῳ τεθηλότα φυτῷ· ἐν τούτοις δ᾽ εἶναι καὶ τῆς ζωῆς τὸ φυτὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως, ᾗ διεγινώσκετο τί εἴη τὸ ἀγαθὸν καὶ τί τὸ κακόν. [38] εἰς τοῦτον δὲ τὸν κῆπον εἰσαγαγόντα τόν τε Ἄδαμον καὶ τὴν γυναῖκα κελεῦσαι τῶν φυτῶν ἐπιμελεῖσθαι. ἄρδεται δ᾽ οὗτος ὁ κῆπος ὑπὸ ἑνὸς ποταμοῦ πᾶσαν ἐν κύκλῳ τὴν γῆν περιρρέοντος, ὃς εἰς τέσσαρα μέρη σχίζεται. καὶ Φεισὼν μέν, σημαίνει δὲ πληθὺν τοὔνομα, ἐπὶ τὴν Ἰνδικὴν φερόμενος ἐκδίδωσιν εἰς τὸ πέλαγος ὑφ᾽ Ἑλλήνων Γάγγης λεγόμενος, [39] Εὐφράτης δὲ καὶ Τίγρις ἐπὶ τὴν Ἐρυθρὰν ἀπίασι θάλασσαν· καλεῖται δὲ ὁ μὲν Εὐφράτης Φοράς, σημαίνει δὲ ἤτοι σκεδασμὸν ἢ ἄνθος, Τίγρις δὲ Διγλάθ, ἐξ οὗ φράζεται τὸ μετὰ στενότητος ὀξύ· Γηὼν δὲ διὰ τῆς Αἰγύπτου ῥέων δηλοῖ τὸν ἀπὸ τῆς ἐναντίας ἀναδιδόμενον ἡμῖν, ὃν δὴ Νεῖλον Ἕλληνες προσαγορεύουσιν. [40]

Ὁ δὴ τοίνυν θεὸς τὸν Ἄδαμον καὶ τὴν γυναῖκα τῶν μὲν ἄλλων φυτῶν ἐκέλευε γεύεσθαι, τοῦ δὲ τῆς φρονήσεως ἀπέχεσθαι, προειπὼν ἁψαμένοις ἀπ᾽ αὐτοῦ ὄλεθρον γενησόμενον. [41] ὁμοφωνούντων δὲ κατ᾽ ἐκεῖνο καιροῦ τῶν ζῴων ἁπάντων ὄφις συνδιαιτώμενος τῷ τε Ἀδάμῳ καὶ τῇ γυναικὶ φθονερῶς μὲν εἶχεν ἐφ᾽ οἷς αὐτοὺς εὐδαιμονήσειν ᾤετο πεπεισμένους τοῖς τοῦ θεοῦ παραγγέλμασιν, [42] οἰόμενος δὲ συμφορᾷ περιπεσεῖσθαι παρακούσαντας ἀναπείθει κακοήθως τὴν γυναῖκα γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως ἐν αὐτῷ λέγων εἶναι τήν τε τἀγαθοῦ καὶ τοῦ κακοῦ διάγνωσιν, ἧς γενομένης αὐτοῖς μακάριον καὶ μηδὲν ἀπολείποντα τοῦ θείου διάξειν βίον. [43] καὶ παρακρούεται μὲν οὕτω τὴν γυναῖκα τῆς ἐντολῆς τοῦ θεοῦ καταφρονῆσαι· γευσαμένη δὲ τοῦ φυτοῦ καὶ ἡσθεῖσα τῷ ἐδέσματι καὶ τὸν Ἄδαμον ἀνέπεισεν αὐτῷ χρήσασθαι. [44] καὶ συνίεσάν τε αὑτῶν ἤδη γεγυμνωμένων καὶ τὴν αἰσχύνην ὕπαιθρον ἔχοντες σκέπην αὑτοῖς ἐπενόουν· τὸ γὰρ φυτὸν ὀξύτητος καὶ διανοίας ὑπῆρχε. φύλλοις οὖν ἑαυτοὺς συκῆς ἐσκέπασαν καὶ ταῦτα πρὸ τῆς αἰδοῦς προβαλόμενοι μᾶλλον ἐδόκουν εὐδαιμονεῖν ὡς ὧν πρότερον ἐσπάνιζον εὑρόντες. [45] τοῦ θεοῦ δ᾽ εἰς τὸν κῆπον ἐλθόντος ὁ μὲν Ἄδαμος πρότερον εἰς ὁμιλίαν αὐτῷ φοιτῶν συνειδὼς αὑτῷ τὴν ἀδικίαν ὑπεχώρει, τὸν δὲ θεὸν ἐξένιζε τὸ πραττόμενον καὶ τὴν αἰτίαν ἐπυνθάνετο, δι᾽ ἣν πρότερον ἡδόμενος τῇ πρὸς αὐτὸν ὁμιλίᾳ νῦν φεύγει ταύτην καὶ περιίσταται. [46] τοῦ δὲ μηδὲν φθεγγομένου διὰ τὸ συγγινώσκειν ἑαυτῷ παραβάντι τὴν τοῦ θεοῦ πρόσταξιν ‘ἀλλ᾽ ἐμοὶ μέν, εἶπεν ὁ θεός, ἔγνωστο περὶ ὑμῶν, ὅπως βίον εὐδαίμονα καὶ κακοῦ παντὸς ἀπαθῆ βιώσετε μηδεμιᾷ ξαινόμενοι τὴν ψυχὴν φροντίδι, πάντων δ᾽ ὑμῖν αὐτομάτων ὅσα πρὸς ἀπόλαυσιν καὶ ἡδονὴν συντελεῖ κατὰ τὴν ἐμὴν ἀνιόντων πρόνοιαν χωρὶς ὑμετέρου πόνου καὶ ταλαιπωρίας, ὧν παρόντων γῆράς τε θᾶττον οὐκ ἂν ἐπέλθοι καὶ τὸ ζῆν ὑμῖν μακρὸν γένοιτο. [47] νῦν δ᾽ εἰς ταύτην μου τὴν γνώμην ἐνύβρισας παρακούσας τῶν ἐμῶν ἐντολῶν· οὐ γὰρ ἐπ᾽ ἀρετῇ τὴν σιωπὴν ἄγεις, ἀλλ᾽ ἐπὶ συνειδότι πονηρῷ.’ [48] Ἄδαμος δὲ παρῃτεῖτο τῆς ἁμαρτίας αὑτὸν καὶ παρεκάλει τὸν θεὸν μὴ χαλεπαίνειν αὐτῷ τὴν γυναῖκα τοῦ γεγονότος αἰτιώμενος καὶ λέγων ὑπ᾽ αὐτῆς ἐξαπατηθεὶς ἁμαρτεῖν, ἡ δ᾽ αὖ κατηγόρει τοῦ ὄφεως. [49] ὁ δὲ θεὸς ἥττονα γυναικείας συμβουλίας αὐτὸν γενόμενον ὑπετίθει τιμωρίᾳ, τὴν γῆν οὐκέτι μὲν οὐδὲν αὐτοῖς ἀναδώσειν αὐτομάτως εἰπών, πονοῦσι δὲ καὶ τοῖς ἔργοις τριβομένοις τὰ μὲν παρέξειν, τῶν δ᾽ οὐκ ἀξιώσειν. Εὔαν δὲ τοκετοῖς καὶ ταῖς ἐξ ὠδίνων ἀλγηδόσιν ἐκόλαζεν, ὅτι τὸν Ἄδαμον οἷς αὐτὴν ὁ ὄφις ἐξηπάτησε τούτοις παρακρουσαμένη συμφοραῖς περιέβαλεν. [50] ἀφείλετο δὲ καὶ τὸν ὄφιν τὴν φωνὴν ὀργισθεὶς ἐπὶ τῇ κακοηθείᾳ τῇ πρὸς τὸν Ἄδαμον καὶ ἰὸν ἐντίθησιν ὑπὸ τὴν γλῶτταν αὐτῷ πολέμιον ἀποδείξας ἀνθρώποις καὶ ὑποθέμενος κατὰ τῆς κεφαλῆς φέρειν τὰς πληγάς, ὡς ἐν ἐκείνῃ τοῦ τε κακοῦ τοῦ πρὸς ἀνθρώπους κειμένου καὶ τῆς τελευτῆς ῥᾴστης τοῖς ἀμυνομένοις ἐσομένης, ποδῶν τε αὐτὸν ἀποστερήσας σύρεσθαι κατὰ τῆς γῆς ἰλυσπώμενον ἐποίησε. [51] καὶ ὁ μὲν θεὸς ταῦτα προστάξας αὐτοῖς πάσχειν μετοικίζει τὸν Ἄδαμον καὶ τὴν Εὔαν ἐκ τοῦ κήπου εἰς ἕτερον χωρίον. [52]

Γίνονται δὲ αὐτοῖς παῖδες ἄρρενες δύο· προσηγορεύετο δὲ αὐτῶν ὁ μὲν πρῶτος Κάις, κτίσιν δὲ σημαίνει τοῦτο μεθερμηνευόμενον τοὔνομα, Ἄβελος δὲ ὁ δεύτερος, σημαίνει δὲ οὐθὲν τοῦτο· [53] γίνονται δὲ αὐτοῖς καὶ θυγατέρες. οἱ μὲν οὖν ἀδελφοὶ διαφόροις ἔχαιρον ἐπιτηδεύμασιν· Ἄβελος μὲν γὰρ ὁ νεώτερος δικαιοσύνης ἐπεμελεῖτο καὶ πᾶσι τοῖς ὑπ᾽ αὐτοῦ πραττομένοις παρεῖναι τὸν θεὸν νομίζων ἀρετῆς προενόει, ποιμενικὸς δ᾽ ἦν ὁ βίος αὐτῷ· Κάις δὲ τά τε ἄλλα πονηρότατος ἦν καὶ πρὸς τὸ κερδαίνειν μόνον ἀποβλέπων γῆν τε ἀροῦν ἐπενόησε πρῶτος καὶ κτείνει δὲ τὸν ἀδελφὸν ἐκ τοιαύτης αἰτίας· [54] θῦσαι τῷ θεῷ δόξαν αὐτοῖς ὁ μὲν Κάις τοὺς ἀπὸ τῆς γεωργίας καὶ φυτῶν καρποὺς ἐπήνεγκεν, Ἄβελος δὲ γάλα καὶ τὰ πρωτότοκα τῶν βοσκημάτων. ὁ δὲ θεὸς ταύτῃ μᾶλλον ἥδεται τῇ θυσίᾳ τοῖς αὐτομάτοις καὶ κατὰ φύσιν γεγονόσι τιμώμενος, ἀλλ᾽ οὐχὶ τοῖς κατ᾽ ἐπίνοιαν ἀνθρώπου πλεονέκτου βίᾳ πεφυκόσιν. [55] ἔνθεν ὁ Κάις παροξυνθεὶς ἐπὶ τῷ προτετιμῆσθαι τὸν Ἄβελον ὑπὸ τοῦ θεοῦ κτείνει τὸν ἀδελφὸν καὶ τὸν νεκρὸν αὐτοῦ ποιήσας ἀφανῆ λήσειν ὑπέλαβεν. ὁ δὲ θεὸς συνεὶς τὸ ἔργον ἧκε πρὸς τὸν Κάιν περὶ τἀδελφοῦ πυνθανόμενος, ποῖ ποτ᾽ εἴη· πολλῶν γὰρ αὐτὸν οὐκ ἰδεῖν ἡμερῶν τὸν ἄλλον χρόνον πάντα μετ᾽ αὐτοῦ βλέπων αὐτὸν ἀναστρεφόμενον. [56] ὁ δὲ Κάις ἀπορούμενος καὶ οὐκ ἔχων ὅ τι λέγοι πρὸς τὸν θεὸν ἀμηχανεῖν μὲν καὶ αὐτὸς ἔφασκε τὸ πρῶτον ἐπὶ τἀδελφῷ μὴ βλεπομένῳ, παροξυνθεὶς δὲ τοῦ θεοῦ λιπαρῶς ἐγκειμένου καὶ πολυπραγμονοῦντος οὐκ εἶναι παιδαγωγὸς καὶ φύλαξ αὐτοῦ καὶ τῶν ὑπ᾽ αὐτοῦ πραττομένων ἔλεγεν. [57] ὁ δὲ θεὸς τοὐντεῦθεν ἤλεγχεν ἤδη τὸν Κάιν φονέα τἀδελφοῦ γενόμενον καί ‘θαυμάζω, φησίν, εἰ περὶ ἀνδρὸς ἀγνοεῖς εἰπεῖν τί γέγονεν, ὃν αὐτὸς ἀπολώλεκας.’ [58] τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμωρίας αὐτὸν ἠφίει θυσίαν ἐπιτελέσαντα καὶ δι᾽ αὐτῆς ἱκετεύσαντα μὴ λαβεῖν ὀργὴν αὐτῷ χαλεπωτέραν, ἐπάρατον δ᾽ αὐτὸν ἐτίθει καὶ τοὺς ἐγγόνους αὐτοῦ τιμωρήσεσθαι κατὰ τὴν ἑβδόμην ἠπείλησε γενεάν, καὶ τῆς γῆς αὐτὸν ἐκείνης ἐκβάλλει σὺν τῇ γυναικί. [59] τοῦ δὲ μὴ θηρίοις ἀλώμενος περιπέσῃ δεδιότος καὶ τοῦτον ἀπόληται τὸν τρόπον, ἐκέλευε μηδὲν ὑφορᾶσθαι σκυθρωπὸν ἀπὸ τοιαύτης αἰτίας, ἀλλ᾽ ἕνεκα τοῦ μηδὲν αὐτῷ ἐκ θηρίων γενέσθαι δεινὸν διὰ πάσης ἀδεῶς χωρεῖν γῆς· καὶ σημεῖον ἐπιβαλών, ᾧ γνώριμος ἂν εἴη, προσέταξεν ἀπιέναι. [60]

Πολλὴν δ᾽ ἐπελθὼν γῆν ἱδρύεται μετὰ τῆς γυναικὸς Κάις Ναΐδα τόπον οὕτω καλούμενον καὶ αὐτόθι ποιεῖται τὴν κατοίκησιν, ἔνθ᾽ αὐτῷ καὶ παῖδες ἐγένοντο· οὐκ ἐπὶ νουθεσίᾳ δὲ τὴν κόλασιν ἔλαβεν, ἀλλ᾽ ἐπ᾽ αὐξήσει τῆς κακίας, ἡδονὴν μὲν πᾶσαν ἐκπορίζων αὐτοῦ τῷ σώματι, κἂν μεθ᾽ ὕβρεως τῶν συνόντων δέῃ ταύτην ἔχειν· [61] αὔξων δὲ τὸν οἶκον πλήθει χρημάτων ἐξ ἁρπαγῆς καὶ βίας πρὸς ἡδονὴν καὶ λῃστείαν τοὺς ἐντυγχάνοντας παρακαλῶν διδάσκαλος αὐτοῖς ὑπῆρχε πονηρῶν ἐπιτηδευμάτων, καὶ τὴν ἀπραγμοσύνην, ᾗ πρότερον συνέζων οἱ ἄνθρωποι, μέτρων ἐπινοίᾳ καὶ σταθμῶν μετεστήσατο ἀκέραιον αὐτοῖς ὄντα τὸν βίον ἐκ τῆς τούτων ἀμαθίας καὶ μεγαλόψυχον εἰς πανουργίαν περιαγαγών, [62] ὅρους τε γῆς πρῶτος ἔθετο καὶ πόλιν ἐδείματο καὶ τείχεσιν ὠχύρωσεν εἰς ταὐτὸν συνελθεῖν τοὺς οἰκείους καταναγκάσας. καὶ τὴν πόλιν δὲ ταύτην ἀπὸ Ἀνώχου τοῦ πρεσβυτάτου παιδὸς Ἄνωχαν ἐκάλεσεν. [63] Ἀνώχου δὲ Ἰαράδης υἱὸς ἦν, ἐκ δὲ τούτου Μαρουῆλος, οὗ γίνεται παῖς Μαθουσάλας, τοῦ δὲ Λάμεχος, ᾧ παῖδες ὑπῆρξαν ἑπτὰ καὶ ἑβδομήκοντα ἐκ δύο γυναικῶν αὐτῷ φύντες Σελλᾶς καὶ Ἄδας. [64] τούτων Ἰώβηλος μὲν ἐξ Ἄδας γεγονὼς σκηνὰς ἐπήξατο καὶ προβατείαν ἠγάπησεν, Ἰούβαλος δέ, ὁμομήτριος δ᾽ ἦν αὐτῷ, μουσικὴν ἤσκησε καὶ ψαλτήρια καὶ κιθάρας ἐπενόησεν, Ἰουβῆλος δὲ τῶν ἐκ τῆς ἑτέρας γεγονότων ἰσχύι πάντας ὑπερβαλὼν τὰ πολεμικὰ διαπρεπῶς μετῆλθεν ἐκ τούτων καὶ τὰ πρὸς ἡδονὴν τοῦ σώματος ἐκπορίζων, χαλκείαν τε πρῶτος ἐπενόησεν. [65] πατὴρ δὲ θυγατρὸς γενόμενος ὁ Λάμεχος Νοεμᾶς ὄνομα, ἐπεὶ τὰ θεῖα σαφῶς ἐξεπιστάμενος ἑώρα δίκην αὑτὸν ὑφέξοντα τῆς Κάιος ἀδελφοκτονίας μείζονα, τοῦτο ταῖς ἑαυτοῦ γυναιξὶν ἐποίησε φανερόν. [66] ἔτι δὲ ζῶντος Ἀδάμου Κάιος τοὺς ἐγγόνους πονηροτάτους συνέβη γενέσθαι κατὰ διαδοχὴν καὶ μίμησιν ἄλλον ἄλλου χείρονα τελευτῶντα· πρός τε γὰρ πολέμους εἶχον ἀκρατῶς καὶ πρὸς λῃστείαν ὡρμήκεσαν, ἄλλος δ᾽ εἴ τις ὀκνηρὸς ἦν πρὸς τὸ φονεύειν, ἄλλην ἀπόνοιαν ἦν θράσους ὑβρίζων καὶ πλεονεκτῶν. [67]

Ἄδαμος δὲ ὁ πρῶτος ἐκ γῆς γενόμενος, ἀπαιτεῖ γὰρ ἡ διήγησις τὸν περὶ αὐτοῦ λόγον, Ἀβέλου μὲν ἐσφαγμένου, Κάιος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας ἐφρόντιζε, καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως ἔτη τριάκοντ᾽ ἤδη καὶ διακόσια ἠνυκότα τοῦ βίου, πρὸς οἷς ἕτερα ζήσας ἑπτακόσια τελευτᾷ. [68] γίνονται μὲν οὖν αὐτῷ παῖδες ἄλλοι τε πλείους καὶ Σῆθος· ἀλλὰ περὶ μὲν τῶν ἄλλων μακρὸν ἂν εἴη λέγειν, πειράσομαι δὲ μόνα τὰ τῶν ἀπὸ Σήθου διελθεῖν· τραφεὶς γὰρ οὗτος καὶ παρελθὼν εἰς ἡλικίαν ἤδη καλὰ κρίνειν δυναμένην καὶ γενόμενος αὐτὸς ἄριστος μιμητὰς τῶν αὐτῶν τοὺς ἀπογόνους κατέλιπεν. [69] οἱ δὲ πάντες ἀγαθοὶ φύντες γῆν τε τὴν αὐτὴν ἀστασίαστοι κατῴκησαν εὐδαιμονήσαντες μηδενὸς αὐτοῖς ἄχρι καὶ τελευτῆς δυσκόλου προσπεσόντος, σοφίαν τε τὴν περὶ τὰ οὐράνια καὶ τὴν τούτων διακόσμησιν ἐπενόησαν. [70] ὑπὲρ δὲ τοῦ μὴ διαφυγεῖν τοὺς ἀνθρώπους τὰ ηὑρημένα μηδὲ πρὶν εἰς γνῶσιν ἐλθεῖν φθαρῆναι, προειρηκότος ἀφανισμὸν Ἀδάμου τῶν ὅλων ἔσεσθαι τὸν μὲν κατ᾽ ἰσχὺν πυρὸς τὸν ἕτερον δὲ κατὰ βίαν καὶ πλῆθος ὕδατος, στήλας δύο ποιησάμενοι τὴν μὲν ἐκ πλίνθου τὴν ἑτέραν δὲ ἐκ λίθων ἀμφοτέραις ἐνέγραψαν τὰ εὑρημένα, [71] ἵνα καὶ τῆς πλινθίνης ἀφανισθείσης ὑπὸ τῆς ἐπομβρίας ἡ λιθίνη μείνασα παράσχῃ μαθεῖν τοῖς ἀνθρώποις τὰ ἐγγεγραμμένα δηλοῦσα καὶ πλινθίνην ὑπ᾽ αὐτῶν ἀνατεθῆναι. μένει δ᾽ ἄχρι δεῦρο κατὰ γῆν τὴν Σειρίδα. [72]

Καὶ οὗτοι μὲν ἑπτὰ γενεὰς διέμειναν θεὸν ἡγούμενοι δεσπότην εἶναι τῶν ὅλων καὶ πάντα πρὸς ἀρετὴν ἀποβλέποντες, εἶτα προϊόντος χρόνου μεταβάλλονται πρὸς τὸ χεῖρον ἐκ τῶν πατρίων ἐθισμῶν μήτε τὰς νενομισμένας τιμὰς ἔτι τῷ θεῷ παρέχοντες μήτε τοῦ πρὸς ἀνθρώπους δικαίου ποιούμενοι λόγον, ἀλλ᾽ ἣν πρότερον εἶχον τῆς ἀρετῆς ζήλωσιν διπλασίονα τῆς κακίας τότ᾽ ἐπιδεικνύμενοι δι᾽ ὧν ἔπραττον· ἔνθεν ἑαυτοῖς τὸν θεὸν ἐξεπολέμωσαν. [73] πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συνιόντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν· ὅμοια τοῖς ὑπὸ γιγάντων τετολμῆσθαι λεγομένοις ὑφ᾽ Ἑλλήνων καὶ οὗτοι δράσαι παραδίδονται. [74] Νῶχος δὲ τοῖς πραττομένοις ὑπ᾽ αὐτῶν δυσχεραίνων καὶ τοῖς βουλεύμασιν ἀηδῶς ἔχων ἔπειθεν ἐπὶ τὸ κρεῖττον τὴν διάνοιαν αὐτοὺς καὶ τὰς πράξεις μεταφέρειν, ὁρῶν δ᾽ οὐκ ἐνδιδόντας, ἀλλ᾽ ἰσχυρῶς ὑπὸ τῆς ἡδονῆς τῶν κακῶν κεκρατημένους, δείσας μὴ καὶ φονεύσωσιν αὐτὸν μετὰ γυναικῶν καὶ τέκνων καὶ τῶν τούτοις συνοικουσῶν ἐξεχώρησε τῆς γῆς. [75]

Ὁ δὲ θεὸς τοῦτον μὲν τῆς δικαιοσύνης ἠγάπησε, κατεδίκαζε δ᾽ οὐκ ἐκείνων μόνων τῆς κακίας, ἀλλὰ καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον τότε δόξαν αὐτῷ διαφθεῖραι καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμόμενος αὐτῶν τὸν βίον καὶ ποιήσας ἐτῶν οὐχ ὅσα πρότερον ἔζων, ἀλλ᾽ ἑκατὸν εἴκοσιν, εἰς θάλασσαν τὴν ἤπειρον μετέβαλε. [76] καὶ οἱ μὲν οὕτως ἀφανίζονται πάντες, Νῶχος δὲ σώζεται μόνος ὑποθεμένου μηχανὴν αὐτῷ καὶ πόρον πρὸς σωτηρίαν τοῦ θεοῦ τοιαύτην· [77] λάρνακα τετράστεγον κατασκευάσας πηχῶν τὸ μῆκος τριακοσίων πεντήκοντα δὲ τὸ πλάτος καὶ τριάκοντα τὸ βάθος, εἰς ταύτην σὺν τῇ μητρὶ τῶν παίδων καὶ ταῖς τούτων γυναιξὶν ἀνέβη, τά τε ἄλλα ὅσα πρὸς τὰς χρείας ἐπικουρήσειν αὐτοῖς ἔμελλεν ἐνθέμενος, ζῷά τε παντοῖα πρὸς διατήρησιν τοῦ γένους αὐτῶν ἄρρενάς τε καὶ θηλείας συνεισβαλόμενος ἄλλα τε τούτων ἑπταπλασίονα τὸν ἀριθμόν. [78] ἦν δ᾽ ἡ λάρναξ τούς τε τοίχους καρτερὰ καὶ τὸν ὄροφον, ὡς μηδαμόθεν ἐπικλύζεσθαι μηδ᾽ ἡττᾶσθαι τῆς τοῦ ὕδατος βίας. καὶ Νῶχος μὲν οὕτως μετὰ τῶν οἰκείων διασώζεται. [79] ἦν δ᾽ αὐτὸς μὲν ἀπὸ Ἀδάμου δέκατος· Λαμέχου γάρ ἐστιν υἱός, οὗ πατὴρ ἦν Μαθουσάλας, οὗτος δὲ ἦν τοῦ Ἀνώχου τοῦ Ἰαρέδου, Μαλαήλου δὲ Ἰάρεδος ἐγεγόνει, ὃς ἐκ Καϊνᾶ τεκνοῦται τοῦ Ἀνώσου σὺν ἀδελφαῖς πλείοσιν, Ἄνωσος δὲ Σήθου υἱὸς ἦν τοῦ Ἀδάμου· [80]

Συνέβη δὲ τοῦτο τὸ πάθος κατὰ τὸ ἑξακοσιοστὸν ἔτος ἤδη Νώχου τῆς ἀρχῆς, ἐν μηνὶ δευτέρῳ Δίῳ μὲν ὑπὸ Μακεδόνων λεγομένῳ, Μαρσουάνῃ δ᾽ ὑπὸ Ἑβραίων· οὕτω γὰρ ἐν Αἰγύπτῳ τὸν ἐνιαυτὸν ἦσαν διατεταχότες. [81] Μωυσῆς δὲ τὸν Νισᾶν, ὅς ἐστι Ξανθικός, μῆνα πρῶτον ἐπὶ ταῖς ἑορταῖς ὥρισε κατὰ τοῦτον ἐξ Αἰγύπτου τοὺς Ἑβραίους προαγαγών· οὗτος δ᾽ αὐτῷ καὶ πρὸς ἁπάσας τὰς εἰς τὸ θεῖον τιμὰς ἦρχεν, ἐπὶ μέντοι γε πράσεις καὶ ὠνὰς καὶ τὴν ἄλλην διοίκησιν τὸν πρῶτον κόσμον διεφύλαξε· τὴν δ᾽ ἐπομβρίαν ἄρξασθαί φησιν ἑβδόμῃ τοῦ προειρημένου μηνὸς καὶ εἰκάδι. [82] χρόνος δὲ οὗτος ἀπὸ Ἀδάμου τοῦ πρώτου γεγονότος ἐτῶν ὑπῆρχε δισχιλίων διακοσίων ἑξηκονταδύο. ἀναγέγραπται δὲ ὁ χρόνος ἐν ταῖς ἱεραῖς βίβλοις σημειουμένων μετὰ πολλῆς ἀκριβείας τῶν τότε καὶ τὰς γενέσεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ τὰς τελευτάς. [83]

Ἀδάμῳ μὲν τριακοστῷ ἤδη καὶ διακοσιοστῷ ἔτει γεγονότι παῖς Σῆθος γίνεται, ὃς ἐνακόσια καὶ τριάκοντα ἔτη ἐβίωσε. Σῆθος δὲ κατὰ πέμπτον καὶ διακοσιοστὸν ἔτος ἐγέννησεν Ἄνωσον, ὃς πέντε ζήσας ἔτη καὶ ἐνακόσια Καϊνᾷ τῷ παιδὶ τὴν τῶν πραγμάτων ἐπιμέλειαν δίδωσι τεκνώσας αὐτὸν περὶ ἐνενηκοστὸν καὶ ἑκατοστὸν ἔτος· οὗτος ἐβίωσεν ἔτη δώδεκα πρὸς τοῖς ἐνακοσίοις. [84] Καϊνᾶς δὲ βιοὺς δέκα καὶ ἐνακόσια Μαλαῆλον υἱὸν ἔσχεν ἔτει γενόμενον ἑβδομηκοστῷ καὶ ἑκατοστῷ. οὗτος ὁ Μαλαῆλος ζήσας πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια ἔτη ἐτελεύτησεν Ἰάρεδον καταλιπὼν υἱόν, ὃν ἔτος πέμπτον ἑξηκοστὸν καὶ ἑκατοστὸν γενόμενος ἐγέννησε. [85] τοῦτον εἰς ἐννέα καὶ ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις βιώσαντα Ἄνωχος υἱὸς διαδέχεται γεννηθεὶς περὶ ἔτη δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν τοῦ πατρὸς αὐτῷ τυγχάνοντος. οὗτος ζήσας πέντε καὶ ἑξήκοντα πρὸς τοῖς τριακοσίοις ἀνεχώρησε πρὸς τὸ θεῖον, ὅθεν οὐδὲ τελευτὴν αὐτοῦ ἀναγεγράφασι. [86] Μαθουσάλας δὲ Ἀνώχου παῖς κατὰ ἔτος αὐτῷ γεγονὼς πέμπτον καὶ ἑξηκοστὸν καὶ ἑκατοστὸν Λάμεχον υἱὸν ἔσχε περὶ ἔτη γεγονὼς ἑπτὰ καὶ ὀγδοήκοντα καὶ ἑκατόν, ᾧ τὴν ἀρχὴν παρέδωκεν αὐτὸς αὐτὴν κατασχὼν ἐννέα καὶ ἑξήκοντα καὶ ἐνακοσίοις. [87] Λάμεχος δὲ ἄρξας ἑπτὰ καὶ ἑπτακοσίοις ἔτεσι Νῶχον τῶν πραγμάτων ἀποδείκνυσι προστάτην υἱόν, ὃς Λαμέχῳ γενόμενος ὄγδοον καὶ ὀγδοηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἠνυκότι πεντήκοντα καὶ ἐνακοσίοις ἔτεσιν ἦρξε τῶν πραγμάτων. [88] ταῦτα συναγόμενα τὰ ἔτη τὸν προαναγεγραμμένον πληροῖ χρόνον. ἐξεταζέτω δὲ μηδεὶς τὰς τελευτὰς τῶν ἀνδρῶν, τοῖς γὰρ αὐτῶν παισὶ καὶ τοῖς ἐκείνων ἀπογόνοις παρεξέτεινον τὸν βίον, ἀλλὰ τὰς γενέσεις αὐτῶν μόνον ὁράτω. [89]

Ἐπισημήναντος δὲ τοῦ θεοῦ καὶ ὕειν ἀρξαμένου τὸ ὕδωρ ἡμέραις τεσσαράκοντα ὅλαις κατεφέρετο, ὡς ἐπὶ πήχεις πεντεκαίδεκα τὴν γῆν ὑπερέχειν. καὶ τοῦτο ἦν τὸ αἴτιον τοῦ μὴ διασωθῆναι πλείονας φυγῆς ἀφορμὴν οὐκ ἔχοντας. [90] παυσαμένου δὲ τοῦ ὑετοῦ μόλις ἤρξατο ὑποβαίνειν τὸ ὕδωρ ἐφ᾽ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ὡς μηνὶ ἑβδόμῳ, ἱσταμένου δὲ ἦν ἑβδόμη, κατ᾽ ὀλίγον ὑπονοστεῖν ἀπολήγοντος. ἔπειτα τῆς λάρνακος περὶ ἄκραν τινὰ ὄρους σταθείσης κατὰ τὴν Ἀρμενίαν συνεὶς ὁ Νῶχος ἀνοίγει τ᾽ αὐτὴν καὶ θεασάμενος γῆν βραχεῖαν περὶ αὐτὴν ἐπὶ χρηστοτέρας ἤδη γεγονὼς ἐλπίδος ἠρέμει. [91] ὀλίγαις δ᾽ ὕστερον ἡμέραις μᾶλλον ὑποχωροῦντος τοῦ ὕδατος μεθίησι κόρακα βουλόμενος μαθεῖν, εἴ τι καὶ ἄλλο τῆς γῆς ἐκλελειμμένον ὑπὸ τοῦ ὕδατος ἀσφαλές ἐστιν ἤδη πρὸς ἔκβασιν· ὁ δὲ πᾶσαν εὑρὼν ἔτι λιμναζομένην πρὸς Νῶχον ἐπανῆλθε. μετὰ δὲ ἡμέρας ἑπτὰ περιστερὰν ἐπὶ τῷ γνῶναι τὰ περὶ τὴν γῆν προύπεμψεν· [92] ἐπανελθούσης δὲ πεπηλωμένης ἅμα καὶ θαλλὸν ἐλαίας κομιζούσης, μαθὼν τὴν γῆν ἀπηλλαγμένην τοῦ κατακλυσμοῦ μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατήριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν· ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς τὰ λείψανα ἐπιδεικνύουσι. [93]

Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι Βηρωσὸς ὁ Χαλδαῖος· διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτως που διέξεισι· ‘λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τι εἶναι καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας· χρῶνται δ᾽ οἱ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς.’ [94] μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους, καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν λέγων οὕτως· [95] ‘ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν Βάρις λεγόμενον, εἰς ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δ᾽ ἂν οὗτος, ὅντινα καὶ Μωυσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νομοθέτης.’ [96]

Νῶχος δὲ φοβούμενος, μὴ καθ᾽ ἕκαστον ἔτος ἐπικλύζῃ τὴν γῆν ὁ θεὸς φθορὰν ἀνθρώπων καταψηφισάμενος, ἱερὰ καύσας ἐδεῖτο τὸν θεὸν τοῦ λοιποῦ ἐπὶ τῆς πρώτης μένειν εὐταξίας καὶ μηδὲν ἔτι τοιοῦτον ἐπενεγκεῖν πάθος, ὑφ᾽ οὗ κινδυνεύσει πᾶν ἀπολέσθαι τὸ τῶν ζῴων γένος, ἀλλὰ τετιμωρημένον τοὺς πονηροὺς φειδὼ ποιεῖσθαι τῶν διὰ χρηστότητα περιλειφθέντων καὶ τὸ δεινὸν διαφυγεῖν κεκριμένων· [97] κακοδαιμονεστέρους γὰρ ἐκείνων ἔσεσθαι καὶ χείρω κακίαν καταδικασθέντας, εἰ μὴ πρὸς τὸ παντελὲς εἶεν σεσωσμένοι, τηρηθεῖεν δ᾽ ἑτέρῳ κατακλυσμῷ, τοῦ μὲν πρώτου τὸν φόβον καὶ τὴν ἱστορίαν μαθόντες τοῦ δευτέρου δὲ τὴν ἀπώλειαν. [98] εὐμενῶς τε οὖν αὐτὸν προσδέχεσθαι τὴν θυσίαν παρεκάλει καὶ μηδεμίαν ὀργὴν ἐπὶ τὴν γῆν ὁμοίαν βαλεῖν, ὅπως ἔργοις τε τοῖς ταύτης προσλιπαροῦντες καὶ πόλεις ἀναστήσαντες εὐδαιμόνως ζῆν ἔχοιεν καὶ μηδενὸς ὧν καὶ πρὸ τῆς ἐπομβρίας ἀπέλαυον ὑστερῶσιν ἀγαθῶν, εἰς μακρὸν αὐτῶν γῆρας καὶ βίου μῆκος ὅμοιον τοῖς τάχιον ἐπερχομένων. [99]

Νώχου δὲ ταύτας ποιησαμένου τὰς ἱκετείας ὁ θεὸς ἐπὶ δικαιοσύνῃ τὸν ἄνδρα ἀγαπῶν ἐπένευεν αὐτῷ τὰς εὐχὰς εἰς τέλος ἄξειν, οὔτε τοὺς διεφθαρμένους λέγων αὐτὸς ἀπολέσαι, κακίᾳ δὲ τῇ οἰκείᾳ ταύτην αὐτοὺς ὑποσχεῖν τὴν δίκην, οὔτ᾽ ἄν, εἰ γενομένους ἀνθρώπους ἀφανίσαι διεγνώκει, παραγαγεῖν αὐτοὺς εἰς τὸν βίον, [100] σῶφρον γὰρ εἶναι τὴν ἀρχὴν αὐτοῖς μηδὲ χαρίσασθαι τὸ ζῆν ἢ δόντα τοῦτο διαφθείρειν· ἀλλ᾽ οἷς ἐξύβριζον εἰς τὴν ἐμὴν εὐσέβειαν καὶ ἀρετήν, τούτοις ἐξεβιάσαντό με ταύτην αὐτοῖς ἐπιθεῖναι τὴν δίκην. [101] παύσομαι δὲ τοῦ λοιποῦ μετὰ τοσαύτης ὀργῆς τὰς τιμωρίας ἐπὶ τοῖς ἀδικήμασιν εἰσπραττόμενος καὶ πολὺ μᾶλλον σοῦ παρακαλοῦντος. εἰ δ᾽ ἐπὶ πλέον ποτὲ χειμάσαιμι, μὴ δείσητε τῶν ὄμβρων τὸ μέγεθος· οὐ γὰρ ἔτι τὴν γῆν ἐπικλύσει τὸ ὕδωρ. [102] παραινῶ μέντοι σφαγῆς ἀνθρωπίνης ἀπέχεσθαι καὶ καθαρεύειν φόνου τοὺς δράσαντάς τι τοιοῦτον κολάζοντας, χρῆσθαι δὲ τοῖς ἄλλοις ζῴοις ἅπασι πρὸς ἃ βούλεσθε καὶ τὰς ὀρέξεις ἔχετε. δεσπότας γὰρ ἁπάντων ὑμᾶς εἶναι πεποίηκα τῶν τε χερσαίων καὶ νηκτῶν καὶ ὅσα τὴν μετάρσιον αἰώραν ἔχει καὶ φοράν, χωρὶς αἵματος· ἐν τούτῳ γάρ ἐστιν ἡ ψυχή. [103] σημανῶ δὲ ὑμῖν παῦλαν ἐσομένην τοξείᾳ τῇ ἐμῇ τὴν ἶριν ἀποσημαίνων· τόξον γὰρ εἶναι τοῦ θεοῦ παρὰ τοῖς ἐκεῖ νενόμισται. καὶ ὁ μὲν θεὸς ταῦτ᾽ εἰπὼν καὶ ὑποσχόμενος ἀπαλλάσσεται. [104]

Νῶχος δὲ βιοὺς μετὰ τὴν ἐπομβρίαν πεντήκοντα καὶ τριακόσια ἔτη καὶ πάντα τὸν χρόνον τοῦτον εὐδαιμόνως διαγαγὼν τελευτᾷ ζήσας ἐτῶν ἀριθμὸν ἐνακοσίων καὶ πεντήκοντα. [105] μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα τῷ μηδένα νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδ᾽ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι. [106] οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπ᾽ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσοῦτον ἐτῶν· ἔπειτα καὶ δι᾽ ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ ὁ μέγας ἐνιαυτὸς πληροῦται. [107] μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρ᾽ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας· καὶ γὰρ καὶ Μανέθων ὁ τὴν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μῶχός τε καὶ Ἑστιαῖος καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος Ἱερώνυμος οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμφωνοῦσι τοῖς ὑπ᾽ ἐμοῦ λεγομένοις, [108] Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν τούτων, ὡς ἂν ἑκάστοις ᾖ φίλον, οὕτω σκοπείτωσαν. [109]

Οἱ δὲ Νώχου παῖδες τρεῖς ὄντες Σημᾶς καὶ Ἰαφθᾶς καὶ Χαμᾶς ἔτεσιν ἑκατὸν ἔμπροσθεν τῆς ἐπομβρίας γεγονότες, πρῶτοι κατελθόντες ἀπὸ τῶν ὀρῶν εἰς τὰ πεδία τὴν ἐν τούτοις οἴκησιν ἐποιήσαντο, καὶ τοὺς ἄλλους σφόδρα δεδιότας διὰ τὸν κατακλυσμὸν τὰ πεδία καὶ ὀκνηρῶς ἔχοντας πρὸς τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων κατάβασιν ἔπεισαν θαρσήσαντας μιμητὰς αὐτῶν γενέσθαι. [110] καὶ τὸ μὲν πεδίον, εἰς ὃ πρῶτον αὐτοὺς κατῴκισαν, καλεῖται Σεναάρ· τοῦ δὲ θεοῦ κελεύσαντος αὐτοὺς διὰ πολυανθρωπίαν στέλλειν ἀποικίας, ἵνα μὴ στασιάζοιεν πρὸς ἀλλήλους, ἀλλὰ γῆν πολλὴν γεωργοῦντες ἀφθονίας ἀπολαύοιεν τῶν καρπῶν, ὑπὸ ἀμαθίας παρήκουσαν τοῦ θεοῦ καὶ διὰ τοῦτο συμφοραῖς περιπεσόντες ᾔσθοντο τῆς ἁμαρτίας· [111] ἐπεὶ γὰρ ἤνθουν νεότητος πλήθει, πάλιν ὁ θεὸς αὐτοῖς συνεβούλευσε ποιεῖσθαι τὴν ἀποικίαν· οἱ δὲ οὐ κατὰ τὴν εὐμένειαν τὴν ἐκείνου νομίζοντες ἔχειν τὰ ἀγαθά, τὴν δ᾽ ἰσχὺν αὐτοῖς τὴν οἰκείαν αἰτίαν τῆς εὐπορίας ὑπολαμβάνοντες οὐκ ἐπείθοντο. [112] προσετίθεσαν δὲ τῷ παρακούειν τῆς τοῦ θεοῦ γνώμης καὶ τὸ κατ᾽ ἐπιβουλὴν ὑπονοεῖν εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν, ἵνα διαιρεθέντες εὐεπιχειρητότεροι γένωνται. [113]

Ἐξῆρέ τε αὐτοὺς πρός τε ὕβριν τοῦ θεοῦ καὶ καταφρόνησιν Ναβρώδης, ὃς υἱωνὸς μὲν ἦν Χάμου τοῦ Νώχου, τολμηρὸς δὲ καὶ κατὰ χεῖρα γενναῖος· ἔπειθεν οὖν αὐτοὺς μὴ τῷ θεῷ διδόναι τὸ δι᾽ ἐκεῖνον εὐδαιμονεῖν, ἀλλὰ τὴν ἰδίαν ἀρετὴν ταῦτα παρέχειν αὐτοῖς ἡγεῖσθαι, [114] καὶ περιίστα δὲ κατ᾽ ὀλίγον εἰς τυραννίδα τὰ πράγματα μόνως οὕτως νομίζων ἀποστήσειν τοὺς ἀνθρώπους τοῦ φόβου τοῦ παρὰ τοῦ θεοῦ, εἰ χρώμενοι τῇ αὐτοῦ δυνάμει διατελοῖεν, ἀμυνεῖσθαί τε τὸν θεὸν πάλιν ἠπείλει τὴν γῆν ἐπικλύσαι θελήσαντα· πύργον γὰρ οἰκοδομήσειν ὑψηλότερον ἢ τὸ ὕδωρ ἀναβῆναι δυνηθείη, μετελεύσεσθαι δὲ καὶ τῆς τῶν προγόνων ἀπωλείας. [115]

Τὸ δὲ πλῆθος πρόθυμον ἦν τοῖς Ναβρώδου ἕπεσθαι δόγμασι δουλείαν ἡγούμενοι τὸ εἴκειν τῷ θεῷ, καὶ τὸν πύργον ᾠκοδόμουν οὐδὲν ἀπολείποντες σπουδῆς οὐδὲ πρὸς τὸ ἔργον ὀκνηρῶς ἔχοντες· ἐλάμβανε δὲ θᾶττον ὕψος ἢ προσεδόκησεν ἄν τις ὑπὸ πολυχειρίας. [116] τὸ μέντοι πάχος ἦν ἰσχυρὸν τοσοῦτον, ὥσθ᾽ ὑπ᾽ αὐτοῦ μειοῦσθαι τοῖς ὁρῶσι τὸ μῆκος. ᾠκοδομεῖτο δὲ ἐκ πλίνθου ὀπτῆς ἀσφάλτῳ συνδεδεμένης, ὡς ἂν μὴ περιρρέοι. οὕτως δὲ μεμηνότας αὐτοὺς ὁρῶν ὁ θεὸς ἀφανίσαι μὲν ἐκ παντὸς οὐκ ἔκρινεν, ὅτι μηδ᾽ ὑπὸ τῶν πρώτων ἀπολωλότων σωφρονισθεῖεν, [117] εἰς στάσιν δὲ αὐτοὺς ἐνέβαλεν ἀλλογλώσσους ἀπεργασάμενος καὶ ὑπὸ πολυφωνίας ποιήσας ἑαυτῶν ἀσυνέτους εἶναι. ὁ δὲ τόπος ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν βαβὲλ καλοῦσι. [118] περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα λέγουσα οὕτως· ‘πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι δι᾽ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν· καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.’ [119] περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σεναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος λέγων οὕτως· ‘τῶν δὲ ἱερέων τοὺς διασωθέντας τὰ τοῦ Ἐνυαλίου Διὸς ἱερώματα λαβόντας εἰς Σεναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν.’ [120]

Σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ἀλλογλωσσίας τὰς ἀποικίας ποιησάμενοι πανταχοῦ, καὶ γῆν ἕκαστοι κατελάμβανον τὴν ἐντυχοῦσαν καὶ εἰς ἣν αὐτοὺς ἦγεν ὁ θεός, ὡς πληρωθῆναι πᾶσαν αὐτῶν ἤπειρον μεσόγεών τε καὶ παράλιον· εἰσὶ δ᾽ οἳ καὶ περαιωσάμενοι ναυσὶ τὰς νήσους κατῴκησαν. [121] καὶ τῶν ἐθνῶν ἔνια μὲν διασώζει τὰς ὑπὸ τῶν κτισάντων κειμένας προσηγορίας, ἔνια δὲ καὶ μετέβαλεν, οἱ δὲ καὶ πρὸς τὸ σαφέστερον εἶναι δοκοῦν τοῖς παροικοῦσι τροπὴν ἔλαβον. Ἕλληνες δ᾽ εἰσὶν οἱ τούτου καταστάντες αἴτιοι· ἰσχύσαντες γὰρ ἐν τοῖς ὕστερον ἰδίαν ἐποιήσαντο καὶ τὴν πάλαι δόξαν καλλωπίσαντες τὰ ἔθνη τοῖς ὀνόμασι πρὸς τὸ συνετὸν αὐτοῖς καὶ κόσμον θέμενοι πολιτείας ὡς ἀφ᾽ αὑτῶν γεγονόσιν. [122]

Ἦσαν δὲ τῶν Νώχου παίδων υἱοί, ὧν ἐπὶ τιμῇ τοῖς ἔθνεσι τὰ ὀνόματα ἐπετίθεσαν οἱ γῆν τινα καταλαβόντες. Ἰαφθᾶ μὲν οὖν τοῦ Νώχου παιδὸς ἦσαν ἑπτὰ υἱοί. κατοικοῦσι δὲ οὗτοι ἀπὸ Ταύρου καὶ Ἀμάνου τῶν ὀρῶν ἀρξάμενοι καὶ προῆλθον ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἕως Γαδείρων γῆν ἣν ἔτυχον καταλαμβάνοντες, καὶ μηδενὸς προκατῳκηκότος τὰ ἔθνη τοῖς αὑτῶν ἐκάλουν ὀνόμασιν. [123] τοὺς γὰρ νῦν ὑφ᾽ Ἑλλήνων Γαλάτας καλουμένους, Γομαρεῖς δὲ λεγομένους, Γόμαρος ἔκτισε. Μαγώγης δὲ τοὺς ἀπ᾽ αὐτοῦ Μαγώγας ὀνομασθέντας ᾤκισεν, Σκύθας δὲ ὑπ᾽ αὐτῶν προσαγορευομένους. [124] τῶν δὲ Ἰαφθᾶ παίδων Ἰαυάνου καὶ Μάδου ἀπὸ μὲν τούτου Μαδαῖοι γίνονται ἔθνος, οἳ πρὸς Ἑλλήνων Μῆδοι κέκληνται, ἀπὸ δὲ Ἰαυάνου Ἰωνία καὶ πάντες Ἕλληνες γεγόνασι. κατοικίζει δὲ καὶ Θεοβήλους Θεόβηλος, οἵτινες ἐν τοῖς νῦν Ἴβηρες καλοῦνται. [125] καὶ Μεσχῆνοι δὲ ὑπὸ Μέσχου κτισθέντες Καππάδοκες μὲν ἄρτι κέκληνται, τῆς δὲ ἀρχαίας αὐτῶν προσηγορίας σημεῖον δείκνυται· πόλις γάρ ἐστι παρ᾽ αὐτοῖς ἔτι καὶ νῦν Μάζακα, δηλοῦσα τοῖς συνιέναι δυναμένοις οὕτως ποτὲ προσαγορευθὲν πᾶν τὸ ἔθνος. Θείρης δὲ Θείρας μὲν ἐκάλεσεν ὧν ἦρξεν, Ἕλληνες δὲ Θρᾷκας αὐτοὺς μετωνόμασαν. [126] καὶ τοσαῦτα μὲν ἔθνη ὑπὸ τῶν Ἰαφέθου παίδων κατοικεῖται· Γομάρου δὲ τριῶν υἱῶν γενομένων Ἀσχανάξης μὲν Ἀσχανάξους ᾤκισεν, οἳ νῦν Ῥήγινες ὑπὸ τῶν Ἑλλήνων καλοῦνται, Ῥιφάθης δὲ Ῥιφαθαίους τοὺς Παφλαγόνας λεγομένους, Θυγράμης δὲ Θυγραμαίους, οἳ δόξαν Ἕλλησι Φρύγες ὠνομάσθησαν. [127] Ἰαυάνου δὲ τοῦ Ἰάφθου τριῶν καὶ αὐτοῦ παίδων γενομένων Ἁλισᾶς μὲν Ἁλισαίους ἐκάλεσεν ὧν ἦρχεν, Αἰολεῖς δὲ νῦν εἰσι, Θάρσος δὲ Θαρσεῖς· οὕτως γὰρ ἐκαλεῖτο τὸ παλαιὸν ἡ Κιλικία. σημεῖον δέ· Ταρσὸς γὰρ παρ᾽ αὐτοῖς τῶν πόλεων ἡ ἀξιολογωτάτη καλεῖται μητρόπολις οὖσα τὸ ταῦ πρὸς τὴν κλῆσιν ἀντὶ τοῦ θῆτα μεταβαλόντων. [128] Χέθιμος δὲ Χέθιμα τὴν νῆσον ἔσχε, Κύπρος αὕτη νῦν καλεῖται, καὶ ἀπ᾽ αὐτῆς νῆσοί τε πᾶσαι καὶ τὰ πλείω τῶν παρὰ θάλατταν Χέθη ὑπὸ Ἑβραίων ὀνομάζεται· μάρτυς δέ μου τῷ λόγῳ μία τῶν ἐν Κύπρῳ πόλεων ἰσχύσασα τὴν προσηγορίαν φυλάξαι· Κίτιον γὰρ ὑπὸ τῶν ἐξελληνισάντων αὐτὴν καλεῖται μηδ᾽ οὕτως διαφυγοῦσα τοῦ Χεθίμου τὸ ὄνομα. Ἰαφθᾶ μὲν δὴ παῖδές τε καὶ υἱωνοὶ τοσαῦτα ἔσχον ἔθνη. [129] ὃ δ᾽ ἴσως ὑφ᾽ Ἑλλήνων ἀγνοεῖται, τοῦτο προειπὼν τρέψομαι πρὸς τὴν ἀφήγησιν ὧν κατέλιπον. τὰ γὰρ ὀνόματα διὰ τὸ τῆς γραφῆς εὐπρεπὲς ἡλλήνισται πρὸς ἡδονὴν τῶν ἐντευξομένων· οὐ γὰρ ἐπιχώριος ἡμῖν ὁ τοιοῦτος αὐτῶν τύπος, ἀλλ᾽ ἕν τε αὐτῶν σχῆμα καὶ τελευτὴ μία, Νῶχός τέ τοι Νῶε καλεῖται καὶ τοῦτον τὸν τύπον ἐπὶ παντὸς τηρεῖ σχήματος. [130]

Οἱ δὲ Χάμου παῖδες τὴν ἀπὸ Συρίας καὶ Ἀμάνου καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο καταλαβόντες καὶ τὰ μέχρι τοῦ ὠκεανοῦ ἐξιδιωσάμενοι· αἱ μέντοι προσηγορίαι τῶν μὲν καὶ παντελῶς ἐξίτηλοι γεγόνασιν, ἐνίων δὲ μεταβαλοῦσαι καὶ μεταρρυθμισθεῖσαι πρὸς ἑτέρας δύσγνωστοι τυγχάνουσιν, ὀλίγοι δὲ οἱ φυλάξαντες ἀκεραίους τὰς προσηγορίας ὑπάρχουσι. [131] τεσσάρων γὰρ Χάμου παίδων γενομένων Χουσαῖον μὲν οὐδὲν ἔβλαψεν ὁ χρόνος· Αἰθίοπες γὰρ ὧν ἦρξεν ἔτι καὶ νῦν ὑπὸ ἑαυτῶν τε καὶ τῶν ἐν τῇ Ἀσίᾳ πάντων Χουσαῖοι καλοῦνται. [132] ἐτηρήθη δὲ καὶ Μερσαίοις ἡ κατὰ τὴν προσηγορίαν μνήμη· τὴν γὰρ Αἴγυπτον Μέρσην καὶ Μερσαίους τοὺς Αἰγυπτίους ἅπαντες οἱ ταύτῃ καλοῦμεν. ἔκτισε δὲ καὶ Φούδης τὴν Λιβύην Φούτους ἀπ᾽ αὐτοῦ καλέσας τοὺς ἐπιχωρίους. [133] ἔστι δὲ καὶ ποταμὸς ἐν τῇ Μαύρων χώρᾳ τοῦτο ἔχων τὸ ὄνομα, ὅθεν καὶ τοὺς πλείστους τῶν Ἑλληνικῶν ἱστοριογράφων ἔστιν ἰδεῖν μεμνημένους τοῦ ποταμοῦ καὶ τῆς παρακειμένης αὐτῷ χώρας Φούτης λεγομένης. μετέβαλε δὲ ὃ νῦν αὐτῇ ἐστιν ὄνομα ἀπὸ τῶν Μεσράμου υἱῶν Λίβυος λεγομένου· μετ᾽ οὐ πολὺ δ᾽ ἐροῦμεν τὴν αἰτίαν, δι᾽ ἣν αὐτὴν καὶ Ἀφρικὴν προσαγορεύεσθαι συμβέβηκε. [134] Χαναναῖος δὲ τέταρτος ὢν Χάμου παῖς τὴν νῦν Ἰουδαίαν καλουμένην οἰκίσας ἀπ᾽ αὐτοῦ Χαναναίαν προσηγόρευσεν. γίνονται δὲ παῖδες ἐξ αὐτῶν Χούσου μὲν ἕξ, ὧν Σάβας μὲν Σαβαίους, Εὐίλας δὲ Εὐιλαίους ἔκτισεν, οἳ νῦν Γαιτοῦλοι λέγονται, Σαβάθης δὲ Σαβαθηνούς, ὀνομάζονται δὲ Ἀστάβαροι παρ᾽ Ἕλλησιν· [135] οἰκίζει δὲ καὶ Σαβάκτας Σαβακτηνούς· Ῥάμος δὲ Ῥαμαίους ᾤκισε καὶ δύο παῖδας ἔσχεν, ὧν Ἰουδάδας μὲν Ἰουδαδαίους Αἰθιοπικὸν ἔθνος τῶν ἑσπερίων οἰκίσας ἐπωνύμους αὐτῷ κατέλιπε, Σαβαίους δὲ Σαβαῖος· Ναβρώδης δὲ Χούσου υἱὸς ὑπομείνας παρὰ Βαβυλωνίοις ἐτυράννησεν, ὡς καὶ πρότερόν μοι δεδήλωται. [136] τῶν δὲ Μεσραίου παίδων ὀκτὼ γενομένων οἱ πάντες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου γῆν κατέσχον, μόνου δὲ Φυλιστίνου τὴν ἐπωνυμίαν ἡ χώρα διεφύλαξε· Παλαιστίνην γὰρ οἱ Ἕλληνες αὐτοῦ τὴν μοῖραν καλοῦσι. [137] τῶν δὲ ἄλλων, Λουμαίου καὶ Ἀναμία καὶ Λαβίμου τοῦ μόνου κατοικήσαντος ἐν Λιβύῃ καὶ ὧδε τὴν χώραν ἀπ᾽ αὐτοῦ καλέσαντος, Νεδέμου τε καὶ Πεθρωσίμου καὶ Χεσλοίμου καὶ Χεφθώμου πέρα τῶν ὀνομάτων οὐδὲν ἴσμεν· ὁ γὰρ Αἰθιοπικὸς πόλεμος, περὶ οὗ δηλώσομεν ὕστερον, ἀναστάτους αὐτῶν τὰς πόλεις ἐποίησεν. [138] ἐγένοντο δὲ καὶ Χαναναίου παῖδες, Σιδώνιος, ὃς καὶ πόλιν ἐπώνυμον ἔκτισεν ἐν τῇ Φοινίκῃ, Σιδὼν δ᾽ ὑφ᾽ Ἑλλήνων καλεῖται· Ἀμαθοῦς δὲ Ἀμάθουν κατῴκισεν, ἥτις ἔστι καὶ νῦν ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀμάθη καλουμένη, Μακεδόνες δ᾽ αὐτὴν Ἐπιφάνειαν ἀφ᾽ ἑνὸς τῶν ἐπιγόνων ἐπωνόμασαν· Ἀρουδαῖος δὲ Ἄραδον τὴν νῆσον ἔσχεν· Ἀρουκαῖος δὲ Ἄρκην τὴν ἐν τῷ Λιβάνῳ. [139] τῶν δὲ ἄλλων ἑπτά, Εὐαίου Χετταίου Ἰεβουσαίου Ἀμορραίου Γεργεσαίου Σειναίου Σαμαραίου, πλὴν τῶν ὀνομάτων ἐν ταῖς ἱεραῖς βίβλοις οὐδὲν ἔχομεν· Ἑβραῖοι γὰρ αὐτῶν ἀνέστησαν τὰς πόλεις ἐκ τοιαύτης αἰτίας ἐν συμφορᾷ γενομένας· [140]

Νῶχος μετὰ τὴν ἐπομβρίαν τῆς γῆς κατασταθείσης εἰς τὴν αὐτῆς φύσιν ἐπ᾽ ἔργα χωρεῖ καὶ καταφυτεύσας αὐτὴν ἀμπέλοις, ἡνίκα τοῦ καρποῦ τελεσφορηθέντος καθ᾽ ὥραν ἐτρύγησε καὶ παρῆν εἰς χρῆσιν ὁ οἶνος, θύσας ἐν εὐωχίαις ἦν. [141] μεθυσθεὶς δὲ εἰς ὕπνον καταφέρεται καὶ γεγυμνωμένος παρακόσμως ἔκειτο. θεασάμενος δὲ αὐτὸν ὁ νεώτατος τῶν παίδων τοῖς ἀδελφοῖς ἐπιγελῶν δείκνυσιν· οἱ δὲ περιστέλλουσι τὸν πατέρα. [142] καὶ Νῶχος αἰσθόμενος τοῖς μὲν ἄλλοις παισὶν εὐδαιμονίαν εὔχεται, τῷ δὲ Χαμᾷ διὰ τὴν συγγένειαν αὐτῷ μὲν οὐ κατηράσατο, τοῖς δ᾽ ἐγγόνοις αὐτοῦ· καὶ τῶν ἄλλων διαπεφευγότων τὴν ἀρὰν τοὺς Χαναναίου παῖδας μέτεισιν ὁ θεός. καὶ περὶ μὲν τούτων ἐν τοῖς ἑξῆς ἐροῦμεν. [143]

Σημᾷ δὲ τῷ τρίτῳ τῶν Νώχου υἱῶν πέντε γίνονται παῖδες, οἳ τὴν μέχρι τοῦ κατ᾽ Ἰνδίαν ὠκεανοῦ κατοικοῦσιν Ἀσίαν ἀπ᾽ Εὐφράτου τὴν ἀρχὴν πεποιημένοι. Ἔλυμος μὲν γὰρ Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν· Ἀσσούρας δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπηκόους Ἀσσυρίους ἐπωνόμασεν, οἳ μάλιστα εὐδαιμόνησαν· [144] Ἀρφαξάδης δὲ τοὺς νῦν Χαλδαίους καλουμένους Ἀρφαξαδαίους ὠνόμασεν ἄρξας αὐτῶν· Ἀραμαίους δὲ Ἄραμος ἔσχεν, οὓς Ἕλληνες Σύρους προσαγορεύουσιν· οὓς δὲ Λυδοὺς νῦν καλοῦσι, Λούδους δὲ τότε, Λούδας ἔκτισε. [145] τῶν δὲ Ἀράμου παίδων τεσσάρων ὄντων Οὔσης μὲν κτίζει τὴν Τραχωνῖτιν καὶ Δαμασκόν, μέση δ᾽ ἐστὶ τῆς Παλαιστίνης καὶ κοίλης Συρίας· Ἀρμενίαν δὲ Ὄτρος, καὶ Γεθέρης Βακτριανούς, Μήσας δὲ Μησαναίους, Σπασίνου Χάραξ ἐν τοῖς νῦν καλεῖται. [146] Ἀρφαξάδου δὲ παῖς γίνεται Σάλης, τοῦ δὲ Ἕβερος, ἀφ᾽ οὗ τοὺς Ἰουδαίους Ἑβραίους ἀρχῆθεν ἐκάλουν· Ἕβερος δὲ Ἰούκταν καὶ Φάλεγον ἐγέννησεν· ἐκλήθη δὲ Φάλεγος, ἐπειδὴ κατὰ τὸν ἀποδασμὸν τῶν οἰκήσεων τίκτεται· φαλὲκ γὰρ τὸν μερισμὸν Ἑβραῖοι καλοῦσιν. [147] Ἰούκτᾳ δὲ τῶν Ἑβέρου παίδων ἦσαν υἱοὶ Ἐλμόδαδος Σάλεφος Ἀζερμώθης Εἰράης Ἐδώραμος Οὐζάλης Δαήλης Ἤβαλος Ἀβιμάηλος Σάφας Ὀφίρης Εὐίλης Ἰόβηλος. οὗτοι ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας τινὰ κατοικοῦσι. ταῦτα μὲν περὶ τῶν Σημᾶ παίδων ἱστορήσθω. [148]

Ποιήσομαι δὲ περὶ Ἑβραίων τὸν λόγον· Φαλέγου γὰρ τοῦ Ἑβέρου γίνεται παῖς Ῥεούς· τούτου δὲ Σεροῦγος, ᾧ Ναχώρης υἱὸς τίκτεται· τούτου δὲ Θέρρος· πατὴρ δὲ οὗτος Ἁβράμου γίνεται, ὃς δέκατος μέν ἐστιν ἀπὸ Νώχου, δευτέρῳ δ᾽ ἔτει καὶ ἐνενηκοστῷ πρὸς ἐνακοσίοις μετὰ τὴν ἐπομβρίαν ἐγένετο. [149] Θέρρος μὲν γὰρ ἑβδομηκοστῷ ποιεῖται τὸν Ἅβραμον· Ναχώρης δὲ Θέρρον εἰκοστὸν αὐτὸς ἔτος καὶ ἑκατοστὸν ἤδη γεγονὼς ἐγέννησε· Σερούγῳ δὲ Ναχώρης τίκτεται περὶ ἔτος δεύτερον καὶ τριακοστὸν καὶ ἑκατοστόν· Ῥοῦμος δὲ Σεροῦγον ἔτη τριάκοντα γεγονὼς πρὸς τοῖς ἑκατόν· ἐν δὲ τοῖς αὐτοῖς ἔτεσι καὶ Ῥοῦμον Φάλεγος ἔσχεν· [150] Ἕβερος δὲ τετάρτῳ καὶ τριακοστῷ πρὸς τοῖς ἑκατὸν γεννᾷ Φάλεγον γεννηθεὶς αὐτὸς ὑπὸ Σέλου τριακοστὸν ἔτος ἔχοντος καὶ ἑκατοστόν, ὃν Ἀρφάξαδος ἐτέκνωσε κατὰ πέμπτον καὶ τριακοστὸν ἔτος πρὸς τοῖς ἑκατόν· Σημᾷ δὲ υἱὸς Ἀρφαξάδης ἦν μετὰ ἔτη δώδεκα τῆς ἐπομβρίας γενόμενος. [151] Ἅβραμος δὲ εἶχεν ἀδελφοὺς Ναχώρην καὶ Ἀράνην· τούτων Ἀράνης μὲν υἱὸν καταλιπὼν Λῶτον καὶ Σάρραν καὶ Μελχὰν θυγατέρας ἐν Χαλδαίοις ἀπέθανεν ἐν πόλει Οὐρῆ λεγομένῃ τῶν Χαλδαίων, καὶ τάφος αὐτοῦ μέχρι νῦν δείκνυται. γαμοῦσι δὲ τὰς ἀδελφιδὰς Μελχὰν μὲν Ναχώρης Σάρραν δὲ Ἅβραμος. [152] Θέρρου δὲ μισήσαντος τὴν Χαλδαίαν διὰ τὸ Ἀράνου πένθος μετοικίζονται πάντες εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ὅπου καὶ Θέρρον τελευτήσαντα θάπτουσιν ἔτη βιώσαντα πέντε καὶ διακόσια· συνετέμνετο γὰρ ἤδη τοῖς ἀνθρώποις τὸ ζῆν καὶ βραχύτερον ἐγίνετο μέχρι τῆς Μωυσέος γενέσεως, μεθ᾽ ὃν ὅρος ἦν τοῦ ζῆν ἑκατὸν ἔτη πρὸς τοῖς εἴκοσι τοσαῦθ᾽ ὁρίσαντος τοῦ θεοῦ, ὅσα καὶ Μωυσεῖ συνέβη βιῶναι. [153] Ναχώρῃ μὲν οὖν ἐκ τῆς Μελχᾶς ὀκτὼ παῖδες ἐγένοντο, Οὖξος Βαοῦξος Μαουῆλος Ζάχαμος Ἀζαοῦος Ἰαδελφᾶς Ἰαδαφᾶς Βαθουῆλος· οὗτοι μὲν Ναχώρου παῖδες γνήσιοι· Ταβαῖος γὰρ καὶ Γάδαμος καὶ Τααῦος καὶ Μαχᾶς ἐκ Ῥούμας παλλακῆς αὐτῷ γεγόνασι. Βαθουήλῳ δὲ τῶν Ναχώρου γνησίων παίδων γίνεται Ῥεβέκκα θυγάτηρ καὶ Λάβανος υἱός. [154]

Ἅβραμος δὲ Λῶτον τὸν Ἀράνου τοῦ ἀδελφοῦ υἱὸν τῆς δὲ γυναικὸς αὐτοῦ Σάρρας ἀδελφὸν εἰσεποιήσατο γνησίου παιδὸς ἀπορῶν καὶ καταλείπει τὴν Χαλδαίαν ἑβδομήκοντα καὶ πέντε γεγονὼς ἔτη τοῦ θεοῦ κελεύσαντος εἰς τὴν Χαναναίαν μετελθεῖν, ἐν ᾗ κατῴκησε καὶ τοῖς ἀπογόνοις κατέλιπε δεινὸς ὢν συνεῖναί τε περὶ πάντων καὶ πιθανὸς τοῖς ἀκροωμένοις περί τε ὧν εἰκάσειεν οὐ διαμαρτάνων. [155] διὰ τοῦτο καὶ φρονεῖν μεῖζον ἐπ᾽ ἀρετῇ τῶν ἄλλων ἠργμένος καὶ τὴν περὶ τοῦ θεοῦ δόξαν, ἣν ἅπασι συνέβαινεν εἶναι, καινίσαι καὶ μεταβαλεῖν ἔγνω. πρῶτος οὖν τολμᾷ θεὸν ἀποφήνασθαι δημιουργὸν τῶν ὅλων ἕνα, τῶν δὲ λοιπῶν εἰ καί τι πρὸς εὐδαιμονίαν συντελεῖ κατὰ προσταγὴν τὴν τούτου παρέχειν ἕκαστον καὶ οὐ κατ᾽ οἰκείαν ἰσχύν. [156] εἰκάζεται δὲ ταῦτα τοῖς γῆς καὶ θαλάσσης παθήμασι τοῖς τε περὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ πᾶσι τοῖς κατ᾽ οὐρανὸν συμβαίνουσι· δυνάμεως γὰρ αὐτοῖς παρούσης καὶ προνοῆσαι τῆς κατ᾽ αὐτοὺς εὐταξίας, ταύτης δ᾽ ὑστεροῦντας φανεροὺς γίνεσθαι μηδ᾽ ὅσα πρὸς τὸ χρησιμώτερον ἡμῖν συνεργοῦσι κατὰ τὴν αὐτῶν ἐξουσίαν, ἀλλὰ κατὰ τὴν τοῦ κελεύοντος ἰσχὺν ὑπουργεῖν, ᾧ καλῶς ἔχει μόνῳ τὴν τιμὴν καὶ τὴν εὐχαριστίαν ἀπονέμειν. [157] δι᾽ ἅπερ Χαλδαίων τε καὶ τῶν ἄλλων Μεσοποταμιτῶν στασιασάντων πρὸς αὐτὸν μετοικεῖν δοκιμάσας κατὰ βούλησιν καὶ βοήθειαν τοῦ θεοῦ τὴν Χαναναίαν ἔσχε γῆν, ἱδρυθείς τε αὐτόθι βωμὸν ᾠκοδόμησε καὶ θυσίαν ἐτέλεσε τῷ θεῷ. [158]

Μνημονεύει δὲ τοῦ πατρὸς ἡμῶν Ἁβράμου Βηρωσός, οὐκ ὀνομάζων, λέγων δ᾽ οὕτως· ‘μετὰ δὲ τὸν κατακλυσμὸν δεκάτῃ γενεᾷ παρὰ Χαλδαίοις τις ἦν δίκαιος ἀνὴρ καὶ μέγας καὶ τὰ οὐράνια ἔμπειρος.’ [159] Ἑκαταῖος δὲ καὶ τοῦ μνησθῆναι πλέον τι πεποίηκε· βιβλίον γὰρ περὶ αὐτοῦ συνταξάμενος κατέλιπε. Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν λέγει οὕτως· ‘Ἁβράμης ἐβασίλευσεν ἔπηλυς σὺν στρατῷ ἀφιγμένος ἐκ τῆς γῆς τῆς ὑπὲρ Βαβυλῶνος Χαλδαίων λεγομένης. [160] μετ᾽ οὐ πολὺν δὲ χρόνον μεταναστὰς καὶ ἀπὸ ταύτης τῆς χώρας σὺν τῷ σφετέρῳ λαῷ εἰς τὴν τότε μὲν Χαναναίαν λεγομένην νῦν δὲ Ἰουδαίαν μετῴκησε καὶ οἱ ἀπ᾽ ἐκείνου πληθύσαντες, περὶ ὧν ἐν ἑτέρῳ λόγῳ διέξειμι τὰ ἱστορούμενα. τοῦ δὲ Ἁβράμου ἔτι καὶ νῦν ἐν τῇ Δαμασκηνῇ τὸ ὄνομα δοξάζεται καὶ κώμη δείκνυται ἀπ᾽ αὐτοῦ Ἁβράμου οἴκησις λεγομένη.’ [161]

Λιμοῦ δὲ χρόνοις ὕστερον τὴν Ἰουδαίαν καταλαβόντος Ἅβραμος Αἰγυπτίους εὐδαιμονεῖν πυθόμενος μεταίρειν πρὸς αὐτοὺς ἦν πρόθυμος τῆς τε ἀφθονίας τῆς ἐκείνων μεθέξων καὶ τῶν ἱερέων ἀκροατὴς ἐσόμενος ὧν λέγοιεν περὶ θεῶν· ἢ γὰρ κρείσσοσιν εὑρεθεῖσι κατακολουθήσειν ἢ μετακοσμήσειν αὐτοὺς ἐπὶ τὸ βέλτιον αὐτὸς ἄμεινον φρονῶν. [162] ἐπαγόμενος δὲ καὶ τὴν Σάρραν καὶ φοβούμενος τὸ πρὸς τὰς γυναῖκας τῶν Αἰγυπτίων ἐπιμανές, μὴ διὰ τὴν εὐμορφίαν τῆς γυναικὸς ὁ βασιλεὺς αὐτὸν ἀνέλῃ, τέχνην ἐπενόησε τοιαύτην· ἀδελφὸς αὐτῆς εἶναι προσεποιήσατο κἀκείνην τοῦθ᾽ ὑποκρίνασθαι, συμφέρειν γὰρ αὐτοῖς, ἐδίδαξεν. [163] ὡς δ᾽ ἧκον εἰς τὴν Αἴγυπτον, ἀπέβαινε τῷ Ἁβράμῳ καθὼς ὑπενόησε· τὸ γὰρ κάλλος ἐξεβοήθη τῆς γυναικὸς αὐτοῦ· διὸ καὶ Φαραώθης ὁ βασιλεὺς τῶν Αἰγυπτίων οὐ τοῖς περὶ αὐτῆς λεγομένοις ἀρκεσθεὶς ἀλλὰ καὶ θεάσασθαι σπουδάσας οἷός τε ἦν ἅψασθαι τῆς Σάρρας. [164] ἐμποδίζει δὲ αὐτοῦ ὁ θεὸς τὴν ἄδικον ἐπιθυμίαν νόσῳ τε καὶ στάσει τῶν πραγμάτων· καὶ θυομένῳ περὶ ἀπαλλαγῆς κατὰ μῆνιν θεοῦ τὸ δεινὸν αὐτῷ παρεῖναι ἀπεσήμαινον οἱ ἱερεῖς, ἐφ᾽ οἷς ἠθέλησεν ὑβρίσαι τοῦ ξένου τὴν γυναῖκα. [165] ὁ δὲ φοβηθεὶς ἠρώτα τὴν Σάρραν, τίς τε εἴη καὶ τίνα τοῦτον ἐπάγοιτο, πυθόμενός τε τὴν ἀλήθειαν Ἅβραμον παρῃτεῖτο· νομίζων γὰρ ἀδελφὴν ἀλλ᾽ οὐ γυναῖκα αὐτοῦ σπουδάσαι περὶ αὐτὴν συγγένειαν ποιήσασθαι βουλόμενος, ἀλλ᾽ οὐκ ἐνυβρίσαι κατ᾽ ἐπιθυμίαν ὡρμημένος· δωρεῖταί τε αὐτὸν πολλοῖς χρήμασι, καὶ συνῆν Αἰγυπτίων τοῖς λογιωτάτοις τήν τε ἀρετὴν αὐτῷ καὶ τὴν ἐπ᾽ αὐτῇ δόξαν ἐντεῦθεν ἐπιφανεστέραν συνέβη γενέσθαι. [166]

Τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρ᾽ ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων κενοὺς καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀπέφαινε. [167] θαυμασθεὶς οὖν ὑπ᾽ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρονομίαν παραδίδωσι. [168] πρὸ γὰρ τῆς Ἁβράμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς· ἐκ Χαλδαίων γὰρ ταῦτ᾽ ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας. [169]

Ὡς δ᾽ εἰς τὴν Χαναναίαν ἀφίκετο, μερίζεται πρὸς Λῶτον τὴν γῆν τῶν ποιμένων αὐτοῖς στασιαζόντων περὶ τῆς χώρας ἐν ᾗ νέμοιεν· τὴν ἐκλογὴν μέντοι καὶ τὴν αἵρεσιν ἐπιτρέπει τῷ Λώτῳ· [170] λαβὼν δ᾽ αὐτὸς τὴν ὑπ᾽ ἐκείνου καταλελειμμένην ὑπώρειαν ᾤκει ἐν τῇ Ναβρῶ πόλει· παλαιοτέρα δέ ἐστιν ἔτεσιν ἑπτὰ πρὸ Τάνιδος τῆς Αἰγύπτου. Λῶτος δὲ τὴν πρὸς τὸ πεδίον κειμένην καὶ ποταμὸν Ἰορδάνην εἶχεν οὐκ ἄπωθεν τῆς Σοδομιτῶν πόλεως, ἣ τότε μὲν ἦν ἀγαθή, νῦν δὲ ἠφάνισται κατὰ βούλησιν θεοῦ. τὴν δὲ αἰτίαν κατὰ χώραν σημανῶ. [171]

Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν Ἀσσυρίων κρατούντων τῆς Ἀσίας Σοδομίταις ἤνθει τὰ πράγματα εἴς τε πλοῦτον αὐτῶν ἐπιδεδωκότων καὶ νεότητα πολλήν· βασιλεῖς δὲ αὐτοῖς πέντε διεῖπον τὴν χώραν, Βάλας Βαλαίας Συναβάνης καὶ Συμμόβορος ὅ τε Βαλήνων βασιλεύς· μοίρας δ᾽ ἦρχον ἕκαστος ἰδίας. [172] ἐπὶ τούτους στρατεύσαντες Ἀσσύριοι καὶ μέρη τέσσαρα ποιήσαντες τῆς στρατιᾶς ἐπολιόρκουν αὐτούς· στρατηγὸς δ᾽ ἑκάστοις ἦν εἷς ἐπιτεταγμένος. γενομένης δὲ μάχης νικήσαντες οἱ Ἀσσύριοι φόρον ἐπιτάσσουσι τοῖς Σοδομιτῶν βασιλεῦσι. [173] δώδεκα μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διαβαίνει στρατὸς Ἀσσυρίων ἐπ᾽ αὐτοὺς στρατηγούντων Ἀμαραψίδου Ἀριόχου Χοδολαμόρου Θαδάλου. [174] οὗτοι τήν τε Συρίαν ἅπασαν διηρπάσαντο καὶ τοὺς τῶν Γιγάντων ἀπογόνους κατεστρέψαντο, γενόμενοι δὲ κατὰ τὰ Σόδομα στρατοπεδεύουσι κατὰ τὴν κοιλάδα τὴν λεγομένην φρέατα ἀσφάλτου· κατ᾽ ἐκεῖνον γὰρ τὸν καιρὸν φρέατα ἦν ἐν τῷ τόπῳ, νῦν μέντοι τῆς Σοδομιτῶν πόλεως ἀφανισθείσης ἡ κοιλὰς ἐκείνη λίμνη γέγονεν ἡ Ἀσφαλτῖτις λεγομένη. [175] περὶ μὲν οὖν τῆς λίμνης ταύτης αὖθις μετ᾽ οὐ πολὺ δηλώσομεν, τῶν δὲ Σοδομιτῶν συμβαλόντων τοῖς Ἀσσυρίοις καὶ καρτερᾶς τῆς μάχης γενομένης, πολλοὶ μὲν αὐτῶν ἀπέθανον, οἱ λοιποὶ δὲ ᾐχμαλωτίσθησαν, σὺν οἷς καὶ Λῶτος ἤγετο τοῖς Σοδομίταις σύμμαχος ἐληλυθώς. [176]

Ἁβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων. [177] καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλ᾽ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα τοῖς Ἀσσυρίοις περὶ Δάνον, οὕτως γὰρ ἡ ἑτέρα τοῦ Ἰορδάνου προσαγορεύεται πηγή, καὶ φθάσας πρὶν ἐν ὅπλοις γενέσθαι τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδ᾽ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δ᾽ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον. [178] Ἅβραμος δὲ διώκων εἵπετο μέχρι καὶ δευτεραίους συνήλασεν αὐτοὺς εἰς Ὠβὰ τῆς Δαμασκηνῶν γῆς, ἐπιδείξας ὅτι τὸ νικᾶν οὐκ ἐν τῷ πλήθει καὶ τῇ πολυχειρίᾳ κεῖσθαι συμβέβηκεν, ἀλλὰ προθυμία τῶν μαχομένων καὶ τὸ γενναῖον κρατεῖ παντὸς ἀριθμοῦ, τριακοσίοις καὶ δεκαοκτὼ οἰκέταις αὐτοῦ καὶ τρισὶ φίλοις τοσούτου στρατοῦ περιγενόμενος. ὁπόσοι δὲ αὐτῶν καὶ διέφυγον ἀδόξως ἀνέστρεψαν. [179]

Ἅβραμος δὲ τοὺς τῶν Σοδομιτῶν σώσας αἰχμαλώτους, οἳ ληφθέντες ἔφθησαν ὑπὸ τῶν Ἀσσυρίων, καὶ τὸν συγγενῆ Λῶτον ἀνέζευξεν μετὰ εἰρήνης. ἀπήντησε δὲ αὐτῷ ὁ τῶν Σοδομιτῶν βασιλεὺς εἰς τόπον τινά, ὃν καλοῦσι πεδίον βασιλικόν. [180] ἔνθα ὁ τῆς Σολυμᾶ ὑποδέχεται βασιλεὺς αὐτὸν Μελχισεδέκ· σημαίνει δὲ τοῦτο βασιλεὺς δίκαιος· καὶ ἦν δὲ τοιοῦτος ὁμολογουμένως, ὡς διὰ ταύτην αὐτὸν τὴν αἰτίαν καὶ ἱερέα γενέσθαι τοῦ θεοῦ· τὴν μέντοι Σολυμᾶ ὕστερον ἐκάλεσεν Ἱεροσόλυμα. [181] ἐχορήγησε δὲ οὗτος ὁ Μελχισεδὲκ τῷ Ἁβράμου στρατῷ ξένια καὶ πολλὴν ἀφθονίαν τῶν ἐπιτηδείων παρέσχε καὶ παρὰ τὴν εὐωχίαν αὐτόν τε ἐπαινεῖν ἤρξατο καὶ τὸν θεὸν εὐλογεῖν ὑποχειρίους αὐτῷ ποιήσαντα τοὺς ἐχθρούς. Ἁβράμου δὲ διδόντος καὶ τὴν δεκάτην τῆς λείας αὐτῷ προσδέχεται τὴν δόσιν. [182] ὁ δὲ τῶν Σοδομιτῶν βασιλεὺς τὴν μὲν λείαν ἔχειν Ἅβραμον παρεκάλει, τοὺς δ᾽ ἀνθρώπους ἀπολαβεῖν ἠξίου, οὓς παρὰ τῶν Ἀσσυρίων ἔσωσεν οἰκείους ὄντας. Ἅβραμος δὲ οὐκ ἔφη τοῦτο ποιήσειν, οὐδ᾽ ἂν ἄλλην ὠφέλειαν ἐκ τῆς λείας ἐκείνης εἰς αὐτὸν ἥξειν πλὴν ὅσα τροφὴ τοῖς οἰκέταις αὐτοῦ γένοιτο· μοῖραν μέντοι τινὰ τοῖς φίλοις αὐτοῦ παρέσχε τοῖς συστρατευομένοις. Ἔσχων δ᾽ ὁ πρῶτος ἐκαλεῖτο καὶ Ἔννηρος καὶ Μαμβρῆς. [183]

Ἐπαινέσας δὲ αὐτοῦ τὴν ἀρετὴν ὁ θεός, ‘ἀλλ᾽ οὐκ ἀπολεῖς, φησί, μισθοὺς οὓς ἄξιόν ἐστίν σε ἐπὶ τοιαύταις εὐπραγίαις κομίζεσθαι.’ τοῦ δ᾽ ὑπολαβόντος ‘καὶ τίς ἂν εἴη χάρις τούτων τῶν μισθῶν, οὐκ ὄντων οἳ διαδέξονται μετ᾽ αὐτόν, ἔτι γὰρ ἦν ἄπαις, ὁ θεὸς καὶ παῖδα αὐτῷ γενήσεσθαι καταγγέλλει καὶ πολλὴν ἐκείνου γενεάν, ὡς παραπλησίως αὐτῇ τοῖς ἄστροις ἔσεσθαι τὸν ἀριθμόν.’ [184] καὶ ὁ μὲν ταῦτ᾽ ἀκούσας θυσίαν προσφέρει τῷ θεῷ κελευσθεὶς ὑπ᾽ αὐτοῦ. ἦν δὲ ὁ τρόπος τῆς θυσίας τοιοῦτος· δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν ὁμοίως τριετῆ καὶ τρυγόνα καὶ περιστερὰν κελεύσαντος διεῖλε, τῶν ὀρνέων οὐδὲν διελών. [185] εἶτα πρὶν στῆναι τὸν βωμὸν οἰωνῶν ἐφιπταμένων ἐπιθυμίᾳ τοῦ αἵματος φωνὴ θεία παρῆν ἀποσημαίνουσα πονηροὺς αὐτοῦ τοῖς ἐγγόνοις γείτονας ἐπὶ ἔτη τετρακόσια γενησομένους κατὰ τὴν Αἴγυπτον· ἐν οἷς κακοπαθήσαντας περιέσεσθαι τῶν ἐχθρῶν καὶ κρατήσαντας πολέμῳ Χαναναίων ἕξειν αὐτῶν τὴν γῆν καὶ τὰς πόλεις. [186]

Ἅβραμος δὲ κατῴκει μὲν περὶ τὴν Ὠγύγην καλουμένην δρῦν, ἔστι δὲ τῆς Χαναναίας τὸ χωρίον οὐ πόρρω τῆς Ἑβρωνίων πόλεως, δυσφορῶν δὲ ἐπὶ γυναικὶ μὴ κυούσῃ ἱκετεύει τὸν θεὸν γονὴν αὐτῷ παιδὸς ἄρσενος παρασχεῖν. [187] τοῦ δὲ θεοῦ θαρσεῖν αὐτὸν παρακελευομένου τοῖς τε ἄλλοις ἅπασιν ὡς ἐπ᾽ ἀγαθοῖς αὐτὸν ἀπὸ τῆς Μεσοποταμίας ἠγμένον καὶ παίδων ἐσομένων, Σάρρα τοῦ θεοῦ κελεύσαντος ἐπικλίνει μίαν τῶν θεραπαινίδων Ἀγάρην ὄνομα γένος οὖσαν Αἰγυπτίαν ὡς ἐξ αὐτῆς παιδοποιησομένῳ. [188] καὶ γενομένη ἐγκύμων ἡ θεραπαινὶς ἐξυβρίζειν εἰς τὴν Σάρραν ἐτόλμησε βασιλίζουσα, ὡς τῆς ἡγεμονίας περιστησομένης εἰς τὸν ὑπ᾽ αὐτῆς τεχθησόμενον. Ἁβράμου δὲ αὐτὴν πρὸς αἰκίαν παραδιδόντος τῇ Σάρρᾳ δρασμὸν ἐπεβούλευσεν οὐχ ὑπομένουσα τὰς ταλαιπωρίας καὶ τὸν θεὸν ἱκέτευεν οἶκτον αὐτῆς λαβεῖν. [189] ὑπαντιάζει δὲ διὰ τῆς ἐρήμου προϊοῦσαν αὐτὴν ἄγγελος θεῖος κελεύων πρὸς τοὺς δεσπότας ἐπανιέναι· βίου γὰρ μείζονος τεύξεσθαι σωφρονοῦσαν· καὶ γὰρ νῦν εἰς τὴν δέσποιναν ἀγνώμονα καὶ αὐθάδη γενομένην ἐν τούτοις εἶναι τοῖς κακοῖς· [190] παρακούουσαν μὲν τοῦ θεοῦ καὶ προσωτέρω χωροῦσαν ἔλεγεν ἀπολεῖσθαι, νοστήσασαν δὲ αὐτὴν ὀπίσω γενήσεσθαι μητέρα παιδὸς τῆς γῆς ἐκείνης βασιλεύσοντος. τούτοις πείθεται καὶ ἐπανελθοῦσα πρὸς τοὺς δεσπότας συγγνώμης ἔτυχε· τίκτει δὲ μετ᾽ οὐ πολὺ Ἰσμαῆλον, θεόκλυτον ἄν τις εἴποι, διὰ τὸ εἰσακοῦσαι τὸν θεὸν τῆς ἱκεσίας. [191]

Ἁβράμῳ μὲν οὖν ἕκτον ἤδη καὶ ὀγδοηκοστὸν ἔτος γεγονότι ὁ προειρημένος ἐγεννήθη, εἰς ἔνατον δ᾽ αὐτῷ καὶ ἐνενηκοστὸν παρελθόντι ἐπιφανεὶς ὁ θεὸς ἀπήγγειλεν, ὡς παῖς αὐτῷ ἐκ Σάρρας ἔσοιτο· κελεύει δ᾽ αὐτὸν καλέσαι Ἴσακον δηλῶν ἐσόμενα ἔθνη μεγάλα ἀπ᾽ αὐτοῦ καὶ βασιλεῖς, καὶ ὅτι πολεμήσαντες καθέξουσι τὴν Χαναναίαν ἅπασαν ἀπὸ Σιδῶνος μέχρι Αἰγύπτου, [192] προσέταξέ τε βουλόμενος τὸ ἀπ᾽ αὐτοῦ γένος μένειν τοῖς ἄλλοις οὐ συμφυρόμενον περιτέμνεσθαι τὰ αἰδοῖα καὶ τοῦτο ποιεῖν ὀγδόῃ ἡμέρᾳ μετὰ τὸ γεννηθῆναι. τὴν αἰτίαν δὲ τῆς περιτομῆς ἡμῶν ἐν ἄλλοις δηλώσω. [193] πυθομένῳ δὲ Ἁβράμῳ καὶ περὶ τοῦ Ἰσμαήλου, εἰ ζήσεται, πολυχρόνιόν τε ἀπεσήμαινεν ὁ θεὸς καὶ μεγάλων ἐθνῶν πατέρα. καὶ Ἅβραμος μὲν ἐπὶ τούτοις εὐχαριστήσας τῷ θεῷ περιτέμνεται παραχρῆμα καὶ πάντες οἱ παρ᾽ αὐτοῦ καὶ ὁ παῖς Ἰσμαῆλος, οὗ κατ᾽ ἐκείνην τὴν ἡμέραν τρισκαιδέκατον ἔτος ἔχοντος αὐτὸς ἐνενηκοστὸν πρὸς τοῖς ἐννέα διῆγεν. [194]

Ὑπὸ δὴ τοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλήθει καὶ μεγέθει χρημάτων ὑπερφρονοῦντες εἴς τε ἀνθρώπους ἦσαν ὑβρισταὶ καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς, ὡς μηκέτι μεμνῆσθαι τῶν παρ᾽ αὐτοῦ γενομένων ὠφελειῶν, εἶναί τε μισόξενοι καὶ τὰς πρὸς ἄλλους ὁμιλίας ἐκτρέπεσθαι. [195] χαλεπήνας οὖν ἐπὶ τούτοις ὁ θεὸς ἔγνω τιμωρήσασθαι τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτὴν κατασκάψασθαι καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτὸν ἔτι μήτε καρπὸν ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι. [196]

Ταῦτα τοῦ θεοῦ κρίναντος περὶ τῶν Σοδομιτῶν Ἅβραμος θεασάμενος τρεῖς ἀγγέλους, ἐκαθέζετο δὲ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ παρὰ τῇ θύρᾳ τῆς αὑτοῦ αὐλῆς, καὶ νομίσας εἶναι ξένους ἀναστὰς ἠσπάσατό τε καὶ παρ᾽ αὐτῷ καταχθέντας παρεκάλει ξενίας μεταλαβεῖν. [197] ἐπινευσάντων δὲ ἄρτους τε προσέταξεν εὐθὺς ἐκ σεμιδάλεως γενέσθαι, καὶ μόσχον θύσας καὶ ὀπτήσας ἐκόμισεν αὐτοῖς ὑπὸ τῇ δρυῒ κατακειμένοις· οἱ δὲ δόξαν αὐτῷ παρέσχον ἐσθιόντων, ἔτι δὲ καὶ περὶ τῆς γυναικὸς ἐπυνθάνοντο, ποῖ ποτ᾽ εἴη Σάρρα. τοῦ δ᾽ εἰπόντος ἔνδον εἶναι, ἥξειν ἔφασαν εἰς τὸ μέλλον καὶ εὑρήσειν αὐτὴν ἤδη μητέρα γεγενημένην. [198] τῆς δὲ γυναικὸς ἐπὶ τούτῳ μειδιασάσης καὶ ἀδύνατον εἶναι τὴν τεκνοποιίαν εἰπούσης αὐτῆς μὲν ἐνενήκοντα ἔτη ἐχούσης τοῦ δ᾽ ἀνδρὸς ἑκατόν, οὐκέτι κατέσχον λανθάνοντες ἀλλ᾽ ἐμήνυσαν ἑαυτοὺς ὄντας ἀγγέλους τοῦ θεοῦ, καὶ ὅτι πεμφθείη μὲν ὁ εἷς σημανῶν περὶ τοῦ παιδός, οἱ δύο δὲ Σοδομίτας καταστρεψόμενοι. [199]

Ταῦτ᾽ ἀκούσας Ἅβραμος ἤλγησεν ἐπὶ τοῖς Σοδομίταις καὶ τὸν θεὸν ἀναστὰς ἱκέτευσε παρακαλῶν, μὴ τοὺς δικαίους καὶ ἀγαθοὺς συναπολλύναι τοῖς πονηροῖς. τοῦ δὲ θεοῦ φήσαντος μηδένα εἶναι τῶν Σοδομιτῶν ἀγαθόν, εἰ γὰρ ἐν αὐτοῖς δέκα εἶεν συγχωρεῖν ἅπασι τὴν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίαν, ὁ μὲν Ἅβραμος ἡσύχασεν· [200] οἱ δὲ ἄγγελοι παρεγένοντο εἰς τὴν τῶν Σοδομιτῶν πόλιν, καὶ ὁ Λῶτος αὐτοὺς ἐπὶ ξενίαν παρεκάλει· λίαν γὰρ ἦν περὶ τοὺς ξένους φιλάνθρωπος καὶ μαθητὴς τῆς Ἁβράμου χρηστότητος. οἱ δὲ Σοδομῖται θεασάμενοι τοὺς νεανίσκους εὐπρεπεστάτους τῇ ὄψει διαφέροντας καὶ παρὰ Λώτῳ καταχθέντας ἐπὶ βίαν καὶ ὕβριν αὐτῶν τῆς ὥρας ἐτράπησαν. [201] τοῦ δὲ Λώτου παραινοῦντος σωφρονεῖν καὶ μὴ χωρεῖν ἐπ᾽ αἰσχύνῃ τῶν ξένων, ἀλλ᾽ ἔχειν αἰδῶ τῆς παρ᾽ αὐτῷ καταγωγῆς, εἰ δὲ ἔχουσιν ἀκρατῶς, τὰς θυγατέρας αὐτοῦ ὑπὲρ ἐκείνων ταῖς ἐπιθυμίαις αὐτῶν λέγοντος παρέξειν, οὐδ᾽ οὕτως ἐπείσθησαν. [202]

Ὁ θεὸς οὖν ἀγανακτήσας αὐτῶν ἐπὶ τοῖς τολμήμασι τοὺς μὲν ἠμαύρωσεν, ὡς μὴ δυνηθῆναι τὴν εἴσοδον τὴν εἰς τὴν οἰκίαν εὑρεῖν, Σοδομιτῶν δὲ κατέκρινε πάνδημον ὄλεθρον. Λῶτος δὲ τοῦ θεοῦ τὴν μέλλουσαν ἀπώλειαν τῶν Σοδομιτῶν αὐτῷ φράσαντος ἀπαλλάσσεται τήν τε γυναῖκα καὶ τὰς θυγατέρας, δύο δὲ ἦσαν ἔτι παρθένοι, ἀναλαβών· οἱ γὰρ μνηστῆρες περιεφρόνησαν τῆς ἐξόδου εὐήθειαν ἐπικαλοῦντες τοῖς ὑπὸ τοῦ Λώτου λεγομένοις. [203] καὶ ὁ θεὸς ἐνσκήπτει βέλος εἰς τὴν πόλιν καὶ σὺν τοῖς οἰκήτορσιν κατεπίμπρα τὴν γῆν ὁμοίᾳ πυρώσει ἀφανίζων, ὥς μοι καὶ πρότερον λέλεκται τὸν Ἰουδαϊκὸν ἀναγράφοντι πόλεμον. ἡ δὲ Λώτου γυνὴ παρὰ τὴν ἀναχώρησιν συνεχῶς εἰς τὴν πόλιν ἀναστρεφομένη καὶ πολυπραγμονοῦσα τὰ περὶ αὐτὴν ἀπηγορευκότος τοῦ θεοῦ τοῦτο μὴ ποιεῖν εἰς στήλην ἁλῶν μετέβαλεν· ἱστόρησα δ᾽ αὐτήν, ἔτι γὰρ καὶ νῦν διαμένει. [204] διαφεύγει δ᾽ αὐτὸς μετὰ τῶν θυγατέρων εἰς βραχύ τι χωρίον κατασχὼν περιγραφὲν ὑπὸ τοῦ πυρός· Ζωὼρ ἔτι καὶ νῦν λέγεται· καλοῦσι γὰρ οὕτως Ἑβραῖοι τὸ ὀλίγον. ἐνταῦθα τοίνυν ὑπό τε ἀνθρώπων ἐρημίας καὶ τροφῆς ἀπορίας ταλαιπώρως διῆγεν. [205]

Αἱ δὲ παρθένοι πᾶν ἠφανίσθαι τὸ ἀνθρώπινον ὑπολαβοῦσαι τῷ πατρὶ πλησιάζουσι προνοήσασαι λαθεῖν· ἐποίουν δὲ τοῦτο ὑπὲρ τοῦ μὴ τὸ γένος ἐκλιπεῖν. γίνονται δὲ παῖδες ὑπὸ μὲν τῆς πρεσβυτέρας Μώαβος· εἴποι δ᾽ ἄν τις ἀπὸ πατρός. Ἄμμανον δ᾽ ἡ νεωτέρα ποιεῖται· γένους υἱὸν ἀποσημαίνει τὸ ὄνομα. [206] καὶ κτίζει δ᾽ αὐτῶν ὁ μὲν Μωαβίτας μέγιστον ὄντας καὶ νῦν ἔθνος, Ἀμμανίτας δὲ ὁ ἕτερος· Συρίας τῆς κοίλης ἐστὶν ἀμφότερα. καὶ Λώτῳ μὲν τοιαύτην συνέβη τὴν ἐκ Σοδομιτῶν ἀναχώρησιν γενέσθαι. [207]

Ἅβραμος δὲ μετῴκησεν εἰς Γέραρα τῆς Παλαιστίνης ἐν ἀδελφῆς ἐπαγόμενος σχήματι τὴν Σάρραν, ὅμοια τοῖς πρὶν ὑποκρινάμενος διὰ τὸν φόβον· ἐδεδίει γὰρ Ἀβιμέλεχον τὸν βασιλέα τῶν ἐπιχωρίων· ὃς καὶ αὐτὸς ἐρασθεὶς τῆς Σάρρας φθείρειν οἷός τε ἦν. [208] εἴργεται δὲ τῆς ἐπιθυμίας ὑπὸ νόσου χαλεπῆς αὐτῷ προσπεσούσης ἐκ θεοῦ καὶ τῶν ἰατρῶν αὐτὸν ἀπεγνωκότων ὑπνώσας ὄναρ ὁρᾷ μηδὲν ὑβρίζειν τὴν τοῦ ξένου γυναῖκα, καὶ ῥᾷον διατεθεὶς φράζει πρὸς τοὺς φίλους, ὡς ὁ θεὸς ταύτην αὐτῷ ἐπάγει τὴν νόσον ὑπὲρ ἐκδικίας τοῦ ξένου φυλάσσων ἀνύβριστον αὐτῷ τὴν γυναῖκα, μὴ γὰρ ἀδελφὴν οὖσαν ἐπάγεσθαι νόμῳ δ᾽ αὐτῷ συνοικοῦσαν, ἐπαγγέλλεταί τε παρέξειν αὑτὸν εὐμενῆ τὸ λοιπὸν ἀδεοῦς ἐκείνου περὶ τὴν γυναῖκα γενομένου. [209] ταῦτα εἰπὼν μεταπέμπεται τὸν Ἅβραμον συμβουλευσάντων τῶν φίλων καὶ μηδὲν ἔτι περὶ τῆς γυναικὸς αὐτὸν ὡς πεισομένης τι τῶν αἰσχρῶν ἐκέλευσε δεδιέναι, θεὸν γὰρ αὐτοῦ κήδεσθαι, καὶ κατὰ τὴν συμμαχίαν τὴν ἐκείνου μεμενηκυῖαν ἀνύβριστον κομίζεσθαι. τοῦ δὲ θεοῦ μάρτυρος ὄντος καὶ τοῦ τῆς γυναικὸς συνειδότος ἔλεγε μηδ᾽ ἂν ὀρεχθῆναι τὴν ἀρχήν, εἰ γαμετὴν οὖσαν ἠπίστατο, ὡς ἀδελφὴν δὲ ἀγόμενον ἣν οὐκ ἠδίκουν. [210] παρακαλεῖ τε πρᾴως ἔχειν πρὸς αὐτὸν καὶ τὸν θεὸν εὐμενῆ ποιεῖν, παρ᾽ αὐτῷ τε μένειν βουλομένῳ πᾶσαν ἀφθονίαν ὑπάρξειν ἀπιέναι τε προαιρούμενον τεύξεσθαι πομπῆς καὶ πάντων ὅσων καὶ χρῄζων πρὸς αὐτὸν ἀφίκοιτο. [211] ταῦτ᾽ εἰπόντος Ἅβραμος οὔτε τὴν συγγένειαν τῆς γυναικὸς ἐψεῦσθαι ἔλεγεν, ἀδελφοῦ γὰρ αὐτὴν εἶναι παῖδα, καὶ δίχα τοιαύτης ὑποκρίσεως οὐκ ἀσφαλῆ τὴν ἐπιδημίαν ὑπολαβεῖν. ὅσα τε ἐπὶ τῷ μηδὲν αἴτιος τῆς νόσου γεγονέναι προθυμηθῆναι δ᾽ αὐτοῦ περὶ τὴν σωτηρίαν, ἑτοίμως ἔφασκεν ἔχειν παρ᾽ αὐτῷ μένειν. [212] καὶ Ἀβιμέλεχος τήν τε γῆν πρὸς αὐτὸν νέμεται καὶ τὰ χρήματα, καὶ συντίθενται ἀδόλως πολιτεύσεσθαι ὑπέρ τινος φρέατος ποιούμενοι τὸν ὅρκον, ὃ Βηρσουβαὶ καλοῦσιν· ὅρκιον δὲ φρέαρ λέγοιτ᾽ ἄν. οὕτω δ᾽ ἔτι καὶ νῦν ὑπὸ τῶν ἐπιχωρίων ὠνόμασται. [213]

Γίνεται δὲ Ἁβράμῳ μετ᾽ οὐ πολὺ καὶ παῖς ἐκ Σάρρας, ὡς αὐτῷ ὑπὸ τοῦ θεοῦ προείρητο, ὃν Ἴσακον ὠνόμασε· τοῦτο γέλωτα σημαίνει· διὰ μέντοι τὸ τὴν Σάρραν μειδιάσαι τέξεσθαι φήσαντος αὐτὴν τοῦ θεοῦ μὴ προσδοκῶσαν ἤδη τοκετοῦ πρεσβυτέραν οὖσαν τὸν υἱὸν οὕτως ἐκάλεσεν. αὐτὴ μὲν γὰρ ἐνενήκοντα εἶχεν ἔτη ἑκατὸν δὲ Ἅβραμος. [214] τίκτεται δὲ παῖς ἑκατέρων τῷ ὑστάτῳ ἔτει, ὃν εὐθὺς μετ᾽ ὀγδόην ἡμέραν περιτέμνουσι, κἀξ ἐκείνου μετὰ τοσαύτας ἔθος ἔχουσιν οἱ Ἰουδαῖοι ποιεῖσθαι τὰς περιτομάς, Ἄραβες δὲ μετὰ ἔτος τρισκαιδέκατον· Ἰσμαῆλος γὰρ ὁ κτίστης αὐτῶν τοῦ ἔθνους Ἁβράμῳ γενόμενος ἐκ τῆς παλλακῆς ἐν τούτῳ περιτέμνεται τῷ χρόνῳ· περὶ οὗ τὸν πάντα λόγον ἐκθήσομαι μετὰ πολλῆς ἀκριβείας. [215]

Σάρρα δὲ γεννηθέντα τὸν Ἰσμαῆλον ἐκ τῆς δούλης αὐτῆς Ἀγάρης τὸ μὲν πρῶτον ἔστεργεν οὐδὲν ἀπολείπουσα τῆς πρὸς ἴδιον υἱὸν εὐνοίας, ἐτρέφετο γὰρ ἐπὶ τῇ τῆς ἡγεμονίας διαδοχῇ, τεκοῦσα δ᾽ αὐτὴ τὸν Ἴσακον οὐκ ἠξίου παρατρέφεσθαι τούτῳ τὸν Ἰσμαῆλον ὄντα πρεσβύτερον καὶ κακουργεῖν δυνάμενον τοῦ πατρὸς αὐτοῖς ἀποθανόντος. [216] ἔπειθεν οὖν τὸν Ἅβραμον εἰς ἀποικίαν ἐκπέμπειν αὐτὸν μετὰ τῆς μητρός. ὁ δὲ κατὰ μὲν ἀρχὰς οὐ προσετίθετο τὴν αὑτοῦ γνώμην οἷς ἡ Σάρρα ἐσπουδάκει πάντων ὠμότατον ἡγούμενος εἶναι παῖδα νήπιον καὶ γυναῖκα ἄπορον τῶν ἀναγκαίων ἐκπέμπειν. [217] ὕστερον δέ, καὶ γὰρ ὁ θεὸς ἠρέσκετο τοῖς ὑπὸ τῆς Σάρρας προσταττομένοις, πεισθεὶς παρεδίδου τὸν Ἰσμαῆλον τῇ μητρὶ μήπω δι᾽ αὐτοῦ χωρεῖν δυνάμενον, ὕδωρ τε ἐν ἀσκῷ καὶ ἄρτον φερομένην ἐκέλευεν ἀπιέναι ὁδηγῷ τῇ ἀνάγκῃ χρωμένην. [218] ὡς δ᾽ ἀπιοῦσαν ἐπιλελοίπει τὰ ἀναγκαῖα, ἐν κακοῖς ἦν, ὕδατος δὲ σπανίζοντος ὑπ᾽ ἐλάτῃ τινὶ θεῖσα τὸ παιδίον ψυχορραγοῦν, ὡς μὴ παρούσης τὴν ψυχὴν ἀφῇ, προῄει πορρωτέρω. [219] συντυχὼν δ᾽ αὐτῇ θεῖος ἄγγελος πηγήν τε φράζει παρακειμένην καὶ κελεύει προνοεῖν τῆς ἀνατροφῆς τοῦ παιδίου· μεγάλα γὰρ αὐτὴν ἀγαθὰ περιμένειν ἐκ τῆς Ἰσμαήλου σωτηρίας. ἡ δ᾽ ἐθάρσησε τοῖς προκατηγγελμένοις καὶ συμβαλοῦσα ποιμέσι διὰ τὴν ἐξ αὐτῶν ἐπιμέλειαν διαφεύγει τὰς ταλαιπωρίας. [220]

Ἀνδρωθέντι δὲ τῷ παιδὶ γύναιον ἄγεται τὸ γένος Αἰγύπτιον, ἐνθένδε ἦν καὶ αὐτὴ τὸ ἀρχαῖον, ἐξ οὗ παῖδες Ἰσμαήλῳ γίνονται δώδεκα πάντες, Ναβαιώθης Κήδαρος Ἀβδεῆλος Μάσσαμος Μάσμασος Ἰδουμᾶς Μάσμησος Χόδαμος Θέμανος Ἰετοῦρος Νάφαισος Κάδμασος. [221] οὗτοι πᾶσαν τὴν ἀπ᾽ Εὐφράτου καθήκουσαν πρὸς τὴν Ἐρυθρὰν θάλασσαν κατοικοῦσι Ναβατηνὴν τὴν χώραν ὀνομάσαντες. εἰσὶ δὲ οὗτοι, οἳ τὸ τῶν Ἀράβων ἔθνος καὶ τὰς φυλὰς ἀπ᾽ αὐτῶν καλοῦσι διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὸ Ἁβράμου ἀξίωμα. [222]

Ἴσακον δὲ ὁ πατὴρ Ἅβραμος ὑπερηγάπα μονογενῆ ὄντα καὶ ἐπὶ γήρως οὐδῷ κατὰ δωρεὰν αὐτῷ τοῦ θεοῦ γενόμενον. προεκαλεῖτο δὲ εἰς εὔνοιαν καὶ τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν γονέων καὶ αὐτὸς ὁ παῖς ἐπιτηδεύων πᾶσαν ἀρετὴν καὶ τῆς τε τῶν πατέρων θεραπείας ἐχόμενος καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδακώς. [223] Ἅβραμος δὲ τὴν ἰδίαν εὐδαιμονίαν ἐν μόνῳ τῷ τὸν υἱὸν ἀπαθῆ καταλιπὼν ἐξελθεῖν τοῦ ζῆν ἐτίθετο. τούτου μέντοι κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἔτυχεν, ὃς διάπειραν αὐτοῦ βουλόμενος λαβεῖν τῆς περὶ αὐτὸν θρησκείας ἐμφανισθεὶς αὐτῷ καὶ πάντα ὅσα εἴη παρεσχημένος καταριθμησάμενος, [224] ὡς πολεμίων τε κρείττονα ποιήσειε καὶ τὴν παροῦσαν εὐδαιμονίαν ἐκ τῆς αὐτοῦ σπουδῆς ἔχοι καὶ τὸν υἱὸν Ἴσακον, ᾔτει τοῦτον αὐτῷ θῦμα καὶ ἱερεῖον αὐτὸν παρασχεῖν ἐκέλευέ τε εἰς τὸ Μώριον ὄρος ἀναγαγόντα ὁλοκαυτῶσαι βωμὸν ἱδρυσάμενον· οὕτως γὰρ ἐμφανίσειν τὴν περὶ αὐτὸν θρησκείαν, εἰ καὶ τῆς τοῦ τέκνου σωτηρίας προτιμήσειε τὸ τῷ θεῷ κεχαρισμένον. [225]

Ἅβραμος δὲ ἐπὶ μηδενὶ κρίνων παρακούειν τοῦ θεοῦ δίκαιον ἅπαντά θ᾽ ὑπουργεῖν ὡς ἐκ τῆς ἐκείνου προνοίας ἀπαντώντων οἷς ἂν εὐμενὴς ᾖ, ἐπικρυψάμενος πρὸς τὴν γυναῖκα τήν τε τοῦ θεοῦ πρόρρησιν καὶ ἣν εἶχεν αὐτὸς γνώμην περὶ τῆς τοῦ παιδὸς σφαγῆς, ἀλλὰ μηδὲ τῶν οἰκετῶν τινι δηλώσας, ἐκωλύετο γὰρ ἂν ὑπηρετῆσαι τῷ θεῷ, λαβὼν τὸν Ἴσακον μετὰ δύο οἰκετῶν καὶ τὰ πρὸς τὴν ἱερουργίαν ἐπισάξας ὄνῳ ἀπῄει πρὸς τὸ ὄρος. [226] καὶ δύο μὲν ἡμέρας αὐτῷ συνώδευσαν οἱ οἰκέται, τῇ τρίτῃ δὲ ὡς κάτοπτον ἦν αὐτῷ τὸ ὄρος, καταλιπὼν ἐν τῷ πεδίῳ τοὺς συνόντας μετὰ μόνου τοῦ παιδὸς παραγίνεται εἰς τὸ ὄρος, ἐφ᾽ οὗ τὸ ἱερὸν Δαβίδης ὁ βασιλεὺς ὕστερον ἱδρύεται. [227] ἔφερον δὲ σὺν αὐτοῖς ὅσα λοιπὰ πρὸς τὴν θυσίαν ἦν πλὴν ἱερείου. τοῦ δ᾽ Ἰσάκου πέμπτον τε καὶ εἰκοστὸν ἔτος ἔχοντος τὸν βωμὸν κατασκευάζοντος καὶ πυθομένου, τί καὶ μέλλοιεν θύειν ἱερείου μὴ παρόντος, τὸν θεὸν αὐτοῖς παρέξειν ἔλεγεν ὄντα ἱκανὸν καὶ τῶν οὐκ ὄντων εἰς εὐπορίαν ἀνθρώποις παραγαγεῖν καὶ τὰ ὄντα τῶν ἐπ᾽ αὐτοῖς θαρρούντων ἀφελέσθαι· δώσειν οὖν κἀκείνῳ ἱερεῖον, εἴπερ εὐμενὴς μέλλει τῇ θυσίᾳ παρατυγχάνειν αὐτοῦ. [228]

Ὡς δ᾽ ὁ βωμὸς παρεσκεύαστο καὶ τὰς σχίζας ἐπενηνόχει καὶ ἦν εὐτρεπῆ, λέγει πρὸς τὸν υἱόν· ‘ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ τοῦ θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην οὐδ᾽ ἐφ᾽ ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς εἰ σέ τ᾽ ἴδοιμι ἠνδρωμένον καὶ τελευτῶν διάδοχον τῆς ἀρχῆς τῆς ἐμαυτοῦ καταλίποιμι. [229] ἀλλ᾽ ἐπεὶ θεοῦ τε βουλομένου σὸς πατὴρ ἐγενόμην καὶ πάλιν τούτῳ δοκοῦν ἀποτίθεμαί σε, φέρε γενναίως τὴν καθιέρωσιν· τῷ θεῷ γάρ σε παραχωρῶ ταύτης ἀξιώσαντι παρ᾽ ἡμῶν τῆς τιμῆς ἀνθ᾽ ὧν εὐμενὴς γέγονέ μοι παραστάτης καὶ σύμμαχος νῦν ἐπιτυχεῖν. [230] ἐπεὶ δ᾽ ἐγεννήθης * ἀποθάνῃς οὐ τὸν κοινὸν ἐκ τοῦ ζῆν τρόπον, ἀλλ᾽ ὑπὸ πατρὸς ἰδίου θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος, ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν πέφυκεν ἀνθρώποις, ἀπαλλαγῆναι τοῦ βίου, [231] μετ᾽ εὐχῶν τε καὶ ἱερουργίας ἐκείνου ψυχὴν τὴν σὴν προσδεξομένου καὶ παρ᾽ αὐτῷ καθέξοντος· ἔσῃ τ᾽ ἐμοὶ εἰς κηδεμόνα καὶ γηρωκόμον, διὸ καὶ σὲ μάλιστα ἀνετρεφόμην, τὸν θεὸν ἀντὶ σαυτοῦ παρεσχημένος.’ [232]

Ἴσακος δέ, πατρὸς γὰρ ἦν οἵου τετυχηκότα γενναῖον ἔδει τὸ φρόνημα εἶναι, δέχεται πρὸς ἡδονὴν τοὺς λόγους καὶ φήσας, ὡς οὐδὲ γεγονέναι τὴν ἀρχὴν ἦν δίκαιος, εἰ θεοῦ καὶ πατρὸς μέλλει κρίσιν ἀπωθεῖσθαι καὶ μὴ παρέχειν αὑτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως, ὅτε καὶ μόνου τοῦ πατρὸς ταῦτα προαιρουμένου μὴ ὑπακούειν ἄδικον ἦν, ὥρμησεν ἐπὶ τὸν βωμὸν καὶ τὴν σφαγήν. [233] κἂν ἐπράχθη τὸ ἔργον μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ· βοᾷ γὰρ ὀνομαστὶ τὸν Ἅβραμον εἴργων τῆς τοῦ παιδὸς σφαγῆς. οὐ γὰρ ἐπιθυμήσας αἵματος ἀνθρωπίνου τὴν σφαγὴν αὐτῷ προστάξαι τοῦ παιδὸς ἔλεγεν, οὐδὲ οὗ πατέρα ἐποίησεν αὐτὸς ἀφελέσθαι τούτου βουλόμενος μετὰ τοιαύτης ἀσεβείας, ἀλλὰ δοκιμάσαι θέλων αὐτοῦ τὴν διάνοιαν, εἰ καὶ τοιαῦτα προστασσόμενος ὑπακούοι. [234] μαθὼν δὲ αὐτοῦ τὸ πρόθυμον καὶ τὴν ὑπερβολὴν τῆς θρησκείας ἥδεσθαι μὲν οἷς αὐτῷ παρέσχεν, οὐχ ὑστερήσειν δὲ αὐτὸν ἀεὶ πάσης ἐπιμελείας καὶ τὸ γένος ἀξιοῦντα, ἔσεσθαί τε τὸν υἱὸν αὐτοῦ πολυχρονιώτατον καὶ βιώσαντα εὐδαιμόνως παισὶν ἀγαθοῖς καὶ γνησίοις παραδώσειν μεγάλην ἡγεμονίαν. [235] προεδήλου τε τὸ γένος τὸ αὐτῶν εἰς ἔθνη πολλὰ καὶ πλοῦτον ἐπιδώσειν, καὶ μνήμην αἰώνιον αὐτῶν ἔσεσθαι τοῖς γενάρχαις, τήν τε Χαναναίαν ὅπλοις κατακτησαμένους ζηλωτοὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις. [236] ταῦτα ὁ θεὸς εἰπὼν κριὸν ἐκ τἀφανοῦς παρήγαγεν αὐτοῖς εἰς τὴν ἱερουργίαν. οἱ δὲ παρ᾽ ἐλπίδας αὐτοῦ κεκομισμένου καὶ τοιούτων ἀγαθῶν ἐπαγγελίας ἀκηκοότες ἠσπάζοντό τε ἀλλήλους καὶ θύσαντες ἀπενόστησαν πρὸς τὴν Σάρραν καὶ διῆγον εὐδαιμόνως ἐφ᾽ ἅπασιν οἷς ἐθελήσειαν τοῦ θεοῦ συλλαμβάνοντος αὐτοῖς. [237]

Καὶ Σάρρα μὲν οὐ πολὺ ὕστερον ἀποθνήσκει βιώσασα ἔτη ἑπτὰ καὶ εἴκοσι πρὸς τοῖς ἑκατόν. θάπτουσι δ᾽ αὐτὴν ἐν Νεβρῶνι συγχωρούντων μὲν τῶν Χαναναίων καὶ δημοσίᾳ χοῦν αὐτῆς τὸν τάφον, Ἁβράμου δὲ ὠνησαμένου τὸ χωρίον σίκλων τετρακοσίων παρ᾽ Ἐφραίμου τινὸς ἐκ τῆς Νεβρῶνος. καὶ τὰ μνημεῖα Ἅβραμός τε καὶ οἱ ἀπόγονοι αὐτοῦ ταύτῃ κατεσκευάσαντο. [238]

Γαμεῖ δ᾽ αὐτὸς Κατούραν ὕστερον, ἐξ ἧς αὐτῷ παῖδες ἓξ γίνονται πρός τε πόνους καρτεροὶ καὶ δεινοὶ συνιέναι, Ζεμβράνης Ἰαζάρης Μαδάνης Μαδιάνης Λουσούβακος Σοῦος. φύονται δὲ καὶ τούτοις παῖδες· καὶ Σούου μὲν Σαβακίνης γίνεται καὶ Δαδάνης, τούτου δὲ Λατούσιμος Ἄσσουρις Λούουρις· Μαδάνου δὲ Ἠφᾶς Ἑώφρην Ἄνωχος Ἐβιδᾶς Ἐλδᾶς. [239] τούτοις ἅπασι τοῖς παισὶ καὶ τοῖς υἱωνοῖς Ἅβραμος ἀποικιῶν στόλους μηχανᾶται, καὶ τήν τε Τρωγλοδῦτιν καταλαμβάνουσι καὶ τῆς εὐδαίμονος Ἀραβίας ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν. λέγεται δέ, ὡς οὗτος ὁ Ἑώφρην στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος Ἀφρικὰ προσηγόρευσαν. [240] μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ πολυίστωρ λέγων οὕτως· ‘Κλεόδημος δέ φησιν ὁ προφήτης ὁ καὶ Μάλχος ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωυσῆς ἱστόρησεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Κατούρας Ἁβράμῳ ἐγένοντο παῖδες ἱκανοί. [241] λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα ὀνομάζων τρεῖς Ἰαφέραν Σούρην Ἰαφράν. ἀπὸ Σούρου μὲν τὴν Ἀσσυρίαν κεκλῆσθαι, ἀπὸ δὲ τῶν δύο Ἰαφρᾶ τε καὶ Ἰαφέρου, πόλιν τε Ἐφρᾶν καὶ τὴν χώραν Ἀφρικὰ ὀνομασθῆναι. τούτους γὰρ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον· γήμαντά τε τὴν Ἀφράνου θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Δίδωρον· τούτου δὲ γενέσθαι Σόφωνα, ἀφ᾽ οὗ τοὺς βαρβάρους Σόφακας λέγεσθαι.’ [242]

Ἰσάκῳ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι γυναῖκα γνοὺς ἀγαγέσθαι ὁ πατὴρ Ἅβραμος Ῥεβέκκαν Ναχώρου παιδὸς θυγατέρα τἀδελφοῦ τὸν πρεσβύτατον πέμπει τῶν οἰκετῶν ἐπὶ τὴν μνηστείαν ἐνδησάμενος μεγάλαις πίστεσι. [243] γίνονται δὲ αὗται τοῦτον τὸν τρόπον· ὑπὸ τοὺς μηροὺς ἀλλήλοις τὰς χεῖρας ἐπαγαγόντες ἔπειτα ἐπικαλοῦνται τὸν θεὸν μάρτυρα τῶν ἐσομένων. ἔπεμπε δὲ καὶ δῶρα τοῖς ἐκεῖ διὰ τὸ σπάνιον ἢ μηδ᾽ ὅλως ἐπιχωριάζειν ἐκτετιμημένα. [244] οὗτος ἀπερχόμενος χρόνῳ διὰ τὸ εἶναι χαλεπὴν ὁδεύεσθαι τὴν Μεσοποταμίαν, χειμῶνι μὲν ὑπὸ πηλῶν βάθους, θέρους δ᾽ ὑπὸ ἀνυδρίας, ἔτι δὲ καὶ λῃστηρίων ὄντων ἐν αὐτῇ, ἃ διαφυγεῖν οὐκ ἐνῆν μὴ προνοοῦσι τούτου τοῖς ὁδεύουσιν, εἰς πόλιν ἀφικνεῖται Κάρραν καὶ γενόμενος ἐν τοῖς προαστείοις παρθένοις ἐντυγχάνει πλείοσιν ἐφ᾽ ὕδωρ βαδιζούσαις· [245] εὔχεται μὲν οὖν τῷ θεῷ Ῥεβέκκαν, ἣν τῷ παιδὶ Ἅβραμος μνηστευσόμενον ἐξαπέστειλεν, εἰ κατὰ νοῦν τὸν αὐτοῦ μέλλει ὁ γάμος οὗτος συντελεῖσθαι, ἐν ἐκείναις εὑρεθῆναι γνωρισθῆναι τε αὐτὴν τῶν μὲν ἄλλων αἰτοῦντι ποτὸν ἀρνουμένων ἐκείνης δὲ αὐτῷ παρασχούσης. [246]

Καὶ ὁ μὲν ἐπὶ ταύτης ὢν τῆς διανοίας ἐπὶ τὸ φρέαρ παραγίνεται καὶ παρακαλεῖ τὰς παρθένους ποτὸν αὐτῷ παρασχεῖν· τῶν δ᾽ ἐκτρεπομένων ὡς χρῃζουσῶν οἴκαδε κομίζειν, ἀλλ᾽ οὐκ ἐκείνῳ παρασχεῖν, καὶ γὰρ οὐδ᾽ εὔληπτον εἶναι τὸ ὕδωρ, μία ἐξ ἁπασῶν ἐκείναις τε τῆς πρὸς τὸν ξένον ἐπιπλήττει δυσκολίας, τίνος ἄλλου κοινωνήσειν πρὸς ἀνθρώπους αὐτάς ποτε, αἳ μηδ᾽ ὕδατος μετέδοσαν λέγουσα, καὶ παρέχει αὐτῷ φιλοφρόνως. [247] ὁ δὲ ἐν ἐλπίδι μὲν τῶν ὅλων γενόμενος, βουλόμενος δὲ τὴν ἀλήθειαν μαθεῖν, ἐπῄνει τε τῆς εὐγενείας αὐτὴν καὶ τῆς χρηστότητος, ὅτι καὶ μετ᾽ οἰκείου πόνου τοῖς δεομένοις ἐπαρκεῖν οὐκ ἔφυγεν, ἐπυνθάνετό τε τίνων εἴη γονέων καὶ κατεύχεται αὐτοῖς ὄνησιν τοιαύτης παιδὸς καί ‘νυμφεύσειαν, φησίν, ὡς αὐτοῖς ἐστι κεχαρισμένον, εἰς οἶκον ἀνδρὸς ἀγαθοῦ παῖδας αὐτῷ τεξομένην γνησίους.’ [248] ἡ δὲ οὐδὲ τούτων ἐφθόνησεν αὐτῷ βουλομένῳ μαθεῖν, ἀλλὰ καὶ τὸ γένος ἀπεσήμαινε καὶ ‘Ῥεβέκκα μέν, φησίν, ἐγὼ καλοῦμαι, πατὴρ δέ μοι Βαθουῆλος ἦν· ἀλλ᾽ ὁ μὲν ἤδη τέθνηκε, Λάβανος δὲ ἀδελφός ἐστιν ἡμέτερος τοῦ τε οἴκου παντὸς σὺν τῇ μητρὶ προνοούμενος καὶ τῆς ἐμῆς παρθενίας ἐπιμελόμενος.’ [249] τούτων ἀκροασάμενος ἔχαιρέ τε τοῖς γεγονόσι καὶ τοῖς εἰρημένοις τὸν θεὸν οὕτως ὁρῶν αὐτῷ τῆς ὁδοῦ σαφῶς συλλαμβάνοντα, καὶ προκομίσας ὁρμίσκον τε καί τινας κόσμους, οὓς εὐπρεπὲς φορεῖν παρθένοις, ἀνεδίδου τῇ κόρῃ τῆς ἐπὶ τῷ πιεῖν χάριτος ἀμοιβὴν εἶναι καὶ γέρας, δίκαιον λέγων τοιούτων αὐτὴν τυγχάνειν ἀγαθὴν παρὰ τὰς τοσαύτας παρθένους γενομένην. [250] ἠξίου τε παρ᾽ αὐτοῖς καταχθῆναι τοῦ προσωτέρω χωρεῖν τῆς νυκτὸς αὐτὸν ἀφαιρουμένης, κόσμον τε φέρων γυναικεῖον πολυτελῆ πιστεύειν αὐτὸν οὐκ ἀσφαλεστέροις ἔφασκεν ἢ τούτοις, οἷς αὐτὸς ἐπειράθη. τεκμαίρεσθαι δὲ καὶ τὴν τῆς μητρὸς καὶ τἀδελφοῦ φιλανθρωπίαν αὐτῆς ἔλεγεν, ὡς οὐ δυσχερανοῦσιν, ἐκ τῆς περὶ αὐτὴν ἀρετῆς· οὐδὲ γὰρ ἔσεσθαι βαρὺς μισθόν τε τῆς φιλοξενίας τελέσας καὶ δαπάναις ἰδίαις χρησάμενος. [251] ἡ δὲ περὶ μὲν τῆς τῶν γονέων φιλανθρωπίας αὐτῆς ὀρθῶς εἰκάζειν αὐτὸν εἶπεν, ἐπεμέμφετο δὲ ὡς μικρολόγους ὑπειληφότα· πάντων γὰρ ἀμισθὶ μεθέξειν. δηλώσασα μέντοι Λαβάνῳ πρότερον τἀδελφῷ συγχωροῦντος ἄξειν αὐτὸν ἔλεγεν. [252]

Ὡς οὖν τούτου γενομένου παρῆγε τὸν ξένον, τὰς μὲν καμήλους αὐτοῦ παραλαμβάνοντες οἱ Λαβάνου θεράποντες ἐτημέλουν, αὐτὸς δὲ δειπνήσων εἰσήγετο σὺν αὐτῷ καὶ μετὰ τὸ δεῖπνόν φησι πρός τε αὐτὸν καὶ τὴν μητέρα τῆς κόρης· ‘Ἅβραμος Θέρρου μέν ἐστιν υἱός, συγγενὴς δ᾽ ὑμέτερος· Ναχώρης γὰρ ὁ τούτων, ὦ γύναι, τῶν παίδων πάππος ἀδελφὸς ἦν Ἁβράμου ὁμοπάτριός τε καὶ ὁμομήτριος. [253] πέμπει τοίνυν οὗτος πρὸς ὑμᾶς ἀξιῶν τὴν κόρην ταύτην παιδὶ τῷ ἑαυτοῦ λαβεῖν πρὸς γάμον, ὃς γνήσιός ἐστιν αὐτῷ καὶ μόνος ἐπὶ τοῖς πᾶσι τεθραμμένος. ᾧ τῶν μὲν ἐκεῖ γυναικῶν δυνατὸν αὐτῷ τὴν εὐδαιμονεστάτην λαβεῖν οὐκ ἠξίωσεν ἀγαγέσθαι, τιμῶν δὲ τὸ γένος τὸν γάμον πολιτεύει τοῦτον. [254] οὗ τὴν σπουδὴν καὶ τὴν προαίρεσιν μὴ ὑβρίσητε· κατὰ γὰρ θεοῦ βούλησιν τά τε ἄλλα μοι κατὰ τὴν ὁδὸν ἀπήντησε καὶ τὴν παῖδα καὶ τὸν ὑμέτερον οἶκον εὗρον. ἐπεὶ γὰρ πλησίον τῆς πόλεως ἐγενόμην, παρθένους ἰδὼν πολλὰς ἐπὶ τὸ φρέαρ παραγινομένας ηὐξάμην εἰς ταύτην ἐμπεσεῖν, ὃ δὴ γέγονε. [255] γάμον οὖν ὑπὸ θείας μνηστευόμενον ἐπιφανείας καὶ ὑμεῖς κυρώσατε καὶ Ἅβραμον τὸν μετὰ τοσαύτης ἀπεσταλκότα σπουδῆς τῷ κατανεῦσαι τὴν κόρην τιμήσατε.’ οἱ δὲ, καλὰ γὰρ ἦν αὐτοῖς καὶ κεχαρισμένα, τήν τε γνώμην τοῦ θεοῦ συνῆκαν καὶ πέμπουσιν ἐφ᾽ οἷς ἠξίου τὴν θυγατέρα. γαμεῖ δὲ ταύτην ὁ Ἴσακος τῶν πραγμάτων εἰς αὐτὸν ἀφικομένων· οἱ γὰρ ἐκ τῆς Κατούρας εἰς τὰς ἀποικίας ἐξεληλύθεισαν. [256]

Τελευτᾷ δὲ καὶ Ἅβραμος μετ᾽ ὀλίγον, ἀνὴρ πᾶσαν ἀρετὴν ἄκρος καὶ τῆς περὶ αὐτὸν σπουδῆς ἀξίως ὑπὸ τοῦ θεοῦ τετιμημένος. ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν ἑβδομηκονταπέντε πρὸς τοῖς ἑκατὸν καὶ θάπτεται ἐν Νεβρῶνι μετὰ τῆς γυναικὸς Σάρρας ὑπὸ τῶν παίδων Ἰσάκου καὶ Ἰσμαήλου. [257]

Ἰσάκῳ δὲ μετὰ τὴν Ἁβράμου τελευτὴν ἐκύει τὸ γύναιον, καὶ τῆς γαστρὸς ἐπὶ μεῖζον ὀγκουμένης ἀγωνιάσας ἀνήρετο τὸν θεόν. φράζει δ᾽ αὐτῷ διδύμους τέξεσθαι τὴν Ῥεβέκκαν καὶ φερώνυμα ἔσεσθαι τοῖς παισὶν ἔθνη, τοῦ δὲ μείζονος προτερήσειν τὸ δοκοῦν ἔλασσον εἶναι. [258] τίκτεται δ᾽ αὐτῷ μετ᾽ ὀλίγον κατὰ πρόρρησιν τοῦ θεοῦ δίδυμα παιδία, ὧν τὸ μὲν πρεσβύτερον ἀπὸ κεφαλῆς ἐπὶ τοὺς πόδας περισσῶς ἦν δασύ, τὸ δὲ νεώτερον εἴχετο προϊόντος αὐτοῦ κατὰ πτέρναν. ἠγάπα δὲ ὁ μὲν πατὴρ τὸν πρεσβύτερον Ἠσαῦ λεγόμενον κατ᾽ ἐπωνυμίαν τῆς τριχώσεως· Ἑβραῖοι γὰρ τὸ ἤσαυρον τρίχωμα λέγουσιν· Ἰάκωβος δὲ ὁ νεώτερος τῇ μητρὶ προσφιλὴς ἦν. [259]

Λιμοῦ δὲ τὴν γῆν καταλαβόντος Ἴσακος, δόξαν αὐτῷ χωρεῖν εἰς Αἴγυπτον τῆς χώρας ἀγαθῆς ὑπαρχούσης, ἐπὶ Γεράρων ἀπῄει τοῦ θεοῦ κελεύσαντος. ὑποδέχεται δ᾽ αὐτὸν ὁ βασιλεὺς Ἀβιμέλεχος κατὰ ξενίαν καὶ φιλίαν τὴν Ἁβράμου καὶ πολλῇ πάνυ πρὸς αὐτὸν εὐνοίᾳ χρησάμενος κατ᾽ ἀρχὰς ἐπὶ ταύτης ὑπὸ φθόνου μεῖναι πρὸς τὸ πᾶν ἐκωλύθη. [260] ὁρῶν γὰρ τὸν θεὸν τῷ Ἰσάκῳ συμπαρόντα καὶ τοσαύτῃ περὶ αὐτὸν σπουδῇ χρώμενον ἀπώσατο αὐτόν. ὁ δὲ τοιούτου πάλιν ἐκ μεταβολῆς τῆς ἀπὸ τοῦ βασκάνου πειραθεὶς Ἀβιμελέχου τότε μὲν ἀνεχώρησεν εἰς τὴν λεγομένην Φάραγγα χωρίον οὐ μακρὰν Γεράρων, ὀρύσσοντι δ᾽ αὐτῷ φρέαρ ποιμένες ἐπιπεσόντες εἰς μάχην ἐχώρησαν κωλύοντες τὸ ἔργον, καὶ μὴ βουληθέντος φιλονικεῖν ἔδοξαν κεκρατηκέναι. [261] ὑποχωρήσας δὲ ὤρυσσεν ἕτερον, καὶ βιασαμένων ἄλλων τινῶν Ἀβιμελέχου ποιμένων καὶ τοῦτο καταλιπὼν ἀπεχώρησεν εὐγνώμονι λογισμῷ κτώμενος αὑτῷ τὴν ἄδειαν. [262] εἶτα αὐτομάτου παρασχόντος αὐτῷ τὴν φρεωρυχίαν ἀνεπικώλυτον, Ῥοωβὼθ τὸ φρέαρ ὠνόμασεν· εὐρύχωρον ἀποσημαίνει τὸ ὄνομα. τῶν δὲ προτέρων τὸ μὲν Ἔσκον καλεῖται· μάχην ἄν τις αὐτὸ φήσειε· τὸ δ᾽ ἕτερον Σύαιναν· ἔχθραν ἀποσημαίνει τὸ ὄνομα. [263]

Ἰσάκῳ μὲν οὖν ἀκμάζειν συνέβαινε τὴν ἰσχὺν ὑπὸ μεγέθους πραγμάτων, Ἀβιμέλεχος δὲ κατ᾽ αὐτοῦ φύεσθαι νομίζων τὸν Ἴσακον, ὑπόπτου μὲν αὐτοῖς καὶ τῆς συνδιαιτήσεως γενομένης, ἐπ᾽ οὐ φανερᾷ δὲ ἔχθρᾳ τοῦ Ἰσάκου ὑπεκστάντος, δείσας μὴ τῆς προτέρας αὐτῷ φιλίας οὐδὲν ὄφελος γένηται πρὸς ἄμυναν ὧν ἔπαθεν Ἰσάκου τραπέντος φιλίαν ἄνωθεν ποιεῖται πρὸς αὐτὸν ἕνα τῶν στρατηγῶν Φίλοχον ἐπαγόμενος. [264] πάντων δὲ τετυχηκὼς ὧν ἠξίου διὰ τὴν Ἰσάκου χρηστότητα ὀργῆς προσφάτου πρεσβυτέραν χάριν εἰς αὐτόν τε καὶ τὸν πατέρα γεγενημένην προτιμῶντος ἀπῆρεν εἰς τὴν ἑαυτοῦ. [265]

Τῶν δὲ Ἰσάκου παίδων Ἡσαῦς, περὶ ὃν μάλιστα ὁ πατὴρ ἐσπουδάκει, τεσσαράκοντα γεγονὼς ἔτη γαμεῖ Ἄδαν τὴν Ἥλωνος καὶ Ἀλιβάμην τὴν Εὐσεβεῶνος δυναστευόντων ἐν Χαναναίοις ἀνδρῶν θυγατέρας, ἑαυτὸν ποιήσας τῆς περὶ τὸν γάμον ἐξουσίας κύριον καὶ μηδὲ τῷ πατρὶ συμβουλευσάμενος· [266] οὐδὲ γὰρ ἂν ἐπέτρεψεν Ἴσακος ἐπ᾽ αὐτῷ τῆς γνώμης γενομένης· οὐ γὰρ ἦν αὐτῷ δι᾽ ἡδονῆς συνάψασθαι συγγένειαν πρὸς τοὺς ἐπιχωρίους. οὐ βουλόμενος δὲ ἀπεχθὴς εἶναι τῷ παιδὶ κελεύων ἀφίστασθαι τῶν γυναικῶν σιγᾶν ἔκρινε. [267]

Γηραιὸς δὲ ὢν καὶ τὰς ὄψεις εἰς τὸ παντελὲς ἠφανισμένος προσκαλεσάμενος τὸν Ἡσαῦν καὶ τὸ γῆρας εἰπὼν ὡς καὶ δίχα τῆς πηρώσεως καὶ [268] τοῦ κατὰ τὰς ὄψεις πάθους ἐμποδὼν ἦν αὐτῷ θεραπεύειν τὸν θεὸν ἐκέλευσεν ἐξελθεῖν ἐπὶ κυνηγέσιον καὶ θηρασάμενον ὅσα ἂν αὐτῷ δυνατὸν γίνηται παρασκευάσαι δεῖπνον, ἵνα μετὰ τοῦτο ἱκετεύσῃ τὸν θεὸν σύμμαχον αὐτῷ καὶ συνεργὸν εἰς ἅπαντα παρεῖναι τὸν βίον, ἄδηλον μὲν εἶναι λέγων, ὁπότε καὶ τελευτήσειε, πρὸ δὲ τούτου παρασχεῖν αὐτῷ βούλεσθαι τὸν θεὸν ταῖς εὐχαῖς ταῖς ὑπὲρ αὐτοῦ παρακεκλημένον. [269]

Καὶ Ἡσαῦς μὲν ἐπὶ τὸ κυνηγέσιον ἐξώρμησεν· ἡ δὲ Ῥεβέκκα τὸν θεὸν εἰς τὴν εὔνοιαν ἀξιοῦσα τὴν Ἰακώβου παρακαλεῖν καὶ παρὰ τὴν Ἰσάκου γνώμην ἐκέλευσεν αὐτὸν ἐρίφους κατασφάξαντα δεῖπνον παρασκευάζειν. ὁ δὲ Ἰάκωβος ὑπηρέτει τῇ μητρὶ πάντα παρ᾽ αὐτῆς πεπυσμένος· [270] ἐπεὶ δ᾽ εὐτρεπὲς ἦν τὸ δεῖπνον, ἐρίφου δέρματι τὸν βραχίονα περιβαλών, ἵνα πιστεύοιτο παρὰ τῷ πατρὶ διὰ τὴν δασύτητα Ἡσαῦς εἶναι, τὰ γὰρ ἄλλα πάντ᾽ ὢν ὅμοιος διὰ τὸ εἶναι δίδυμος τούτῳ μόνῳ διέφερε, καὶ φοβηθεὶς μὴ πρὶν γενέσθαι τὰς εὐχὰς εὑρεθεὶς κακουργῶν εἰς τοὐναντίον παροξύνῃ τὸν πατέρα ποιήσασθαι ταύτας, προσέφερε τῷ πατρὶ τὸ δεῖπνον. [271] καὶ ὁ Ἴσακος ἐπαισθόμενος τῷ κατὰ τὴν φωνὴν ἰδίῳ προσκαλεῖται τὸν υἱόν· τοῦ δὲ τὸν βραχίονα προτείναντος, ᾧ τὴν αἰγέαν περιβέβλητο, ταύτης ἐπαφώμενος ‘φωνεῖς μέν, εἶπεν, Ἰακώβῳ παραπλήσιον, κατὰ δὲ τὸ τῆς τριχὸς βάθος Ἡσαῦς εἶναί μοι δοκεῖς.’ [272] καὶ μηδὲν ὑπολαβὼν κακοῦργον δειπνήσας τρέπεται πρὸς εὐχὰς καὶ παράκλησιν τοῦ θεοῦ ‘δέσποτα, λέγων, παντὸς αἰῶνος καὶ δημιουργὲ τῆς ὅλης οὐσίας· σὺ γὰρ πατρὶ τῷ ἐμῷ μεγάλην ἰσχὺν προύθηκας ἀγαθῶν κἀμὲ τῶν παρόντων ἠξίωσας καὶ τοῖς ἐξ ἐμοῦ γενομένοις ὑπέσχου βοηθὸς εὐμενὴς καὶ δοτὴρ ἀεὶ τῶν κρειττόνων ἔσεσθαι· [273] ταῦτ᾽ οὖν καὶ βεβαίωσον καὶ μὴ περιίδῃς με διὰ τὴν παροῦσαν ἀσθένειαν, δι᾽ ἣν καὶ μᾶλλόν σου δεόμενος τυγχάνω, καί μοι παῖδα τοῦτον εὐμενὴς σῶζε καὶ παντὸς ἀπαθῆ κακοῦ διαφύλαττε δοὺς αὐτῷ βίον εὐδαίμονα καὶ κτῆσιν ἀγαθῶν, ὅσων σοι δύναμις παρασχεῖν, ποιήσας δ᾽ αὐτὸν φοβερὸν μὲν ἐχθροῖς φίλοις δὲ τίμιον καὶ κεχαρισμένον.’ [274]

Καὶ ὁ μὲν νομίζων εἰς Ἡσαῦν ποιεῖσθαι τὰς εὐχὰς παρεκάλει τὸν θεόν· ἄρτι δὲ πέπαυτο τούτων καὶ παρῆν Ἡσαῦς ἀπὸ τῆς θήρας. καὶ τῆς διαμαρτίας Ἴσακος αἰσθόμενος ἡσυχίαν ἄγει, Ἡσαῦς δὲ ἠξίου τῶν ὁμοίων τἀδελφῷ παρὰ τοῦ πατρὸς τυγχάνειν· [275] τοῦ δὲ πατρὸς ἀρνουμένου διὰ τὸ πάσας εἰς Ἰάκωβον τὰς εὐχὰς ἀνηλωκέναι πένθος ἦγεν ἐπὶ τῇ διαμαρτίᾳ. καὶ αὐτοῦ τοῖς δάκρυσιν ἀχθόμενος ὁ πατὴρ τὰ μὲν περὶ τὸ κυνηγέσιον καὶ δύναμιν σώματος ἐν ὅπλοις καὶ πᾶσιν ἔργοις εὐδοκιμήσειν αὐτὸν ἔφασκε καὶ καρπώσεσθαι τὴν ἐπ᾽ αὐτοῖς δόξαν δι᾽ αἰῶνος καὶ τὸ ἀπ᾽ αὐτοῦ γένος, δουλεύσειν δὲ τἀδελφῷ. [276]

Ἰάκωβον δὲ φοβούμενον τὸν ἀδελφὸν τιμωρίαν βουλόμενον λαβεῖν τῆς ἐπὶ ταῖς εὐχαῖς διαμαρτίας ἡ μήτηρ ῥύεται· πείθει γὰρ τὸν ἄνδρα Μεσοποταμίαν ἀγαγέσθαι τῷ Ἰακώβῳ γυναῖκα συγγενῆ. [277] ἤδη γὰρ τὴν Ἰσμαήλου παῖδα Ἡσαῦς παρειλήφει πρὸς γάμον Βασεμάθην· οὐ γὰρ εὐνόουν τοῖς Χαναναίοις οἱ περὶ τὸν Ἴσακον, ὥστε ἐπὶ τοῖς πρότερον αὐτοῦ γάμοις δυσχερῶς διακειμένων εἰς τὸ ἐκείνοις κεχαρισμένον τὴν Βασεμάθην παρέλαβεν μάλιστα περὶ αὐτὴν σπουδάσας. [278]

Ἰάκωβος δὲ εἰς τὴν Μεσοποταμίαν στελλόμενος ὑπὸ τῆς μητρὸς κατὰ γάμον τῆς Λαβάνου θυγατρὸς τοῦ ἐκείνης ἀδελφοῦ, ἐπιτρέψαντος Ἰσάκου τὸν γάμον διὰ τὸ πείθεσθαι τοῖς βουλήμασι τῆς γυναικὸς διὰ τῆς Χαναναίας ἐπορεύετο καὶ διὰ τὸ πρὸς τοὺς ἐπιχωρίους μῖσος παρ᾽ οὐδένα μὲν ἠξίου κατάγεσθαι, [279] ὑπαίθριος δὲ ηὐλίζετο τὴν κεφαλὴν λίθοις ὑπ᾽ αὐτοῦ συμφορουμένοις ἐπιτιθεὶς καὶ τοιαύτην κατὰ τοὺς ὕπνους ὄψιν ὁρᾷ παραστᾶσαν αὐτῷ· κλίμακα γῆθεν ἔδοξεν ἐφικνουμένην τοῦ οὐρανοῦ βλέπειν καὶ δι᾽ αὐτῆς ὄψεις κατιούσας σεμνότερον ἢ κατὰ ἀνθρώπου φύσιν ἐχούσας, καὶ τελευταῖον ὑπὲρ αὐτῆς τὸν θεὸν ἐναργῶς αὐτῷ φαινόμενον ὀνομαστί τε καλέσαι καὶ ποιήσασθαι τοιούτους λόγους. [280] ‘Ἰάκωβε, πατρὸς ὄντα σε ἀγαθοῦ καὶ πάππου δόξαν ἀρετῆς μεγάλης εὑραμένου κάμνειν ἐπὶ τοῖς παροῦσιν οὐ προσῆκεν, ἀλλ᾽ ἐλπίζειν τὰ κρείττονα· [281] καὶ γὰρ ἄφθονος ἐκδέξεταί σε μεγάλων ἀγαθῶν παρουσία πρὸς τὸ πᾶν κατὰ τὴν ἐμὴν ἐπικουρίαν. Ἅβραμόν τε γὰρ ἐγὼ ἐκ τῆς Μεσοποταμίας δεῦρο ἤγαγον ἐλαυνόμενον ὑπὸ τῶν συγγενῶν, καὶ πατέρα τὸν σὸν εὐδαίμονα ἀπέφηνα· ὧν οὐχ ἥττω μοῖραν εἰς σὲ καταθήσομαι· [282] θαρρῶν οὖν καὶ ταύτην πορεύου τὴν ὁδὸν ἐμοὶ προπομπῷ χρώμενος· ἀνυσθήσεται γάρ σοι γάμος, ἐφ᾽ ὃν ἐσπούδακας, καὶ γενήσονταί σοι παῖδες ἀγαθοί, τὸ δὲ πλῆθος αὐτῶν ἀριθμοῦ κρεῖττον ἔσται, μείζοσιν υἱοῖς αὐτῶν καταλιμπάνοντες· οἷς ἐγὼ τὸ ταύτης κράτος τῆς γῆς δίδωμι καὶ παισὶ τοῖς αὐτῶν, οἳ πληρώσουσιν ὅσην ἥλιος ὁρᾷ καὶ γῆν καὶ θάλασσαν. [283] ἀλλὰ μήτε κίνδυνον ὑφορῶ μηδένα μήτ᾽ εὐλαβοῦ τὸ πλῆθος τῶν πόνων ἐμοῦ ποιουμένου τῶν σοὶ πραχθησομένων πρόνοιαν ἔν τε τοῖς νῦν καὶ πολὺ πλέον ἐν τοῖς ὕστερον.’ [284]

Ταῦτα μὲν οὖν ὁ θεὸς Ἰακώβῳ προαγορεύει· ‘ὁ δὲ περιχαρὴς γενόμενος ἐπὶ τοῖς ἑωραμένοις καὶ κατηγγελμένοις φαιδρύνει τε τοὺς λίθους ὡς τηλικούτων ἀγαθῶν ἐπ᾽ αὐτοῖς προρρήσεως γεγενημένης καὶ εὐχὴν ποιεῖται θύσειν ἐπ᾽ αὐτῶν, εἰ κτησάμενος βίον ἀπαθὴς ἐπανίοι, τῷ θεῷ δεκάτην τῶν πεπορισμένων ποιεῖσθαι οὕτως ἀφικόμενος, τίμιόν τε κρίνει τὸ χωρίον ὄνομα αὐτῷ Βηθὴλ θέμενος, σημαίνει δὲ τοῦτο θείαν ἑστίαν κατὰ τὴν τῶν Ἑλλήνων γλῶτταν. [285]

Προϊὼν δὲ ἐπὶ τῆς Μεσοποταμίας χρόνῳ παρῆν εἰς τὴν Χαρράν, καὶ ποιμένας ἐν τοῖς προαστείοις καταλαβὼν καὶ παῖδας ἐφήβους καὶ παρθένους ὑπέρ τινος ἱδρυμένους φρέατος συνδιέτριβεν αὐτοῖς χρῄζων ποτοῦ εἴς τε λόγους αὐτοῖς ἀφικνούμενος ἀνέκρινεν αὐτούς, εἰ τυγχάνουσι Λάβανόν τινα παρ᾽ αὐτοῖς εἰδότες ἔτι περιόντα. [286] οἱ δὲ πάντες ἐπίστασθαί τε ἔφασαν, οὐ γὰρ εἶναι τοιοῦτον ὥστε ἀγνοεῖσθαι, καὶ συμποιμαίνειν αὐτοῖς θυγατέρα αὐτοῦ, ἣν θαυμάζειν ὅτι μήπω παρείη· παρὰ γὰρ ταύτης μεμαθήκεις ἂν ἀκριβέστερον ὅσα περὶ αὐτῶν ἀκοῦσαι ποθεῖς.

’ ταῦτα δ᾽ αὐτῶν ἔτι λεγόντων παρῆν ἡ παῖς σὺν τοῖς ἐπικατιοῦσι τῶν ποιμένων. [287] καὶ δεικνύουσι τὸν Ἰάκωβον αὐτῇ λέγοντες, ὡς ξένος οὗτος ἥκοι τὰ περὶ τοῦ πατρὸς αὐτῆς ἀναπυνθανόμενος. ἡ δὲ ἡσθεῖσα ὑπὸ νηπιότητος τῇ παρουσίᾳ τοῦ Ἰακώβου ἀνέκρινεν αὐτόν, τίς τε ὢν καὶ πόθεν ἥκοι πρὸς αὐτοὺς καὶ ὑπὸ τίνος χρείας ἠγμένος, ηὔχετο δὲ δυνατὸν εἶναι αὐτοῖς παρέχειν ὧν ἀφικνεῖται δεόμενος. [288]

Ἰάκωβος δὲ οὐχ ὑπὸ τῆς συγγενείας οὐδὲ τῆς διὰ ταύτην εὐνοίας, ἀλλ᾽ ἔρωτι τῆς παιδὸς ἡττηθεὶς ἐκπέπληκτό τε τοῦ κάλλους ὁρῶν οὕτως ἔχουσαν, ὡς ὀλίγαι τῶν τότε γυναικῶν ἤνθουν, καὶ φησίν· ‘ἀλλ᾽ ἐμοὶ πρὸς σὲ καὶ πατέρα τὸν σόν, εἴπερ Λαβάνου παῖς τυγχάνεις, οἰκειότης ἐστὶ πρεσβυτέρα τῆς τε σῆς καὶ ἐμῆς γενέσεως· [289] ἐκ Θάρρου γὰρ Ἅβραμος καὶ Ἀρράνης καὶ Ναχώρης ἦσαν υἱοί, ὧν Βαθουῆλος ὁ σὸς πάππος Ναχώρου γίνεται παῖς, Ἁβράμου δὲ καὶ τῆς Ἀρράνου Σάρρας Ἴσακος ὁ ἐμὸς πατήρ. ἔγγιον δὲ καὶ νεώτερον τοῦθ᾽ ἡμεῖς τῆς συγγενείας ὁμήρευμα ἔχομεν πρὸς ἀλλήλους· [290] Ῥεβέκκα γὰρ μήτηρ ἐμὴ Λαβάνου πατρὸς τοῦ σοῦ ἀδελφὴ πατρός τε τοῦ αὐτοῦ καὶ μητρός, ἀνεψιοὶ δ᾽ ἐσμὲν ἡμεῖς ἐγώ τε καὶ [291] σύ. καὶ νῦν δεῦρο ἥκω ἀσπασόμενός τε ὑμᾶς καὶ τὴν προϋπάρχουσαν ἡμῖν συγγένειαν ἀνανεωσόμενος.’ ἡ δὲ ὑπὸ μνήμης, ὁποῖα φιλεῖ συντυγχάνειν τοῖς νέοις, προπεπυσμένη παρὰ τοῦ πατρὸς τὰ περὶ τῆς Ῥεβέκκας καὶ τοὺς γονεῖς εἰδυῖα ποθοῦντας αὐτῆς τὸ ὄνομα ὑπὸ τῆς περὶ τὸν πατέρα εὐνοίας ἔνδακρυς γενομένη περιβάλλει τὸν Ἰάκωβον, [292] καὶ κατασπασαμένη τὴν εὐκταιοτάτην καὶ μεγίστην ἡδονὴν αὐτὸν κομίσαι τῷ πατρὶ καὶ τοῖς ἐπὶ τῆς οἰκίας ἅπασιν ἔλεγεν ἐπὶ τῇ μνήμῃ τῆς μητρὸς αὐτοῦ κειμένῳ καὶ πρὸς μόνῃ ταύτῃ τυγχάνοντι· ‘φανεῖσθαι δ᾽ αὐτῷ παντὸς ἀντάξιον ἀγαθοῦ. χωρεῖν τε ἐκέλευεν ἤδη πρὸς τὸν πατέρα καὶ ἕπεσθαι πρὸς αὐτὸν ἡγουμένῃ καὶ τῆς ἡδονῆς μὴ ἀφαιρεῖσθαι τὸ πλέον αὐτὸν βραδύνοντα.’ [293]

Ταῦτ᾽ εἰποῦσα παρῆγεν αὐτὸν πρὸς τὸν Λάβανον, καὶ γνωρισθεὶς ὑπὸ τοῦ μήτρωος αὐτός τε ἀδεὴς ἦν ἐν φίλοις γενόμενος κἀκείνοις πολλὴν ἡδονὴν παρεῖχεν ἀδοκήτως ἐπιφανείς. [294] μετὰ δὲ οὐ πολλὰς ἡμέρας ὁ Λάβανος χαίρειν μὲν ἐπ᾽ αὐτῷ παρόντι μειζόνως ἢ ὡς τῷ λόγῳ δηλώσειεν ἔλεγε, τὴν δ᾽ αἰτίαν δι᾽ ἣν ἀφῖκται μητέρα τε καὶ πατέρα πρεσβύτας καταλιπὼν καὶ θεραπείας τῆς παρ᾽ αὐτοῦ δεομένους ἀνεπυνθάνετο· παρέξειν γὰρ αὐτῷ καὶ πρὸς ἅπασαν ἐπαμύνειν χρείαν. [295] Ἰάκωβος δὲ πᾶσαν αὐτῷ τὴν αἰτίαν διηγεῖτο λέγων ‘Ἰσάκῳ γενέσθαι παῖδας διδύμους αὐτόν τε καὶ Ἡσαῦν, ὃν ἐπεὶ τῶν τοῦ πατρὸς εὐχῶν διήμαρτε σοφίᾳ τῆς μητρὸς εἰς αὐτὸν γενομένων, ἀποκτεῖναι ζητεῖν αὐτὸν ὡς ἀφῃρημένον τῆς παρὰ τοῦ θεοῦ βασιλείας καὶ ἀγαθῶν ὧν ὁ πατὴρ ηὔξατο. [296] ταύτην τε εἶναι τὴν αἰτίαν τῆς ἐνθάδε παρουσίας κατὰ τὴν τῆς μητρὸς ἐντολήν· πᾶσί τε γὰρ ἡμῖν ἀδελφοὶ τυγχάνουσι καὶ πλέον τοῦ κατ᾽ ἐκείνους συγγενοῦς ἡ μήτηρ προσλαμβάνει. ἔρυμα δὲ τῆς ἐμῆς, φησίν, ἀποδημίας σέ τε καὶ τὸν θεὸν ποιούμενος θαρρῶ τοῖς παροῦσι.’ [297]

Λάβανος δὲ καὶ διὰ τοὺς προγόνους ὑπισχνεῖται πάσης αὐτῷ μεταδώσειν φιλανθρωπίας καὶ διὰ τὴν μητέρα, πρὸς ἣν τὴν εὔνοιαν διὰ τῆς περὶ αὐτὸν σπουδῆς ἐνδείξεσθαι καὶ μὴ παρούσης· ποιμνίων τε γὰρ αὐτὸν ἐπιμελητὴν καταστήσειν ἔφασκε καὶ προνομῆς ἀντὶ τούτων ἀξιώσειν, καὶ πρὸς τοὺς ἰδίους ἀπαλλάττεσθαι γονεῖς βουλόμενον μετὰ δώρων ἐπανήξειν καὶ τιμῆς ὅσης εἰκὸς ἦν τυχεῖν τὸν οὕτω συγγενῆ. [298] Ἰακώβου δὲ ἀσμένως ταῦτα ἀκούσαντος καὶ φήσαντος ἡδέως πάντα μένων παρ᾽ αὐτῷ πόνον εἰς ἡδονὴν ὑπομενεῖν τὴν ἐκείνου, μισθὸν δὲ ὑπὲρ τούτου λαβεῖν ἀξιοῦντος τὸν Ῥαχήλας γάμον διά τε τὰ ἄλλα τιμῆς ἀξίας παρ᾽ αὐτοῦ τυγχάνειν οὔσης, καὶ ὅτι διάκονος τῆς πρὸς αὐτὸν ἀφίξεως γένοιτο· ὁ γὰρ τῆς παιδὸς ἔρως αὐτὸν ἠνάγκασε ποιήσασθαι τοὺς περὶ τούτου λόγους. [299] Λάβανος δὲ ἡσθεὶς τούτοις ἐπινεύει τὸν γάμον αὐτῷ τῆς παιδὸς οὐκ ἄλλον ἀμείνω γαμβρὸν εὐξάμενος ἐλθεῖν· εἰ μέντοι παρ᾽ αὐτῷ μένοι τινὰ χρόνον, τοῦτο ποιήσειν· εἰς γὰρ Χαναναίους οὐκ ἂν πέμψαι τὴν θυγατέρα· μεταμέλειν γὰρ αὐτῷ καὶ τοῦ τῆς ἀδελφῆς κήδους ἐκεῖ συναφθέντος. [300] τοῦ δ᾽ Ἰακώβου τούτοις συγχωροῦντος ἑπτὰ ἐτῶν χρόνον συντίθεται· τοσάδε γὰρ αὐτῷ κέκριται θητεῦσαι τῷ πενθερῷ, ἵνα τῆς ἀρετῆς πεῖραν δοὺς ἐπιγνωσθῇ μᾶλλον τίς εἴη. καὶ προσδεξάμενος τὸν λόγον Λάβανος τοῦ χρόνου διελθόντος προυτίθει τὴν εὐωχίαν τῶν γάμων. [301] νυκτὸς δ᾽ ἐπιγενομένης οὐδὲν προῃσθημένῳ τῷ Ἰακώβῳ παρακατακλίνει τὴν ἑτέραν τῶν θυγατέρων πρεσβυτέραν τε τῆς Ῥαχήλας καὶ τὴν ὄψιν οὐκ εὐπρεπῆ. συνελθὼν δ᾽ ἐκεῖνος ὑπὸ μέθης καὶ σκότους εἶτα μεθ᾽ ἡμέραν γνοὺς ἀδικίαν ἐπεκάλει Λαβάνῳ. [302] ὁ δὲ συγγνώμην ᾐτεῖτο τῆς ἀνάγκης, ὑφ᾽ ἧς ταῦτα πράξειεν· οὐ γὰρ κατὰ κακουργίαν αὐτῷ τὴν Λείαν παρασχεῖν, ἀλλ᾽ ὑφ᾽ ἑτέρου μείζονος νενικημένον. τοῦτο μέντοι γ᾽ οὐδὲν ἐμποδίζειν πρὸς τὸν Ῥαχήλας γάμον, ἀλλ᾽ ἐρῶντι δώσειν ταύτην μετ᾽ ἄλλην ἑπταετίαν. πείθεται δ᾽ ὁ Ἰάκωβος, οὐδὲν γὰρ ἕτερον αὐτῷ ποιεῖν ὁ τῆς κόρης ἔρως ἐπέτρεπε, καὶ διελθούσης ἄλλης ἑπταετίας τὴν Ῥαχήλαν παρέλαβεν. [303]

Ἦσαν δ᾽ ἑκατέραις θεραπαινίδες τοῦ πατρὸς δόντος Ζελφὰ μὲν Λείας Ῥαχήλας δὲ Βάλλα, δοῦλαι μὲν οὐδαμῶς ὑποτεταγμέναι δέ. καὶ τῆς Λείας ἥπτετο δεινῶς ὁ πρὸς τὴν ἀδελφὴν ἔρως τοῦ ἀνδρὸς προσεδόκα τε παίδων γενομένων ἔσεσθαι τιμία ἱκέτευέ τε τὸν θεὸν διηνεκῶς. [304] καὶ γενομένου παιδὸς ἄρρενος καὶ διὰ τοῦτο πρὸς αὐτὴν ἐπεστραμμένου τοῦ ἀνδρὸς Ῥούβηλον ὀνομάζει τὸν υἱόν, διότι κατ᾽ ἔλεον αὐτῇ τοῦ θεοῦ γένοιτο· τοῦτο γὰρ σημαίνει τὸ ὄνομα. τεκνοῦνται δὲ αὐτοῖς καὶ τρεῖς ἕτεροι μετὰ χρόνον· Σεμεών, ἀποσημαίνει δὲ τὸ ὄνομα τὸ ἐπήκοον αὐτῇ τὸν θεὸν γεγονέναι, εἶτα Λευίς, κοινωνίας οἷον βεβαιωτής, μεθ᾽ ὃν Ἰούδας, εὐχαριστίαν τοῦτο δηλοῖ. [305] Ῥαχήλα δὲ φοβουμένη, μὴ διὰ τὴν εὐτεκνίαν τῆς ἀδελφῆς ἥττονος παρὰ τἀνδρὸς μοίρας τυγχάνῃ, παρακατακλίνει τῷ Ἰακώβῳ τὴν αὑτῆς θεραπαινίδα Βάλλαν. ἐγένετο δὲ παιδίον ἐξ αὐτῆς Δάν, θεόκριτον ἄν τινες εἴποιεν κατὰ τὴν Ἑλλήνων γλῶτταν· καὶ μετ᾽ αὐτὸν Νεφθάλεις, μηχανητὸς οἷον, διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. [306] τὸ δ᾽ αὐτὸ καὶ Λεία ποιεῖ πρὸς τὸ τῆς ἀδελφῆς ἔργον ἀντιτεχνασαμένη· παρακατακλίνει γὰρ τὴν αὑτῆς θεράπαιναν γίνεταί τε καὶ ἐκ τῆς Ζελφῆς υἱὸς Γάδας, τυχαῖον ἄν τις καλέσειεν αὐτόν, καὶ μετ᾽ αὐτὸν Ἄσηρος, μακαριστὴς λέγοιτ᾽ ἂν ἐξ ὧν πρὸς εὔκλειαν προσελάμβανε. [307] Ῥουβήλου δὲ τοῦ πρεσβυτάτου τῶν υἱῶν Λείας μανδραγόρου μῆλα κομίζοντος τῇ μητρί, Ῥαχήλα θεασαμένη παρακαλεῖ μεταδοῦναι δι᾽ ἐπιθυμίας τοῦ βρώματος γενομένη. τῆς δ᾽ οὐ πειθομένης, ἀρκεῖσθαι δ᾽ αὐτὴν ἀξιούσης, ὅτι τῆς τιμῆς αὐτὴν ἀφέλοιτο τῆς παρὰ τοῦ ἀνδρός, Ῥαχήλα πεπαίνουσα τὸν θυμὸν τῆς ἀδελφῆς παραχωρήσειν αὐτῇ τἀνδρὸς ἔλεγε κοιμησομένου παρ᾽ αὐτῇ κατ᾽ ἐκείνην τὴν ἑσπέραν. [308] τῆς δὲ προσιεμένης τὴν χάριν Ἰάκωβος συγκαθεύδει τῇ Λείᾳ Ῥαχήλᾳ χαριζόμενος. πάλιν οὖν γίνονται παῖδες αὐτῇ, Ἰσσαχάρης μὲν σημαίνων τὸν ἐκ μισθοῦ γενόμενον, Ζαβουλὼν δὲ ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, θυγάτηρ δὲ Δεῖνα. χρόνοις δ᾽ ὕστερον καὶ Ῥαχήλᾳ γίνεται Ἰώσηπος υἱός· προσθήκην γενησομένου τινὸς δηλοῖ. [309]

Τοῦτον ἅπαντα τὸν χρόνον, ἔτη δ᾽ ἐστὶν εἴκοσιν, ἐποίμαινε τῷ πενθερῷ· μετὰ τὸν δ᾽ ἠξίου τὰς γυναῖκας ἀναλαβὼν ἀπαλλάττεσθαι πρὸς αὑτόν· τοῦ δὲ πενθεροῦ μὴ συγχωροῦντος κρύφα τοῦτο ποιεῖν ἐπενόει. [310] τῶν γυναικῶν οὖν ἀπεπειρᾶτο, πῶς ἔχοιεν πρὸς τὴν ἀποδημίαν, τῶν δ᾽ ἐχουσῶν ἡδέως Ῥαχήλα καὶ τοὺς τύπους τῶν θεῶν, οὓς σέβειν πατρίους ὄντας νόμιμον ἦν, συνανελομένη συναπεδίδρασκε μετὰ τῆς ἀδελφῆς οἵ τε ἑκατέρων παῖδες καὶ αἱ θεραπαινίδες σὺν τοῖς υἱοῖς εἴ τέ τις ἦν κτῆσις αὐταῖς. [311] ἐπήγετο δὲ Ἰάκωβος καὶ τῶν βοσκημάτων τὴν ἡμίσειαν Λαβάνου μὴ προεγνωκότος. τοὺς δὲ τύπους ἐπεφέρετο τῶν θεῶν ἡ Ῥαχήλα καταφρονεῖν μὲν τῆς τοιαύτης τιμῆς τῶν θεῶν διδάξαντος αὐτὴν Ἰακώβου, ἵνα δ᾽ εἰ καταληφθεῖεν ὑπὸ τοῦ πατρὸς αὐτῆς διωχθέντες ἔχοι τούτοις προσφυγοῦσα συγγνώμης τυγχάνειν. [312]

Λάβανος δὲ μεθ᾽ ἡμέραν πρώτην γνοὺς τήν τε Ἰακώβου ἀναχώρησιν καὶ τῶν θυγατέρων δεινοπαθῶν ἤλαυνεν ἐπ᾽ αὐτὸν μετὰ δυνάμεως ἐπειγόμενος, καὶ καθ᾽ ἑβδόμην ἡμέραν ἐπί τινος λόφου λαμβάνει προκαθιδρυμένους. [313] καὶ τότε μέν, ἑσπέρα γὰρ ἦν, ἡσύχαζεν· ὄναρ δὲ ὁ θεὸς ἐπιστὰς αὐτῷ παρῄνεσε λαβόντι τὸν γαμβρὸν καὶ τὰς θυγατέρας ἠρεμεῖν καὶ μηδὲν εἰς αὐτοὺς ὑπὸ θυμοῦ τολμᾶν, σπονδὰς δὲ ποιεῖσθαι πρὸς Ἰάκωβον, αὐτὸς λέγων ἐκείνῳ συμμαχήσειν, εἰ καταφρονήσας αὐτοῦ τῆς ὀλιγότητος χωρήσειεν αὐτῷ διὰ μάχης. [314] Λάβανος δὲ τοιαύτης αὐτῷ προρρήσεως γεγενημένης μεθ᾽ ἡμέραν τὸν Ἰάκωβον εἰς λόγους προκαλεσάμενος καὶ δηλώσας αὐτῷ τὸ ὄναρ, ἐπεὶ πρὸς αὐτὸν ἦλθε πεισθείς, ἤρξατο κατηγορεῖν αὐτοῦ προφέρων, ὅτι καὶ πένητα αὐτὸν ἐλθόντα πρὸς αὐτὸν καὶ πάντων ἄπορον ὑπεδέξατο καὶ παράσχοι πᾶσαν ἀφθονίαν τῆς αὑτοῦ κτήσεως· ‘καὶ γὰρ καὶ θυγατέρας ἐμὰς συνέζευξα τὴν εὔνοιάν σου τὴν πρὸς ἡμᾶς τούτοις αὐξήσεσθαι λογιζόμενος. [315] σὺ δὲ οὔτε τῆς μητρὸς τῆς σαυτοῦ καὶ ἧς ἔχεις πρὸς ἐμὲ συγγενείας οὔτε γυναικῶν ἃς ἔγημας αἰδῶ ποιησάμενος, οὐδὲ τέκνων ὧν εἰμι πάππος φροντίσας, ἐχρήσω μοι πολέμου νόμῳ, κτῆσιν μὲν ἄγων τὴν ἐμὴν θυγατέρας δὲ ἀναπείσας ἀποδρᾶναι τὸν γεγεννηκότα, [316] ἱερά τε πάτρια βαστάσας οἴχῃ φερόμενος ὑπό τε τῶν ἐμῶν τιμηθέντα προγόνων καὶ ὑπ᾽ ἐμοῦ θρησκείας τῆς αὐτῆς ἐκείνοις ἀξιωθέντα· καὶ ταῦτα ἃ μηδὲ οἱ πολεμήσαντες τοὺς ἐχθροὺς ἔδρασαν ὁ συγγενὴς σὺ καὶ τῆς μὲν ἀδελφῆς τῆς ἐμῆς υἱός, θυγατέρων δὲ τῶν ἐμῶν ἀνήρ, ξένος δὲ καὶ ἐφέστιος τῆς ἐμῆς οἰκίας γεγενημένος ἔδρασας.’ [317] ταῦτα εἰπόντος Λαβάνου Ἰάκωβος ἀπελογεῖτο μὴ μόνῳ πατρίδος ἔρωτα τὸν θεόν, ἀλλὰ καὶ πᾶσιν ἐμφῦσαι, καὶ μετὰ τοσοῦτον χρόνον καλῶς ἔχειν αὐτὸν κατελθεῖν εἰς ταύτην. [318] ‘ὑπὲρ δὲ τῆς λείας ἧς ἐγκαλεῖς, φησίν, ἀδικῶν αὐτὸς ἂν εὑρεθείης ἐπ᾽ ἄλλῳ κριτῇ· ὑπὲρ γὰρ ἧς ἐχρῆν σε χάριν ἡμῖν ἔχειν καὶ φυλαχθείσης ὑφ᾽ ἡμῶν καὶ πλείονος γεγενημένης, ὑπὲρ ταύτης πῶς οὐ διαμαρτάνεις τῶν δικαίων χαλεπαίνων ἐμοί, εἰ μοῖραν αὐτῆς ὀλίγην λαβόντες ἔχομεν. περὶ μέντοι γε τῶν θυγατέρων ἴσθι μὴ κατ᾽ ἐμὴν κακουργίαν ἀπαναστήσαντος ἀκολουθεῖν, ἀλλὰ κατ᾽ εὔνοιαν δικαίαν, ἣν γυναιξὶ γαμεταῖς πρὸς τοὺς συνοικοῦντας εἶναι συμβέβηκεν· ἕπονται τοίνυν οὐχ ὡς ἐμοὶ τοσοῦτον, ὅσον τοῖς παισὶν αὐτῶν.’ [319] καὶ ταῦτα μὲν ὑπὲρ τοῦ μηδὲν ἀδικεῖν αὐτὸς ἔλεγε, προσενεκάλει δὲ καὶ κατηγορίαν ἐποιεῖτο, ὅτι μητρὸς ὢν ἀδελφὸς τῆς αὐτοῦ καὶ συζεύξας αὐτῷ τὰς θυγατέρας ἐπιτάγμασιν ἐκτρυχώσειε χαλεποῖς, εἴκοσιν ἐτῶν ἀριθμὸν ἐν αὐτοῖς κατασχών. καὶ τὰ μὲν προφάσει τῶν γάμων ὑπ᾽ αὐτοῦ γενόμενα καίπερ ὄντα χαλεπὰ κουφότερα ἔφασκε, χείρω δὲ τὰ μετὰ τοὺς γάμους καὶ ἅ τις ἂν ἔπαθεν ἐχθρὸς ἔφυγε. [320] καὶ γὰρ σφόδρα κακούργως ὁ Λάβανος ἐχρήσατο τῷ Ἰακώβῳ· ὁρῶν γὰρ αὐτῷ τὸν θεὸν πρὸς ὅτι θελήσειε συλλαμβανόμενον ὑπισχνεῖτο τῶν τεχθησομένων αὐτῷ παρέξειν ἔσθ᾽ ὅτε μὲν ὅτι καὶ γένοιτο λευκόν, ποτὲ δ᾽ αὖ τὰ μέλανα τῶν γεννωμένων. [321] πληθυόντων δὲ τῶν ἐπ᾽ ὀνόματι τῷ Ἰακώβου τικτομένων, τὴν μὲν εἰς τὸ παρὸν οὐκ ἐφύλαττε πίστιν, εἰς ἔτος δὲ παρέξειν ἐπηγγέλλετο διὰ τὸ ἐποφθαλμιᾶν τῷ πλήθει τῆς κτήσεως, ἐπαγγελλόμενος μὲν διὰ τὸ δυσέλπιστον γενέσθαι τοσαῦτα, ψευδόμενος δὲ ἐπὶ γενομένοις. [322]

Περὶ μέντοι τῶν ἱερωμάτων ἐκέλευεν ἔρευναν ποιεῖσθαι· δεξαμένου δὲ Λαβάνου τὴν ἔρευναν Ῥαχήλα πυνθανομένη κατατίθησι τοὺς τύπους εἰς τὴν σάγην τῆς φερούσης αὐτὴν καμήλου· ἐκαθέζετο δὲ φάσκουσα τὴν κατὰ φύσιν κάθαρσιν αὐτῇ ἐνοχλεῖν. [323] καὶ Λάβανος μὲν ἀφίσταται τῆς ἐπὶ πλεῖον ἐρεύνης οὐκ ἂν οἰηθεὶς τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς τύποις προσελθεῖν, ποιεῖται δ᾽ ὅρκους πρὸς Ἰάκωβον οὐδενὸς αὐτῷ μνησικακήσειν τῶν γενομένων, ἀλλὰ κἀκεῖνος ἀγαπήσειν αὐτοῦ τὰς θυγατέρας. [324] καὶ τὰς πίστεις τὰς ἐπὶ τούτοις ἐποιήσαντο ὑπὲρ ὀρῶν τινων, ἐφ᾽ οἷς στήλην ἀνέθεσαν κατὰ βωμοῦ σχῆμα, ὅθεν Γαλάδην λέγεται βουνός, ἀφ᾽ οὗ καὶ νῦν Γαλαδηνὴν καλοῦσι τὴν γῆν. ἑστιαθέντων δὲ ἐπὶ τοῖς ὅρκοις ὁ μὲν Λάβανος ἀνέζευξεν. [325]

Ἰακώβῳ δὲ εἰς τὴν Χαναναίαν προϊόντι φαντάσματα συνετύγχανεν ἀγαθὰς ἐλπίδας ὑπαγορεύοντα περὶ τῶν ἐς ὕστερον· καὶ τὸν μὲν τόπον ἐκεῖνον προσαγορεύει θεοῦ στρατόπεδον, βουλόμενος δὲ εἰδέναι, τί ὁ ἀδελφὸς αὐτοῦ φρονεῖ, τοὺς γνωσομένους ἕκαστα μετὰ ἀκριβείας προύπεμψε δεδιὼς αὐτὸν διὰ τὴν προτέραν ὑποψίαν. [326] ἐνετέλλετο δὲ τοῖς πεμπομένοις λέγειν πρὸς τὸν Ἡσαῦν, ὅτι νομίσας Ἰάκωβος ἄδικον συνδιαιτᾶσθαι αὐτοῦ τῇ ὀργῇ τῆς χώρας ἑκὼν ὑπεξέλθοι, καὶ νῦν τὸν χρόνον ἱκανὸν ἡγούμενος εἶναι διαλλάκτην ἐπανήκοι γυναῖκάς τε καὶ παῖδας ἐπαγόμενος μετὰ τοῦ πορισθέντος βίου, μετὰ τῶν τιμιωτάτων ἑαυτὸν ἐκείνῳ παραδιδούς, ὅτι κρίνοι μέγιστον ἀγαθὸν τὸ τῷ ἀδελφῷ συμμεταλαμβάνειν τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων. [327] καὶ οἱ μὲν ταῦτα ἐδήλουν, Ἡσαῦς δὲ περιχαρὴς γίνεται καὶ τῷ ἀδελφῷ ὑπήντα σὺν ὁπλίταις τετρακοσίοις. καὶ Ἰάκωβος πυνθανόμενος ἥκειν αὐτὸν ὑπαντησόμενον μετὰ τοσούτων ἦν περίφοβος, τῷ μέντοι θεῷ τὴν ἐλπίδα τῆς σωτηρίας ἐπέτρεπε καὶ πρόνοιαν εἶχεν ἐκ τῶν παρόντων, ὅπως αὐτὸς ἀπαθὴς σώζοι τοὺς σὺν αὑτῷ κρατήσας τῶν ἐχθρῶν εἰ θέλοιεν ἀδικεῖν. [328] νείμας οὖν τοὺς σὺν αὑτῷ τοὺς μὲν προύπεμπε, τοὺς δὲ λειπομένους ἆσσον ἐκέλευσεν ἀκολουθεῖν, ὅπως εἰ βιασθεῖεν οἱ προπεμφθέντες ἐπιθεμένου τοῦ ἀδελφοῦ, καταφυγὴν ἔχοιεν τοὺς ἑπομένους. [329] καὶ τοῦτον διατάξας τοὺς σὺν αὑτῷ τὸν τρόπον πέμπει τινὰς δῶρα κομίζοντας τἀδελφῷ· ὑποζύγια δὲ ἦν τὰ πεμπόμενα καὶ πλῆθος τετραπόδων ποικίλων, ἃ δὴ τίμια τοῖς ληψομένοις ἔμελλεν ἔσεσθαι παρὰ τὸ σπανίζειν αὐτῶν. [330] ἦσαν δὲ οἱ πεμφθέντες ἐκ διαλειμμάτων, ἵνα συνεχέστερον ἐντυγχάνοντες πολλοὶ δοκῶσιν· ἀνήσειν γὰρ ὑπὸ τῶν δωρεῶν τῆς ὀργῆς, εἰ διαμένοι τεθυμωμένος· ἔτι μέντοι καὶ λόγοις χρηστοῖς ὁμιλεῖν πρὸς αὐτὸν εἴρητο τοῖς πεμπομένοις. [331]

Ταῦτα συνθεὶς διὰ πάσης τῆς ἡμέρας νυκτὸς ἐπιγενομένης ἐκίνει τοὺς σὺν αὑτῷ· καὶ χειμάρρουν τινὰ Ἰάβακχον λεγόμενον διαβεβηκότων Ἰάκωβος ὑπολελειμμένος φαντάσματι συντυχὼν διεπάλαιεν ἐκείνου προκατάρχοντος τῆς μάχης ἐκράτει τε τοῦ φαντάσματος, [332] ὃ δὴ καὶ φωνῇ χρῆται καὶ λόγοις πρὸς αὐτὸν χαίρειν τε τοῖς γεγενημένοις παραινοῦν καὶ μὴ μικρὸν κρατεῖν ὑπολαμβάνειν, ἀλλὰ θεῖον ἄγγελον νενικηκέναι καὶ σημεῖον ἡγεῖσθαι τοῦτο μεγάλων ἀγαθῶν ἐσομένων καὶ τοῦ μηδέποτε τὸ γένος ἐκλείψειν αὐτοῦ, μηδὲ ὑπέρτερον ἀνθρώπων τινὰ τῆς ἰσχύος ἔσεσθαι τῆς ἐκείνου. [333] ἐκέλευσέ τε καλεῖν αὐτὸν Ἰσραῆλον, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑβραίων γλῶτταν τὸν ἀντιστάτην ἀγγέλῳ θεοῦ. ταῦτα μέντοι προύλεγεν Ἰακώβου δεηθέντος· αἰσθόμενος γὰρ ἄγγελον εἶναι θεοῦ, τίνα μοῖραν ἕξει σημαίνειν παρεκάλει. καὶ τὸ μὲν φάντασμα ταῦτ᾽ εἰπὸν ἀφανὲς γίνεται. [334] ἡσθεὶς δὲ τούτοις Ἰάκωβος Φανουῆλον ὀνομάζει τὸν τόπον, ὃ σημαίνει θεοῦ πρόσωπον. καὶ γενομένου διὰ τὴν μάχην ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατὺ αὐτός τε ἀπέχεται τῆς τούτου βρώσεως καὶ δι᾽ ἐκεῖνον οὐδὲ ἡμῖν ἐστιν ἐδώδιμον. [335]

Πλησίον δ᾽ ἤδη τὸν ἀδελφὸν πυνθανόμενος κελεύει προϊέναι τῶν γυναικῶν ἑκατέραν κατ᾽ αὐτὴν μετὰ τῶν θεραπαινίδων, ἵνα πόρρωθεν ἀφορῷεν τὰ ἔργα τῶν ἀνδρῶν μαχομένων, εἰ τοῦτο θελήσειεν Ἡσαῦς, προσεκύνει δ᾽ αὐτὸς τὸν ἀδελφὸν ἐγγὺς αὐτῷ γενόμενον οὐδὲν περὶ αὐτοῦ δόλιον φρονοῦντα. [336] καὶ ὁ Ἡσαῦς ἀσπασάμενος αὐτὸν ἀνήρετο τῶν παίδων τὸν ὄχλον καὶ τὰς γυναῖκας, ἠξίου τε τότε μαθὼν περὶ αὐτῶν τὸ πᾶν καὶ αὐτὸς συμβαδίζειν αὐτοῖς πρὸς τὸν πατέρα, Ἰακώβου δὲ προφασιζομένου τὸν κόπον τῶν ὑποζυγίων ὑπεχώρησεν εἰς Σάειραν· ἐνταῦθα γὰρ ἐποιεῖτο τὴν δίαιταν προσαγορεύσας τὸ χωρίον ἀπὸ τῆς αὑτοῦ τριχώσεως δασεῖαν. [337]

Ἰάκωβος δὲ ἀφίκετο εἰς τὰς ἔτι νῦν Σκηνὰς λεγομένας, ὅθεν εἰς Σίκιμον παρῆν· Χαναναίων δ᾽ ἐστὶν ἡ πόλις. τῶν δὲ Σικιμωτῶν ἑορτὴν ἀγόντων Δεῖνα, θυγάτηρ ἦν Ἰακώβου μόνη, παρῆλθεν εἰς τὴν πόλιν ὀψομένη τὸν κόσμον τῶν ἐπιχωρίων γυναικῶν. θεασάμενος δ᾽ αὐτὴν Συχέμμης ὁ Ἐμμώρου τοῦ βασιλέως υἱὸς φθείρει δι᾽ ἁρπαγῆς καὶ διατεθεὶς ἐρωτικῶς ἱκετεύει τὸν πατέρα λαβεῖν αὐτῷ πρὸς γάμον τὴν κόρην. [338] ὁ δὲ πεισθεὶς ἧκε πρὸς τὸν Ἰάκωβον δεόμενος τῷ παιδὶ αὐτοῦ Συχέμμῃ συζεῦξαι Δεῖναν κατὰ νόμον. Ἰάκωβος δὲ οὔτ᾽ ἀντιλέγειν ἔχων διὰ τὸ ἀξίωμα τοῦ παρακαλοῦντος οὔτε νόμιμον ἡγούμενος ἀλλοφύλῳ συνοικίζειν τὴν θυγατέρα ἠξίωσεν ἐπιτρέψαι αὐτῷ βουλὴν ἀγαγεῖν περὶ ὧν παρακαλεῖ. [339] ἀπῄει μὲν οὖν ὁ βασιλεὺς ἐλπίζων Ἰάκωβον παρέξειν τὸν γάμον, Ἰάκωβος δὲ τοῖς παισὶ δηλώσας τήν τε φθορὰν τῆς ἀδελφῆς καὶ τοῦ Ἐμμώρου τὴν δέησιν ἠξίου βουλεύεσθαι τί δεῖ ποιεῖν. οἱ μὲν οὖν πλείους ἡσύχαζον γνώμης ἀποροῦντες, Σεμεὼν δὲ καὶ Λευὶς ὁμομήτριοι τῆς κόρης ἀδελφοὶ συντίθενται πρὸς ἀλλήλους τοιάνδε τινὰ πρᾶξιν· [340] οὔσης ἑορτῆς καὶ τῶν Σικιμιωτῶν εἰς ἄνεσιν καὶ εὐωχίαν τετραμμένων νύκτωρ πρώτοις ἐπιβαλόντες τοῖς φύλαξι κτείνουσι κοιμωμένους καὶ παρελθόντες εἰς τὴν πόλιν ἀναιροῦσι πᾶν ἄρρεν καὶ τὸν βασιλέα σὺν αὐτοῖς καὶ τὸν υἱὸν αὐτοῦ, φείδονται δὲ τῶν γυναικῶν. πράξαντες δὲ ταῦτα δίχα τῆς τοῦ πατρὸς γνώμης ἐπανάγουσι τὴν ἀδελφήν. [341]

Ἰακώβῳ δὲ ἐκπλαγέντι πρὸς τὸ μέγεθος τῶν γεγονότων καὶ χαλεπαίνοντι πρὸς τοὺς υἱοὺς ὁ θεὸς παραστὰς ἐκέλευσε θαρρεῖν, ἁγνίσαντι δὲ τὰς σκηνὰς θυσίας ἐπιτελεῖν, ἃς τὸ πρῶτον ἀπιὼν εἰς τὴν Μεσοποταμίαν ἐπὶ τῇ ὄψει τοῦ ὀνείρου ηὔξατο. [342] ἁγνίζων οὖν τοὺς ἑπομένους ἐπιτυγχάνει τοῖς Λαβάνου θεοῖς, οὐ γὰρ ἠπίστατο ὑπὸ τῆς Ῥαχήλης κλαπέντας, καὶ αὐτοὺς ἔκρυψεν ἐν Σικίμοις εἰς γῆν ὑπό τινα δρῦν, ἀπάρας τε τοὐντεῦθεν ἐν Βαιθήλοις ἔθυεν, ὅπου τὸ ὄνειρον ἐθεάσατο χωρῶν πρότερον ἐπὶ τῆς Μεσοποταμίας. [343]

Ἐντεῦθεν δὲ προϊὼν ἐπεὶ κατὰ τὴν Ἐφραθηνὴν γίνεται, ἐνθάδε Ῥαχήλαν ἐκ τοκετοῦ θανοῦσαν θάπτει μόνην τῶν συγγενῶν τῆς ἐν Νεβρῶνι τιμῆς οὐ τυχοῦσαν. πενθήσας δὲ μεγάλως τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε διὰ τὴν ἐπ᾽ αὐτῷ γενομένην ὀδύνην τῇ μητρί. [344] οὗτοι Ἰακώβου παῖδες οἱ πάντες, ἄρρενες μὲν δώδεκα θήλεια δὲ μία. τούτων ὀκτὼ γνήσιοι, ἐκ Λείας μὲν ἕξ, δύο δὲ ἐκ Ῥαχήλης, τέσσαρες δὲ ἐκ τῶν θεραπαινίδων δύο ἐξ ἑκατέρας, ὧν καὶ τὰ ὀνόματα πάντων προεῖπον. [345]

Παρῆν δ᾽ ἐντεῦθεν ἐπὶ Νεβρῶνα πόλιν ἐν Χαναναίοις κειμένην· ἐκεῖ δὲ Ἴσακος τὴν δίαιταν εἶχε· καὶ βραχέα μὲν ἀλλήλοις συνδιατρίβουσι· τὴν γὰρ Ῥεβέκκαν Ἰάκωβος οὐ κατέλαβε ζῶσαν. θνήσκει δὲ καὶ Ἴσακος οὐ μετὰ πολὺ τῆς ἀφίξεως τοῦ υἱοῦ καὶ ταφῆς ἔτυχεν ὑπὸ τῶν παίδων σὺν τῇ γυναικὶ ἐν Νεβρῶνι μνημείου προγονικοῦ ἐν αὐτῇ τυγχάνοντος αὐτοῖς. [346] ἐγένετο δὲ Ἴσακος ἀνὴρ θεοφιλὴς καὶ προνοίας πολλῆς ἠξιωμένος ὑπ᾽ αὐτοῦ μετὰ Ἅβραμον τὸν πατέρα, πολυχρονιώτατος δέ· βιώσας γὰρ ἔτη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατὸν μετὰ ἀρετῆς οὕτως ἀπέθανεν.