Μετάβαση στο περιεχόμενο

Επιστολαί (Δημοσθένης)/5

Από Βικιθήκη
Πρὸς Ἡρακλεόδωρον
Συγγραφέας:
Ἐπιστολαὶ
Demosthenes. Orationes. ed. W. Rennie. Oxford: Clarendon Press. 1931.


ΕΠΙΣΤΟΛΗ ΠΕΜΠΤΗ


Πρὸς Ἡρακλεόδωρον

[1] Δημοσθένης Ἡρακλεοδώρῳ εὖ πράττειν. Οὔθ᾽ ὅπως χρὴ πιστεύειν οἷς ἀπήγγελλέ μοι Μενεκράτης οὔθ᾽ ὅπως ἀπιστεῖν, ἔχω. ἔφη γὰρ Ἐπίτιμον ἐνδεδεῖχθαι μὲν καὶ ἀπῆχθαι ὑπ᾽ Ἀράτου, σὲ δ᾽ ἀγωνίζεσθαι καὶ ἁπάντων αὐτῷ χαλεπώτατον εἶναι. δέομαι δή σου πρὸς Διὸς ξενίου καὶ πάντων τῶν θεῶν, μή με καταστήσῃς ἀηδεῖ καὶ δεινῷ μηδενὶ περιπετῆ. [2] εὖ γὰρ ἴσθι, χωρὶς τοῦ μέλειν μοι τῆς Ἐπιτίμου σωτηρίας καὶ νομίσαι μεγάλην ἂν συμφοράν, εἴ τι πάθοι καὶ τούτου σὺ συναίτιος εἴης, αἰσχύνομαι τοὺς συνειδότας μοι τοὺς λόγους οὓς ἐγὼ περὶ σοῦ πρὸς ἅπαντας ἀνθρώπους ἔλεγον, πεπεικὼς ἐμαυτὸν ἀληθῆ λέγειν, οὐκ ἐκ τοῦ πεπλησιακέναι σοι πεῖραν ἔχων, [3] ἀλλ᾽ ὁρῶν ὅτι δόξης ἐπιτυγχάνων καὶ παιδείαν ἀπεδέχου, καὶ ταῦτα τὴν ἀπὸ τῆς Πλάτωνος διατριβῆς, ἥπερ ἐστὶν ὡς ἀληθῶς τῶν μὲν πλεονεκτημάτων καὶ τῶν περὶ ταῦτα σοφισμάτων ἔξω, τοῦ βελτίστου δὲ καὶ τοῦ δικαιοτάτου πάνθ᾽ ἕνεκ᾽ ἐξητασμένη: ἧς μὰ τοὺς θεοὺς τῷ μετασχόντι μὴ οὐχὶ ἀψευδεῖν καὶ πρὸς ἅπαντας ἀγαθῷ εἶναι οὐχ ὅσιον ἡγοῦμαι. [4] γένοιτο δ᾽ ἄν μοι κἀκεῖνο τῶν χαλεπωτάτων, εἰ παρωρμηκὼς ἐμαυτὸν εὐνοϊκῶς ἔχειν σοι τὴν ἐναντίαν γνώμην μεταλαβεῖν ἀναγκασθείην, οἷα δὴ ὑπολαμβάνων παρεωρᾶσθαι καὶ πεφενακίσθαι. κἂν μὴ φῶ, νόμιζέ μ᾽ οὕτως ἕξειν. [5] εἰ δ᾽ ἡμῶν καταπεφρόνηκας ὅτι τῶν πρώτων οὐκ ἐσμέν πω, λόγισαι ὅτι καὶ σύ ποτ᾽ ἦσθα νέος καὶ τὴν ἡλικίαν εἶχες ἣν ἡμεῖς νῦν, ἐκ δὲ τοῦ συμβουλεύειν καὶ πράττειν γεγένησαι τηλικοῦτος. κἂν ἡμῖν τοῦτο συμβαίη. τὸ μὲν γὰρ εὖ βουλεύεσθαι πάρεστιν, τῆς δὲ τύχης συλλαμβανούσης καὶ τοὔργον γένοιτ᾽ ἄν. καλὸς οὖν ἔρανος χάρις δικαία: ἣν καὶ σὺ ποίησαι πρὸς ἐμέ. [6] καὶ μηδ᾽ ὑφ᾽ ἑνὸς τῶν σοῦ φρονούντων χεῖρον ἄγου μηδ᾽ ἡττῶ, ἀλλ᾽ ἐκείνους ἄγ᾽ ἐπὶ τὰ σοὶ δοκοῦντα: καὶ πρᾶττε οὕτως ὅπως μηδενὸς τῶν ὁμολογηθέντων στερηθῶμεν, ἀλλ᾽ Ἐπιτίμῳ γένηται σωτηρία τις καὶ ἀπαλλαγὴ τῶν κινδύνων. παρέσομαι δ᾽ εἰς τὸν χρόνον κἀγώ, καθ᾽ ὃν <ἂν> σὺ φῇς καιρὸν εἶναι. γράψας δέ μοι πέμψον, ἢ καὶ ὡς φίλῳ ἐπίστελλε. εὐτύχει.