Επιστολαί (Δημοσθένης)/4
←Περὶ τῶν Λυκούργου παιδῶν | Περὶ τῆς Θηραμένους βλασφημίας Συγγραφέας: Ἐπιστολαὶ |
Πρὸς Ἡρακλεόδωρον→ |
Demosthenes. Orationes. ed. W. Rennie. Oxford: Clarendon Press. 1931. |
ΕΠΙΣΤΟΛΗ ΤΕΤΑΡΤΗ
- Περὶ τῆς Θηραμένους βλασφημίας
[1] Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἀκούω περὶ ἐμοῦ Θηραμένην ἄλλους τε λόγους βλασφήμους εἰρηκέναι καὶ δυστυχίαν προφέρειν. τὸ μὲν οὖν τοῦτον ἀγνοεῖν ὅτι λοιδορίας, ἣ μηδεμίαν κακίαν, καθ᾽ ὅτου λέγεται, δείκνυσιν, οὐδέν ἐστ᾽ ὄφελος παρ᾽ εὖ φρονοῦσιν ἀνθρώποις, οὐχὶ θαυμάζω: τὸν γὰρ θρασὺν μὲν τῷ βίῳ, μὴ πολίτην δὲ τὴν φύσιν, ἐν ἐργαστηρίῳ δὲ τεθραμμένον ἐκ παιδός, αἰσθάνεσθαί τι τῶν τοιούτων ἀλογώτερον ἦν ἢ μὴ συνιέναι. [2] τούτῳ μὲν οὖν, ἐὰν ἀφίκωμαί ποτε καὶ σωθῶ, πειράσομαι διαλεχθῆναι περὶ ὧν εἰς ἐμὲ καὶ περὶ ὧν εἰς ὑμᾶς παροινεῖ, καὶ νομίζω, καίπερ οὐδὲν μετέχοντα τοῦ αἰσχύνεσθαι, μετριώτερον αὐτὸν ποιήσειν: ὑμῖν δὲ τοῦ κοινῇ συμφέροντος ἕνεκα βούλομαι δι᾽ ἐπιστολῆς, οὓς περὶ τούτων ἔχω λόγους, δηλῶσαι. οἷς πάνυ τὸν νοῦν προσέχοντες ἀκούσατε: οἴομαι γὰρ αὐτοὺς οὐκ ἀκοῆς μόνον, ἀλλὰ καὶ μνήμης ἀξίους εἶναι.
[3] ἐγὼ τὴν πόλιν τὴν ὑμετέραν εὐτυχεστάτην πασῶν πόλεων ὑπολαμβάνω καὶ θεοφιλεστάτην, καὶ ταῦτ᾽ οἶδα καὶ τὸν Δία τὸν Δωδωναῖον καὶ τὴν Διώνην καὶ τὸν Ἀπόλλω τὸν Πύθιον ἀεὶ λέγοντας ἐν ταῖς μαντείαις καὶ προσεπισφραγιζομένους τὴν ἀγαθὴν τύχην ἐν τῇ πόλει εἶναι παρ᾽ ὑμῖν. ὅσα τοίνυν περὶ τῶν ἐπιόντων δηλοῦσιν οἱ θεοί, δῆλον ὡς προλέγουσιν: τὰς δ᾽ ἀπὸ τῶν παρεληλυθότων προσηγορίας ἐπὶ ταῖς γεγονυίαις πράξεσι τίθενται. [4] ἃ τοίνυν ἐγὼ πεπολίτευμαι παρ᾽ ὑμῖν, τῶν ἤδη γεγενημένων ἐστίν, ἀφ᾽ ὧν εὐτυχεῖς ὑμᾶς προσηγορεύκασιν οἱ θεοί. πῶς οὖν δίκαιον τοὺς μὲν πεισθέντας εὐτυχεῖς ὀνομάζεσθαι, τὸν δὲ πείσαντα τῆς ἐναντίας προσηγορίας τυγχάνειν; πλὴν εἰ τοῦτό τις εἴποι, τὴν μὲν κοινὴν εὐτυχίαν, ἧς ἐγὼ σύμβουλος, θεοὺς τοὺς λέγοντας εἶναι, οἷς οὐ θέμις ψεύδεσθαι, τὴν δ᾽ ἰδίαν βλασφημίαν, ᾗ κατ᾽ ἐμοῦ κέχρηται Θηραμένης, θρασὺν καὶ ἀναιδῆ καὶ οὐδὲ νοῦν ἔχοντ᾽ ἄνθρωπον εἰρηκέναι.
[5] οὐ τοίνυν μόνον ταῖς παρὰ τῶν θεῶν μαντείαις ἀγαθὴν οὖσαν εὑρήσεθ᾽ ᾗ κέχρησθε τύχῃ, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν ἔργων θεωροῦντες, ἂν ἐξετάζητ᾽ ὀρθῶς. ὑμεῖς γὰρ εἰ μὲν ὡς ἄνθρωποι τὰ πράγματα βούλεσθε θεωρεῖν, εὐτυχεστάτην εὑρήσετ᾽ ἀφ᾽ ὧν ἐγὼ συνεβούλευσα τὴν πόλιν γεγονυῖαν: εἰ δ᾽ ἃ τοῖς θεοῖς ἐξαίρεθ᾽ ὑπάρχει μόνοις, τούτων ἀξιώσετε τυγχάνειν, ἀδυνάτων ἐφίεσθε. [6] τί οὖν ἐστιν θεοῖς ἐξαίρετον, ἀνθρώποις δ᾽ οὐ δυνατόν; ἁπάντων τῶν ἀγαθῶν ἐγκρατεῖς ὄντας κυρίους εἶναι καὶ αὐτοὺς ἔχειν καὶ δοῦναι τοῖς ἄλλοις, φλαῦρον δὲ μηδὲν μηδέποτ᾽ ἐν παντὶ τῷ αἰῶνι μήτε παθεῖν μήτε μελλῆσαι. καὶ μὴν ὑποκειμένων τούτων, ὥσπερ προσήκει, σκοπεῖτε τὰ ὑμέτερ᾽ αὐτῶν πρὸς τὰ τῶν ἄλλων ἀνθρώπων. [7] οὐδεὶς γὰρ οὕτως ἐστὶν ἀγνώμων, ὅστις ἂν ἢ τὰ Λακεδαιμονίοις συμβεβηκότα, οἷς οὐκ ἐγὼ συνεβούλευον, ἢ τὰ Πέρσαις, πρὸς οὓς οὐδ᾽ ἀφικόμην πώποτε, αἱρετώτερα φήσειεν εἶναι τῶν ὑμῖν παρόντων. καὶ ἐῶ Καππαδόκας καὶ Σύρους καὶ τοὺς τὴν Ἰνδικὴν χώραν κατοικοῦντας ἀνθρώπους ἐπ᾽ ἔσχατα γῆς: οἷς ἅπασι συμβέβηκε πολλὰ καὶ δεινὰ πεπονθέναι καὶ χαλεπά. [8] ἀλλὰ νὴ Δία τούτων μὲν ἄμεινον ὑμᾶς πράττειν ἅπαντες ὁμολογήσουσι, Θετταλῶν δὲ καὶ Ἀργείων καὶ Ἀρκάδων χεῖρον, ἤ τινων ἄλλων, οἷς ἐν συμμαχίᾳ συνέβη γενέσθαι Φιλίππῳ. ἀλλὰ τούτων καὶ πολὺ βέλτιον ἀπηλλάχατε, οὐ μόνον τῷ μὴ δεδουλευκέναι (καίτοι τί τηλικοῦθ᾽ ἕτερον;), ἀλλὰ καὶ τῷ τοὺς μὲν πάντας αἰτίους εἶναι δοκεῖν τῶν τοῖς Ἕλλησι κακῶν συμβεβηκότων διὰ Φιλίππου καὶ τῆς δουλείας, ἐξ ὧν εἰκότως μισοῦνται, [9] ὑμᾶς δ᾽ ὁρᾶσθαι ὑπὲρ τῶν Ἑλλήνων καὶ σώμασι καὶ χρήμασι καὶ πόλει καὶ χώρᾳ καὶ πᾶσιν ἠγωνισμένους, ἀνθ᾽ ὧν εὔκλειαν εἰκὸς ὑπάρχειν καὶ χάριν ἀθάνατον παρὰ τῶν τὰ δίκαια βουλομένων ποιεῖν. οὐκοῦν ἀφ᾽ ὧν ἐγὼ συνεβούλευσα, τῶν μὲν ἀντιστάντων ἄριστα πράττειν τῇ πόλει συμβέβηκεν, τῶν δὲ συνηγωνισμένων ἐνδοξοτέραν εἶναι περίεστιν.
[10] τοιγαροῦν ἐπὶ τούτοις οἱ θεοὶ τὰς μὲν μαντείας τὰς ἀγαθὰς ὑμῖν διδόασι, τὴν δ᾽ ἄδικον βλασφημίαν εἰς κεφαλὴν τῷ λέγοντι τρέπουσιν. γνοίη δ᾽ ἄν τις, εἰ προέλοιτ᾽ ἐξετάσαι τὰ ἐπιτηδεύματ᾽ ἐν οἷς ζῇ. [11] ἃ γὰρ ἂν καταράσαιτό τις αὐτῷ, ταῦτ᾽ ἐκ προαιρέσεως ποιεῖ. ἐχθρὸς μέν ἐστι τοῖς γονεῦσι, φίλος δὲ Παυσανίᾳ τῷ πόρνῳ: καὶ θρασύνεται μὲν ὡς ἀνήρ, πάσχει δ᾽ ὡς γυνή: καὶ τοῦ μὲν πατρός ἐστι κρείττων, τῶν δ᾽ αἰσχρῶν ἥττων: οἷς δ᾽ ὑπὸ πάντων δυσχεραίνεται, τούτοις τὴν διάνοιαν ἀγάλλεται, αἰσχρορρημοσύνῃ καὶ τῷ διηγεῖσθαι ταῦτ᾽ ἐφ᾽ οἷς ἀλγοῦσιν οἱ ἀκούοντες: ὁ δ᾽, ὡς ἀφελὴς καὶ παρρησίας μεστός, οὐ παύεται. [12] καὶ ταῦτ᾽ οὐκ ἂν ἔγραψα, εἰ μὴ κινῆσαι τὴν ἐν ὑμῖν μνήμην τῶν προσόντων αὐτῷ κακῶν ἠβουλόμην. ἃ γὰρ εἰπεῖν ἄν τις ὀκνήσαι καὶ γράψαι φυλάξαιτ᾽ ἄν, οἶμαι δὲ κἂν ἀκούσαντα δυσχερᾶναι, ταῦτ᾽ ἀπὸ τούτων μνησθεὶς οἶδεν ἕκαστος ὑμῶν πολλὰ καὶ δεινὰ καὶ αἰσχρὰ τούτῳ προσόντα, ὥστ᾽ ἐμοί τε μηδὲν ἀναιδὲς εἰρῆσθαι, καὶ τοῦτον ὑπόμνημα τῶν ἑαυτοῦ κακῶν ὀφθέντα πᾶσιν εἶναι. εὐτυχεῖτε.