Μετάβαση στο περιεχόμενο

Επιστολαί (Δημοσθένης)/3

Από Βικιθήκη
Περὶ τῶν Λυκούργου παιδῶν
Συγγραφέας:
Ἐπιστολαὶ
Demosthenes. Orationes. ed. W. Rennie. Oxford: Clarendon Press. 1931.


ΕΠΙΣΤΟΛΗ ΤΡΙΤΗ


Περὶ τῶν Λυκούργου παιδῶν

[1] Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. Περὶ μὲν τῶν κατ᾽ ἐμαυτόν, ἅ μοι παρ᾽ ὑμῶν ἐνόμιζον δίκαιον εἶναι γενέσθαι, τὴν προτέραν ἐπιστολὴν ἔπεμψα πρὸς ὑμᾶς: ὑπὲρ ὧν, ὅταν ὑμῖν δοκῇ, τότε συγχωρήσετε. περὶ δ᾽ ὧν νῦν ἐπέσταλκα, βουλοίμην ἂν ὑμᾶς μὴ παριδεῖν, μηδὲ πρὸς φιλονικίαν, ἀλλὰ πρὸς τὸ δίκαιον ἀκοῦσαι. συμβαίνει γάρ μοι, καίπερ ἐκποδὼν διατρίβοντι, πολλῶν ἀκούειν ἐπιτιμώντων ὑμῖν τοῖς περὶ τοὺς Λυκούργου παῖδας γιγνομένοις. [2] ἐπέστειλα μὲν οὖν ἂν τὴν ἐπιστολὴν καὶ τῶν ἐκείνῳ ζῶντι πεπραγμένων ἕνεκα, ὧν ὁμοίως ἐμοὶ πάντες ἂν αὐτῷ δικαίως ἔχοιτε χάριν, εἰ τὰ προσήκοντα βούλοισθε ποιεῖν. ἐκεῖνος γὰρ αὑτὸν ἐν τῷ περὶ τὴν διοίκησιν μέρει τάξας τῆς πολιτείας τὸ κατ᾽ ἀρχάς, καὶ περὶ τῶν Ἑλληνικῶν καὶ συμμαχικῶν οὐδὲν εἰωθὼς γράφειν, ὅτε καὶ τῶν δημοτικῶν εἶναι προσποιουμένων οἱ πολλοὶ κατέλειπον ὑμᾶς, τότε ταῖς τοῦ δήμου προαιρέσεσιν προσένειμεν ἑαυτόν, [3] οὐχ ὅτι δωρεὰς καὶ προσόδους ἐκ τούτων ὑπῆρχε λαμβάνειν (ἀπὸ γὰρ τῶν ἐναντίων πάντα τὰ τοιαῦτ᾽ ἐγίγνετο), οὐδ᾽ ὅτι ταύτην ἀσφαλεστέραν τὴν προαίρεσιν οὖσαν ἑώρα (πολλοὺς γὰρ καὶ προδήλους εἶχε κινδύνους, οὓς ἀναγκαῖον ἦν ὑπομεῖναι τὸν ὑπὲρ τοῦ δήμου λέγειν προαιρούμενον), ἀλλ᾽ ὅτι δημοτικὸς καὶ φύσει χρηστὸς ἀνὴρ ἦν. [4] καίτοι παρὼν ἑώρα τοὺς μὲν βοηθήσαντας ἂν τῷ δήμῳ ἀσθενεῖς ἐπὶ τοῖς συμβεβηκόσιν ὄντας, τοὺς δὲ τἀναντία πράττοντας κατὰ πάντ᾽ ἐρρωμένους. ἀλλ᾽ ὅμως οὐδὲν ἧττον ἐκεῖνος εἵλεθ᾽ ἃ συμφέρειν ἡγεῖτο τῷ δήμῳ, καὶ μετὰ ταῦτ᾽ ἀόκνως καὶ λέγων καὶ πράττων ἃ προσῆκεν ἦν φανερός, ἐφ᾽ οἷς εὐθὺς ἐξῃτεῖτο, ὡς ἅπαντες ἴσασιν.

[5] ἐπέστειλα μὲν οὖν ἄν, ὥσπερ εἶπον ἐν ἀρχῇ, καὶ διὰ τὴν ἐκείνου χάριν: οὐ μὴν ἀλλὰ καὶ ὑμῖν νομίζων συμφέρειν τὰς παρὰ τοῖς ἔξω γιγνομένας ἐπιτιμήσεις εἰδέναι, πολλῷ προθυμότερον πρὸς τὸ πέμψαι τὴν ἐπιστολὴν ἔσχον. παραιτοῦμαι δὲ τοὺς ἰδίᾳ πρὸς ἐκεῖνον ἔχοντας δυσκόλως, ὑπομεῖναι τἀληθῆ καὶ τὰ δίκαι᾽ ἀκούειν ὑπὲρ αὐτοῦ. εὖ γὰρ ἴστ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι νῦν ἐκ τῶν περὶ τοὺς παῖδας αὐτοῦ γεγενημένων φαύλην δόξαν ἡ πόλις λαμβάνει. [6] οὐδεὶς γὰρ τῶν Ἑλλήνων ἀγνοεῖ ὅτι ζῶντα Λυκοῦργον ἐτιμᾶθ᾽ ὑμεῖς εἰς ὑπερβολήν, καὶ πολλῶν αἰτιῶν ἐπενεχθεισῶν ὑπὸ τῶν φθονούντων αὐτῷ οὐδεμίαν πώποθ᾽ ηὕρετ᾽ ἀληθῆ, οὕτω δ᾽ ἐπιστεύετ᾽ αὐτῷ καὶ δημοτικὸν παρὰ πάντας ἡγεῖσθε, ὥστε πολλὰ τῶν δικαίων ἐν τῷ φῆσαι Λυκοῦργον ἐκρίνετε καὶ τοῦθ᾽ ὑμῖν ἐξήρκει: οὐ γὰρ ἂν ἦν τοιοῦτον μὴ δοκοῦν ὑμῖν. [7] νῦν τοίνυν ἅπαντες ἀκούοντες τοὺς υἱεῖς αὐτοῦ δεδέσθαι τὸν μὲν τεθνεῶτ᾽ ἐλεοῦσιν, τοῖς παισὶν δ᾽ ὡς ἀνάξια πάσχουσιν συνάχθονται, ὑμῖν δ᾽ ἐπιτιμῶσιν πικρῶς, ὡς οὐκ ἂν τολμήσαιμι γράφειν ἐγώ: ἃ γὰρ ἄχθομαι τοῖς λέγουσι καὶ ἀντιλέγω καθ᾽ ὅσον δύναμαι βοηθῶν ὑμῖν, ταῦτ᾽ ἄχρι μὲν τοῦ δῆλον ὑμῖν ποιῆσαι ὅτι πολλοὶ μέμφονται, συμφέρειν ὑμῖν νομίζων εἰδέναι, γέγραφα, ἀκριβῶς δὲ διεξιέναι δυσχερὲς κρίνω. [8] ὅσα μέντοι λοιδορίας χωρίς ἐστιν ὧν λέγουσίν τινες, καὶ ἀκηκοέναι συμφέρειν ὑμῖν ἡγοῦμαι, ταῦτα δηλώσω. οὐδεὶς γὰρ ὑπείληφεν ὡς ἄρ᾽ ἠγνοήκατε καὶ διεψεύσθητε τῆς ἀληθείας περὶ αὐτοῦ Λυκούργου. τό τε γὰρ τοῦ χρόνου πλῆθος, ὃν ἐξεταζόμενος οὐδὲν πώποθ᾽ ηὑρέθη περὶ ὑμᾶς οὔτε φρονῶν οὔτε ποιῶν ἄδικον, καὶ τὸ μηδέν᾽ ἀνθρώπων εἰς μηδὲν τῶν ἄλλων ἀναισθησίαν ὑμῶν καταγνῶναι, εἰκότως ἀναιρεῖ τὴν ὑπὲρ τῆς ἀγνοίας σκῆψιν. [9] λείπεται τοίνυν ὃ πάντες ἂν εἶναι φαύλων ἀνθρώπων [ἔργον] φήσαιεν, ὅσον ἂν χρῆσθε χρόνον, τοσοῦτον ἑκάστου φροντίζειν δοκεῖν, μετὰ ταῦτα δὲ μηδέν᾽ ἔχειν λόγον. εἰς τί γὰρ τῶν ἄλλων χρὴ προσδοκᾶν τῷ τετελευτηκότι τὴν παρ᾽ ὑμῶν ἔσεσθαι χάριν, ὅταν εἰς τοὺς παῖδας καὶ τὴν εὐδοξίαν τἀναντί᾽ ὁρᾷ τις γιγνόμενα, ὧν μόνων καὶ τελευτῶσι πᾶσιν ὅπως ἕξει καλῶς μέλει; [10] καὶ μὴν οὐδὲ χρημάτων ποιεῖν ἕνεκα ταῦτα δοκεῖν τῶν καλῶν [κἀγαθῶν] ἐστιν. οὔτε γὰρ τῆς μεγαλοψυχίας οὔτε τῆς ἄλλης προαιρέσεως τῆς ὑμετέρας ἀκόλουθον ἂν φανείη. εἰ γὰρ ὑμᾶς λύσασθαι παρ᾽ ἑτέρων ἔδει δόντας ἐκ τῶν προσιόντων τὰ χρήματα ταῦτα, πάντας ἂν ἡγοῦμαι προθύμους εἶναι: τίμημα δ᾽ ὁρῶν ὀκνοῦντας ἀφεῖναι, ὃ λόγῳ καὶ φθόνῳ γέγονεν, οὐκ ἔχω τί καταγνῶ, εἰ μὴ ὅλως πικρῶς καὶ ταραχωδῶς ἔχειν πρὸς τοὺς δημοτικοὺς ὡρμήκατε. εἰ δὲ τοῦτ᾽ ἔστιν, οὔτ᾽ ὀρθῶς οὔτε συμφερόντως [βουλεύεσθαι] ἐγνώκατε.

[11] θαυμάζω δ᾽ εἰ μηδεὶς ὑμῶν ἐννοεῖ, ὅτι τῶν αἰσχρῶν ἐστιν τὸν δῆμον τὸν Ἀθηναίων, συνέσει καὶ παιδείᾳ πάντων προέχειν δοκοῦντα, ὃς καὶ τοῖς ἀτυχήσασιν ἀεὶ κοινὴν ἔχει καταφυγήν, ἀγνωμονέστερον φαίνεσθαι Φιλίππου, ὃς ἀνουθέτητος ὢν εἰκότως, [12] τραφείς γ᾽ ἐν ἐξουσίᾳ, ὅμως ᾤετο δεῖν, ἡνίκ᾽ ηὐτύχησεν μάλιστα, τότ᾽ ἀνθρωπινώτατα πράττων φαίνεσθαι, καὶ τοὺς παραταξαμένους, πρὸς οὓς περὶ τῶν ὅλων διεκινδύνευσεν, οὐκ ἐτόλμησεν δῆσαι τὸ τίνων καὶ τίνες εἰσὶν ἐξετάσας: οὐ γὰρ ὡς ἔοικεν ὁμοίως τῶν παρ᾽ ὑμῖν ῥητόρων ἐνίοις οὔτε δίκαι᾽ ἂν εἶναι πρὸς ἅπαντας ταὔτ᾽ οὔτε κάλ᾽ ἡγεῖτο, ἀλλὰ τὴν τῆς ἀξίας προσθήκην συλλογιζόμενος τὰ τοιαῦτ᾽ ἐπέκρινεν. [13] ὑμεῖς δέ, ὄντες Ἀθηναῖοι καὶ ἐν παρρησίᾳ ζῶντες ἣ καὶ τοὺς ἀναισθήτους ἀνεκτοὺς ποιεῖν δοκεῖ δύνασθαι, πρῶτον μέν, ὃ πάντων ἀγνωμονέστατόν ἐστιν, ὑπὲρ ὧν τὸν πατέρ᾽ αἰτιῶνταί τινες, τοὺς υἱεῖς δεδέκατε, εἶτα τὸ ταῦτα ποιεῖν ἴσον εἶναί φατε, ὥσπερ ὑπὲρ σταθμῶν ἢ μέτρων τὸ ἴσον σκοπούμενοι, ἀλλ᾽ οὐχ ὑπὲρ ἀνδρῶν προαιρέσεως καὶ πολιτείας βουλευόμενοι, [14] ἐν οἷς ἐξεταζομένοις εἰ μὲν χρηστὰ καὶ δημοτικὰ καὶ ἐπ᾽ εὐνοίᾳ τὰ Λυκούργῳ πεπραγμένα φαίνεται, μηδενὸς κακοῦ ἀλλὰ καὶ πάντων τῶν ἀγαθῶν τοὺς παῖδας αὐτοῦ δίκαιόν ἐστιν τυγχάνειν παρ᾽ ὑμῶν: εἰ δὲ τἀναντία τούτων, ἐκεῖνον, ὅτ᾽ ἔζη, ἔδει δίκην διδόναι, τούτους δὲ μηδ᾽ οὕτως, ἐφ᾽ οἷς ἐκείνῳ τις ἐγκαλεῖ, τυγχάνειν ὀργῆς: πᾶσι γὰρ πάντων τῶν ἁμαρτημάτων ὅρος ἐστὶ τελευτή. [15] ἐπεὶ εἴ γ᾽ οὕτως ἕξετε, ὥσθ᾽ οἱ μὲν ἀχθεσθέντες τι τοῖς ὑπὲρ τοῦ δήμου πολιτευομένοις μηδὲ πρὸς τελευτήσαντας διαλλαγήσονται, ἀλλὰ καὶ τοῖς παισὶ τὴν ἔχθραν διαφυλάξουσιν, ὁ δὲ δῆμος, ᾧ συναγωνίζεται τῶν δημοτικῶν ἕκαστος, μέχρι τοῦ παρόντι χρῆσθαι μνημονεύσει τὰς χάριτας, μετὰ ταῦτα δὲ μηδὲν φροντιεῖ, οὐδὲν ἀθλιώτερον ἔσται τοῦ τὴν ὑπὲρ τοῦ δήμου τάξιν αἱρεῖσθαι.

[16] εἰ δὲ Μοιροκλῆς ἀποκρίνεται ταῦτα μὲν σοφώτερ᾽ ἢ καθ᾽ ἑαυτὸν εἶναι, ἵνα δὲ μὴ ἀποδρῶσιν, αὐτὸς αὐτοὺς δῆσαι, ἐρωτήσατ᾽ αὐτόν, ἡνίκα Ταυρέας καὶ Πάταικος καὶ Ἀριστογείτων καὶ αὐτὸς εἰς τὸ δεσμωτήριον παραδοθέντες οὐ μόνον οὐκ ἐδέδεντο, ἀλλὰ καὶ ἐδημηγόρουν, τί δήποτ᾽ οὐχ ἑώρα τὰ δίκαια ταῦτα. [17] εἰ δὲ μὴ φήσει τότ᾽ ἄρχειν, οὐδὲ λέγειν ἔκ γε τῶν νόμων αὐτῷ προσῆκεν. ὥστε πῶς ἴσον ἐστὶν τοὺς μὲν ἄρχειν, οἷς μηδὲ λέγειν ἔξεστιν, τοὺς δὲ δεδέσθαι, ὧν πολλὰ χρήσιμος ἦν ὑμῖν ὁ πατήρ; ἐγὼ μὲν οὐκ ἔχω συλλογίσασθαι, [18] εἰ μὴ τοῦτο δεῖξαι δημοσίᾳ βούλεσθε, ὅτι βδελυρία καὶ ἀναίδεια καὶ προαίρεσις πονηρίας ἐν τῇ πόλει ἰσχύει καὶ διασωθῆναι πλείω προσδοκίαν ἔχει, κἄν τι συμβῇ χαλεπὸν τοῖς τοιούτοις, ἀπόλυσις γίγνεται, ἐν δὲ προαιρέσει χρηστῇ καὶ βίῳ σώφρονι καὶ δημοτικῷ προελέσθαι ζῆν σφαλερόν, κἄν τι γένηται πταῖσμα, ἄφυκτον ἔσται.

[19] ἔτι τοίνυν τὸ μὲν μὴ δίκαιον εἶναι τὴν ἐναντίαν δόξαν ἔχειν ὧς περὶ ζῶντος εἴχετ᾽ ἐκείνου, καὶ τὸ τῶν τετελευτηκότων ἢ τῶν παρόντων πλείω ποιεῖσθαι λόγον δίκαιον εἶναι, καὶ πάντα τὰ τοιαῦτα, ἐάσω: παρὰ γὰρ πᾶσιν ὁμολογεῖσθαι ταῦθ᾽ ὑπείληφα: ὅσοις μέντοι πατρικὰς εὐεργεσίας ἀπεμνημονεύσατε τῶν ἄλλων, ἡδέως ἂν ἴδοιμ᾽ ὑμᾶς ἀναμνησθέντας, οἷον τοῖς Ἀριστείδου καὶ τοῖς Θρασυβούλου καὶ τοῖς Ἀρχίνου καὶ πολλῶν ἑτέρων ἀπογόνοις. [20] οὐχ ὡς ἐπιτιμῶν δὲ ταῦτα παρήνεγκα. τοσούτου γὰρ δέω τοῦτο ποιεῖν ὥστε συμφέρειν μάλιστα τῇ πόλει τὰ τοιαῦτα κρίνω: προκαλεῖσθε γὰρ πάντας ἐκ τούτων δημοτικοὺς εἶναι, ὁρῶντας ὅτι κἂν ἐν τῷ καθ᾽ ἑαυτοὺς βίῳ ταῖς προσηκούσαις αὐτῶν τιμαῖς ὁ φθόνος ἀντιστῇ, τοῖς γε παισὶν ὑπάρξει τὰ προσήκοντα παρ᾽ ὑμῶν κομίσασθαι. [21] πῶς οὖν οὐκ ἄτοπον, μᾶλλον δὲ καὶ αἰσχρόν, τῶν μὲν ἄλλων τισί, καὶ παλαιῶν ὄντων τῶν χρόνων καθ᾽ οὓς ἐγένοντο χρήσιμοι, καὶ δι᾽ ὧν ἀκούετε τὰς εὐεργεσίας, οὐκ ἐξ ὧν ἑοράκαθ᾽ ὑπειληφότας, ὅμως τὴν δικαίαν εὔνοιαν διασῴζειν, Λυκούργῳ δ᾽ οὕτως ὑπογύου καὶ τῆς πολιτείας καὶ τῆς τελευτῆς γεγονυίας, μηδ᾽ εἰς ἃ καὶ τοῖς ἀγνῶσιν καὶ ὑφ᾽ ὧν ἀδικοῖσθ᾽ ἕτοιμοι τὸν ἄλλον ἦτε χρόνον, [22] εἰς ἔλεον καὶ φιλανθρωπίαν, μηδ᾽ εἰς ταῦθ᾽ ὑμᾶς αὐτοὺς ὁμοίους παρέχειν, καὶ ταῦτ᾽ εἰς τοὺς παῖδας αὐτοῦ γιγνομένης τῆς τιμωρίας, οὓς κἂν ἐχθρός, εἴπερ μέτριος εἴη καὶ λογισμὸν ἔχων, ἐλεήσαι;

[23] θαυμάζω τοίνυν καὶ τοῦτ᾽ εἴ τις ὑμῶν ἀγνοεῖ, ὡς οὐδὲ τοῦτο συμφέρει τῇ πολιτείᾳ φανερὸν γιγνόμενον, ὅτι τοῖς μὲν ἄλλην τινὰ κτησαμένοις φιλίαν καὶ κατορθοῦσιν ἐν πᾶσιν πλεονεκτεῖν ὑπάρχει, κἂν ἀτυχήσωσίν τι, ῥᾳδίους εἶναι τὰς λύσεις, τοῖς δ᾽ εἰς τὸν δῆμον ἀναρτήσασιν ἑαυτοὺς οὐ μόνον κατὰ τἄλλ᾽ ἔλαττον ἔχειν ὑπάρξει, ἀλλὰ καὶ τὰς συμφορὰς βεβαίους τούτοις μόνοις τῶν ἄλλων μένειν. ἀλλὰ μὴν ὅτι τοῦθ᾽ οὕτως γίγνεται ῥᾴδιον δεῖξαι. [24] τίς γὰρ οὐκ οἶδεν ὑμῶν Λάχητι τῷ Μελανώπου ἁλῶναι μὲν ὁμοίως ἐν δικαστηρίῳ συμβὰν ὡς καὶ νῦν τοῖς Λυκούργου παισίν, ἀφεθῆναι δὲ πᾶν τὸ ὄφλημ᾽ ἐπιστείλαντος Ἀλεξάνδρου; καὶ πάλιν Μνησιβούλῳ τῷ Ἀχαρνεῖ ἁλῶναι μὲν ὁμοίως καταγνόντος αὐτοῦ τοῦ δικαστηρίου ὥσπερ καὶ τῶν Λυκούργου παίδων, ἀφεῖσθαι δὲ καλῶς ποιοῦντι; [25] ἄξιος γὰρ ἁνήρ. καὶ οὐδεὶς ἐπὶ τούτοις τοὺς νόμους ἔφη καταλύεσθαι τῶν νῦν βοώντων. εἰκότως: οὐδὲ γὰρ κατελύοντο, εἴπερ ἅπαντες οἱ νόμοι τῶν δικαίων εἵνεκα καὶ σωτηρίας τῶν χρηστῶν ἀνθρώπων τίθενται, καὶ μήτ᾽ ἀϊδίους τοῖς ἀτυχήσασι καθιστάναι τὰς συμφορὰς συμφέρει, μήτ᾽ ἀχαρίστους ὄντας φαίνεσθαι. [26] ἀλλὰ μὴν εἴ γε ταῦθ᾽ οὕτως, ὥσπερ ἂν φήσαιμεν, ἔχειν συμφέρει, οὐ μόνον τοὺς νόμους οὐ κατελύετε, ἡνίκ᾽ ἐκείνους ἀφίετε, ἀλλὰ καὶ τοὺς λογισμοὺς ἐσῴζετε τῶν τοὺς νόμους θεμένων ἀνθρώπων, Λάχητα μὲν πρὸς χάριν δεηθέντος Ἀλεξάνδρου ἀφέντες, Μνησίβουλον δὲ τῇ τοῦ βίου σωφροσύνῃ σῴσαντες. [27] μὴ τοίνυν τὸ κτήσασθαί τιν᾽ ἔξωθεν φιλίαν λυσιτελέστερον δείκνυτ᾽ ἢ τὸ τῷ δήμῳ παρακαταθέσθαι ἑαυτόν, μηδὲ τὸ τῶν ἀγνώτων εἶναι κρεῖττον ἢ τοῖς πολλοῖς ὑμῖν τὰ συμφέροντα πολιτευόμενον γιγνώσκεσθαι. τὸ μὲν γὰρ πᾶσιν ἀρέσκειν τὸν συμβουλεύοντα καὶ τὰ κοινὰ πράττοντ᾽ ἀδύνατον: ἐὰν δ᾽ ἐπ᾽ εὐνοίᾳ ταὐτὰ τῷ δήμῳ τις φρονῇ, δίκαιός ἐστιν σῴζεσθαι. εἰ δὲ μή, καὶ θεραπεύειν ἑτέρους μᾶλλον ἢ τὸν δῆμον ἅπαντας διδάξετε, καὶ φεύγειν τὸ τῶν ὑμῖν συμφερόντων ποιοῦντά τι γνωσθῆναι. [28] ὅλως δὲ κοινόν ἐστιν ὄνειδος ἁπάντων, ἄνδρες Ἀθηναῖοι, καὶ ὅλης τῆς πόλεως συμφορά, τὸν φθόνον δοκεῖν μεῖζον ἰσχύειν παρ᾽ ὑμῖν ἢ τὰς τῶν εὐεργεσιῶν χάριτας, καὶ ταῦτα τοῦ μὲν νοσήματος ὄντος, τῶν δ᾽ ἐν τοῖς θεοῖς ἀποδεδειγμένων.

[29] καὶ μὴν οὐδὲ τὸν Πυθέαν παραλείψω τὸν μέχρι τῆς παρόδου δημοτικόν, μετὰ ταῦτα δ᾽ ἕτοιμον εἰς τὰ καθ᾽ ὑμῶν πάντα. τίς γὰρ οὐκ οἶδεν τοῦτον, ὅτε μὲν τὴν ὑπὲρ ὑμῶν τάξιν ἔχων εἰς τὸ πολιτεύεσθαι παρῄει, ὡς δοῦλον ἐλαυνόμενον καὶ γραφὴν ξενίας φεύγοντα καὶ μικροῦ πραθένθ᾽ ὑπὸ τούτων οἷς νῦν ὑπηρετῶν τοὺς κατ᾽ ἐμοῦ λόγους ἔγραφεν, [30] ἐπειδὴ δ᾽ ἃ κατηγόρει τότε τῶν ἄλλων, νῦν αὐτὸς πράττει, εὐποροῦντα μὲν οὕτως ὥστε δύ᾽ ἔχειν ἑταίρας, αἳ μέχρι φθόης καλῶς ποιοῦσαι προπεπόμφασιν αὐτόν, πέντε τάλαντα δ᾽ ὀφλόντα ῥᾷον ἐκτεῖσαι ἢ πέντε δραχμὰς ἂν ἔδειξε πρότερον, πρὸς δὲ τούτοις παρ᾽ ὑμῶν, τοῦ δήμου, οὐ μόνον τῆς πολιτείας μετειληφότα, ὃ κοινὸν ὄνειδός ἐστιν ἅπασιν, ἀλλὰ καὶ θύονθ᾽ ὑπὲρ ὑμῶν τὰς πατρίους θυσίας ἐν Δελφοῖς; [31] ὅταν οὖν τοιαῦτα καὶ τηλικαῦτα πᾶσιν ἰδεῖν ᾖ παραδείγματα, ἀφ᾽ ὧν ἃ λυσιτελεῖ προελέσθαι πᾶς τις ἂν κρίναι, φοβοῦμαι μήποτ᾽ ἔρημοι τῶν ὑπὲρ ὑμῶν ἐρούντων γένησθε, ἄλλως τε καὶ ὅταν τῶν δημοτικῶν τοὺς μὲν ἡ καθήκουσα μοῖρα καὶ ἡ τύχη καὶ ὁ χρόνος παραιρῆται, οἷον Ναυσικλέα καὶ Χάρητα καὶ Διότιμον καὶ Μενεσθέα καὶ Εὔδοξον, ἔτι δ᾽ Εὐθύδικον καὶ Ἐφιάλτην καὶ Λυκοῦργον, τοὺς δ᾽ ὑμεῖς προῆσθε, ὥσπερ Χαρίδημον καὶ Φιλοκλέα καὶ ἐμέ. [32] ὧν ἑτέρους εὐνουστέρους οὐδ᾽ αὐτοὶ νομίζετε: εἰ δ᾽ ὁμοίους τινάς, οὐ φθονῶ, βουλοίμην δ᾽ ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσοίσεσθε καὶ μὴ ταὔθ᾽ ἅπερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενέσθαι. ἀλλ᾽ ὅταν γε τοιαῦθ᾽ οἷα τὰ νῦν, παραδείγματ᾽ ἐκφέρητε, τίς ἔστιν ὅστις εἰς ταύτην τὴν τάξιν ἑαυτὸν γνησίως ὑμῖν ἐθελήσει δοῦναι; [33] ἀλλὰ μὴν τῶν γε προσποιησομένων οὐκ ἀπορήσετε: οὐδὲ γὰρ πρότερον. μὴ γένοιτο δ᾽ ἰδεῖν ἐξελεγχθέντας αὐτοὺς ὁμοίως ἐκείνοις, οἳ φανερῶς ἃ τότ᾽ ἠρνοῦντο νῦν πολιτευόμενοι οὐδέν᾽ ὑμῶν οὔτε δεδοίκασιν οὔτ᾽ αἰσχύνονται. ἃ χρὴ λογιζομένους, ὦ ἄνδρες Ἀθηναῖοι, μήτε τῶν εὔνων ὀλιγωρεῖν μήτε τοῖς προάγουσιν ἐς πικρίαν καὶ ὠμότητα τὴν πόλιν πείθεσθαι. [34] πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἢ ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολῇ χρώμενοί τινες ἐργολαβοῦσι καθ᾽ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς ὁ λογισμός. εἰ δέ τις ὑμῶν διασύρει ταῦτα, πολλῆς ἐστιν εὐηθείας μεστός. εἰ γάρ, ἃ μηδεὶς ἂν ἤλπισεν, ὁρῶν γεγενημένα, ἃ καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπ᾽ ἀνθρώπων ἐγκαθέτων διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφωται;

[35] ταῦτ᾽ εἰ μὲν παρῆν, λέγων ἂν ὑμᾶς ἐδίδασκον: ἐπειδὴ δ᾽ ἐν τοιούτοις εἰμὶ ἐν οἷς, εἴ τις ἐμοῦ κατέψευσται ἐφ᾽ οἷς ἀπόλωλα, γένοιτο, γράψας ἐπέσταλκα, πρώτου μὲν καὶ πλεῖστον λόγον ποιούμενος τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὑμῖν, δεύτερον δ᾽ ὅτι τὴν αὐτὴν εὔνοιαν ἣν πρὸς ζῶντα Λυκοῦργον εἶχον, δίκαιον εἶναι νομίζω καὶ πρὸς τοὺς παῖδας αὐτοῦ φαίνεσθαι ἔχων. [36] εἰ δέ τῳ παρέστηκεν ὡς πολύ μοι περίεστιν τῶν ἐμαυτοῦ πραγμάτων, οὐκ ἂν ὀκνήσαιμι πρὸς τοῦτον εἰπεῖν ὅτι τῶν συμφερόντων ὑμῖν καὶ τοῦ μηδένα τῶν φίλων ἐγκαταλείπειν ὁμοίως ὥσπερ τῆς ἐμαυτοῦ σωτηρίας φροντίζω. οὔκουν ἐκ τοῦ περιόντος ταῦτα ποιῶ, ἀλλ᾽ ἀπὸ τῆς αὐτῆς σπουδῆς καὶ προαιρέσεως καὶ ταῦτα κἀκεῖνα μιᾷ γνώμῃ πραγματεύομαι. περίεστιν δέ μοι τοιαῦτα, οἷα τοῖς κακόν τι νοοῦσιν ὑμῖν περιγένοιτο. καὶ περὶ μὲν τούτων ἱκανά.

[37] ἡδέως δ᾽ ἂν ὑμῖν ἐπ᾽ εὐνοίᾳ καὶ φιλίᾳ μέμψιν ποιησαίμην νῦν μὲν ἐν κεφαλαίῳ, μικρὸν δ᾽ ὕστερον δι᾽ ἐπιστολῆς μακρᾶς, ἣν ἐάνπερ ἐγὼ ζῶ προσδοκᾶτε, ἂν μὴ τὰ δίκαια γένηται μοι παρ᾽ ὑμῶν πρότερον: οἵτινες, ὦ (τί ἂν εἰπὼν μήθ᾽ ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην;) λίαν ὀλίγωροι, οὔτε τοὺς ἄλλους οὔθ᾽ ὑμᾶς αὐτοὺς αἰσχύνεσθε, ἐφ᾽ οἷς Ἀριστογείτον᾽ ἀφείκατε, [38] ἐπὶ τούτοις Δημοσθένην ἐκβεβληκότες, καὶ ἃ τοῖς τολμῶσιν μηδὲν ὑμῶν φροντίζειν μηδὲ λαβοῦσι παρ᾽ ὑμῶν ἔξεστιν ἔχειν, ταῦτ᾽ οὐ διδόντες ἐμοί, ἵνα, ἂν οἷός τ᾽ ὦ, τά τ᾽ ὀφειλόμεν᾽ εἰσπράξας καὶ τοὺς φίλους ἐρανίσας τὰ πρὸς ὑμᾶς διοικήσω, καὶ μὴ γῆρας καὶ φυγὴν ἐπίχειρα τῶν ὑπὲρ ὑμῶν πεπονημένων ἔχων, κοινὸν ὄνειδος τῶν ἀδικησάντων, ἐπὶ ξένης περιιὼν ὁρῶμαι. [39] βουλομένου δέ μου ἐν μὲν ὑμετέρας χάριτος καὶ μεγαλοψυχίας τάξει τὴν οἴκαδέ μοι ἄφιξιν γενέσθαι, ἐμαυτῷ δὲ λύσιν τῆς γεγονυίας οὐ δικαίως βλασφημίας πορίσασθαι, καὶ μόνον αἰτοῦντος ἄδειαν ὅσονπερ χρόνον τὴν ἔκτεισιν δεδώκατε, ταῦτα μὲν οὐ συγχωρεῖτε, ἐρωτᾶτε δέ, ὡς ἀπαγγέλλεται πρὸς ἐμέ, "τίς οὖν αὐτὸν κωλύει παρεῖναι καὶ ταῦτα πράττειν;" [40] τὸ ἐπίστασθαι αἰσχύνεσθαι, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὸ ἀναξίως τῶν ὑπὲρ ὑμῶν πεπολιτευμένων πράττειν, καὶ τὸ τὰ ὄντ᾽ ἀπολωλεκέναι διὰ τούτους <οἷς>, ἵνα μὴ διπλᾶ καταθῶνται ἃ οὐκ ἠδύνανθ᾽ ἁπλᾶ, ἐπείσθην ὑπογράψασθαι <πρὸς> τὴν ἀρχὴν τὰς καταβολάς: παρ᾽ ὧν μετὰ μὲν τῆς ὑμετέρας εὐνοίας ἀφικόμενος μέρος, εἰ καὶ μὴ πάντα, ἴσως ἂν κομισαίμην, ὥστε μηδὲν ἀσχημονεῖν τὸ λοιπὸν τοῦ βίου, ἂν δ᾽ ὡς οἱ ταῦτα λέγοντες ἀξιοῦσί μ᾽ ἔλθω, ἅμ᾽ ἀδοξίᾳ καὶ ἀπορίᾳ καὶ φόβῳ συνέξομαι. [41] ὧν οὐδὲν ὑμεῖς συλλογίζεσθε, ἀλλὰ ῥημάτων μοι καὶ φιλανθρωπίας φθονοῦντες, ἂν οὕτω τύχῃ, δι᾽ ὑμᾶς περιόψεσθ᾽ ἀπολόμενον: οὐ γὰρ ἂν δεηθείην ἄλλων ἢ ὑμῶν. καὶ τότε φήσετε δεινὰ πεπονθέναι με, ἀκριβῶς οἶδα, ὅτ᾽ οὔτ᾽ ἐμοὶ πλέον οὐδὲν οὔθ᾽ ὑμῖν ἔσται. οὐ γὰρ δὴ χρήματά γ᾽ εἶναι μοι προσδοκᾶτ᾽ ἔξω τῶν φανερῶν, ὧν ἀφίσταμαι. καὶ τὰ λοιπὰ βούλομαι συναγαγεῖν, ἐάν μοι μὴ φιλονίκως, ἀλλ᾽ ἀνθρωπίνως δῶτε τὸ πρὸς τούτοις ἀσφαλῶς εἶναι. [42] οὐ μὴν οὐδὲ παρ᾽ Ἁρπάλου με λαβόντα δείξετε: οὔτε γὰρ ἠλέγχθην οὔτ᾽ ἔλαβον. εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς [ἢ τὸν Ἄρειον πάγον] προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε: οὐ γὰρ ἔχω τούτου πραότερον πρόσταγμα τοῖς τοιαῦτ᾽ ἐξημαρτηκόσιν εἰς ἐμέ. [43] οὐ γὰρ δήπου τοῖς αὐτοῖς γε λόγοις ὑπὸ τῆς αὐτῆς βουλῆς ἀποφανθέντ᾽ ἐκεῖνον μὲν ἀφεῖσθαι δίκαιον εἶναι φήσετε, ἐμὲ δ᾽ ἀπολωλέναι: οὐχ οὕτως ὑμεῖς ἀλογίστως ἔχετε. οὔτε γὰρ ἄξιος οὔτ᾽ ἐπιτήδειος οὔτε χείρων, ἀτυχὴς μέντοι δι᾽ ὑμᾶς, ὁμολογῶ: πῶς γὰρ οὐκ ἀτυχής, ᾧ πρὸς τοῖς ἄλλοις κακοῖς καὶ πρὸς Ἀριστογείτον᾽ ἐμαυτὸν ἐξετάζειν συμβαίνει, καὶ ταῦτ᾽ ἀπολωλότι πρὸς σωτηρίας τετυχηκότα;

[44] καὶ μή μ᾽ ὑπολαμβάνετ᾽ ὀργίζεσθαι τοῖς λόγοις τούτοις: οὐ γὰρ ἂν πάθοιμι τοῦτο πρὸς ὑμᾶς ἐγώ: ἀλλ᾽ ἔχει τινὰ τις ἀδικουμένοις ῥᾳστώνην τὸ λέγειν ἃ πάσχουσιν, ὥσπερ τοῖς ἀλγοῦσι τὸ στένειν, ἐπεὶ τῇ γ᾽ εὐνοίᾳ οὕτως ἔχω πρὸς ὑμᾶς ὡς ὑμᾶς ἂν εὐξαίμην πρὸς ἐμέ. καὶ τοῦτ᾽ ἐν πᾶσιν πεποίηκα καὶ ποιήσω φανερόν. [45] ἔγνωκα γὰρ ἐξ ἀρχῆς παντὶ τῷ πολιτευομένῳ προσήκειν, ἄνπερ ᾖ δίκαιος πολίτης, ὥσπερ οἱ παῖδες πρὸς τοὺς γονέας, οὕτως πρὸς ἅπαντας τοὺς πολίτας ἔχειν, εὔχεσθαι μὲν ὡς εὐγνωμονεστάτων τυγχάνειν, φέρειν δὲ τοὺς ὄντας εὐμενῶς: ἡ γὰρ ἐν τοῖς τοιούτοις ἧττα καλὴ καὶ προσήκουσα νίκη παρὰ τοῖς εὖ φρονοῦσι κρίνεται. εὐτυχεῖτε.