Επιστολαί (Δημοσθένης)/6
←Πρὸς Ἡρακλεόδωρον | Πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον τῶν Ἀθηναίων Συγγραφέας: Ἐπιστολαὶ |
Demosthenes. Orationes. ed. W. Rennie. Oxford: Clarendon Press. 1931. |
ΕΠΙΣΤΟΛΗ ΕΚΤΗ
- Πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον τῶν Ἀθηναίων
[1] Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἦλθεν ἐπιστολὴ παρ᾽ Ἀντιφίλου πρὸς τοὺς τῶν συμμάχων συνέδρους, τοῖς μὲν βουλομένοις ἀγαθὰ προσδοκᾶν ἱκανῶς γεγραμμένη, τοῖς δ᾽ ὑπηρετοῦσιν Ἀντιπάτρῳ πολλοὺς καὶ δυσχερεῖς ἀπολείπουσα λόγους, οἳ παραλαβόντες τὰ παρ᾽ Ἀντιπάτρου γράμματα πρὸς Δείναρχον εἰς Κόρινθον ἐλθόντα, ἁπάσας τὰς ἐν Πελοποννήσῳ πόλεις τοιούτων λόγων ἔπλησαν οἵων εἰς κεφαλὴν αὐτοῖς τρέψειαν οἱ θεοί. [2] ἀφικομένου δὲ τοῦ νῦν ἥκοντος μετὰ τοῦ παρ᾽ ἐμοῦ φέροντος γράμματα παρὰ Πολεμαίστου πρὸς τὸν ἀδελφὸν Ἐπίνικον, ἄνδρ᾽ ὑμῖν εὔνουν καὶ ἐμοὶ φίλον, κἀκείνου πρὸς ἔμ᾽ ἀγαγόντος, ἀκούσαντί μοι ἃ ἔλεγεν ἐδόκει πρὸς ὑμᾶς αὐτὸν ἀποστεῖλαι, ὅπως πάντα σαφῶς ἀκούσαντες τὰ ἐν τῷ στρατοπέδῳ γεγονότα τοῦ περὶ τὴν μάχην παραγεγενημένου τό τ᾽ εἰς τὸ παρὸν θαρρῆτε, καὶ τὰ λοιπὰ τῶν θεῶν θελόντων ὡς βούλεσθ᾽ ἕξειν ὑπολαμβάνητε. εὐτυχεῖτε.