Επιστολαί (Δημοσθένης)/2
←Απόσπασμα ἐπιστολῆς | Περὶ τῆς ἰδίας καθόδου Συγγραφέας: Ἐπιστολαὶ |
Περὶ τῶν Λυκούργου παιδῶν→ |
Demosthenes. Orationes. ed. W. Rennie. Oxford: Clarendon Press. 1931. |
ΕΠΙΣΤΟΛΗ ΔΕΥΤΕΡΗ
- Περὶ τῆς ἰδίας καθόδου
[1] Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν. ἐνόμιζον μὲν ἀφ᾽ ὧν ἐπολιτευόμην, οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι, ἀλλὰ καὶ μέτρι᾽ ἐξαμαρτὼν συγγνώμης τεύξεσθαι. ἐπειδὴ δ᾽ οὕτως γέγονεν, ἕως μὲν ἑώρων ὑμᾶς, οὐδεμιᾶς ἀποδείξεως φανερᾶς οὐδ᾽ ἐλέγχου γιγνομένου παρὰ τῆς βουλῆς, πρὸς τὰ ταύτης ἀπόρρητα καταψηφιζομένους ἁπάντων, οὐδὲν ἐλαττόνων παραχωρεῖν ὑμᾶς ἡγούμενος ἢ ἐμαυτὸν ἀποστερεῖσθαι, στέργειν ᾑρούμην: τὸ γὰρ οἷς ἂν ἡ βουλὴ φήσῃ τοὺς ὀμωμοκότας δικαστὰς προστίθεσθαι μηδεμιᾶς ἀποδείξεως ῥηθείσης, τῆς πολιτείας παραχωρεῖν ἦν. [2] ἐπειδὴ δὲ καλῶς ποιοῦντες ᾔσθησθε τὴν δυναστείαν ἥν τινες τῶν ἐν τῇ βουλῇ κατεσκευάζονθ᾽ ἑαυτοῖς, καὶ πρὸς τὰς ἀποδείξεις τοὺς ἀγῶνας κρίνετε, τὰ δ᾽ ἀπόρρητα <τὰ> τούτων ἐπιτιμήσεως ἄξι᾽ ηὑρήκατε, οἶμαι δεῖν, ἐὰν καὶ ὑμῖν βουλομένοις ᾖ, τῆς ὁμοίας τυχεῖν σωτηρίας τοῖς τῶν ὁμοίων αἰτιῶν τετυχηκόσιν, καὶ μὴ μόνος δι᾽ αἰτίαν ψευδῆ τῆς πατρίδος καὶ τῶν ὄντων καὶ τῆς τῶν οἰκειοτάτων συνηθείας ἀποστερηθῆναι.
[3] Εἰκότως δ᾽ ἂν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, μέλοι τῆς ἐμῆς σωτηρίας οὐ μόνον κατὰ τοῦθ᾽ ὅτι οὐδὲν ὑμᾶς ἀδικῶν δεινὰ πέπονθα, ἀλλὰ καὶ τῆς παρὰ τοῖς ἄλλοις ἀνθρώποις ἕνεκ᾽ εὐδοξίας. μὴ γάρ, εἰ μηδεὶς ὑμᾶς ἀναμιμνῄσκει τοὺς χρόνους μηδὲ τοὺς καιροὺς ἐν οἷς τὰ μέγιστ᾽ ἐγὼ χρήσιμος ἦν τῇ πόλει, [4] τοὺς ἄλλους Ἕλληνας ἀγνοεῖν νομίζετε, μηδ᾽ ἐπιλελῆσθαι τῶν ἐμοὶ πεπραγμένων ὑπὲρ ὑμῶν, ἃ ἐγὼ δυοῖν ἕνεκα νῦν ὀκνῶ γράφειν καθ᾽ ἕκαστον, ἑνὸς μέν, τὸν φθόνον δεδιώς, πρὸς ὃν οὐδέν ἐστιν προὔργου τἀληθῆ λέγειν, ἑτέρου δέ, ὅτι πολλὰ καὶ ἀνάξι᾽ ἐκείνων διὰ τὴν τῶν ἄλλων Ἑλλήνων κακίαν νῦν πράττειν ἀναγκαζόμεθα. [5] ἐν κεφαλαίῳ δὲ τοιαῦτ᾽ ἐστὶν ἐφ᾽ οἷς ἐξηταζόμην ὑπὲρ ὑμῶν ἐγώ, ὥσθ᾽ ὑμᾶς μὲν ἐπ᾽ αὐτοῖς ὑπὸ πάντων ζηλοῦσθαι, ἐμοὶ δ᾽ ἐλπίδα τῶν μεγίστων δωρεῶν προσδοκᾶσθαι παρ᾽ ὑμῶν. τῆς δ᾽ ἀναγκαίας μέν, ἀγνώμονος δὲ τύχης οὐχ ὡς δίκαιον ἦν, ἀλλ᾽ ὡς ἐβούλετο, κρινάσης τὸν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγῶνα, [6] ὃν ὑμεῖς ἠγωνίσασθε, οὐδ᾽ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπέστην τῆς εἰς ὑμᾶς εὐνοίας, οὐδ᾽ ἀντηλλαξάμην ἀντὶ ταύτης οὐδέν, οὐ χάριν, οὐκ ἐλπίδας, οὐ πλοῦτον, οὐ δυναστείαν, οὐκ ἀσφάλειαν. καίτοι πάντα ταῦθ᾽ ἑώρων ὑπάρχοντα τοῖς καθ᾽ ὑμῶν βουλομένοις πολιτεύεσθαι. [7] ὃ δέ, πολλῶν ὄντων καὶ μεγάλων ἐφ᾽ οἷς εἰκότως ἐπέρχεταί μοι παρρησιάζεσθαι, μέγιστον ἡγοῦμαι, οὐκ ὀκνήσω γράψαι πρὸς ὑμᾶς, ὅτι ἐν ἅπαντι τῷ αἰῶνι τῶν μνημονευομένων ἀνθρώπων δεινοτάτου γεγενημένου Φιλίππου καὶ δι᾽ ὁμιλίας πεῖσαι προσέχειν αὑτῷ τὸν νοῦν ὡς βούλοιτο, καὶ διαφθεῖραι χρήμασι τοὺς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων γνωρίμους, ἐγὼ μόνος οὐδετέρου τούτων ἡττήθην, [8] ὃ κοινὴν ὑμῖν φιλοτιμίαν φέρει, πολλὰ μὲν ἐντυχὼν Φιλίππῳ καὶ διαλεχθεὶς ἐφ᾽ οἷς ὑμεῖς ἐπέμπετε πρεσβεύοντά με, πολλῶν δ᾽ ἀποσχόμενος χρημάτων διδόντος ἐκείνου, ἃ τῶν συνειδότων ἔτι πολλοὶ ζῶσιν. οὓς τίνα γνώμην ἔχειν περὶ ὑμῶν εἰκός, λογίσασθε: τὸ γὰρ τῷ τοιούτῳ τοῦτον κεχρῆσθαι τὸν τρόπον ἐμοὶ μὲν ἂν εὖ οἶδ᾽ ὅτι συμφορὰ φανείη, κακία δ᾽ οὐδεμία, ὑμετέρα δ᾽ ἀγνωμοσύνη: ἣν τῷ μεταγνῶναι λύσαιτε. [9] πάντα τοίνυν τὰ προειρημέν᾽ ἐλάττω νομίζω τῆς συνεχοῦς καὶ καθ᾽ ἡμέραν πολιτείας, ἐν ᾗ παρεῖχον ἐμαυτὸν ἐγὼ πολιτευόμενον, οὐδεμιᾶς ὀργῆς οὐδὲ δυσμενείας οὐδ᾽ ἀδίκου πλεονεξίας οὔτε κοινῆς οὔτ᾽ ἰδίας προϊστάμενος, οὐδὲ συκοφαντήσας οὐδένα πώποτ᾽ οὔτε πολίτην οὔτε ξένον, οὐδὲ καθ᾽ ὑμῶν ἰδίᾳ δεινὸς ὤν, ἀλλ᾽ ὑπὲρ ὑμῶν, εἴ τι δεήσειεν, ἐξεταζόμενος δημοσίᾳ. [10] εἰδεῖεν δ᾽ ἂν οἱ πρεσβύτεροι, καὶ λέγειν τοῖς νεωτέροις ἐστὲ δίκαιοι τὴν πρὸς Πύθωνα τὸν Βυζάντιον ἐκκλησίαν, ὅτε τοὺς ἀπὸ τῶν Ἑλλήνων ἦλθε πρέσβεις ἔχων ὡς ἀδικοῦσαν δείξων τὴν πόλιν, ἀπῆλθε δὲ τἀναντία τούτων παθών, μόνου τῶν τότε ῥητόρων ἐξετάσαντος ἐμοῦ τὰ ὑπὲρ ὑμῶν δίκαια. καὶ ἐῶ πρεσβείας ὅσας ὑπὲρ ὑμῶν ἐπρέσβευσα, ἐν αἷς οὐδὲν ἠλαττώθητε πώποτ᾽ οὐδὲ καθ᾽ ἕν. [11] ἐπολιτευόμην γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅπως ἀλλήλων ὑμεῖς περιγενήσεσθε σκοπῶν, οὐδ᾽ ἐφ᾽ ἑαυτὴν ἀκονῶν τὴν πόλιν, ἀλλ᾽ ἀφ᾽ ὧν δόξαν καὶ μεγαλοψυχίαν ὑμῖν ὑπάρξειν ἐνόμιζον. ἐφ᾽ οἷς ἅπασι μέν, μάλιστα δὲ τοῖς νέοις, ἄγασθαι προσήκει, καὶ σκοπεῖν μὴ μόνον τὸν διακονήσοντα πρὸς χάριν πάντ᾽ ἐν τῇ πολιτείᾳ (τούτου μὲν γὰρ οὐδέποτ᾽ ἔστ᾽ ἀπορῆσαι), ἀλλὰ καὶ τὸν ἐπ᾽ εὐνοίᾳ περὶ ὧν ἂν ἀγνοῆτ᾽ ἐπιτιμήσοντα. [12] ἔτι τοίνυν παραλείπω πολλά, ἐφ᾽ οἷς ἕτερος καὶ μηδὲν ἄλλο χρήσιμος γεγονὼς δικαίως ἂν ἠξίου τυγχάνειν σωτηρίας, χορηγίας καὶ τριηραρχίας καὶ χρημάτων ἐπιδόσεις ἐν πᾶσι τοῖς καιροῖς: ἐν οἷς ἐγὼ φανήσομαι οὐ μόνον αὐτὸς ἐξητασμένος πρῶτος, ἀλλὰ καὶ τοὺς ἄλλους παρακεκληκώς. ὧν ἕκαστον, ὦ ἄνδρες Ἀθηναῖοι, λογίσασθε, ὡς ἀνάξιόν ἐστι τῆς περιεστηκυίας νῦν ἐμοὶ συμφορᾶς. [13] ἀφθόνων δ᾽ ὄντων, ἀπορῶ τί πρῶτον ὀδύρωμαι τῶν παρόντων κακῶν. πότερον τὴν ἡλικίαν ἐν ᾗ φυγῆς ἐπικινδύνου πειρᾶσθαι παρ᾽ ἔθος καὶ παρὰ τὴν ἀξίαν ἀναγκάζομαι; ἢ τὴν αἰσχύνην ἐφ᾽ ᾗ κατ᾽ οὐδέν᾽ ἔλεγχον οὐδ᾽ ἀπόδειξιν ἁλοὺς ἀπόλωλα; ἢ τὰς ἐλπίδας ὧν διαμαρτών, ὧν ἑτέροις προσῆκε κεκληρονόμηκα κακῶν; [14] οὔτ᾽ ἐφ᾽ οἷς ἐπολιτεύθην πρότερον δίκην ὀφείλων δοῦναι, οὔτε τῶν ἐφ᾽ οἷς ἐκρινόμην ἐξελεγχθέντων: οὔτε γὰρ ἔγωγε τῶν Ἁρπάλου φίλων φανήσομαι γεγονώς, τῶν τε γραφέντων περὶ Ἁρπάλου μόνα τὰ ἐμοὶ πεπραγμέν᾽ ἀνέγκλητον πεποίηκε τὴν πόλιν. ἐξ ὧν πάντων δῆλόν ἐστιν ὅτι καιρῷ τινὶ ληφθεὶς καὶ οὐκ ἀδικήματι, τῇ πρὸς ἅπαντας τοὺς ἐν ταῖς αἰτίαις ὀργῇ περιπέπτωκ᾽ ἀδίκως τῇ πρῶτος εἰσιέναι. [15] ἐπεὶ τί τῶν δικαίων οὐκ εἶπον ἐγὼ τῶν σεσῳκότων τοὺς ὕστερον κρινομένους; ἢ τίν᾽ ἔλεγχον εἶπεν ἡ βουλὴ κατ᾽ ἐμοῦ; ἢ τίνα νῦν ἂν εἰπεῖν ἔχοι; οὐ γὰρ ἔστιν οὐδείς: τὰ γὰρ μὴ γενόμεν᾽ οὐκ ἔστι ποιῆσαι γεγενῆσθαι. ἀλλὰ περὶ μὲν τούτων παύομαι, πόλλ᾽ <ἂν> γράφειν ἔχων: τὸ γὰρ μηδὲν ἐμαυτῷ συνειδέναι πεῖράν μοι δέδωκεν εἰς μὲν ὠφέλειαν ἀσθενὲς ὄν, εἰς δὲ τὸ μᾶλλον λυπεῖσθαι πάντων ὀδυνηρότατον. [16] ἐπειδὴ δὲ καλῶς ποιοῦντες πᾶσι τοῖς ἐν ταῖς αἰτίαις διήλλαχθε, κἀμοὶ διαλλάγητ᾽, ὦ ἄνδρες Ἀθηναῖοι: οὔτε γὰρ ἠδίκηχ᾽ ὑμᾶς οὐδέν, ὡς ἴστωσαν οἱ θεοὶ καὶ ἥρωες (μαρτυρεῖ δέ μοι πᾶς ὁ πρόσθεν παρεληλυθὼς χρόνος, ὃς δικαιότερον ἂν πιστεύοιθ᾽ ὑφ᾽ ὑμῶν τῆς ἀνελέγκτου νῦν ἐπενεχθείσης αἰτίας), οὔτ᾽ ἐγὼ χείριστος οὐδ᾽ ἀπιστότατος φανήσομαι τῶν διαβληθέντων.
[17] Καὶ μὴν τό γ᾽ ἀπελθεῖν οὐκ ἂν εἰκότως ὀργὴν πρός με ποιήσειεν: οὐ γὰρ ἀπεγνωκὼς ὑμᾶς οὐδ᾽ ἑτέρωσε βλέπων οὐδαμοῖ μετέστην, ἀλλὰ πρῶτον μὲν τοὔνειδος τῆς εἱρκτῆς χαλεπῶς τῷ λογισμῷ φέρων, εἶτα διὰ τὴν ἡλικίαν οὐκ ἂν οἷός τ᾽ ὢν τῷ σώματι τὴν κακοπαθίαν ὑπενεγκεῖν. ἔτι δ᾽ οὐδ᾽ ὑμᾶς ἐνόμιζον ἀβουλεῖν ἔξω με προπηλακισμοῦ γενέσθαι, ὃς οὐδὲν ὑμᾶς ὠφελῶν ἔμ᾽ ἀπώλλυεν. [18] ἐπεὶ ὅτι γ᾽ ὑμῖν προσεῖχον τὸν νοῦν καὶ οὐδέσιν ἄλλοις, πόλλ᾽ ἂν ἴδοιτε σημεῖα. εἴς τε γὰρ πόλιν ἦλθον, οὐκ ἐν ᾗ μέγιστα πράξειν αὐτὸς ἔμελλον, ἀλλ᾽ εἰς ἣν καὶ τοὺς προγόνους ἐλθόντας ᾔδειν, ὅθ᾽ ὁ πρὸς τὸν Πέρσην κατελάμβανεν αὐτοὺς κίνδυνος, καὶ παρ᾽ ᾗ πλείστην εὔνοιαν ὑπάρχουσαν ὑμῖν ἠπιστάμην (ἔστι δ᾽ ἡ Τροζηνίων αὕτη, [19] ᾗ μάλιστα μὲν οἱ θεοὶ καὶ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα καὶ τῆς εἰς ἔμ᾽ εὐεργεσίας εὖνοι πάντες εἴησαν, εἶτα κἀγὼ σωθεὶς ὑφ᾽ ὑμῶν δυνηθείην ἀποδοῦναι χάριτας): ἔν τε ταύτῃ τινῶν, ὡς ἐμοὶ χαριζομένων, ἐπιτιμᾶν ὑμῖν τι πειρωμένων τῇ κατ᾽ ἔμ᾽ ἀγνοίᾳ, ἐγὼ πᾶσαν εὐφημίαν, ὥσπερ ἐμοὶ προσῆκε, παρειχόμην: ἐξ ὧν καὶ μάλιστα νομίζω πάντας ἀγασθέντας μου δημοσίᾳ τιμῆσαι. [20] ὁρῶν δὲ τὴν μὲν εὔνοιαν τῶν ἀνδρῶν μεγάλην, τὴν δ᾽ εἰς τὸ παρὸν δύναμιν καταδεεστέραν, μετελθὼν εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἐν Καλαυρείᾳ κάθημαι, οὐ μόνον τῆς ἀσφαλείας ἕνεκα, ἣν διὰ τὸν θεὸν ἐλπίζω μοι ὑπάρχειν (οὐ γὰρ εὖ οἶδά γε: ἃ γὰρ ἐφ᾽ ἑτέροις ἐστὶν ὡς ἂν βούλωνται πρᾶξαι, λεπτὴν καὶ ἄδηλον ἔχει τῷ κινδυνεύοντι τὴν ἀσφάλειαν), ἀλλ᾽ ὅτι καὶ τὴν πατρίδ᾽ ἐντεῦθεν ἑκάστης ἡμέρας ἀφορῶ, εἰς ἣν τοσαύτην εὔνοιαν ἐμαυτῷ σύνοιδα, ὅσης παρ᾽ ὑμῶν εὔχομαι τυχεῖν.
[21] ὅπως οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μηκέτι πλείω χρόνον τοῖς παροῦσι κακοῖς συνέχωμαι, ψηφίσασθέ μοι ταῦθ᾽ ἃ καὶ ἄλλοις τισὶν ἤδη, ἵνα μήτ᾽ ἀνάξιον ὑμῶν μηδέν μοι συμβῇ, μήθ᾽ ἱκέτης ἑτέρων ἀναγκασθῶ γενέσθαι: οὐδὲ γὰρ ὑμῖν τοῦτο γένοιτ᾽ ἂν καλόν. ἐπεὶ εἴ γέ μοι τὰ πρὸς ὑμᾶς ἀδιάλλακτα ὑπάρχει, τεθνάναι μοι κρεῖττον ἦν. [22] εἰκότως δ᾽ ἄν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι: καὶ γὰρ ἐμαυτοῦ κυρίους ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτ᾽ ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλ᾽ ὅ τι βούλοισθε, τοῦτο χρήσαισθε: παρ᾽ ὧν γὰρ ἁπάντων καλῶν κἀγαθῶν ἔτυχον, τούτους ᾠόμην δεῖν ἔχειν καὶ ἁμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ. [23] ἐπειδὴ δὲ καλῶς ποιοῦσ᾽ ἡ δικαία τύχη τῆς ἀδίκου κρατήσασα δὶς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλεύσασθαι τῷ μηδὲν ἀνήκεστον ἐψηφίσθαι περὶ ἐμοῦ, σῴσατέ μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἄξια καὶ ἐμοῦ. [24] ἐπ᾽ οὐδενὶ γὰρ τῶν πεπραγμένων ἠδικηκότα μ᾽ εὑρήσετε, οὐδ᾽ ἐπιτήδειον ἄτιμον εἶναι οὐδ᾽ ἀπολωλέναι, ἀλλὰ καὶ εὔνουν τῷ πλήθει τῷ ὑμετέρῳ τοῖς μάλισθ᾽ ὁμοίως, ἵνα μηδὲν ἐπίφθονον γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγισθ᾽ ὑπάρχοντά μοι κατ᾽ ἐμαυτὸν σύμβολ᾽ εὐνοίας πρὸς ὑμᾶς.
[25] Μηδεὶς δ᾽ ὑμῶν ἡγείσθω μ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μήτ᾽ ἀνανδρίᾳ μήτ᾽ ἄλλῃ προφάσει φαύλῃ μηδεμιᾷ παρ᾽ ὅλην τὴν ἐπιστολὴν ὀδύρεσθαι. ἀλλὰ τοῖς παροῦσιν ἕκαστος ἀφθόνως χρῆται, ἐμοὶ δὲ ταῦτα νῦν πάρεστιν, ὡς μήποτ᾽ ὤφελεν, λῦπαι καὶ δάκρυα καὶ τῆς πατρίδος καὶ ὑμῶν πόθος καὶ ὧν πέπονθα λογισμός, ἃ πάντα ποιεῖ μ᾽ ὀδύρεσθαι: ἃ ἐπισκοποῦντες δικαίως, <ὡς> ἐν οὐδενὶ τῶν πεπολιτευμένων ὑπὲρ ὑμῶν, οὔτε μαλακίαν οὔτ᾽ ἀνανδρίαν προσοῦσαν εὑρήσετέ μοι.
[26] Πρὸς μὲν δὴ πάντας ὑμᾶς τοσαῦτα: ἰδίᾳ δὲ τοῖς ἐμοὶ προσκρούουσιν ἐναντίον ὑμῶν βούλομαι διαλεχθῆναι. ὅσα μὲν γὰρ τοῖς ὑφ᾽ ὑμῶν ἀγνοηθεῖσιν ὑπηρετοῦντες ἐποίουν, ἔστω δι᾽ ὑμᾶς αὐτοῖς πεπρᾶχθαι, καὶ οὐδὲν ἐγκαλῶ. ἐπειδὴ δ᾽ ἐγνώκαθ᾽ ὑμεῖς οἷα ταῦτ᾽ ἐστίν, ἐὰν μέν, ὥσπερ ὑπὲρ τῶν λοιπῶν ἐῶσι, καὶ ἐμοὶ συγχωρήσωσι, καλῶς ποιήσουσιν: ἐὰν δ᾽ ἐπηρεάζειν ἐγχειρῶσιν, ὑμᾶς ἀξιῶ μοι βοηθεῖν ἅπαντας, καὶ μὴ κυριωτέραν τὴν τούτων ἔχθραν τῆς παρ᾽ ὑμῶν χάριτός μοι γενέσθαι. εὐτυχεῖτε.