Μετάβαση στο περιεχόμενο

Επιστολαί (Δημοσθένης)/1

Από Βικιθήκη
Απόσπασμα ἐπιστολῆς
Συγγραφέας:
Ἐπιστολαὶ
Demosthenes. Orationes. ed. W. Rennie. Oxford: Clarendon Press. 1931.


ΕΠΙΣΤΟΛΗ ΠΡΩΤΗ


[1] ...

[5] Δεῖ δ᾽ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μὲν ἁπάντων πρὸς ὑμᾶς αὐτοὺς ὁμόνοιαν εἰς τὸ κοινῇ συμφέρον τῇ πόλει παρασχέσθαι καὶ τὰς ἐκ τῶν προτέρων ἐκκλησιῶν ἀμφισβητήσεις ἐᾶσαι, δεύτερον δὲ πάντας ἐκ μιᾶς γνώμης τοῖς δόξασι προθύμως συναγωνίζεσθαι: ὡς τὸ μήθ᾽ ἓν μήθ᾽ ἁπλῶς πράττειν οὐ μόνον ἐστὶν ἀνάξιον ὑμῶν καὶ ἀγεννές, ἀλλὰ καὶ τοὺς μεγίστους κινδύνους ἔχει. [6] δεῖ δὲ μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ἃ καθ᾽ αὑτὰ μὲν οὐκ ἔστιν αὐτάρκη κατασχεῖν πράγματα, προστεθέντα δὲ ταῖς δυνάμεσι πολλῷ πάντ᾽ εὐκατεργαστότερ᾽ ὑμῖν ποιήσει. τίν᾽ οὖν ἐστιν ταῦτα; μήτε πόλει μηδεμιᾷ μήτε τῶν <ἐν> ἑκάστῃ τῶν πόλεων συνηγωνισμένων τοῖς καθεστηκόσι <μηδενὶ> μήτε πικραίνεσθαι μήτε μνησικακεῖν. [7] ὁ γὰρ τοιοῦτος φόβος τοὺς συνειδότας αὑτοῖς, ὡς ἀναγκαίοις τοῖς καθεστηκόσι καὶ κίνδυνον ἔχουσι πρόδηλον προθύμους συναγωνιστὰς ποιεῖ: ἀφεθέντες δὲ τοῦ δέους τούτου πάντες ἠπιώτεροι γενήσονται. τοῦτο δ᾽ οὐ μικρὰν ὠφέλειαν ἔχει. κατὰ μὲν δὴ πόλεις τὰ τοιαῦτ᾽ εὔηθες προλέγειν, μᾶλλον δ᾽ οὐδ᾽ ἐν δυνατῷ: ὡς δ᾽ ἂν ὑμῖν αὐτοῖς ὀφθῆτε χρώμενοι, τοιαύτην καὶ κατὰ τῶν ἄλλων προσδοκίαν παραστήσεθ᾽ ἑκάστοις. [8] φημὶ δὴ χρῆναι μήτε στρατηγῷ μήτε ῥήτορι μήτ᾽ ἰδιώτῃ μηδενὶ τῶν τὰ πρὸ τοῦ γε δοκούντων συνηγωνίσθαι τοῖς καθεστηκόσι μήτε μέμφεσθαι μήτ᾽ ἐπιτιμᾶν μηδένα μηδὲν ὅλως, ἀλλὰ συγχωρῆσαι πᾶσιν τοῖς ἐν τῇ πόλει πεπολιτεῦσθαι τὰ δέοντα, ἐπειδήπερ οἱ θεοί, καλῶς ποιοῦντες, σῴσαντες τὴν πόλιν ἀποδεδώκασιν ὑμῖν ὅ τι ἂν βούλησθ᾽ ἐξ ἀρχῆς βουλεύσασθαι, καὶ νομίζειν, ὥσπερ ἂν ἐν πλοίῳ τῶν μὲν ἱστίῳ, τῶν δὲ κώπαις ἀποφαινομένων κομίζεσθαι, λέγεσθαι μὲν ὑπ᾽ ἀμφοτέρων ἅπαντ᾽ ἐπὶ σωτηρίᾳ, γεγενῆσθαι δὲ τὴν χρείαν πρὸς τὰ συμβάντ᾽ ἀπὸ τῶν θεῶν. [9] ἐὰν τοῦτον τὸν τρόπον περὶ τῶν παρεληλυθότων ἐγνωκότες ἦτε, καὶ πιστοὶ πᾶσι γενήσεσθε, καὶ καλῶν κἀγαθῶν ἀνδρῶν ἔργα πράξετε, καὶ τὰ πράγματ᾽ ὠφελήσετ᾽ οὐ μικρά, καὶ τοὺς ἐναντιωθέντας ἐν ταῖς πόλεσιν ἢ μεταγνῶναι ποιήσετε πάντας ἢ κομιδῇ ὀλίγους τινὰς αὐτοὺς τοὺς αἰτίους καταλειφθῆναι. μεγαλοψύχως τοίνυν καὶ πολιτικῶς τὰ κοινῇ συμφέροντα πράττετε, καὶ τῶν ἰδίων <μὴ> μέμνησθε. [10] παρακαλῶ δ᾽ εἰς ταῦτ᾽ οὐ τυχὼν αὐτὸς τῆς τοιαύτης φιλανθρωπίας παρ᾽ ἐνίων, ἀλλ᾽ ἀδίκως καὶ στασιαστικῶς εἰς τὴν ἑτέρων χάριν προποθείς. ἀλλ᾽ οὔτε τὴν ἰδίαν ὀργὴν ἀποπληρῶν τὸ κοινῇ συμφέρον οἶμαι δεῖν βλάπτειν, οὔτε μείγνυμι τῆς ἰδίας ἔχθρας εἰς τὰ κοινῇ συμφέροντ᾽ οὐδέν, ἀλλ᾽ ἐφ᾽ ἃ τοὺς ἄλλους παρακαλῶ, ταῦτ᾽ αὐτὸς οἴομαι δεῖν πρῶτος ποιεῖν.

[11] Αἱ μὲν οὖν παρασκευαὶ καὶ ἃ δεῖ φυλάξασθαι, καὶ ἃ πράττων τις ἂν κατ᾽ ἀνθρώπινον λογισμὸν μάλιστα κατορθοίη, σχεδὸν εἴρηταί μοι: τοῖς δὲ καθ᾽ ἡμέραν ἐπιστατῆσαι, καὶ τοῖς ἐκ τοῦ παραχρῆμα συμβαίνουσιν ὀρθῶς χρῆσθαι, [12] καὶ γνῶναι τὸν ἑκάστου καιρόν, καὶ κρῖναι τί τῶν πραγμάτων ἐξ ὁμιλίας δυνατὸν προσαγαγέσθαι καὶ τί βίας προσδεῖται, τῶν ἐφεστηκότων [στρατηγῶν] ἔργον ἐστίν. διὸ καὶ χαλεπωτάτην τάξιν ἔχει τὸ συμβουλεύειν: τὰ γὰρ ὀρθῶς βουλευθέντα καὶ δοκιμασθέντα σὺν πολλῇ σπουδῇ καὶ πόνῳ πολλάκις τῷ τοὺς ἐπιστάντας ἄλλως χρήσασθαι διελυμάνθη. [13] νῦν μέντοι πάνθ᾽ ἕξειν καλῶς ἐλπίζω. καὶ γὰρ εἴ τις ὑπείληφεν εὐτυχῆ τὸν Ἀλέξανδρον τῷ πάντα κατορθοῦν, ἐκεῖνο λογισάσθω, ὅτι πράττων καὶ πονῶν καὶ τολμῶν, οὐχὶ καθήμενος ηὐτύχει. νῦν τοίνυν τεθνεῶτος ἐκείνου ζητεῖ τινας ἡ τύχη μεθ᾽ ὧν ἔσται. [14] τούτους δ᾽ ὑμᾶς δεῖ γενέσθαι. τούς θ᾽ ἡγεμόνας, δι᾽ ὧν ἀνάγκη τὰ πράγματα πράττεσθαι, ὡς εὐνουστάτους ἐπὶ τὰς δυνάμεις ἐφίστατε: καὶ ὅ τι ποιεῖν αὐτὸς ἕκαστος ὑμῶν δυνήσεται καὶ βουλήσεται, τοῦτο πρὸς αὑτὸν εἰπάτω καὶ ὑποσχέσθω. καὶ τοῦθ᾽ ὅπως μὴ ψεύσεται, μηδ᾽ ἐξηπατῆσθαι μηδὲ πεισθῆναι παρακρουσθεὶς φήσας ἀναδύσεται. [15] ὡς τὴν ἔκδειαν ὧν ἂν ἐλλίπηθ᾽ ὑμεῖς, οὐχ εὑρήσετε τοὺς ἀναπληρώσοντας: οὐδὲ τὸν αὐτὸν ἔχει κίνδυνον, περὶ ὧν ἐφ᾽ ὑμῖν ἐστιν ὅπως ἂν βούλησθε πρᾶξαι μεταβουλεύεσθαι πολλάκις, καὶ περὶ ὧν ἂν ἐνστῇ πόλεμος: ἀλλ᾽ ἡ περὶ τούτων μετάγνωσις ἧττα τῆς προαιρέσεως γίγνεται. μὴ δὴ ποιήσητε τοιοῦτο μηδέν, ἀλλ᾽ ὅ τι πράξετε γενναίως καὶ ἑτοίμως ταῖς ψυχαῖς, [16] τοῦτο χειροτονεῖτε, κἂν ἅπαξ ψηφίσησθε, τὸν Δία τὸν Δωδωναῖον καὶ τοὺς ἄλλους θεούς, οἳ πολλὰς καὶ καλὰς κἀγαθὰς καὶ ἀληθεῖς ὑμῖν μαντείας ἀνῃρήκασιν, ἡγεμόνας ποιησάμενοι καὶ παρακαλέσαντες, καὶ κατὰ τῶν νικητηρίων ἅπασιν αὐτοῖς εὐξάμενοι, μετὰ τῆς ἀγαθῆς τύχης ἐλευθεροῦτε τοὺς Ἕλληνας. εὐτυχεῖτε.