Μετάβαση στο περιεχόμενο

Διονυσιακά/40

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον μ΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


τεσσαρακοστὸν ἔχει δεδαϊγμένον ὄρχαμον Ἰνδῶν,
πῶς δὲ Τύρον Διόνυσος ἐδύσατο, πατρίδα Κάδμου.

οὐ δὲ Δίκην ἀλέεινε πανόψιον, οὐδὲ καὶ αὐτῆς
ἀρραγέος κλωστῆρος ἀκαμπέα νήματα Μοίρης·
ἀλλά μιν ἀθρήσασα πεφυζότα Παλλὰς Ἀθήνη—
ἕζετο γὰρ κατὰ πόντον ἐπὶ προβλῆτος ἐρίπνης,
5ναύμαχον εἰσορόωσα κορυσσομένων μόθον Ἰνδων—
ἐκ σκοπιῆς ἀνέπαλτο, καὶ ἄρσενα δύσατο μορφήν·
κλεψινόοις δ᾽ ὀάροισι παρήπαφεν ὄρχαμον Ἰνδῶν,
Μορρέος εἶδος ἔχουσα, χαριζομένη δὲ Λυαίῳ
Δηριάδην ἀνέκοψε, καὶ ὡς ἀλέγουσα κυδοιμοῦ
10φρικτὸν ἀπερροίβδησεν ἔπος πολυμεμφέι φωνῇ·


‘Φεύγεις, Δηριάδη; τίνι κάλλιπες Ἄρεα νηῶν;
πῶς δύνασαι ναέτῃσι φανήμεναι; ἢ πόθεν ἄντην
ὄψεαι Ὀρσιβόην μενεδήιον, αἴ κεν ἀκούσῃ
Δηριάδην φεύγοντα καὶ οὐ μίμνοντα γυναῖκας;
15αἴδεο Χειροβίην ῥηξήνορα, μή σε νοήσῃ
ὑσμίνην ἀσίδηρον ὑποπτήσσοντα Λυαίου,
ἣ δόρυ θοῦρον ἔχουσα καὶ ὀχλίζουσα βοείην
μάρνατο Βασσαρίδεσσι, συνεσπομένη παρακοίτῃ.
χάζεό μοι Μορρῆι λιπὼν μόθον· ἢν δ᾽ ἐθελήσῃς,
20αὐτὸς ἀριστεύσω καὶ ἀνάλκιδα Βάκχον ὀλέσσω. [p. 156]
πενθερὸν οὐ καλέσω σε πεφυζότα, σεῖο δὲ κούρης
ἔστω Χειροβίης ἕτερος πόσις· αἰδόμενος γὰρ
καλλείψω τεὸν ἄστυ, καὶ ἵξομαι εἰς χθόνα Μήδων,
ἵξομαι εἰς Σκυθίην, ἵνα μὴ σέο γαμβρὸς ἀκούσω.
25ἀλλ᾽ ἐρέεις· 'εὔοπλος ἐμὴ δάμαρ οἶδεν Ἐνυώ.'
εἰσὶν Ἀμαζονίδες περὶ Καύκασον, ὁππόθι πολλαὶ
Χειροβίης πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες·
κεῖθι δορικτήτην βριαρὴν ἀνάεδνον ἀκοίτης
εἰς γάμον, ἢν ἐθέλω, μίαν ἄξομαι· ἐν θαλάμοις γὰρ
30οὐ δέχομαι σέο παῖδα φυγοπτολέμοιο τοκῆος.’


ὣς φαμένη παρέπεισεν ἀγήνορα Δηριαδῆα,
καί οἱ θάρσος ἔδωκε τὸ δεύτερον, ὄφρα δαμείη
μαρναμένου Βρομίοιο τυπεὶς φθισήνορι θύρσῳ.
καὶ θρασὺς ἀγνώσσων δολίην παρεοῦσαν Ἀθήνην
35ψευδομένου Μορρῆος ἐλεγχέα μῦθον ἀκούων
χείλεσιν αἰδομένοισι παρήγορον ἴαχε φωνήν·


‘Φείδεο σῶν ἐπέων· τί με μέμφεαι, ἄτρομε Μορρεῦ;
οὐ πρόμος, οὐ πρόμος οὗτος, ἑὸν δέμας αἰὲν ἀμείβων.
καὶ γὰρ ἀμηχανέω, τίνι μάρναμαι ἢ τίνα βάλλω·
40σπεύδων μὲν πτερόεντι βαλεῖν Διόνυσον ὀιστῷ,
ἢ ξίφεϊ πλήξας μέσον αὐχένος, ἢ δόρυ πέμπων
οὐτῆσαι ποθέων διὰ γαστέρος, ἀντὶ Λυαίου
πόρδαλιν αἰολόνωτον ἐπαΐσσοντα κιχάνω...
μαρναμένου δὲ λέοντος ἐπείγομαι αὐχένα τέμνειν,
45καὶ θρασὺν ἀντὶ λέοντος ὄφιν δασπλῆτα δοκεύω·
σπεύδων δ᾽ ἀντὶ δράκοντος ὀπιπεύω ῥάχιν ἄρκτου·
εἰς λοφιὴν δ᾽ ἐπίκυρτον ἐμὸν δόρυ θοῦρον ἰάλλω,
ἀλλὰ μάτην τανύω δολιχὸν βέλος· ἀντὶ γὰρ ἄρκτου [p. 158]
φαίνεται ἠερόφοιτος ἀνούτατος ἱπταμένη φλόξ.
50κάπρον ἰδὼν ἐπιόντα βοὸς μυκηθμὸν ἀκούω,
ἀντὶ συός τινα ταῦρον ὑπὲρ λοξοῖο μετώπου
παπταίνω χαροπῇσιν ἀκοντίζοντα κεραίαις
ἡμετέρους ἐλέφαντας· ἐγὼ δ᾽ ἐμὸν ἆορ ἑλίσσω
θηρσὶ πολυσπερέεσσι, καὶ οὐχ ἕνα θῆρα δαμάζω.
55καὶ φυτὸν ἀθρήσας τανύω βέλος, ἀλλὰ φυγόντος
νύσσαν ἐς ἠερίην ὁρόω κυρτούμενον ὕδωρ.
ἔνθεν ἐγὼ τρομέων πολυφάρμακα θαύματα τέχνης
φύλοπιν ἀλλοπρόσαλλον ἀλυσκάζω Διονύσου·
ἀλλὰ πάλιν Βρομίῳ θωρήξομαι, ἄχρις ἐλέγξω
60μάγγανα τεχνήεντα δολορραφέος Διονύσου.’


ὣς εἰπὼν κεκόρυστο τὸ δεύτερον ἠθάδι λύσσῃ,
καὶ πάλιν ἐν πεδίῳ μόθος ἔβρεμε, μαρναμένῳ δὲ
εἰναλίην μετὰ δῆριν ἐθωρήχθη Διονύσῳ·
καὶ προτέρης Βρομίοιο λελασμένος ἔπλετο νίκης,
65ὁππότε δενδρήεντι περίπλοκος αὐχένα δεσμῷ
ἱκεσίην πολύευκτον ἀνέσχεθε μάρτυρι Βάκχῳ·
ἀλλὰ πάλιν πρόμος ἔσκε θεημάχος· εἶχε δὲ βουλὴν
διχθαδίην, ἢ Βάκχον ἑλεῖν ἢ δμῶα τελέσσαι.
τρὶς μὲν ἑὸν δόρυ πέμπε, καὶ ἤμβροτεν ἠέρα βάλλων·
70ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέδραμεν οἴνοπι Βάκχῳ
εἰς σκοπὸν ἀχρήιστον ἐπήορον ἔγχος ἰάλλων
Δηριάδης ὑπέροπλος, ἑοῦ συνάεθλον ἀγῶνος
γαμβρὸν ἑὸν καλέεσκε, καὶ οὐκέτι φαίνετο Μορρεύς·
ἀλλὰ μεταστρέψασα δολοπλόκον εἶδος Ἀθήνη
75δαίμονι βοτρυόεντι παρίστατο· δερκομένου δὲ
δείματι θεσπεσίῳ λύτο γούνατα Δηριαδῆος·
ἔγνω δ᾽ ἀνδρομέης ἀπατήλιον εἰκόνα μορφῆς
Μορρέος ἀντιτύποιο φέρειν μίμημα προσώπου·
καὶ δόλον ἠπεροπῆα σοφῆς ἐνόησεν Ἀθήνης. [p. 160]
80τὴν μὲν ἰδὼν Διόνυσος ἐγήθεεν, ἐν κραδίῃ δὲ
ψευδομένην γίνωσκε συναιχμάζουσαν Ἀθήνην.


καὶ τότε βοτρυόεις κοτέων βακχεύετο δαίμων
ὑψιτενὴς περίμετρος, ἴσος Παρνησσίδι πέτρῃ·
Δηριάδην δ᾽ ἐδίωκε ταχύδρομον· αὐτὰρ ὁ φεύγων
85κοῦφος ἐπειγομέναις ἐτιταίνετο σύνδρομος αὔραις·
ἀλλ᾽ ὅτε χῶρον ἵκανον, ὅπῃ πολεμητόκον ὕδωρ
κύματι λυσσώοντι γέρων κελάρυζεν Ὑδάσπης,
ἤτοι ὁ μὲν ποταμοῖο παρ᾽ ᾐόνας ἄπλετος ἔστη,
ὡς γενέτην συνάεθλον ἔχων κελάδοντα μαχητὴν
90ὑγρὸν ἀκοντιστῆρα κορυσσομένου Διονύσου,
δαίμων δ᾽ ἀμπελόεις ταμεσίχροα θύρσον ἰάλλων
ἀκρότατον χρόα μοῦνον ἐπέγραφε Δηριαδῆος.
αὐτὰρ ὁ κισσήεντι τυπεὶς φθισήνορι θαλλῷ
πατρῴῳ προκάρηνος ἐπωλίσθησε ῥεέθρῳ,
95μηκεδανοῖς μελέεσσι γεφυρώσας ὅλον ὕδωρ
αὐτόματος. χρονίην δὲ θεοὶ μετὰ φύλοπιν Ἰνδῶν
σὺν Διὶ παμμεδέοντι πάλιν νόστησαν Ὀλύμπῳ.
βάκχοι δ᾽ ἀμφαλάλαζον ἀδηρίτου Διονύσου
δῆριν ἀνευάζοντες, ἀολλίζοντο δὲ πολλοὶ
100ἔγχεσιν οὐτάζοντες ὅλον χρόα Δηριαδῆος.


Ὀρσιβόη δ᾽ ᾤμωξε πολυθρήνων ἐπὶ πύργων,
κείμενον ἀρτιδάικτον ὀδυρομένη παρακοίτην·
πενθαλέοις δ᾽ ὀνύχεσσι κατέγραφε κύκλα προσώπου,
καὶ σκολιῆς ὤλοψεν ἀκηδέα βότρυν ἐθείρης,
105καὶ κόνιν αἰθαλόεσσαν ἑοῦ κατέχευε καρήνου·
Χειροβίη δ᾽ ὀλόλυξε καταφθιμένοιο τοκῆος,
κυανέους δ᾽ ἤρασσε βραχίονας, ἀργυδέου δὲ
στέρνον ὅλον γύμνωσε διχαζομένοιο χιτῶνος·
Πρωτονόη δ᾽ ἀπέδιλος ἑὰς ξύουσα παρειάς, [p. 162]
110κύκλα κονισαλέοιο καταισχύνουσα προσώπου,
κλαῖεν ἐπ᾽ ἀμφοτέροισι καὶ ἀνέρι καὶ γενετῆρι,
διπλόον ἄλγος ἔχουσα, καὶ ἴαχε πενθάδι φωνῇ·


‘Ἆνερ, ἀπ᾽ αἰῶνος νέος ὤλεο· κὰδ δ᾽ ἐμὲ χήρην
ἔλλιπες ἐν μεγάροισιν ἀπειρήτην τοκετοῖο·
115νήπιον οὐ τέκον υἷα παραίφασιν· οὐ μετὰ νίκην
νόστιμον ἄνδρα νόησα τὸ δεύτερον, ἀλλὰ σιδήρῳ
αὐτὸς ἑῷ δέδμητο, καὶ οὔνομα δῶκε ῥεέθροις,
καὶ θάνεν ἐν ξείνοισιν, ὅπως ἐμὸν ἄνδρα καλέσσω
ἄσπορον αὐτοδάικτον ἀνόστιμον ὑγρὸν Ὀρόντην.
120μύρομαι ἀμφοτέρους καὶ Δηριάδην καὶ Ὀρόντην,
ἶσον ἀποφθιμένους διερὸν μόρον· ἀνδροφόνον γὰρ
Δηριάδην κρύφε κῦμα, ῤόος δ᾽ ἐκάλυψεν Ὀρόντην.
μητέρι δ᾽ οὐ γενόμην πανομοίιος· Ὀρσιβόη γὰρ
θυγατέρων ἤεισε καταφθαμένους ὑμεναίους·
125Πρωτονόης γάμον εἶδεν, ἐδέξατο γαμβρὸν Ὀρόντην,
Χειροβίην δ᾽ ἔζευξεν ἀνικήτῳ παρακοίτῃ,
ὃν τρομέει καὶ Βάκχος ὁ τηλίκος· ἀμφιέπει μὲν
Χειροβίη ζώοντα φίλον πόσιν, οὐ δέ ἑ θύρσος,
οὐ ῥόος ἐπρήνιξεν· ἐγὼ δ᾽ ἄρα διπλόα πάσχω,
130ἀνέρος οἰχομένοιο καὶ ὀλλυμένου γενετῆρος.
λῆγε, μάτην σέο παῖδα παρηγορέουσα, τιθήνη,
δός μοι ἔχειν ἐμὸν ἄνδρα, καὶ οὐ γενετῆρα γοήσω·
δεῖξον ἐμοί τινα παῖδα, παρήγορον ἀνδρὸς ἀνίης.
135τίς με λαβὼν κομίσειεν ἐς εὐρυρέεθρον Ὑδάσπην,
ὄφρα κύσω φίλον οἶδμα μελισταγέος ποταμοῖο;
τίς με λαβὼν κομίσειεν ἐς ἱερὰ τέμπεα Δάφνης,
ὄφρα περιπτύξαιμι καὶ ἐν προχοῇσιν Ὀρόντην;
εἴην ἱμερόεις καὶ ἐγὼ ῥόος· αἴθε καὶ αὐτἠ
δάκρυσιν ὀμβρηθεῖσα φανήσομαι αὐτόθι πηγή,
140ἧχι θανὼν εὔυδρος ἐμὸς πόσις οἶδμα κυλίνδει, [p. 164]
εὐνέτις ὑδατόεσσα· καὶ ἔσσομαι οἷα Κομαιθώ,
ἣ πάρος ἱμερόεντος ἐρασσαμένη ποταμοῖο
τέρπεται ἀγκὰς ἔχουσα καὶ εἰσέτι Κύδνον ἀκοίτην,
145ἀνδράσι πὰρ Κιλίκεσσι μεμηλότα μῦθον ἀκούω·
οὐ μὲν ἐγὼ ποθέουσα παρέρχομαι ἡδὺν Ὀρόντην,
οἷα φυγὰς Περίβοια, καὶ οὔ ποτε καμπύλον ὕδωρ
ἂψ ἀνασειράζουσα φυλάξομαι ὑγρὸν ἀκοίτην.
εἰ δέ μοι οὐ πέπρωτο θανεῖν παρὰ γείτονι Δάφνῃ,
150κύμασι πατροπάτωρ με κατακρύψειεν Ὑδάσπης,
μὴ Σατύρου κερόεντος ἐν ἀγκοίνῃσιν ἰαύσω,
μὴ Φρύγα κῶμον ἴδω, μὴ κύμβαλα χερσὶ τινάξω,
μὴ τελετὴν τελέσω φιλοπαίγμονα, μηδὲ νοήσω
Μαιονίην, μὴ Τμῶλον ἴδω, μὴ δῶμα Λυαίου
155ἤ ζυγὰ δουλοσύνης βαρυαχθέα, μή τις ἐνίψῃ·
‘κούρη Δηριάδαο δοριθρασέος βασιλῆος
ληιδίη μετὰ δῆριν ὑποδρήσσει Διονύσῳ.’’


ὣς φαμένης ἐλεεινὰ συνεστενάχοντο γυναῖκες,
ὧν πάις, ὧν τέθνηκεν ἀδελφεός, ὧς γενετῆρες
160ἢ πόσις ἀρτιγένειος ἀώριος. ἐκ δὲ καρήνου
Χειροβίη τίλλουσα κόμην ἤμυξε παρειάς·
διχθαδίαις δ᾽ ὀδύνῃσιν ἱμάσσετο, καὶ γενετῆρα
οὐ τόσον ἐστενάχιζεν, ὅσον νεμέσιζεν ἀκοίτῃ·
ἔκλυε γὰρ Μορρῆος ἐρωμανέουσαν ἀνάγκην
165καὶ δόλον ἠπεροπῆα σαόφρονα Χαλκομεδείης.
καί τινα μῦθον ἔειπεν ἑὸν ῥήξασα χιτῶνα· [p. 166]
‘Φειδόμενος μελίης γενέτην ἐμὸν ἔκτανε Μορρεύς·
οὐδὲ πέλε φθιμένου τιμήορος· ἐχθομένην δὲ
Χαλκομέδην ποθέων οὐκ ἤλασε θῆλυν Ἐνυώ,
170ἀλλ᾽ ἔτι Βασσαρίδεσσι χαρίζεται. εἴπατε, Μοῖραι·
τίς φθόνος Ἰνδῴην πόλιν ἔπραθε; τίς φθόνος ἄφνω
ἔχραεν ἀμφοτέρῃσι θυγατράσι Δηριαδῆος;
θνήσκων μὲν κατὰ δῆριν ἑὴν παράκοιτιν Ὀρόντης
Πρωτονόην ἀκόμιστον ἐθήκατο πενθάδα χήρην,
175Χειροβίην δ᾽ ἀπέειπεν ἔτι ζώουσαν ἀκοίτης.
γνωτῆς δ᾽ ἡμετέρης ὀλοώτερα πήματα πάσχω·
Πρωτονόη πόσιν ἔσχεν ἀοσσητῆρα τιθήνης,
Χειροβίη πόσιν ἔσχεν ἑῆς δηλήμονα πάτρης,
αἰχμητὴν ἀνόνητον, ὀπάονα Κυπρογενείης
180ἄλκιμον, ἀλλοπρόσαλλον, ὁμοφρονέοντα Λυαίῳ.
εἰς ἐμὲ θωρήχθη καὶ ἐμὸς γάμος· ἡμετέρου γὰρ
Μορρέος ἱμείροντος ἐσυλήθη πόλις Ἰνδῶν·
πατρὸς ἐνοσφίσθην χάριν ἀνέρος· ἡ πρὶν ἀγήνωρ
καὶ θυγάτηρ βασιλῆος, ἐγώ ποτε δεσπότις Ἰνδῶν.
185ἔσσομαι ἀμφιπόλων καὶ ἐγὼ μία· καὶ τάχα δειλὴ
δμωίδα Χαλκομέδειαν ἐμὴν δέσποιναν ἐνίψω.
σήμερον Ἰνδὸν ἔδεθλον ἔχεις, ἀπατήλιε, Μορρεῦ·
αὔριον αὐτοκέλευστος ἐλεύσεαι εἰς χθόνα Λυδῶν,
Χαλκομέδης διὰ κάλλος ὑποδρήσσων Διονύσῳ.
190ἀμφαδὰ Χαλκομέδης ἔχε δέμνια, νυμφίε Μορρεῦ·
οὐκέτι γὰρ τρομέεις βλοσυρὸν στόμα Δηριαδῆος.
χάζεο, κικλήσκει σε δράκων πάλιν, ὅς σε διώκει
φρουρὸν ἀσυλήτοιο γάμου συριγμὸν ἰάλλων.’


τοῖα μὲν ἀχνυμένη βαρυδάκρυος ἔννεπε νύμφη·
195Πρωτονόη δ᾽ ὀλόλυξε τὸ δεύτερον. ἀμφοτέραις δὲ
χεῖρας ἐπικλίνασα κατηφέας ἴαχε μήτηρ· [p. 168]


‘Πατρίδος ἡμετέρης πέσον ἐλπἱδες· οὐκέτι λεύσσω
ἀνέρα Δηριαδῆα καὶ οὐκέτι γαμβρὸν Ὀρόντην.
Δηριάδης τέθνηκεν· ἐσυλήθη πόλις Ἰνδῶν,
200ἀρραγὲς ἤριπε τεῖχος ἐμῆς χθονός· αἴθε καὶ αὐτὴν
Βάκχος ἑλὼν ὀλέσῃ με σὺν ὀλλυμένῳ παρακοίτῃ,
καί με λαβὼν ῥίψειεν ἐς ὠκυρέεθρον Ὑδάσπην,
γαῖαν ἀναινομένην· ἐχέτω δέ με πενθερὸν ὕδωρ,
Δηριάδην δ᾽ ἐσίδω καὶ ἐν ὕδασι· μηδὲ νοήσω
205Πρωτονόην ἀέκουσαν ἐφεσπομένην Διονύσῳ,
μή ποτε Χειροβίης ἕτερον γόον οἰκτρὸν ἀκούσω
ἑλκομένης ἐς ἔρωτα δορικτήτων ὑμεναίων·
μὴ πόσιν ἄλλον ἴδοιμι μετ᾽ ἀνέρα Δηριαδῆα.
εἴην Νηιάδεσσιν ὀμέστιος, ὅττι καὶ αὐτὴν
210Λευκοθέην ζώουσαν ἐδέξατο κυανοχαίτης,
καὶ μία Νηρεΐδων κικλήσκεται, ἀντὶ δὲ λευκῆς
ἄλλη κυανόπεζα φανήσομαι ὑδριὰς Ἰνώ.’


τοῖα μὲν ἑλκεχίτωνες ἐπωδύροντο γυναῖκες
ἱστάμεναι στοιχηδὸν ἐρισμαράγων ἐπὶ πύργων.


215βάκχοι δ᾽ ἐκροτάλιζον ἀπορρίψαντες Ἐνυώ,
τοῖον ἔπος βοόωντες ὁμογλώσσων ἀπὸ λαιμῶν·


‘Ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν ὄρχαμον Ἰνδῶν.’


καὶ γελόων Διόνυσος ἐπάλλετο χάρματι νίκης,
ἀμπνεύσας δὲ πόνοιο καὶ αἱματόεντος ἀγῶνος
220πρῶτα μὲν ἐκτερέιξεν ἀτυμβεύτων στίχα νεκρῶν,
δωμήσας ἕνα τύμβον ἀπείριτον εὐρέι κόλπῳ
ἄκριτον ἀμφὶ πυρὴν ἑκατόμπεδον· ἀμφὶ δὲ νεκροῖς
Μυγδονὶς αἰολόμολπος ἐπέκτυπεν αἴλινα σύριγξ,
καὶ Φρύγες αὐλητῆρες ἀνέπλεκον ἄρσενα μολπὴν [p. 170]
225πενθαλέοις στομάτεσσιν, ἐπωρχήσαντο δὲ Βάκχαι
ἁβρὰ μελιζομένοιο Γανύκτορος Εὐάδι φωνῇ·
καὶ Κλεόχου Βερέκυντες ὑπὸ στόμα δίζυγες αὐλοὶ
φρικτὸν ἐμυκήσαντο Λίβυν γόον, ὃν πάρος ἄμφω
Σθεννώ τ᾽ Εὐρυάλη τε μιῇ πολυδειράδι φωνῇ
230ἀρτιτόμῳ ῥοιζηδὸν ἐπεκλαύσαντο Μεδούσῃ
φθεγγομένων κεφαλῇσι διηκοσίῃσι δρακόντων,
ὧν ἄπο μυρομένων σκολιὸν σύριγμα κομάων
θρῆνον πουλυκάρηνον ἐφημίξαντο Μεδούσης.


παυσάμενος δὲ πόνοιο, καὶ ὕδατι γυῖα καθήρας,
235ὤπασε λυσιμόθοισι θεουδέα κοίρανον Ἰνδοῖς,
κρινάμενος Μωδαῖον· ἐπὶ ξυνῷ δὲ κυπέλλῳ
Βάκχοις δαινυμένοισι μιῆς ἥψαντο τραπέζης
ξανθὸν ὕδωρ πίνοντες ἀπ᾽ οἰνοπόρου ποταμοῖο.
καὶ χορὸς ἄσπετος ἔσκεν· ἐπεσκίρτησε δὲ πολλὴ
240Βασσαρὶς οἰστρήεντι πέδον κρούουσα πεδίλῳ,
καὶ Σάτυρος βαρύδουπον ἐπιρρήσσων χθόνα ταρσῷ
λοξὰ κυβιστητῆρι ποδῶν βακχεύετο παλμῷ,
πῆχυν ἐπικλίνων μανιώδεος αὐχένι Βάκχης·
καὶ πρυλέες Βρομίοιο συνωρχήσαντο βοείαις,
245καὶ τροχαλῆς κλονέοντες ἐνόπλια κύκλα χορείης
ῥυθμὸν ἐμιμήσαντο φερεσσακέων Κορυβάντων,
καὶ στρατὸς ἱππήων κορυθαιόλον εἰς χορὸν ἔστη
νίκην πανδαμάτειραν ἀνευάζων Διονύσου·
οὐδέ τις ἄψοφος ἦεν· ὁμογλώσσῳ δ᾽ ἀλαλητῷ
250εἰς πόλον ἑπτάζωνον ἀνέδραμεν εὔιος ἠχώ.


ἀλλ᾽ ὅτε λυσιπόνοιο παρήλυθε κῶμος ἑορτῆς,
νίκης ληίδα πᾶσαν ἑλὼν μετὰ φύλοπιν Ἰνδῶν [p. 172]
ἀρχαίης Διόνυσος ἑῆς ἐμνήσατο πάτρης,
λύσας ἑπταέτηρα θεμείλια δηιοτῆτος.
255καὶ δηίων ὅλον ὄλβον ἐληίζοντο μαχηταί
ὧν ὁ μὲν Ἰνδὸν ἴασπιν, ὁ δὲ γραπτῆς ὑακίνθου
Φοιβάδος εἶχε μέταλλα καὶ ἔγχλοα νῶτα μαράγδου·
ἄλλος ἐυκρήπιδος ὑπὸ σκοπιῇσιν Ἰμαίου
ὄρθιον ἴχνος ἔπειγε δορικτήτων ἐλεφάντων,
260ὅς δὲ παρ᾽ Ἡμωδοῖο βαθυσπήλυγγι κολώνῃ
ἤλασεν Ἰνδῴων μετανάστιον ἅρμα λεόντων
κυδιόων, ἕτερος δὲ κατ᾽ αὐχένος ἅμμα πεδήσας
Μυγδονίην ἔσπευδεν ἐς ᾐόνα πόρδαλιν ἕλκειν·
καὶ Σάτυρος πεφόρητο, φιλακρήτῳ δὲ πετήλῳ
265στικτὸν ἔχων προκέλευθον ἐκώμασε τίγριν ἱμάσσων·
ἄλλος ἄγων νόστησεν ἑῇ Κυβεληίδι νύμφῃ
φυταλιὴν εὔοδμον ἁλιτρεφέων δονακήων,
καὶ λίθον ἀστράπτουσαν Ἐρυθραίης γέρας ἅλμης·
πολλὴ δ᾽ ἐκ θαλάμοιο σὺν ἀρτιγάμῳ παρακοίτῃ
270ληιδίη πλοκάμων μελανόχροος ἕλκετο νύμφη,
δέσμιον αὐχένα δοῦλον ὑποζεύξασα λεπάδνῳ.
χειρὶ δὲ κουφίζουσα ῥυηφενέος χύσιν ὄλβου
εἰς σκοπιάς Τμώλοιο θεόσσυτος ἤιε Βάκχη,
κῶμον ἀνευάζουσα παλιννόστῳ Διονύσῳ.


275καὶ στρατιῇ Διόνυσος ἐδάσσατο ληίδα χάρμης
λαὸν ὅλον συνάεθλον ὑπότροπον οἴκαδε πέμπων
Ἰνδῴην μετὰ δῆριν· ἀπεσσεύοντο δὲ λαοὶ
μάρμαρα κουφίζοντες Ἑώια δῶρα θαλάσσης,
ὄρνεά τ᾽ αἰολόμορφα· παλιννόστῳ δὲ πορείῃ
280κῶμον ἀνευάζοντες ἀνικήτῳ Διονύσῳ [p. 174]
πάντες ἐβακχεύοντο, πολυκμήτοιο λιπόντες
μνῆστιν ὅλου πολέμοιο, Βορειάδι σύνδρομον αὔρῃ
σκιδναμένην· καὶ ἕκαστος ἔχων ἀναθήματα νίκης
ὄψιμον εἰς δόμον ἦλθε παλίνδρομος. ἀντί δὲ πάτρης
285Ἀστέριος τότε μοῦνος ἀνιπτοπόδων σχεδὸν Ἄρκτων
Φάσιδος ἀμφὶ ῥέεθρον ἀθαλπέι νάσσατο γαίῃ
Μασσαγέτην παρὰ κόλπον, ἑοῦ γενέταο τοκῆος
ναίων ἀστερόεντος ὑπὸ σφυρὰ δύσνιφα Ταύρου,
φεύγων Κνώσσιον ἄστυ καὶ ἀρσενόπαιδα γενέθλην,
290Πασιφάην στυγέων καὶ ἑὸν Μίνωα τοκῆα,
καὶ Σκυθίην προβέβουλεν ἑῆς χθονός· αὐτὰρ ὁ μούνοις
Βάκχος ἑοῖς Σατύροισι καὶ Ἰνδοφόνοις ἄμα Βάκχαις
Καυκασίην μετὰ δῆριν Ἀμαζονίου ποταμοῖο
Ἀρραβίης ἐπέβαινε τὸ δεύτερον, ἧχι θαμίζων
295λαὸν ἀβακχεύτων Ἀράβων ἐδίδαξεν ἀείρειν
μυστιπόλους νάρθηκας· ἀεξιφύτοιο δὲ λόχμης
Νύσια Βοτρυόεντι κατέστεφεν οὔρεα θαλλῷ.


Ἀρραβίης δὲ τένοντα βαθύσκιον ἄλσος ἐάσας
ἀτραπὸν Ἀσσυρίην διεμέτρεε πεζὸς ὁδίτης,
300καὶ Τυρίων μενέαινεν ἰδεῖν χθόνα πατρίδα Κάδμου·
κεῖθι γὰρ ἴχνος ἔκαμψε, καὶ ἄσπετα πέπλα δοκεύων
θάμβεεν Ἀσσυρίης ἑτερόχροα δαίδαλα τέχνης,
ἄργυφον εἰσορόων Βαβυλωνίδος ἔργον Ἀράχνης·
καὶ Τυρίῃ σκοπίαζε δεδευμένα φάρεα κόχλῳ,
305πορφυρέους σπινθῆρας ἀκοντίζοντα θαλάσσης,
ἧχι κύων ἁλιεργὸς ἐπ᾽ αἰγιαλοῖσιν ἐρέπτων
ἐνδόμυχον χαροπῇσι γενειάσι θέσκελον ἰχθὺν
χιονέας πόρφυρε παρηίδας αἵματι κόχλου, [p. 176]
χείλεα φοινίξας διερῷ πυρί, τῷ ποτε μούνῳ
310φαιδρὸν ἁλιχλαίνων ἐρυθαίνετο φᾶρος ἀνάκτων.


καὶ πόλιν ἀθρήσας ἐπεγήθεεν, ἣν ἐνοσίχθων
οὐ διερῷ μίτρωσεν ὅλῳ ζωστῆρι θαλάσσης,
ἀλλὰ τύπον λάχε τοῖον Ὀλύμπιον, οἷον ὑφαίνει
ἀγχιτελὴς λείπουσα μιῇ γλωχῖνι σελήνη.
315καί οἱ ὀπιπεύοντι μέσην χθόνα σύζυγον ἅλμῃ
διπλόον ἔλλαχε θάμβος, ἐπεὶ Τύρος εἰν ἁλὶ κεῖται
εἰς χθόνα μοιρηθεῖσα, συναπτομένη δὲ θαλάσσῃ
τριχθαδίαις λαγόνεσσι μίαν ξυνώσατο μίτρην·
νηχομένῃ δ᾽ ἀτίνακτος ὁμοίιος ἔπλετο κούρῃ,
320καὶ κεφαλὴν καὶ στέρνα καὶ αὐχένα δῶκε θαλάσσῃ,
χεῖρας ἐφαπλώσασα μέση διδυμάονι πόντῳ,
γείτονι λευκαίνουσα θαλασσαίῳ δέμας ἀφρῷ,
καὶ πόδας ἀμφοτέρους ἐπερείσατο μητέρι γαίῃ.
καὶ πόλιν ἐννοσίγαιος ἔχων ἀστεμφέι δεσμῷ
325νυμφίος ὑδατόεις περινήχεται, οἷα συνάπτων
πήχεϊ παφλάζοντι περίπλοκον αὐχένα νύμφης.


καὶ Τύρον εἰσέτι Βάκχος ἐθάμβεε, τῇ ἔνι μούνῃ
βουκόλος ἀγχικέλευθος ὁμίλεε γείτονι ναύτῃ
συρίζων παρὰ θῖνα, καὶ αἰπόλος ἰχθυβολῆι
330δίκτυον αἶ ἐρύοντι, καὶ ἀντιτύποισιν ἐρετμοῖς
σχιζομένων ὑδάτων ἐχαράσσετο βῶλος ἀρότρῳ·
εἰναλίης δ᾽ ὀάριζον ὁμήλυδες ἐγγύθι λόχμης
ποιμένες... ὑλοτόμοισι, καὶ ἔβρεμεν εἰν ἑνὶ χώρῳ
φλοῖσβος ἁλός, μύκημα βοῶν, ψιθύρισμα πετήλων,
335πεῖσμα, φυτόν, πλόος, ἄλσος, ὕδωρ, νέες, ὁλκάς, ἐχέτλη, [p. 178]
μῆλα, δόναξ, δρεπάνη, σκαφίδες, λίνα, λαίφεα, θώρηξ.
καὶ τάδε παπταίνων πολυθαμβέα ῥήξατο φωνήν·


‘Νῆσον ἐν ἠπείρῳ πόθεν ἔδρακον; εἰ θέμις εἰπεῖν,
τηλίκον οὕ ποτε κάλλος ἐσέδρακον· ὑψιτενῆ γὰρ
340δένδρεα συρίζει παρὰ κύματα, Νηρεΐδος δὲ
φθεγγομένης κατὰ πόντον Ἀμαδρυὰς ἐγγὺς ἀκούει,
καὶ Τυρίοις πελάγεσσι καὶ ἀγχιάλοισιν ἀρούραις
πνείων ἐκ Λιβάνοιο μεσημβρινὸς ἁβρὸς ἀήτης
ἄσθματι καρποτόκῳ προχέει νηοσσόον ἀήτην,
345ψύχων ἀγρονόμον καὶ ναυτίλον εἰς πλόον ἕλκων,
καὶ χθονίην δρεπάνην βυθίῃ πελάσασα τριαίνῃ
φθέγγεται ὑγρομέδοντι θαλυσιὰς ἐνθάδε Δηώ,
κωφῆς ἄβροχον ἅρμα καθιππεύοντι γαλήνης,
ἰθύνειν δρόμον ἶσον ὁμοζήλων ἐπὶ δίφρων,
350ὄμπνια μαστίζουσα μετάρσια νῶτα δρακόντων.
ὦπι πασιμέλουσα, τύπος χθονός, αἰθέρος εἰκών,
συμφυέος τρίπλευρον ἔχεις τελαμῶνα θαλάσσης.’


ὣς εἰπὼν παράμειβε δι᾽ ἄστεος ὄμμα τιταίνων·
καί οἱ ὀπιπεύοντι λιθογλώχινες ἀγυιαὶ
355μαρμαρυγὴν ἀνέφαινον ἀμοιβαίοιο μετάλλου·
καὶ προγόνου δόμον εἶδεν Ἀγήνορος, ἔδρακεν αὐλὰς
καὶ θάλαμον Κάδμοιο, καὶ ἁρπαμένης ποτὲ νύμφης
Εὐρώπης ἀφύλακτον ἐδύσατο παρθενεῶνα,
μνῆστιν ἔχων κερόεντος ἑοῦ Διός· ἀρχεγόνους δὲ
360πηγὰς θάμβεε μᾶλλον ὅπῃ χθονίου διὰ κόλπου
νάματος ἐκχυμένου παλινάγρετον εἰς μίαν ὤρην
χεύμασιν αὐτογόνοισι πολυτρεφὲς ἔλυεν ὕδωρ·
εἶδεν Ἀβαρβαρέης γόνιμον ῥόον, ἔδρακε πηγὴν [p. 180]
Καλλιρόην ἐρόεσσαν ἐπώνυμον, εἶδε καὶ αὐτῆς
365ἁβρὸν ἐρευγομένης Δροσερῆς νυμφήιον ὕδωρ.


ἀλλ᾽ ὅτε πάντα νόησεν ἑῷ φιλοτερπέι θυμῷ,
εἰς δόμον Ἀστροχίτωνος ἐκώμασε, καὶ πρόμον ἄστρων
τοῖον ἔπος βοόων ἐκαλέσσατο μύστιδι φωνῇ·
‘Ἀστροχίτων Ἤρακλες, ἄναξ πυρός ὄρχαμε κόσμου,
370ἠέλιε, βροτέοιο βίου δολιχόσκιε ποιμήν,
ἱππεύων ἑλικηδὸν ὅλον πόλον αἴθοπι δίκῃ,
υἷα χρόνου λυκάβαντα δυωδεκάμηνον ἑλίσσων,
κύκλον ἄγεις μετὰ κύκλον· ἀφ᾽ ὑμετέροιο δὲ δίφρου
γήραϊ καὶ νεότητι ῥέει μορφούμενος αἰών·
375μαῖα σοφῆς ὠδῖνος ἀμήτορος εἰκόνα Μήνης
ὠδίνεις τριέλικτον, ὅτε δροσόεσσα Σελήνη
σῆς λοχίης ἀκτῖνος ἀμέλγεται ἀντίτυπον πῦρ,
ταυρείην ἐπίκυρτον ἀολλίζουσα κεραίην·
παμφαὲς αἰθέρος ὄμμα, φέρεις τετράζυγι δίφρῳ
380χεῖμα μετὰ φθινόπωρον, ἄγεις θέρος εἶαρ ἀμείβων.
νὺξ μὲν ἀκοντιστῆρι διωκομένη σέο πυρσῷ
χάζεται ἀστήρικτος, ὅτε ζυγὸν ἄργυφον ἕλκων
ἀκροφανὴς ἵππειος ἱμάσσεται ὄρθιος αὐχήν,
σεῖο δὲ λαμπομένοιο φαάντερον οὐκέτι λάμπων
385ποικίλος εὐφαέεσσι χαράσσεται ἄστρασι λειμών,
χεύμασι δ᾽ ἀντολικοῖο λελουμένος Ὠκεανοῖο
σεισάμενος γονόεσσαν ἀθαλπέος ἰκμάδα χαίτης
ὄμβρον ἄγεις φερέκαρπον, ἐπ᾽ εὐώδινι δὲ Γαίῃ
ἠερίης ἠῷον ἐρεύγεαι ἀρδμὸν ἐέρσης,
390καὶ σταχύων ὠδῖνας ἀναλδαίνεις σέο δίσκῳ [p. 182]
ῥαίνων ζωοτόκοιο δι᾽ αὔλακος ὄμπνιον ἀκτήν.
Βῆλος ἐπ᾽ Εὐφρήταο, Λίβυς κεκλημένος Ἄμμων,
Ἆπις ἔφυς Νειλῷος, Ἄραψ Κρόνος, Ἀσσύριος Ζεύς·
καὶ ξύλα κηώεντα φέρων γαμψώνυχι ταρσῷ
395χιλιέτης σοφὸς ὄρνις ἐπ᾽ εὐόδμῳ σέο βωμῷ
φοίνιξ, τέρμα βίοιο φέρων αὐτόσπορον ἀρχήν,
τίκτεται ἰσοτύποιο χρόνου παλινάγρετος εἰκών,
λύσας δ᾽ ἐν πυρὶ γῆρας ἀμείβεται ἐκ πυρὸς ἥβην·
εἴτε Σάραπις ἔφυς, Αἰγύπτιος ἀννέφελος Ζεύς,
400εἰ Κρόνος, εἰ Φαέθων πολυώνυμος, εἴτε σὺ Μίθρης,
ἠέλιος Βαβυλῶνος, ἐν Ἑλλάδι Δελφὸς Ἀπόλλων
εἰ Γάμος, ὃν σκιεροῖσιν Ἔρως ἔσπειρεν ὀνείροις
μιμηλῆς τελέων ἀπατήλιον ἵμερον εὐνῆς,
ἐκ Διὸς ὑπνώοντος ὅτε γλωχῖνι μαχαίρης
405αὐτογάμῳ σπόρον ὑγρὸν ἐπιξύσαντος ἀρούρης
οὐρανίαις λιβάδεσσιν ἐμαιώθησαν ἐρίπναι,
εἴτε σὺ Παιήων ὀδυνήφατος, εἰ πέλες Αἰθὴρ
ποικίλος, Ἀστροχίτων δὲ φατίζεαι—ἐννύχιοι γὰρ
οὐρανὸν ἀστερόεντες ἐπαυγάζουσι χιτῶνες—·
410οὔασιν εὐμενέεσσιν ἐμὴν ἀσπάζεο φωνήν.’


τοῖον ἔπος Διόνυσος ἀνήρυγεν. ἐξαπίνης δὲ
ἔνθεον εἶδος ἔχων θεοδέγμονος ἔνδοθι νηοῦ
Ἀστροχίτων ἤστραψε· πυριγλήνου δὲ προσώπου
μαρμαρυγὴν ῥοδόεσσαν ἀπηκόντιζον ὀπωπαί·
415καὶ θεὸς αἰγλήεις παλάμην ὤρεξε Λυαίῳ,
ποικίλον εἷμα φέρων, τύπον αἰθέρος, εἰκόνα κόσμου,
στίλβων ξανθὰ γένεια καὶ ἀστερόεσσαν ὑπήνην·
καί μιν ἐυφραίνων φιλίῃ μείλιξε τραπέζῃ.
αὐτὰρ ὁ θυμὸν ἔτερπεν ἀδαιτρεύτῳ παρὰ δείπνῳ
420ψαύων ἀμβροσίης καὶ νέκταρος· οὐ νέμεσις δέ, [p. 184]
εἰ γλυκὺ νέκταρ ἔπινε μετὰ γλάγος ἄμβροτον Ἥρης·
εἴρετο δ᾽ Ἀστροχίτωνα χέων φιλοπευθέα φωνήν·


‘Ἀστροχίτων με δίδασκε, τύπῳ χθονός, εἰκόνι νήσου,
τίς θεὸς ἄστυ πόλισσε, τίς ἔγραφεν οὐρανίη χείρ;
425τίς σκοπέλους ἀνάειρε καὶ ἐρρίζωσε θαλάσσῃ;
τίς κάμε δαίδαλα ταῦτα; πόθεν λάχον οὔνομα πηγαί;
τίς χθονὶ νῆσον ἔμιξεν ὁμόζυγα μητρὶ θαλάσσῃ;’


εἶπε· καὶ Ἡρακλέης φιλίῳ μειλίξατο μύθῳ·
‘Βάκχε, σὺ μὲν κλύε μῦθον· ἐγὼ δέ σε πάντα διδάξω.
430ἐνθάδε φῶτες ἔναιον, ὁμόσπορος οὕς ποτε μούνους
ἀενάου κόσμοιο συνήλικας ἔδρακεν Αἰών,
ἁγνὸν ἀνυμφεύτοιο γένος χθονός, ὧν τότε μορφὴν
αὐτομάτην ὤδινεν ἀνήροτος ἄσπορος ἰλύς·
οἳ πόλιν ἰσοτύπων δαπέδων αὐτόχθονι τέχνῃ
435πετραίοις ἀτίνακτον ἐπυργώσαντο θεμέθλοις.
καί ποτε πηγαίῃσι παρ᾽ εὐύδροισι χαμευναῖς
ἠελίου πυρόεντος ἱμασσομένης χθονὸς ἀτμῷ
τερψινόου Ληθαῖον ἀμεργόμενοι πτερὸν Ὕπνου
εὗδον ὁμοῦ, κραδίῃ δὲ φιλόπτολιν οἶστρον ἀέξων
440γηγενέων στατὸν ἴχνος ἐπῃώρησα καρήνῳ,
καὶ βροτέου σκιοειδὲς ἔχων ἴνδαλμα προσώπου
θέσφατον ὀμφήεντος ἀνήρυγον ἀνθερεῶνος·
ὕπνον ἀποσκεδάσαντες ἀεργέα, παῖδες ἀρούρης,
τεύξατέ μοι ξένον ἅρμα βατῆς ἁλός· ὀξυτόμοις δὲ
445κόψατέ μοι πελέκεσσι ῥάχιν πιτυώδεος ὕλης·
τεύξατέ μοι σοφὸν ἔργον· ὑπὸ σταμίνεσσι δὲ πυκνοῖς
ἰκρία γομφώσαντες ἐπασσυτέρῳ τινὶ κόσμῳ [p. 186]
συμφερτὴν ἀτίνακτον ἀρηρότι δήσατε δεσμῷ,
δίφρον ἁλός, σχεδίην πρωτόπλοον, ἣ διὰ πόντου
450ὑμέας ὀχλίζειε· καὶ ἀγκύλον ἄκρον ἀπ᾽ ἄκρου
πρωτοπαγὲς δόρυ μακρὸν ὅλον στήριγμα δεχέσθω·
ἰκρία δὲ σταμίνεσσιν ἀρηρότα δήσατε κύκλῳ,
τοίχου δουρατέου πυκινὸν τύπον· ὑψιτενὲς δὲ
σφιγγόμενον δεσμοῖσι μέσον ξύλον ὄρθιον ἔστω·
455καὶ λίνεον πλατὺ φᾶρος ἐφάψατε δούρατι μέσσῳ,
συμπλεκέας δὲ κάλωας ἀμοιβαδίς, ὧν ἀπὸ δεσμῶν
ἐκταδὸν ἠερίῳ κολπώσατε φᾶρος ἀήτῃ
ἔγκυον ἐξ ἀνέμου νηοσσόον· ἀρτιπαγῆ δὲ
φράξατε λεπταλέοισι σεσηρότα δούρατα γόμφοις,
460πυκνὰ περιστρώσαντες ὁμοζυγέων ἐπὶ τοίχων
ῥίπεσιν οἰσυΐνοις, μὴ φώριον οἶδμα χυθείη
ἐνδόμυχον γλαφυροῖο κεχηνότι δούρατος ὁλκῷ.
καὶ σχεδίης οἴηκα κυβερνητῆρα πορείης
ὑγρῆς ἀτραπιτοῖο πολύστροφον ἡνιοχῆα
465πάντοθι δινεύοντες, ὅπῃ νόος ὑμέας ἕλκει,
δουρατέῳ κενεῶνι χαράξατε νῶτα θαλάσσης,
εἰσόκε χῶρον ἵκοισθε μεμορμένον, ὁππόθι δισσαὶ
ἀσταθέες πλώουσιν ἀλήμονες εἰν ἁλὶ πέτραι,
ἃς Φύσις Ἀμβροσίας ἐπεφήμισεν, αἷς ἔνι θάλλει
470ἥλικος αὐτόρριζον ὁμόζυγον ἔρνος ἐλαίης,
πέτρης ὑγροπόροιο μεσόμφαλον· ἀκροτάτοις δὲ
αἰετὸν ἀθρήσητε παρεδρήσσοντα κορύμβοις
καὶ φιάλην εὔτυκτον· ἀπὸ φλογεροῖο δὲ δένδρου
θαμβαλέους σπινθῆρας ἐρεύγεται αὐτόματον πῦρ,
475καὶ σέλας ἀφλεγέος περιβόσκεται ἔρνος ἐλαίης·
καὶ φυτὸν ὑψιπέτηλον ἕλιξ ὄφις ἀμφιχορεύει,
ἀμφότερον βλεφάροισι καὶ οὔασι θάμβος ἀέξων· [p. 188]
οὐ γὰρ ἀερσιπότητον ἐς αἰετὸν ἄψοφος ἕρπων
λοξὸς ἀπειλητῆρι δράκων περιβάλλεται ὁλκῷ,
480οὐδὲ διαπτύων θανατηφόρον ἰὸν ὀδόντων
ὄρνιν ἑαῖς γενύεσσι κατεσθίει, οὐδὲ καὶ αὐτὸς
αἰετὸς ἑρπηστῆρα πολυσπείρητον ἀκάνθαις
ἁρπάξας ὀνύχεσσι μετάρσιος ἠέρα τέμνει,
οὐδέ μιν ὀξυόδοντι καταγράψειε γενείῳ·
485οὐδέ τανυπρέμνοιο φυτοῦ πεφορημένος ὄζοις
πυρσὸς ἀδηλήτου περιβόσκεται ἔρνος ἐλαίης,
οὐδὲ δρακοντείων φολίδων σπείρημα μαραίνει
σύννομον ἀγχικέλευθον, ὁμοπλεκέων δὲ καὶ αὐτῶν
οὐ πτερύγων ὄρνιθος ἐφάπτεται ἁλλόμενον πῦρ,
ἀλλὰ φυτοῦ κατὰ μέσσα φίλον σέλας ἀτμὸν ἰάλλει·
490οὐδὲ κύλιξ ἀτίνακτος ἐπήορος ὑψόθι πίπτει
σειομένων ἀνέμοισιν ὀλισθήσασα κορύμβων.
καὶ σοφὸν ἀγρεύσαντες ὁμόχρονον ὄρνιν ἐλαίης
αἰετὸν ὑψιπέτην ἱερεύσατε κυανοχαίτῃ,
495λύθρον ἐπισπένδοντες ἁλιπλανέεσσι κολώναις
καὶ Διὶ καὶ μακάρεσσι· καὶ ἄστατος οὐκέτι πέτρη
πλάζεται ὑγροφόρητος, ἀκινήτοις δὲ θεμέθλοις
αὐτομάτη ζωσθεῖσα συνάπτεται ἄζυγι πέτρῃ.
πήξατε δ᾽ ἀμφοτέραις ἐπικείμενον ἄστυ κολώναις
500ἀμφοτέρης ἑκάτερθεν ἐπὶ κρηπῖδι θαλάσσης.'
τοῖον ἔπος μαντῷον ἀνήρυγον· ἐγρόμενοι δὲ
Γηγενέες δεδόνηντο, καὶ οὔασιν αἰὲν ἑκάστου
θέσκελος ἀπλανέων ἐπεβόμβεε μῦθος ὀνείρων.
τοῖσι δ᾽ ἐγὼ τέρας ἄλλο μετὰ πτερόεντας ὀνείρους
505ἀχνυμένοις ἀνέφηνα, φιλόκτιτον ἦθος ἀέξων
ἐσσόμενος πολιοῦχος· ὑπερκύψας δὲ θαλάσσης
ἀντίτυπον μίμημα φέρων ἰσόζυγι μορφῇ
εἰς πλόον αὐτοδίδακτον ἐνήχετο ναυτίλος ἰχθύς·
τὸν τότε παπταίνοντες ἐοικότα νηὶ θαλάσσης [p. 190]
510καὶ πλόον εὐποίητον ἄτερ καμάτοιο μαθόντες,
καὶ σχεδίην πήξαντες ὁμοίιον ἰχθύι πόντου
ναυτιλίης τύπον ἶσον ἐμιμήσαντο θαλάσσης.
καὶ πλόος ἦν· πισύρων δὲ λίθων ἰσοελκέι φόρτῳ
ναυτιλίην ἰσόμετρον ἐπιστώσαντο θαλάσσῃ,
515καὶ γεράνων ἀτίνακτον ἐμιμήσαντο πορείην.
αἳ στομάτων ἔντοσθεν ἀοσσητῆρα κελεύθου
λᾶαν ἐλαφρίζουσι καταχθέα, μή ποτε κείνων
ἱπταμένων πτερὰ κοῦφα παραπλάγξειεν ἀήτης,
εἰσόκε χῶρον ἐκεῖνον ἐσέδρακον, ἧχι θυέλλαις
520εἰς πλόον αὐτοκέλευθον ἐναυτίλλοντο κολῶναι.
καὶ σχεδίην ἔστησαν ἁλιστεφάνῳ παρὰ νήσῳ,
καὶ σπιλάδων ἐπέβαινον, ὅπῃ φυτὸν ἦεν Ἀθήνης.
τοῖσι δὲ μαιομένοισιν ἐφέστιον ὄρνιν ἐλαίης
αἰετὸς ἠερόφοιτος ἑκούσιον εἰς μόρον ἔστη·
525Γηγενέες δὲ λαβόντες ἐύπτερον ἔνθεον ἄγρην,
ἂψ ἀνασειράζοντες ὀπισθοτόνοιο καρήνου
γυμνὸν ἐφαπλώσαντες ἐλεύθερον ἀνθερεῶνα,
αἰετὸν αὐτοκέλευθον ἐδαιτρεύσαντο μαχαίρῃ
Ζηνὶ καὶ ὑγρομέδοντι· δαϊζομένου δὲ σιδήρῳ
530ἔμφρονος οἰωνοῖο νεοσφαγέων ἀπὸ λαιμῶν
θέσκελον ἔρρεεν αἷμα, θαλασσοπόρους δὲ κολώνας
δαιμονίαις λιβάδεσσιν ἐπερρίζωσε θαλάσσῃ
ἄγχι Τύρου παρὰ πόντον· ἐπ᾽ ἀρραγέεσσι δὲ πέτραις
Γηγενέες βαθύκολπον ἐδωμήσαντο τιθήνην.
535σοὶ μέν, ἄναξ Διόνυσε, πεδοτρεφὲς αἷμα Γιγάντων
ἔννεπον αὐτολόχευτον Ὀλύμπιον, ὄφρα δαείης
ὑμετέρων προγόνων Τυρίην αὐτόχθονα φύτλην·
ἀμφὶ δὲ πηγάων μυθήσομαι· ἀρχέγονοι γὰρ
παρθενικαὶ πάρος ἦσαν ἐχέφρονες, ὧν ἐπὶ μίτρῃ [p. 192]
540θερμὸς Ἔρως κεχόλωτο, καὶ ἱμερόεν βέλος ἕλκων
τοῖον ἀλεξιγάμοισιν ἔπος ξυνώσατο Νύμφαις·
Ν̔ηὶς Ἀβαρβαρέη φιλοπάρθενε, δέξο καὶ αὐτὴ
τοῦτο βέλος, τό περ ἔσχεν ὅλη φύσις· ἐνθάδε πήξω
παστάδα Καλλιρόης, Δροσερῆς δ᾽ ὑμέναιον ἀείσω.
545ἀλλ᾽ ἐρέεις· ‘μεθέπω διερὸν γένος, ἐκ δὲ ῥοάων
αὐτοτελὴς γενόμην, καὶ ἐμὴ τροφὸς ἔπλετο πηγή.’
νηιὰς ἦν Κλυμένη καὶ ἀπόσπορος Ὠκεανοῖο·
ἀλλὰ γάμοις ὑπόειξεν, ἐνυμφεύθη δὲ καὶ αὐτή,
ὡς ἴδε λάτριν Ἔρωτος ἀρείονα κυανοχαίτην
550οἴστρῳ Κυπριδίῳ δεδονημένον· ἀρχέγονος δὲ
Ὠκεανὸς ποταμοῖσι καὶ ὕδασι πᾶσι κελεύων
Τηθύος οἶδεν ἔρωτα καὶ εὐύδρους ὑμεναίους.
τέτλαθι καὶ σὺ φέρειν ἴσα Τηθύι. τοσσατίης δὲ
ἐξ ἁλὸς αἷμα φέρουσα καὶ οὐκ ὀλίγης ἀπὸ πηγῆς
555ἱμείρει Γαλάτεια μελιζομένου Πολυφήμου,
καὶ βυθίη χερσαῖον ἔχει πόσιν, ἐκ δὲ θαλάσσης
πηκτίδι θελγομένη μετανάστιος εἰς χθόνα βαίνει.
καὶ πηγαὶ δεδάασιν ἐμὸν βέλος· οὔ σε διδάξω
ἵμερον ὑδατόεντα· ποθοβλήτοιο δὲ πηγῆς
560ἔκλυες ὑγρὸν ἔρωτα Συρηκοσίης Ἀρεθούσης·
Ἀλφειὸν δεδάηκας, ὃς ἰκμαλέῳ παρὰ παστῷ
ὑδρηλαῖς παλάμαις περιβάλλεται ἠθάδα Νύμφην.
πηγῆς αἷμα φέρουσα τί τέρπεαι ἰοχεαίρῃ;
Ἄρτεμις οὐ βλάστησεν ἀφ᾽ ὕδατος, ὡς Ἀφροδίτη.
ἔννεπε Καλλιρόῃ· Δροσερῇ μὴ κρύπτε καὶ αὐτῇ.
565Κύπριδι μᾶλλον ὄφελλες ἄγειν χάριν, ὅττι καὶ αὐτὴ
αὐχένα κάμψεν Ἔρωτι, καὶ εἰ τροφός ἐστιν Ἐρώτων.
δέχνυσο κέντρα πόθοιο, καὶ ὑγρονόμον σε καλέσσω
εἰς γενεήν, ἐς ἔρωτα κασιγνήτην Ἀφροδίτης.᾿
570τοῖον ἔπος κατέλεξεν· ὀπισθοτόνοιο δὲ τόξου [p. 194]
τριπλόα πέμπε βέλεμνα, καὶ εὐύδρῳ παρὰ παστῷ
Νηιάδων φιλότητι συνήρμοσεν υἷας ἀρούρης,
καὶ Τυρίης ἔσπειρε θεηγενὲς αἷμα γενέθλης.’


τοῖα μὲν Ἡρακλέης πρόμος αἰθέρος ἔννεπε Βάκχῳ
575τερψινόοις ὀάροισιν· ὁ δέ φρένα τέρπετο μύθῳ,
καὶ πόρεν Ἡρακλῆι, τὸν οὐρανίη κάμε τέχνη,
χρυσοφαῆ κρητῆρα σελασφόρον· Ἡρακλέης δὲ
ἀστραίῳ Διόνυσον ἀνεχλαίνωσε χιτῶνι


καὶ θεὸν ἀστροχίτωνα Τύρου πολιοῦχον ἐάσας
580Ἀσσυρίης ἑτέρης ἐπεβήσατο Βάκχος ἀρούρης.