Μετάβαση στο περιεχόμενο

Διονυσιακά/41

Από Βικιθήκη
Διονυσιακῶν βιβλίον μα΄
Συγγραφέας:
Διονυσιακά
Nonnus of Panopolis. Dionysiaca. W.H.D. Rouse. Cambridge, MA., Harvard University Press; London, William Heinemann, Ltd. 1940-1942.


πρῶτον τεσσαρακοστὸν ἔχει, πίθεν υἱέι Μύρρης
ἄλλην Κύπριν ἔτικτεν Ἀμυμώνην Ἀφροδίτη.

ἄρτι μέν ὀφρυόεντος ὑπὲρ Λιβάνοιο καρήνων
πήξας ἀγλαόκαρπον ἐπὶ χθονὶ βότρυν ὀπώρης
οἰνοτόκους ἐμέθυσσεν ὅλης κενεῶνας ἀρούρης·
καὶ Παφίης δόμον εἶδε γαμήλιον· ἡμερίδων δὲ
5ἔρνεσιν ἀρτιφύτοισι βαθύσκιον ἄλσος ἐρέψας
ἀμπελόεν πόρε δῶρον Ἀδώνιδι καὶ Κυθερείῃ.
καὶ Χαρίτων χορὸς ἦεν· ἀεξιφύτοιο δὲ λόχμης
ἡμερίδων ζωστῆρι θορὼν ἐπιβήτορι παλμῷ
κισσὸς ἀερσιπότητος ἐμιτρώθη κυπαρίσσῳ


10ἀλλὰ θεμιστοπόλου Βερόης παρὰ γείτονι πέζῃ
ὕμνον Ἀμυμώνης, Λιβανηίδες εἴπατε Μοῦσαι,
καὶ βυθίου Κρονίδαο καὶ εὐύμνοιο Λυαίου
Ἄρεα κυματόεντα καὶ ἀμπελόεσσαν Ἐνυώ.


ἔστι πόλις Βερόη, βιότου τρόπις, ὅρμος Ἐρώτων,
15ποντοπαγής, εὔνησος, ἐύχλοος, οὖ ῥάχις ἰσθμοῦ
στεινὴ μῆκος ἔχοντος, ὅπῃ διδύμης μέσος ἅλμης
κύμασιν ἀμφοτέροισιν ἱμάσσεται ὄρθιος αὐχήν·
ἀλλὰ τὰ μὲν βαθύδενδρον ὑπὸ ῥάχιν αἴθοπος Εὔρου [p. 198]
Ἀσσυρίῳ Λιβάνῳ παραπέπταται, ἧχι πολίταις
20ὄρθια συρίζουσα βιοσσόος ἔρχεται αὔρη,
εὐόδμοις ἀνέμοισι τινασσομένων κυπαρίσσων...
50σύννομος ἰχθυβολῆι γέρων ἐμελίζετο ποιμήν.
καί δόμος ἀγρονόμων, ὅθι πολλάκις ἐγγύθι λόχμης
Πανὶ μελιζομένῳ δρεπανηφόρος ἤντετο Δηώ,
καί τις ἐφ᾽ ἱστοβοῆι γεωμόρος αὐχένα κάμψας,
25ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,
γείτονι μηλοβοτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης,
σφίγξας σύζυγα ταῦρον, ὁμίλεε κυρτὸς ἀροτρεύς.
ἄλλα δὲ πὰρ πελάγεσσιν ἔχει πόλις, ἧχι τιταίνει
στέρνα Ποσειδάωνι, καὶ ἔμβρυον αὐχένα κούρης
30πήχεϊ μυδαλέῳ περιβάλλεται ὑγρὸς ἀκοίτης,
πέμπων ὑδατόεντα φιλήματα χείλεσι νύμφης·
καὶ βυθίη ἀπὸ χειρὸς ὁμευνέτις ἠθάδι κόλπῳ
ἕδνα Ποσειδάωνος ἁλίτροφα πώεα λίμνης
δέχνυται, ἰχθυόεντα πολύχροα δεῖπνα τραπέζης,
35εἰναλίῃ Νηρῆος ἐπισκαίροντα τραπέζῃ,
ἀρκτῴην παρὰ πέζαν, ὅπῃ βαθυκύμονος ἀκτῆς
μηκεδανῷ κενεῶνι βορήιος ἕλκεται αὐλών.
ἀμφὶ δέ τερψινόοιο μεσημβρινὸν αὐχένα γαίης
εἰς ῥαχίην Νοτίην ψαμαθώδεές εἰσιν ἀταρποὶ
40εἰς χθόνα Σιδονίην, ὅθι ποικίλα δένδρεα κήπων
καὶ σταφυλαὶ κομόωσι, τανυπτόρθοις δὲ πετήλοις
δάσκιος ἀπλανέεσσι τιταίνεται οἶμος ὁδίταις.
δοχμώσας δὲ ῥέεθρον ἐπ᾽ ᾐόνι πόντος ἀράσσει
ἀμφὶ δύσιν κυανωπόν, ὅπῃ λιγυηχέι ταρσῷ
45ἑσπερίων Ζεφύροιο καθιππεύοντος ἐναύλων
συριγμῷ δροσόεντι Λίβυς ῥιπίζεται ἀγκών,
ἀνθεμόεις ὅθι χῶρος, ὅπῃ παρὰ γείτονι πόντῳ [p. 200]
φυταλιαὶ θαλέουσι, καὶ εὐπετάλων ἀπὸ δένδρων
ἄσθματι βομβήεντι μελίζεται ἔμπνοος ὕλη.


ἐνθάδε φῶτες ἔναιον ὁμήλικες ἠριγενείης,
οὓς Φύσις αὐτογένεθλος ἀνυμφεύτῳ τινὶ θεσμῷ
ἤροσε νόσφι γάμων, ἀπάτωρ, ἀλόχευτος, ἀμήτωρ,
ὁππότε συμμιγέων ἀτόμων τετράζυγι δεσμῷ
55ὕδατι καὶ πυρόεντι πεφυρμένον ἠέρος ἀτμῷ
σύζυγα μορφώσασα σοφὸν τόκον ἄσπορος ἰλὺς
ἔμπνοον ἐψύχωσε γονὴν ἐγκύμονι πηλῷ,
οἶς Φύσις εἶδος ὄπασσε τελεσφόρον· ἀρχεγόνου γὰρ
Κέκροπος οὐ τύπον εἶχον, ὃς ἰοβόλῳ ποδὸς ὁλκῷ
60γαῖαν ἐπιξύων ὀφιώδεϊ σύρετο ταρσῷ,
νέρθε δράκων, καὶ ὕπερθεν ἀπ᾽ ἰξύος ἄχρι καρήνου
ἀλλοφυὴς ἀτέλεστος ἐφαίνετο δίχροος ἀνήρ·
οὐ τύπον ἄγριον εἶχον Ἐρεχθέος, ὃν τέκε Γαίης
αὔλακι νυμφεύσας γαμίην Ἥφαιστος ἐέρσην·
65ἀλλὰ θεῶν ἴνδαλμα γονῆς αὐτόχθονι ῥίζῃ
πρωτοφανής χρύσειος ἐμαιώθη στάχυς ἀνδρῶν.
καί Βερόης νάσσαντο πόλιν πρωτόσπορον ἕδρην,
ἣν Κρόνος αὐτὸς ἔδειμε, σοφῆς ὅτε νεύματι Ῥείης
ὀκρυόεν θέτο δόρπον ἑῷ πολυχανδέι λαιμῷ.
70καί λίθον Εἰλείθυιαν ἔων βεβριθότι φόρτῳ,
θλιβομένης πολύπαιδος ἀκοντιστῆρα γενέθλης,
χανδὸν ὅλου ποταμοῖο ῥόον νεφεληδὸν ἀφύσσων
στήθεϊ παφληάφοντι μογοστόκον ἔστασεν ὕδωρ,
λύσας γαστέρος ὄγκον· ἐπασσυτέρους δὲ διώκων
75δισσοτόκους υἱῆας ἀνήρυγεν ἔγκυος αὐχήν,
πορθμὸν ἔχων τοκετοῖο λεχώιον ἀνθερεῶνα· [p. 202]
Ζεὺς τότε κοῦρος ἔην, ἔτι που βρέφος· οὔ ποτε πυκνῷ
θερμὸν ἀνασχίζουσα νέφος βητάρμονι παλμῷ
ἀστεροπὴ σελάγιζε, καὶ οὐ Τιτηνίδι χάρμῃ
80Ζηνὸς ἀοσσητῆρες ὀιστεύοντο κεραυνοί·
οὐδὲ συνερχομένων νεφέων μυκήτορι ῥόμβῳ
βρονταίη βαρύδουπος ἐβόμβεεν ὄμβριος ἠχώ.
ἀλλὰ πόλις Βερόη προτέρη πέλεν, ἣν ἅμα γαίῃ
πρωτοφανὴς ἐνόησεν ὁμήλικα σύμφυτος Αἰών·
85οὐ τότε Ταρσὸς ἔην τερψίμβροτος, οὐ τότε Θήβη,
οὐ τότε Σάρδιες ἦσαν, ὅπῃ Πακτωλίδος ὄχθης
χρυσὸν ἐρευγομένης ἀμαρύσσεται ὄλβιος ἰλύς,
Σάρδιες, Ἠελίοιο συνήλικες· οὐ γένος ἀνδρῶν,
οὐ τότε τις πόλις ἦεν Ἀχαιιάς, οὐδὲ καὶ αὐτὴ
90Ἀρκαδίη προσέληνος· ἀνεβλάστησε δὲ μούνη
πρεσβυτέρη Φαέθοντος, ὅθεν φάος ἔσχε Σελήνη.
καὶ φθαμένη χθόνα πᾶσαν, ἑῷ παμμήτορι κόλπῳ
ἠελίου νεοφεγγὲς ἀμελγομένη σέλας αἴγλης
καὶ φάος ὀψιτέλεστον ἀκοιμήτοιο Σελήνης,
95πρώτη κυανέης ἀπεσείσατο κῶνον ὀμίχλης,
καὶ χάεος ζοφόεσσαν ἀπεστυφέλιξε καλύπτρην·
καὶ φθαμένη Κύπροιο καὶ Ἴσθμιον ἄστυ Κορίνθου
πρώτη Κύπριν ἔδεκτο φιλοξείνῳ πυλεῶνι
ἐξ ἁλὸς ἀρτιλόχευτον, ὅτε βρυχίην Ἀφροδίτην
100οὐρανίης ὤδινεν ἀπ᾽ αὔλακος ἔγκυον ὕδωρ,
ὁππόθι νόσφι γάμων ἀρόσας ῥόον ἄρσενε λύθρῳ
αὐτοτελὴς μορφοῦτο θυγατρογόνῳ γόνος ἀφρῷ,
καὶ Φύσις ἔπλετο μαῖα· συναντέλλων δὲ θεαίνῃ
στικτὸς ἱμάς, στεφανηδὸν ἐπ᾽ ἰξύι κύκλον ἑλίξας,
105αὐτομάτῳ ζωστῆρι δέμας μίτρωσεν ἀνάσσης.
καὶ θεὸς ἰχνεύουσα δι᾽ ὕδατος ἄψοφον ἀκτὴν
οὐ Πάφον, οὐκ ἐπὶ Βύβλον ἀνέδραμεν, οὐ πόδα χέρσῳ [p. 204]
Κωλιάδος ῥηγμῖνος ἐφήρμοσεν, ἀλλὰ καὶ αὐτῶν
ὠκυτέρῃ στροφάλιγγι παρέτρεχεν ἄστυ Κυθήρων·
110καὶ χρόα φυκιόεντι περιτρίψασα κορύμβῳ
πορφυρέη πέλε μᾶλλον· ἀκυμάντοιο δὲ πόντου
χεῖρας ἐρετμώσασα θεητόκον ἔσχισεν ὕδωρ
νηχομένη, καὶ στέρνον ἐπιστορέσασα θαλάσσῃ
σιγαλέην ἀνέκοπτε χαρασσομένην ἅλα ταρσῷ,
115καὶ δέμας ᾐώρησε, διχαζομένης δὲ γαλήνης
ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ·
καὶ Βερόης ἐπέβαινε· ποδῶν δ᾽ ἐπίβαθρα θεαίνης
ἐξ ἁλὸς ἐρχομένης ναέτης ἐψεύσατο Κύπρου.
πρώτη Κύπριν ἔδεκτο· καὶ ὑψόθι γείτονος ὅρμου
120αὐτοφυεῖς λειμῶνες ἐρευγόμενοι βρύα ποίης
ἤνθεον ἔνθα καὶ ἔνθα, πολυψαμάθῳ δ᾽ ἐνὶ κόλπῳ
ἠιόνες ῥοδέοισιν ἐφοινίσσοντο κορύμβοις,
πέτρη δ᾽ ἀφριόωσα θυώδεος ἔγκυος οἴνου
πορφυρέην ὠδῖνα χαραδραίῳ τέκε μαζῷ,
125ληναίαις λιβάδεσσι κατάσκιον ὄμβρον ἐέρσης...
ἀργεννὴ κελάρυζε γαλαξαίῳ χύσις ὁλκῷ·
αὐτοχύτου δὲ μύροιο μετάρσιον ἀτμὸν ἑλίσσων
ἠερίους ἐμέθυσσε πόρους εὔοδμος ἀήτης.
καὶ τότε θοῦρον Ἔρωτα, γονῆς πρωτόσπορον ἀρχήν,
130ἁρμονίης κόσμοιο φερέσβιον ἡνιοχῆα,
ἀρτιφανὴς ὤδινεν ἐπ᾽ ὀφρύσι γείτονος ὅρμου·
καὶ πάις ὠκυπόδης, κόπον ἄρσενα ποσσὶ τινάξας,
γαστρὸς ἀμαιεύτοιο μογοστόκον ἔφθασεν ὥρην,
μητρὸς ἀνυμφεύτοιο μεμυκότα κόλπον ἀράξας,
135θερμὸς ἔτι πρὸ τόκοιο· κυβιστητῆρι δὲ παλμῷ [p. 206]
δινεύων πτερὰ κοῦφα πύλας ὤιξε λοχείης.
καὶ ταχὺ αἰγλήεντι θορὼν ἐπί μητρὸς ἀγοστῷ
ἄστατος ἀκλινέεσσιν Ἔρως ἀνεπάλλετο μαζοῖς,
στήθεϊ παιδοκόμῳ τετανυσμένος· εἶχε δὲ φορβῆς
140ἵμερον αὐτοδίδακτον· ἀνημέλκτοιο δὲ θηλῆς
ἄκρα δακὼν γονίμων λιβάδων τεθλιμμένον ὄγκῳ
οἰδαλέων ἀκόρητος ὅλον γλάγος ἔσπασε μαζῶν.


ῥίζα βίου, Βερόη, πολίων τροφός, εὖχος ἀνάκτων,
πρωτοφανής, Αἰῶνος ὁμόσπορε, σύγχρονε κόσμου,
145ἕδρανον Ἑρμείαο, Δίκης πέδον, ἄστυ θεμίστων,
ἔνδιον Εὐφροσύνης, Παφίης δόμος, οἶκος Ἐρώτων,
Βάκχου τερπνὸν ἔδεθλον, ἐναύλιον ἰοχεαίρης,
Νηρεΐδων ἀνάθημα, Διὸς δόμος, Ἄρεος αὐλή,
Ὀρχομενὸς Χαρίτων, Λιβανηίδος ἄστρον ἀρούρης,
150Τηθύος ἰσοέτηρος, ὁμόδρομος Ὠκεανοῖο,
ὃς Βερόην ἐφύτευσεν ἑῷ πολυπίδακι παστῷ
Τηθύος ἰκμαλέοισιν ὁμιλήσας ὑμεναίοις,
ἥν περ Ἀμυμώνην ἐπεφήμισαν, εὖτέ ἑ μήτηρ
ὑδρηλῆς φιλότητος ὑποβρυχίῃ τέκεν εὐνῇ


155ἀλλά τις ὁπλοτέρη πέλεται φάτις, ὅττί μιν αὐτὴ
ἀνδρομέης Κυθέρεια κυβερνήτειρα γενέθλης
Ἀσσυρίῳ πάνλευκον Ἀδώνιδι γείνατο μήτηρ·
καὶ δρόμον ἐννεάκυκλον ἀναπλήσασα Σελήνης
φόρτον ἐλαφρίζει· φθάμενος δέ μιν ὠκέι ταρσῷ,
160ἐσσομένων κήρυκα, Λατινίδα δέλτον, ἀείρων,
εἰς Βερόης ὠδῖνα μογοστόκος ἤλυθεν Ἑρμῆς,
καὶ Θέμις Εἰλείθυια, καὶ οἰδαλέου διὰ κόλπου [p. 208]
στεινομένης ὠδῖνος ἀναπτύξασα καλύπτρην
ὀξὺ βέλος κούφιζε πεπαινομένου τοκετοῖο,
165θεσμὰ Σόλωνος ἔχουσα· πιεζομένη δὲ λοχείῃ
λυσιτόκῳ βαρὺ νῶτον ἐπικλίνασα θεαίνῃ
Κύπρις ἀνωδίνεσκε, καὶ Ἀτθίδος ὑψόθι βίβλου
παῖδα σοφὴν ἐλόχευσε, Λακωνίδες οἷα γυναῖκες
υἱέας ὠδίνουσιν ἐπ᾽ εὐκύκλοιο βοείης·
170καὶ τόκον ἀρτιλόχευτον ἀπέπτυε θήλεϊ κόλπῳ
ἄρσενα μαῖαν ἔχουσα δικασπόλον υἱέα Μαίης·
καὶ βρέφος εἰς φάος ἦγεν. ἐχυτλώσαντο δέ κούρην
τέσσαρες ἄστεα πάντα διιππεύοντες ἀῆται,
ἐκ Βερόης ἵνα γαῖαν ὅλην πλήσωσι θεμίστων·
175τῇ δὲ λοχευομένῃ πρωτάγγελος εἰσέτι θεσμῶν
Ὠκεανὸς πόρε χεῦμα λεχώιον ἰξύι κόσμου
ἀενάῳ τελαμῶνι χέων μιτρούμενον ὕδωρ·
χερσὶ δὲ γηραλέῃσιν ἐς ἀρτιτόκου χρόα κούρης
σπάργανα πέπλα Δίκης ἀνεκούφισε σύντροφος Αἰών,
180μάντις ἐπεσσομένων, ὅτι γήραος ἄχθος ἀμείβων,
ὡς ὄφις ἀδρανέων φολίδων σπείρημα τινάξας,
ἔμπαλιν ἡβήσειε λελουμένος οἴδμασι θεσμῶν·
θεσπεσίην δὲ θύγατρα λοχευομένης Ἀφροδίτης
σύνθροον ἐκρούσαντο μέλος τετράζυγες Ὧραι.


185καὶ Παφίης ὠδῖνα τελεσσιγόνοιο μαθόντες
θῆρες ἐβακχεύοντο· λέων δέ τις ἁβρὸν ἀθύρων
χείλεϊ μειλιχίῳ ῥαχίην ἠσπάζετο ταύρου,
ἀκροτέροις στομάτεσσι φίλον μυκηθμὸν ἰάλλων,
καὶ τροχαλῇ βαρύδουπον ἐπιρρήσσων πέδον ὁπλῇ
190ἵππος ἀνεκροτάλιζε γενέθλιον ἦχον ἀράσσων,
καὶ ποδὸς ὑψιπόροιο θορὼν ἐπιβήτορι παλμῷ
πόρδαλις αἰολόνωτος ἐπεσκίρτησε λαγωῷ,
ὠρυγῆς δ᾽ ὀλόλυγμα χέων φιλοπαίγμονι λαιμῷ [p. 210]
ἀδρύπτοις γενύεσσι λύκος προσπτύξατο ποίμνην,
195καί τις ἐνὶ ξυλόχοισι λιπών κεμαδοσσόον ἄγρην,
ἄλλον ἔχων γλυκὺν οἶστρον, ἁμιλλητῆρι χορείῃ
ὀρχηστὴρ ἐρίδαινε κύων βητάρμονι κάπρῳ,
καὶ πόδας ὀρθώσασα, περιπλεχθεῖσα δὲ δειρῇ,
ἄρκτος ἀδηλήτῳ δαμάλην ἠγκάσσατο δεσμῷ,
200πυκνὰ δὲ κυρτώσασα φιλέψιον ἄντυγα κόρσης
πόρτις ἀνεσκίρτησε, δέμας λιχμῶσα λεαίνης,
ἡμιτελές μύκημα νέων πέμπουσα γενείων,
καὶ φιλίων ἐλέφαντι δράκων ἔψαυεν ὀδόντων·
καὶ δρύες ἐφθέγξαντο· γαληναίῳ δὲ προσώπῳ
205ἠθάδα πέμπε γέλωτα φιλομμειδὴς Ἀφροδίτη,
τερπομένων ὁρόωσα λεχώια παίγνια θηρῶν.
πᾶσι μὲν ἀμφελέλιζε γεγηθότα κύκλον ὀπωπῆς,
πᾶσιν ὁμοῦ· μούνην δὲ συῶν οὐκ ἤθελε λεύσσειν
τερπωλήν, ἅτε μάντις, ἐπεί συὸς εἰκόνι μορφῆς
210Ἄρης καρχαρόδων θανατηφόρον ἰὸν ἰάλλων
ζηλομανὴς ἤμελλεν Ἀδώνιδι πότμον ὑφαίνειν.


καὶ Βερόην γελόωσαν ἔτι βρέφος ἅμματι χειρῶν
δεξαμένη παρὰ μητρὸς ὅλου κόσμοιο τιθήνη
παρθένος Ἀστραίη, χρυσέης θρέπτειρα γενέθλης,
215ἔννομα παππάζουσαν ἀνέτρεφεν ἔμφρονι μαζῷ·
παρθενίῳ δὲ γάλακτι ῥοὰς βλύζουσα θεμίστων
χείλεα παιδὸς ἔδευσε, καὶ ἔβλυεν εἰς στόμα κούρης
Ἀτθίδος ἡδυτόκοιο περιθλίψασα μελίσσης
δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης,
220κηρία φωνήεντα σοφῷ κεράσασα κυπέλλῳ· [p. 212]
εἴ ποτε διψαλέη ποτὸν ᾔτεεν, ὤρεγε κούρῃ
Πύθιον Ἀπόλλωνι λάλον πεφυλαγμένον ὕδωρ
ἢ ῥόον Ἰλισσοῖο, τὸν ἔμπνοον Ἀτθίδι Μούσῃ
Πιερικαὶ δονέουσιν ἐπ᾽ ᾐόνι Φοιβάδες αὖραι·
καὶ στάχυν ἀστερόεντα περιγνάμψασα κορύμβῳ
χρύσεον, οἷά περ ὁρμόν, ἐπ᾽ αὐχένι θήκατο κούρης.
225κοῦραι δ᾽ ἁβρὰ λοετρὰ χορίτιδες Ὀρχομενοῖο
ἀμφίπολοι Παφίης μεμελημένον ἐννέα Μούσαις
ἐκ κρήνης ἀρύοντο νοήμονος ἵππιον ὕδωρ.


230καὶ Βερόη βλάστησεν ὁμόδρομος ἰοχεαίρῃ,
δίκτυα θηρητῆρος ἀερτάζουσα τοκῆος·
καὶ Παφίης ὅλον εἶδος ὁμόγνιον εἶχε τεκούσης
καὶ πόδας αἰγλήεντας· ὑπερκύψασα δὲ πόντου
χιονέῳ σκαίρουσα Θέτις βητάρμονι ταρσῷ
235ἄλλην ἀργυρόπεζαν ἴδεν Θέτιν· αἰδομένη δὲ
κρύπτετο δειμαίνουσα πάλιν στόμα Κασσιεπείης.
Ἀσσυρίην δ᾽ ἑτέρην δεδοκημένος ἄζυγα κούρην
Ζεὺς πάλιν ἐπτοίητο, καἰ ἤθελεν εἶδος ἀμεῖψαι·
καί νύ κε φόρτον Ἔρωτος ἔχων ταυρώπιδι μορφῇ
240ἀκροβαφὴς πεφόρητο δι᾽ ὕδατος ἴχνος ἐρέσσων,
κουφίζων ἀδίαντον ὑπὲρ νώτοιο γυναῖκα,
εἰ μὴ μνῆστις ἔρυκε βοοκραίρων ὑμεναίων
Σιδονίς, ἀστερόεν δὲ μέλος ζηλήμονι λαιμῷ
νυμφίος Εὐρώπης μυκήσατο, Ταῦρος Ὀλύμπου,
245μὴ βοὸς ἰσοτύποιο δι᾽ αἰθέρος εἰκόνα τεύχων
ποντοπόρων στήσειε νεώτερον ἄστρον Ἐρώτων·
καὶ Βερόην διεροῖσιν ὀφειλομένην ὑμεναίοις [p. 214]
γνωτῷ λεῖπεν ἄκοιτιν, ἐπιχθονίης περὶ νύμφης
ὑσμίνην γαμίης πεφυλαγμένος ἐννοσιγαίου.


250τοίη ἔην Βερόη, Χαρίτων θάλος· εἴ ποτε κούρη
λαροτέρην σίμβλοιο μελίρρυτον ἤπυε φωνήν,
ἡδυεπὴς ἀκόρητος ἐφίστατο χείλεσι Πειθὼ
καὶ πινυτὰς οἴστρησεν ἀκηλήτων φρένας ἀνδρῶν·
Ἀσσυρίης δ᾽ ἔκρυπτον ὁμήγυριν ἥλικος ἥβης
255ὀφθαλμοὶ γελόωντες, ἀκοντιστῆρες Ἐρώτων,
φαιδροτέραις χαρίτεσσιν, ὅσον πλέον ἄστρα καλύπτει
ἀννεφέλους ἀκτῖνας ἀκτῖνας ὀιστεύουσα Σελήνη
πλησιφαής· λευκοὶ δὲ παρὰ σφυρὰ νείατα κούρης
πορφυρέοις μελέεσσιν ἐφοινίσσοντο χιτῶνες.
260οὐ νέμεσίς ποτε τοῦτο, καὶ εἰ πλέον ἥλικος ἥβης
τηλίκον ἔλλαχεν εἶδος, ἐπεί νύ οἱ ἀμφὶ προσώπῳ
κάλλεα διχθαδίων ἀμαρύσσετο φαιδρὰ τοκήων.


τὴν τότε Κύπρις ἰδοῦσα, νοήμονος ἔγκυος ὀμφῆς,
ὠκυτέρην ἐλέλιζε περιστρωφῶσα μενοινήν,
265καὶ νόον ἱππεύσασα περὶ χθόνα πᾶσαν ἀλήτην
φαιδρὰ παλαιγενέων διεμέτρεε βάθρα πολήων,
ὅττι φερωνυμίην ἑλικώπιδος εἶχε Μυκήνης
στέμματι τειχιόεντι περιζωσθεῖσα Μυκήνη
Κυκλώπων κανόνεσσι, καὶ ὡς νοτίῳ παρὰ Νείλῳ
270Θήβης ἀρχεγόνοιο φερώνυμος ἔπλετο Θήβη·
καὶ Βερόης μενέαινεν ἐπώνυμον ἄστυ χαράξαι,
ἀντιτύπων μεθέπουσα φιλόπτολιν οἶστρον Ἐρώτων.
φραζομένη δὲ Σόλωνος ἀλεξικάκων στίχα θεσμῶν
δόχμιον ὄμμα τίταινεν ἐς εὐρυάγυιαν Ἀθήνην,
275γνωτῆς ζῆλον ἔχουσα δικασπόλον· ἐσσυμένῳ δὲ
ἠερίην ἁψῖδα διερροίζησε πεδίλῳ
εἰς δόμον Ἀρμονίης παμμήτορος, ὁππόθι νύμφη [p. 216]
εἴκελον οἶκον ἔναιε τύπῳ τετράζυγι κόσμου
280ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις·
καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου
δμωίδες ἔνθα καὶ ἔνθα· μεριζομένων δὲ θυρέτρων
Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου,
καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης,
285καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα,
καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ
ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος.


κεῖθι Χάρις προθοροῦσα, συνέμπορος ἀφρογενείῃ,
Εὔρου κόψε θύρετρον Ἐώιον· ἐνδόμυχος δὲ
290Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος
ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ
Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου
ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ.
ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης
295κερκίδι πέπλον ὕφαινεν· ὑφαινομένου δὲ χιτῶνος
πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ
οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων,
συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ·
καὶ ποταμοὺς ποίκιλλεν, ἐπ᾽ ἀνδρομέῳ δὲ μετώπῳ
300ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών·
καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος
ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου.
ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ
ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην.
305καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος
θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν·
καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ [p. 218]
φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης,
δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου
310τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην.
καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης
Εὐρυνόμη τανύπεπλος· ἀτυζομένου δὲ προσώπου
Κύπριν ὀπιπεύουσα κατηφέι μάρτυρι μορφῇ
παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ·


315‘ Ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης,
ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς
ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι...’
‘... εἰρομένῃ θέσπιζε, καὶ ὡς βιότοιο τιθήνη,
ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ,
320εἰπέ· τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς
λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν ;
ὅττι πολυχρονίοιο πόθου δεδονημένον οἴστρῳ
Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων
εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν
325Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων
μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ,
ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει
θεσμὰ Δίκης, ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου
ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ
330ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς
κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ.
ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ
Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ
πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν, [p. 220]
335παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον ἔννομος Ἑρμῆς
τοῦτο γέρας μεθέηκε, βιαζομένους ἵνα μούνη
ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.’


ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·


‘ Γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων·
340ἑπτὰ γὰρ ἐν πινάκεσσιν ἔχω μαντήια κόσμου,
καὶ πίνακες γεγάασιν ἐπώνυμοι ἑπτὰ πλανήτων.
πρῶτος ἐυτροχάλοιο φερώνυμός ἐστι Σελήνης·
δεύτερος Ἑρμείαο πίναξ χρύσειος ἀκούει
στίλβων, ᾧ ἔνι πάντα τετεύχαται ὄργια θεσμῶν·
345οὔνομα σὸν μεθέπει ῥοδόεις τρίτος· ὑμετέρου γὰρ
ἀστέρος Ἠῴοιο φέρει τύπον· ἑπταπόρων δὲ
τέτρατος Ἠελίοιο μεσόμφαλός ἐστι πλανήτων·
πέμπτος ἐρευθιόων πυρόεις κικλήσκεται Ἄρης·
καὶ Φαέθων Κρονίδαο φατίζεται ἕκτος ἀλήτης·
350ἕβδομος ὑψιπόροιο Κρόνου πέλεν οὔνομα φαίνων.
τοῖς ἔνι ποικίλα πάντα μεμορμένα θέσφατα κόσμου
γράμματι ξοινικόεντι γέρων ἐχάραξεν Ὀφίων.
ἀλλ᾽, ἐπεὶ ἰθυνόων με διείρεαι εἵνεκα θεσμῶν,
πρεσβυτέρῃ πολίων πρεσβήια ταῦτα φυλάσσω·
355εἴτ᾽ οὖν Ἀρκαδίη προτέρη πέλεν ἢ πόλις Ἥρης,
Σάρδιες εἰ γεγάασι παλαίτεραι, εἰ δὲ καὶ αὐτὴ
Ταρσὸς ἀειδομένη πρωτόπτολις, εἰ δέ τις ἄλλη.
οὐκ ἐδάην· Κρόνιος δὲ πίναξ τάδε πάντα διδάσκει,
τίς προτέρη βλάστησε, τίς ἔπλετο σύγχρονος Ἠοῦς.’


360εἶπε· καὶ ἡγεμόνευεν ἐς ἀγλαὰ θέσφατα τοίχου,
εἰσόκεν ἔδρακε χῶρον, ὅπῃ Βερόης περὶ πάτρης
θέσφατον ὀψιτέλεστον Ὀφιονίη γράφε τέχνη
ἐν πίνακι Κρονίῳ κεχαραγμένον οἴνοπι μίλτῳ·
‘πρωτοφανὴς Βερόη πέλε σύγχρονος ἥλικι κόσμῳ, [p. 222]
365νύμφης ὀψιγόνοιο φερώνυμος, ἣν μετανάσται
υἱέες Αὐσονίων, ὑπατήια φέγγεα Ῥώμης,
Βηρυτὸν καλέσουσιν, ἐπεὶ Λιβάνῳ πέσε γείτων...’
τοῖον ἔπος δεδάηκε θεοπρόπον. ἀλλ᾽ ὅτε δαίμων
θέσκελον ἑβδομάτου πίνακος παρεμέτρεεν ἀρχήν,
370δεύτερον ἐσκοπίαζεν, ὅπῃ παρὰ γείτονι τοίχῳ
ποικίλα παντοίης ἐχαράσσετο δαίδαλα τέχνης
μαντιπόλοις ἐπέεσσιν, ὅτι πρώτιστα νοήσει
Πὰν νόμιος σύριγγα, λύρην Ἑλικώνιος Ἑρμῆς,
δίθροον ἁβρὸς Ὕαγνις ἐυτρήτου μέλος αὐλοῦ,
375Ὀρφεὺς μυστιπόλοιο θεηγόρα χεύματα μολπῆς,
καὶ Λίνος εὐεπίην Φοιβήιος, Ἀρκάς ἀλήτης
μέτρα δυωδεκάμηνα καὶ Π̓ελίοιο πορείην,
μητέρα τικτομένων ἐτέων τετράζυγι δίφρῳ,
καὶ σοφὸς Ἐνδυμίων ἑτερότροπα δάκτυλα κάμψας
380γνώσεται ἄστατα κύκλα παλιννόστοιο Σελήνης
τριπλόα καὶ στοιχεῖον ὁμόζυγον ἄζυγι μίξας
Κάδμος ἐυγλώσσοιο διδάξεται ὄργια φωνῆς, [p. 224]
θεσμὰ Σόλων ἄχραντα, καὶ ἔννομον Ἀτθίδι πεύκῃ
συζυγίης ἀλύτοιο συνωρίδα δίζυγα Κέκροψ.
385καὶ Παφίη μετὰ πάντα πολύτροπα δαίδαλα Μούσης
πυκνὰ πολυσπερέων παρεμέτρεεν ἔργα πολήων·
καὶ πίνακος γραπτοῖο μέσην ὑπὲρ ἄντυγα κόσμου
τοῖν ἔπος σοφὸν εὗρε πολύστιχον Ἑλλάδι Μούσῃ·


‘Σκῆπτρον ὅλης Αὔγουστος ὅτε χθονὸς ἡνιοχεύσει,
390Ῥώμῃ μὲν ζαθέῃ δωρήσεται Αὐσόνιος Ζεὺς
κοιρανίην, Βερόῃ δὲ χαρίζεται ἡνία θεσμῶν,
ὁππότε θωρηχθεῖσα φερεσσακέων ἐπὶ νηῶν
φύλοπιν ὑγρομόθοιο κατευνήσει Κλεοπάτρης·
πρὶν γὰρ ἀτασθαλίη πολιπόρθιος οὔ ποτε λήξει
395εἰρήνην κλονέουσα σαόπτολιν, ἄχρι δικάζει
Βηρυτὸς βιότοιο γαληναίοιο τιθήνη
γαῖαν ὁμοῦ καὶ πόντον, ἀκαμπέι τείχεϊ θεσμῶν
ἄστεα πυργώσασα, μία πτόλις ἄστεα κόσμου.’


καὶ θεός, ὁππότε πᾶσαν Ὀφιονίην μάθεν ὀμφήν,
400εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος· ἑζομένου δὲ
υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην,
καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
γούνασι κουφίζουσα φίλον βάρος· ἀμφότερον δὲ
405καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ [p. 226]
ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν·


‘Ἐλπὶς ὅλου βιότοιο, παραίφασις ἀφρογενείης,
νηλειὴς ἐμὰ τέκνα βιήσατο μοῦνα Κρονίων·
410ἐννέα γὰρ πλήσασα μογοστόκα κύκλα Σελήνης
δριμὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο
Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει
ἀχνυμένη· κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ,
Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων.
415τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω,
ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος· ἀλλὰ τελέσσαι
ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ
οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω·
ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο... τιταίνων
420θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ
πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ,
ἀμφοτέροις μακάρεσσιν· ἐγὼ δέ σοι ἄξια μόχθων
δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω·
δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ
425Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω
ἄστεος ἐσσομένου μνημήιον, ὄφρά κεν εἴης
καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.’